Quod omnis probus liber sit
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Leopold Cohn, Siegfried Reiter
- Edition reference
- Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1915
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg027.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ὁ μὲν πρότερος λόγος ἦν ἡμῖν, ὦ Θεόδοτε, περὶ τοῦ δοῦλον εἶναι πάντα φαῦλον, ὡς καὶ διὰ πολλῶν καὶ εἰκότων καὶ ἀληθῶν ἐπιστωσάμεθα· οὑτοσὶ δ’ ἐκείνου συγγενής, ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφὸς καὶ τρόπον τινὰ δίδυμος, καθ’ ὃν ἐπιδείξομεν, ὅτι πᾶς ὁ ἀστεῖος ἐλεύθερος.
τὸν μὲν οὖν τῶν Πυθαγορείων ἱερώτατον θίασον λόγος ἔχει μετὰ πολλῶν καὶ ἄλλων καλῶν καὶ τοῦτ’ ἀναδιδάσκειν, "ταῖς λεωφόροις μὴ βαδίζειν ὁδοῖς“, οὐχ ἵνα κρημνοβατῶμεν — οὐ γὰρ ποσὶ κάματον παρήγγελλεν —, ἀλλ’ αἰνιττόμενος διὰ συμβόλου τὸ μήτε λόγοις μήτ’ ἔργοις δημώδεσι καὶ πεπατημένοις χρῆσθαι.
ὅσοι δὲ φιλοσοφίαν γνησίως Tit. Φίλωνος τοῦ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι M (Eus): φῶνος περὶ τοῦ πάντα σπουδαῖον εἶναι ἐλεύθερον G, φίλωνος ἰουδαίου περὶ τοῦ πάντα σπουδαῖον εἶναι ἐλεύθερον AQ, τοῦ αὐτοῦ περὶ τοῦ πάντα σπουδαῖον εἶναι ἐλεύθερον F, περὶ τοῦ πάντα σπουδαῖον εἶναι ἐλεύθερον HP, φίλωνος ὅτι πᾶς ἀστεῖος ἐλεύθερος T 3 πρότερος] πρῶτος QT ὦ om. QT 3. 4 δοῦλον εἶναι πάντα φαῦλον M (cf. Eus. Hist. eccl. II 18,6): πάντα δοῦλον εἶναι φαῦλον F, πάντα δοῦλον εἶναι φαῦλον ceteri (v) 4 καὶ ἀληθῶν om. Q ἀληθῶν M: ἀληθινῶν ceteri (v) 5 δέ M 6 δίδυμον ’P ante ἀστεῖος om. G 7 οὖν om. Α πυθαγορίων MP 8 τοῦτο AT, ταῦτ’ F 10 παρήγγελλεν MF-: παρήγγειλεν ceteri (Turn.) 10. 11 μήτε λόγοις μήτ’ ἔργοις] μήτ’ ἔργοις μήτε λόγοις MHP (v) 11. 2, 1 φιλοσοφίας γνησίας ἐσπάσαντο coni. Mang. 3 cf. Diog. La. VII 121 (Stoicorum doctrina) μόνον τ’ ἐλεύθερον (scil. τὸν σοφὸν εἶναι), τοὺς δὲ φαύλους δούλους. Cic. Parad. V Ὅτι μόνος 6 σοφὸς ἐλεύθερος καὶ πᾶς ἄφρων δοῦλος. 8 cf. Diog. La. VIII 17 ἣν δ’ αὐτῷ (Pythagorae) τὰ σύμβολα τάδε· „. . . τὰς λεωφόρους μὴ βαδίειν“, Aelian. Var. Hist. IV 17 προσέταττε δὲ 6 αὐτὸς Πυθαγόρας . . . μηδέ βαδίζειν τὰς λεωφόρους ὁδούς. Clem. Alex. Strom. V b p. 664 P. καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις. Porphyr. Vita Pythag. 42 ἦν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιοῦτον· „. . . τὰς δέ λεωφόρους μὴ βαδίζειν“, δι’ οὗ ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἐκώλυεν. ἠσπάσαντο, καταπειθεῖς γενόμενοι τῷ προστάγματι νόμον αὐτὸ μᾶλλον δὲ θεσμὸν ἰσούμενον χρησμῷ ὑπετόπησαν, δόξας δ’ ἀγελαίους ὑπερκύψαντες ἀτραπὸν ἄλλην ἐκαινοτόμησαν ἄβατον ἰδιώταις λόγων καὶ δογμάτων, ἰδέας ἀνατείλαντες ὧν οὐδενὶ μὴ καθαρῷ θέμις ψαύειν.
λέγω δὲ μὴ καθαρούς, ὅσοι ἢ παιδείας εἰς ἅπαν ἄγευστοι διετέλεσαν ἢ πλαγίως ἀλλὰ μὴ ἐπ’ εὐθείας αὐτὴν ἐδέξαντο κάλλος τὸ σοφίας εἰς τὸ σοφιστείας αἶσχος μεταχαράξαντες.
οὗτοι τὸ νοητὸν φῶς ἰδεῖν οὐ δυνάμενοι δι’ ἀσθένειαν τοῦ κατὰ ψυχὴν ὄμματος, ὃ ταῖς μαρμαρυγαῖς πέφυκεν ἐπισκιάζεσθαι, καθάπερ ἐν νυκτὶ διάγοντες ἀπιστοῦσι τοῖς ἐν ἡμέρᾳ ζῶσι καὶ ὅς’ ἂν αὐγαῖς ἀκράτοις τῶν ἡλιακῶν ἀκτίνων εἰλικρινέστατα περιαθρήσαντες διηγῶνται τεράστια νομίζουσι φάσμασιν ἐοικότα, τῶν ἐν τοῖς θαύμασιν οὐ διαφέροντα.
πῶς γὰρ οὐκ ἐκτόπια καὶ θαύματ’ ὄντως, φυγάδας μὲν καλεῖν τοὺς μὴ μόνον ἐν μέσῃ τῇ πόλει διατρίβοντας, ἀλλὰ καὶ βουλεύοντας καὶ δικάζοντας καὶ ἐκκλησιάζοντας, ἔστι δ’ ὅτε καὶ ἀγορανομίας καὶ γυμνασιαρχίας καὶ τὰς ἄλλας λειτουργίας ὑπομένοντας,
πολίτας δὲ τοὺς ἢ μὴ ἐγγραφέντας τὸ παράπαν ἢ ὧν ἀτιμία καὶ φυγὴ κατέγνωσται, πέραν ὅρων ἀνθρώπους ἐληλαμένους, οὐ μόνον οὐκ ἐπιβῆναι τῆς χώρας ἀλλ’ οὐδ’ ἐξ ἀπόπτου τὸ πατρῷον ἔδαφος θεάσασθαι δυναμένους, εἰ μή τισι Ποιναῖς ἐλαύνοιντο 1 γινόμενοι HAQT προστάγματι] πράγματι AQT νόμον M: λόγον ceteri (v; αὐτὸν P 2 ὑπετόπασαν Α δόξας δ’ GA: δόξας (om. δ’) ceteri, καὶ δόξας v ἀγελαίας GT 3 ἄλλην codd.: ἄβατον Mang. ἄβατον hoc loco M: om. ceteri ἰδιώτας Turn. 4 ἀνατείλαντες M: ἀνατείλαντες ceteri (v) ψαύειν M: ψαῦσαι ceteri (v) 6 αὐτὴν ἐδέξαντο] αὐτῆς ἐγεύσαντο AQT (Mang.) σοφιστείας GH, σοφιστίας P Urbin. : σοφίας ceteri 6. 7 μεταχαράξαντες] παραχαράξαντες HP (v) 7 οὗτοι γὰρ G τὸ om. M Urbin. οὐ MFGA Urbin.: μὴ HPQT (v) 8 κατὰ ψυχὴν] κατ’ ὄψιν QT 9 ὅσ’ FGAP: ὅσα Η (v), ὅσοι M, ὡς QT 10 αὐγαῖς M: αὐτοῖς ceteri (v) ; ἐν αὐγαῖς conicio ἀκράτοις τῶν ἡλιακῶν M ἀκτίνων addidi): ἀκτίνων κρατούντων FG, ἀκτίνων κρατούντων ἡλιακῶν AQT, ἡλιακῶν ἀκτίνων ἐπικρατούντων HP (v) εἱλικρινεστέραις M παραθρήσαντες A 10. 11 διηγῶνται] διάγονται M; ἐκεῖνοι διηγῶνται conicio 11 φάσματα AQT ἐοικότα—θαύματ᾿ (12) om. AQT τοῖς om. Mang. 12 ἔκτοπα F θαύματα F2, αὐτόματα M ante φυγάδας add. ὡς AQT 13 καὶ δικάζοντας om. AQT 16 ἢ om. F πέραν ὅρων] πέραν ὁρῶν G, πέρας ὅρων F, περιορᾶν HP (Turn.) 17 ἐπιβῆναι] ἀποβῆναι AQ 18 ἔδαφος] πέδον F in textu, ἔδαφος mg F δυνάμενοι M 4—9 Cod. Urbin. gr. fol. 306V: φῶνος· λέγω ὸἑ μὴ καθαροὺς — ἀπιστοῦσι τοῖς ἐν ἡμέρᾳ ζῶσιν. 7—11 cf. Plat. Resp. VII 514 ss. 17 sq. Etiseb. Hist. eccl. III 6,3 τὸ πᾶν ἔθνος (ludaeorum) ἐξ ἐκείνου καὶ τῆς περὶ τά Ἱεροσόλυμα γῆς πάμπαν ἐπιβαίνειν εἴργεται νόμου δόγματι καὶ διατάξεσιν Ἀδριανοῦ, ὡς ἄν μηδ’ ἐξ ἀπόπτου θεωροῖεν τὸ πατρῷον ἔδαφος, ἐγκελευσαμένου· Ἀρίστων 6 Πελλαῖος ἱστορεῖ. θανατῶντες; ἔφεδροι γὰρ καταστειχόντων κολασταὶ μυρίοι, καὶ δι’ ἑαυτῶν ἠκονημένοι καὶ νόμων προστάξεσιν ὑπηρετοῦντες.
πῶς δὲ οὐ παράλογα καὶ γέμοντα πολλῆς ἀναισχυντίας ἢ μανίας ἢ οὐκ ἔχω τί λέγω —διὰ γὰρ ὑπερβολὴν οὐδ’ οἰκείων ὀνομάτων εὐπορῆσαι ῥᾴδιον—πλουσίους μὲν ὀνομάζειν τοὺς ἀπορωτάτους καὶ τῶν ἀναγκαίων ἐνδεεῖς, λυπρῶς καὶ ἀθλίως ἀποζῶντας, μόλις τὸ ἐφήμερον ἐκπορίζοντας, ἐν εὐθηνίᾳ κοινῇ λιμὸν ἐξαίρετον ἔχοντας, ἀρετῆς αὔρᾳ, καθάπερ ἀέρι φασὶ τοὺς τέττιγας, τρεφομένους,
πένητας δὲ τοὺς ἀργύρῳ καὶ χρυσῷ καὶ πλήθει κτημάτων καὶ προσόδων καὶ ἄλλων ἀμυθήτων ἀγαθῶν ἀφθονίᾳ περιρρεομένους, ὧν ὁ πλοῦτος οὐ συγγενεῖς καὶ φίλους αὐτὸ μόνον ὤνησεν, ἀλλὰ καὶ τῆς οἰκίας ἔξω προελθὼν μεγάλους ὁμίλους δημοτῶν καὶ φυλετῶν, διαβὰς δ’ ἔτι μεῖζον καὶ πόλει χορηγεῖ τὰ πάντα, ὧν εἰρήνη χρεῖος ἢ πόλεμος;
ἀπὸ δὲ τῆς αὐτῆς ὀνειρώξεως τοῖς μὲν ἀμφιθαλέσι καὶ τῷ ὄντι εὐπατρίδαις, ὧν οὐ γονεῖς μόνον ἀλλὰ καὶ πάπποι καὶ πρόγονοι μέχρι τῶν ἀρχηγετῶν καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἐπιφανέστατοι γεγόνασι, δουλείαν ἐτόλμησαν ἐπιφημίσαι, τοῖς δ’ ἐκ τριγονίας στιγματίαις, πεδότριψι καὶ παλαιοδούλοις, ἐλευθερίαν.
ἐστὶ δὲ τὰ τοιαῦτα, ὡς ἔφην, πρόφασις ἀνθρώπων, οἳ διάνοιαν μὲν ἠμαύρωνται, δοῦλοι δ’ εἰσὶ δόξης ἐπανέχοντες αἰσθήσεσιν, ὧν τὸ συνέδριον ὑπὸ τῶν κρινομένων ἀεὶ δεκαζόμενον ἀβέβαιον.
χρῆν δὲ αὐτούς, 1 κατὰ στειχόντων MA, καταστιχόντων P (Turn.) 1. 2 δι’ αὐτῶν M 2 δ’ M 3 λέγω] λέγειν GAQT 4 οὐδ’] οὐκ QT 5 ἐνδεεῖς] ἐπιδεεῖς HP (v) λυπηρῶς M (Mang.) 6 ἐκπορίζοντας] εὐπορίζοντας F, κομίζοντας H (v) ἐν] ἢ T 7 κοινῇ] πολλὴ M αὔραις M ἀέρος Α, ἀέρι om. QT, δρόσῳ coni. Mang. 8 τοὺς] τῶν ἐν QT 8. 9 κτημάτων] χρημάτων Α 11 οἰκίας] οἰκείας FH2 11. 12 δ’ ἔτι] δέ τι Η (v), τὲ (om. δ’) M 12 εἰρήνην M πόλεμον M 13 δὲ] γὰρ M 14 μόνον M: μόνοι ceteri (v) 15 alterum πρὸς om. Α ἐτόλμησαν M: ἐπετόλμησαν ceteri (v) 16 τριγονίας MFG: τριγενείας ceteri (v) στιγματίαις] μαστιγίαις QT, ἐπηματίοισ M πεδότριψι MG (Wilamowitz): παιδότριψι ceteri (v) ; οἰκότριψι coni. Mang. παλαιοδούλοις] παλιμβόλοις coni. Wilamowitz, sed cf. § 147 17 ἀνθρώπων] ἀνδρῶν M 19 δεκαζόμενον v (Turn.): δικαζόμενον codd. ἀβέβαιον] οὐ βέβαιον Α ἐχρῆν AQT δ’ GA 7 Philo de vita contempl. § 35 . . . ἐθισθέντες, ὥσπερ φασὶ τὸ τῶν τεττίγων γένος, ἀέρι τρέφεσθαι. cf. Plat. Phaedr. 259 c . . . ἐξ ὧν τὸ τεττίγων γένος μετ’ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβόν, μηδὲν τροφῆς δεῖσθαι, ἀλλ’ ἄσιτόν τε καὶ ἄποτον εὐθὺς γενόμενον ἅδειν, ἕως ἄν τελευτήσῃ. Theocr. IV 16 μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ. Vergil. Ecl. V 77 dumque thymo pascentur apes, dum rore cicadae. Plin. Nat. Hist, XI 91 Chamaeleonum stelliones qui quodam modo naturam habent, rore tantum viventes praeterque araneis, (92) Similis cicadis vita. εἴπερ ὅλως ἐζήλουν ἀλήθειαν, μὴ τῶν τὰ σώματα καμνόντων ἐν τῷ φρονεῖν ἐλαττοῦσθαι· ἐκεῖνοι μὲν γὰρ ἑαυτοὺς ἐπιτρέπουσιν ἰατροῖς ὑγείας ὀρεγόμενοι, κατοκνοῦσι δ’ οὗτοι νόσον ψυχῆς, ἀπαιδευσίαν, ἀπώσασθαι, γενόμενοι σοφῶν ἀνδρῶν ὁμιληταί, παρ’ ὧν οὐ μόνον ἔστιν ἀπομαθεῖν ἀμαθίαν, ἀλλὰ καὶ τὸ ἴδιον ἀνθρώπου κτῆμα προσλαβεῖν, ἐπιστήμην.
ἐπειδὴ δὲ κατὰ τὸν ἱερώτατον Πλάτωνα „φθόνος ἔξω θείου χοροῦ ἵσταται", θειότατον δὲ καὶ κοινωνικώτατον σοφία, συγκλείει μὲν οὐδέποτε τὸ ἑαυτῆς φροντιστήριον, ἀναπεπταμένη δὲ ἀεὶ δέχεται τοὺς ποτίμων διψῶντας λόγων, οἷς ἀκράτου διδασκαλίας ἄφθονον ἐπαντλοῦσα νᾶμα μεθύειν τὴν νηφάλιον ἀναπείθει μέθην.
οἱ δὲ ὥσπερ ἐν ταῖς τελεταῖς ἱεροφαντηθέντες, ὅταν ὀργίων γεμισθῶσι, πολλὰ τῆς πρόσθεν ὀλιγωρίας ἑαυτοὺς κακίζουσιν, ὡς οὐ φεισάμενοι χρόνου, βίον δὲ τρίψαντες ἀβίωτον, ἐν ᾧ φρονήσεως ἐχήρευσαν.
ἄξιον οὖν νεότητα τὴν πανταχοῦ πᾶσαν τὰς ἀπαρχὰς τῆς πρώτης ἀκμῆς μηδενὶ μᾶλλον ἢ παιδείᾳ ἀναθεῖναι, ᾗ καὶ ἐνηβῆσαι καὶ ἐγγηράσαι καλόν· ὥσπερ γάρ, φασί, τὰ καινὰ τῶν ἀγγείων ἀναφέρει τὰς τῶν πρώτων εἰς αὐτὰ ἐγχυθέντων ὀσμάς, οὕτως καὶ αἱ τῶν νέων ψυχαὶ τοὺς πρώτους τῶν φαντασιῶν τύπους ἀνεξαλείπτους ἐναποματτόμεναι, τῇ φορᾷ τῶν αὖθις ἐπεισρεόντων ἥκιστα κατακλυζόμεναι, τὸ ἀρχαῖον διαφαίνουσιν εἶδος.
Ἅλις μὲν δὴ τούτων. ἀκριβωτέον δὲ τὸ ζητούμενον, ἵνα μὴ τῇ τῶν ὀνομάτων ἀσαφείᾳ παραγόμενοι πλαζώμεθα, καταλαβόντες δὲ 1 ἐζήλουν] ἐζήτουν M 2 ἑαυτοῖς H1P 6 δεῖ om. FG; γὰρ conicio ἱερώτατον M: λιγυρώτατον ceteri (v) 7 δέ M: τε ceteri (Turn., om. Mang.) κοινωνικώτατον] κοινότατον Turn. 8 ἀναπεπταμένη Η2: ἀναπεπταμένως MQT, ἀναπεπταμένῳ GAH1P, ἀναπεπταμένοις F δέ om. FT ἀεὶ M: om. ceteri (Turn.) δέχεται codd: εἰσδέχεται Mang. ποτίμοις διψῶντας λόγοις F 9 οἷς] εἰς M ἐπαντλοῦσα] γρ. ἐπαντλοῦντες mg M 10 δέ MA: δ’ ceteri 11 γεμισθῶσι] μεθυσθῶσι G; γε μυηθῶσι coni. Mang. κακίζωσιν H1P 12 χρόνου M: χρόνων ceteri (Turn.) 14 μηδενὶ ἄλλω μᾶλλον G ἐνηβάσαι Α καὶ αἰ 15 φασί] φησι M καινά M: κοινὰ F, κενὰ Α, κενὰ ceteri (Turn.) ἀναφέρει codd.: ἀναφέρειν v πρώτων] πρώτως MA, πρῶτον QT 16 ἐγχυθέντων εἰς αὐτὰ transp. M ἐγχυθέντων MQT: ἐκχυθέντων ceteri οὕτως M: οὕτω ceteri (v) τῶν νέων codd.: τῶν om. v τοὺς om. AQT 18 ἐπιρρεόντων M κατακλυζόμεναι] κατασκευαζόμεναι HP (Turn.) 19 τούτων] τοῦτο QT 20 ὀνομάτων] νοημάτων coni. Mang. ἀσαφείᾳ] ἀσφαλεία M 6 Plat. Phaedr. 247 a. 7 cf. Diog. La. VII 123 κοινωνικὸς γὰρ φύσει καὶ πρακτικός (ὁ σπουδαῖος). 8 ποτίμων λόγων: Plat. Phaedr. 243 d ἐπιθυμῶ ποτίμῳ οἷον ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι. 15 Horat. Episi. I 2,69 quo semel est imbuta recens, servabit odorem | testa diu. Quintil. I 1, 5 et natura tenacissimi sumus eorum, quae rudibus annis percepimus, ut sapor, quo nova imbuas, durat. cf. A. Otto, Die ӧrter der ӧmer 346. περὶ οὗ ὁ λόγος τὰς ἀποδείξεις εὐσκόπως ἐφαρμόττωμεν.
δουλεία τοίνυν ἡ μὲν ψυχῶν, ἡ δὲ σωμάτων λέγεται· δεσπόται δὲ τῶν μὲν σωμάτων ἄνθρωποι, ψυχῶν δὲ κακίαι καὶ πάθη. κατὰ ταὐτὰ δὲ καὶ ἐλευθερία· ἡ μὲν γὰρ ἄδειαν σωμάτων ἀπ’ ἀνθρώπων δυνατωτέρων, ἡ δὲ διανοίας ἐκεχειρίαν ἀπὸ τῆς τῶν παθῶν δυναστείας ἐργάζεται.
τὸ μὲν οὖν πρότερον οὐδὲ εἷς ζητεῖ· μυρίαι γὰρ αἱ ἀνθρώπων τύχαι, καὶ πολλοὶ πολλάκις καιροῖς ἀβουλήτοις τῶν σφόδρα ἀστείων τὴν ἐκ γένους ἀπέβαλον ἐλευθερίαν· ἀλλ’ ἔστιν ἡ σκέψις περὶ τρόπων, οὓς οὔτ’ ἐπιθυμίαι οὔτε φόβοι οὔθ’ ἡδοναὶ οὔτε λῦπαι κατέζευξαν, ὥσπερ ἐξ εἱρκτῆς προεληλυθότων καὶ δεσμῶν οἷς ἐπεσφίγγοντο διαφειμένων.
ἀνελόντες οὖν ἐκποδὼν τὰς προφασιστικὰς εὑρεσιλογίας καὶ τὰ φύσεως μὲν ἀλλότρια δόξης δ’ ἠρτημένα ὀνόματα οἰκοτρίβων ἢ ἀργυρωνήτων ἢ αἰχμαλώτων τὸν ἀψευδῶς ἐλεύθερον ἀναζητῶμεν, ᾧ μόνῳ τὸ αὐτοκρατὲς πρόσεστι, κἂν μυρίοι γράφωσι δεσπότας ἑαυτούς. ἀναφθέγξεται γὰρ ἐκεῖνο τὸ Σοφόκλειον οὐδὲν τῶν πυθοχρήστων διαφέρον· "θεὸς ἐμὸς ἄρχων, θνητὸς δ’ οὐδείς”. τῷ γὰρ ὄντι μόνος ἐλεύθερος ὁ μόνῳ θεῷ χρώμενος ἡγεμόνι,
κατ’ ἐμὴν δὲ 1 εὐσκόπως] εὐκόλως F ἐφαρμόττομεν M, ἐφαρμόσωμεν AQT δουλεία μὲν τοίνυν M 2 ψυχῶν] ψυχῆς HP (Turn.) 3 κακίαι M: κακία ceteri (Turn.) καταυτὰ M (κατὰ ταὐτὰ scripsi): κατὰ ταὐτὸν F, κατὰ τὰ αὐτὰ ceteri (v) ἐλευθερίαι M (ἐλευθερία scripsi): ἡ ἐλευθερία ceteri (v) 4 σωμάτων] σώμασιν M ἀπ’] ἐπ’ F δυνατωτέρων] σωμάτων δυνατωτέρων Η (v) 5 ἐκκεχειρίαν APQT δυναστείας] διανοίας HP (Turn.), δυναστείας mg P οὑν] δὴ M 6 μυρίων AQT αἱ M: om. ceteri (v) τύχαι M: ψυχαὶ ceteri (Turn.) πολλοῖς F 7 καιροῖς] καὶ τοῖς QT σφόδρ’ FGH 8 σκῆψις HP, post σκέψις add. τούτων F 9 οὔτε ἡδοναὶ M εἰρκτῆς MPT 10 ἐκποδὼν] ἐκ ποδῶν FG, ἐκ προγόνων M 11 προφητικάς G; σοφιστικάς coni. Mang. εὑρεσιλογίας] ἐλευθερίας Η mg P (v) εὑρησιλογίας G 12 ἡ ἀργυρωνήτων ἢ M: καὶ ἀργυρωνήτων (om. altero ἡ) ceteri (Turu.) 13 ἐπιζητῶμεν AQT 14 ἀναφθέγγεται F 14. 15 τῶν πυθοχρήστῳ Α 16 ἐμὸς codd.: ἐμοὶ v θνητὸς] θνητῶν HP (v) δ’ MA: δὲ ceteri (v) οὐδείς AQT: οὐδὲ εἷς ceteri (v) 17 μόνῳ] μόνος QT δέ om. QT 1 sqq. Ambros. Epist. 37, 24 . . . gemina enim servitus est, altera corporis, animarum altera: domini autem corporis quidem homines, animarum autem malitiae et passiones, a quibus sola animi libertas sapientem vindicat, ut servitio ei liceat exire. 13 Philo de post. Caini § 138 τοῦτο δ’ ἐστὶ τὸ δογματικώτατον (τὸ δόγμα τὸ Στωικὸν coni. Wendl.), ὅτι 6 σοφὸς μόνος ἐλεύθερός τε καὶ ἄρχων, κἄν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας. 14 sqq. Ambros. Epist. 37, 28 Quis est qui Sophoclea in medium ferat carmina dicentia: „Iupiter mihi praeest, nullus autem hominum?" 16 Soph. frg. 688,3 ap. Arist. Eth. Eud. 7,10 p. 1242a 37, ubi εὺς ἐμὸς ἄρχων· fortasse etiam Philo Ζεὺς scripsit, si quidem Ambrosius Philonem transscribens vertit lupiter. διάνοιαν καὶ τῶν ἄλλων ἡγεμών, ἐπιτετραμμένος τὰ περίγεια, οἷα μεγάλου βασιλέως, θνητὸς ἀθανάτου, διάδοχος. ἀλλ’ ὁ μὲν περὶ ἀρχῆς τοῦ σοφοῦ λόγος εἰς καιρὸν ἐπιτηδειότερον ὑπερκείσθω, τὸν δὲ περὶ ἐλευθερίας τὰ νῦν ἀκριβωτέον.
εἰ δή τις εἴσω προελθὼν τῶν πραγμάτων ἐθελήσειε διακύψαι, γνώσεται σαφῶς, ὅτι οὐδὲν ἄλλο ἄλλῳ συγγενὲς οὕτως, ὡς αὐτοπραγία ἐλευθερίᾳ, διότι πολλὰ μὲν τῷ φαύλῳ τὰ ἐμποδών, φιλαργυρία, φιλοδοξία, φιληδονία, τῷ δ’ ἀστείῳ τὸ παράπαν οὐδέν, ἐπανισταμένῳ καὶ ἐπιβεβηκότι καθάπερ ἐν ἄθλων ἀγῶνι τοῖς καταπαλαισθεῖσιν, ἔρωτι, φόβῳ, δειλίᾳ, λύπῃ, τοῖς ὁμοιοτρόποις.
ἔμαθε γὰρ ἀλογεῖν ἐπιταγμάτων, ὅσα οἱ ψυχῆς παρανομώτατοι ἄρχοντες ἐπιτάττουσι, διὰ ζῆλον καὶ πόθον ἐλευθερίας, ἧς τὸ αὐτοκέλευστον καὶ ἐθελουργὸν κλῆρος ἴδιος. ἐπαινεῖται παρά τισιν ὁ τὸ τρίμετρον ἐκεῖνο ποιήσας „τίς δ’ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;“ ὡς μάλα συνιδὼν τὸ ἀκόλουθον· ὑπέλαβε γάρ, ὅτι οὐδὲν οὕτως δουλοῦσθαι 1 διάνοιαν] γνώμην vel ἔννοιαν coni. Mang. τῶν] τὴν Η2 (Turn.) ἡγεμών M: ἡγεμονίαν ceteri (Turn.) ἐπιτετραμένος M τῶν περιγείων Η2 (Turn.) 2 ἀρχῆς] τῆς ἀρχῆς ΗΡ (v) 3 τοῦ σοφοῦ M: om. ceteri (Turn.) ἐπιτηδειότατον Α ὑποκείσθω QT 4—6 τὰ νῦν—ἐλευθερίᾳ om. 4 τὰ νῦν] τὰ om. P 5 ἄλλῳ om. MA 6 εὐγενὲς Α οὕτως om. M ἐλευθερίας Α τῶν φαύλων M 7 καὶ φιληδονία F 8 ἐπανισταμένω M: ἐπανεσταλμένω FGHP, ἐπανεσταλμένον AQT καὶ ἐπιβεβηκότι MF: κατεπιβεβηκότι ceteri ἄθλων] ἀθλητῶν conicio, cf. 8, 5 ἐν ἀγῶνι παγκρατιαστῶν ἀγῶνι τοῖς] ἀγωνιστοῖς L; ἀγωνισταῖς v 9 ὁμοτρόποις M 10 ἀλογεῖν] ἄλλο F 11 ἧς] οἷς Α 12 τὸ τρίμετρον] τὸ τριμερὲς QT, τό τρίτον μέρος G τό om. Mang. 13 τίς δ’ ἐστὶ scripsi (cf. testim.): τίς γάρ ἐστι codd.; τίς ἔπι v ὤν om. AQT 14 ἀπέλαβε T οὕτως M: οὕτω ceteri (v) 6 cf. Diog. La. VII 121 εἶναι γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας, τὴν δὲ δουλείαν στέρησιν αὐτοπραγίας. 7 cf. Plut. Stoic. repugn. 83 οὐδεὶς γάρ φύεται ἀνθρώποις πόλεμος ἄνευ κακίας· ἀλλὰ τὸν μὲν φιληδονία, τὸν δὲ πλεονεξία, τόν δὲ φιλοδοξία τις ἢ φιλαρχία συρρήγνυσιν. 8 Ambros. Epist. 37,30 . . . insurgit enim sapiens quasi victor debellatis a se ac triumphatis libidini, timori, ignaviae, maestitudini ceterisque vitiis, donec ea de possessione suae mentis eliminet et omnibus terminis finibusque suis propulset atque arceat. 10 cf. Cic. Parad. V 1 refrenet primum libidines, . . . ceteras animi labes repellat, tum incipiat aliis imperare, cum ipse improbissimis dominis, dedecori ac turpitudini, parere desierit. Seneca Epist. 37,4 humilis res est stultitia, abiecta, sordida, servilis, multis affectibus et saevissimis subiecta. hos tam graves dominos, interdum alternis imperantes interdum pariter, dimittit a te sapientia, quae sola libertas est. 13 Eur. frg. 958 laud. a Chrysippo ap. Plut. de aud. poet. 13 τίς δ’ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν. cf. Plut. de consol. ad Apollon. 10. Clem. Alex. Strom. IV 7 p. 586 P. Cic. ad Att. IX 2a, 2. 14 cf. Epict. Diss. III 26, 38 ἆρ’ οὑν ἐνθυμῇ, ὅτι κεφάλαιον τοῦτο πάντων τῶν κακῶν τῷ ἀνθρώπῳ καὶ ἀγεννείας καὶ δειλίας οὐ θάνατός ἐστι, μᾶλλον δ’ ὁ τοῦ θανάτου φόβος; πέφυκε διάνοιαν, ὡς τὸ ἐπὶ θανάτῳ δέος, ἕνεκα τοῦ πρὸς τὸ ζῆν ἱμέρου.
χρῆν δὲ λογίσασθαι, ὅτι οὐχ ὁ τοῦ θανεῖν μόνον ἄφροντις ὢν ἀδούλωτος, ἀλλὰ καὶ ὁ τοῦ πένεσθαι καὶ ἀδοξεῖν καὶ ἀλγεῖν καὶ τῶν ἄλλων ὅσα οἱ πολλοὶ κακὰ νομίζουσι, κακοὶ τῶν πραγμάτων ὄντες αὐτοὶ κριταί, οἵτινες ἐκ τῶν χρειῶν δοκιμάζουσι τὸν δοῦλον εἰς τὰς ὑπηρεσίας ἀφορῶντες, δέον εἰς τὸ ἀδούλωτον ἦθος.
ὁ μὲν γὰρ ἀπὸ ταπεινοῦ καὶ δουλοπρεποῦς φρονήματος ταπεινοῖς καὶ δουλοπρεπέσι παρὰ γνώμην ἐγχειρῶν τὴν ἑαυτοῦ δοῦλος ὄντως· ὁ δὲ πρὸς τὸν παρόντα καιρὸν ἁρμοζόμενος τὰ οἰκεῖα καὶ ἑκουσίως ἅμα καὶ τλητικῶς ἐγκαρτερῶν τοῖς ἀπὸ τύχης καὶ μηδὲν καινὸν τῶν ἀνθρωπίνων εἶναι νομίζων, ἀλλ’ ἐξητακὼς ἐπιμελῶς, ὅτι τὰ μὲν θεῖα αἰωνίῳ τάξει καὶ εὐδαιμονίᾳ τετίμηται, τὰ δὲ θνητὰ πάντα σάλῳ καὶ κλύδωνι πραγμάτων διαφερόμενα πρὸς ἀνίσους ῥοπὰς ταλαντεύει, καὶ γενναίως ὑπομένων τὰ συμπίπτοντα φιλόσοφος εὐθύς ἐστι καὶ ἐλεύθερος.
ὅθεν οὐδὲ παντὶ τῷ προστάττοντι ὑπακούσεται, κἂν αἰκίας καὶ βασάνους καί τινας φοβερωτάτας ἀπειλὰς ἐπανατείνηται, νεανιευσάμενος δὲ ἀντικηρύξει·
"ὄπτα, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς οὐρανόν, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.“
ἤδη ποτ’ εἶδον ἐν ἀγῶνι παγκρατιαστῶν τὸν μὲν ἐπιφέροντα τὰς πληγὰς καὶ χερσὶ καὶ ποσὶ καὶ πάσας εὐσκόπως καὶ μηδὲν παραλελοιπότα τῶν εἰς τὸ νικᾶν ἀπειρηκότα καὶ παρειμένον καὶ πέρας ἀστεφάνωτον ἐξελθόντα τοῦ σταδίου, τὸν δὲ τυπτόμενον, ὑπὸ πυκνότητος σαρκῶν πεπιλημένον, στρυφνόν, ναστόν, ὄντως γέμοντα πνεύματος ἀθλητικοῦ, δι’ ὅλων νενευρωμένον, οἷα πέτραν ἢ σίδηρον, οὐδὲν μὲν πρὸς τὰς πληγὰς ἐνδόντα, τὴν δὲ τοῦ ἀντιπάλου δύναμιν τῷ καρτερικῷ καὶ παγίῳ τῆς ὑπομονῆς καθῃρηκότα μέχρι παντελοῦς νίκης.
ὅμοιον δή τι τούτῳ πεπονθέναι μοι δοκεῖ ὁ ἀστεῖος· τὴν γὰρ ψυχὴν εὖ μάλα κραταιωθεὶς ἰσχυρογνώμονι λογισμῷ θᾶττον ἀναγκάζει τὸν βιαζόμενον ἀπειπεῖν ἢ ὑπομένει τι δρᾶσαι τῶν παρὰ γνώμην. ἀλλ’ ἄπιστον ἴσως τοῖς μὴ πεπονθόσιν ἀρετὴν τὸ λεγόμενον· καὶ γὰρ ἐκεῖνο τοῖς τοὺς παγκρατιαστὰς οὐκ εἰδόσι, γέγονε δ’ οὐδὲν ἧττον ἐπ’ ἀληθείας.
εἰς ταῦτα δ’ ἀπιδὼν 1 ὄπτα codd. (sic etiam Artemid. IV 59): πίμπρα Η2 (v) κάτεσθε Μ κατέσθιε Artemid.) σάρκα Q 2 κελαινὸν] ἐρεμενὸν (sic, pro ἐρεμνὸν) M πρόσθεν FAQT 3 εἶσιν] εἰσὶν M ἄστρα] ἄκρα F καὶ γῆ PAQT δ’ scripsi: τ’ codd. (v) ἄνεισ’ FG: ἄνεισιν M, ἄνω HP (v), ἄν AQT ἐς M: εἰς ceteri (v) οὐρανόν] αἰθέρα mg F2; cf. § 99 4 θῶπα MAQ ἀπαντλῆσαι Α 5 πότ’ codd.: ποτὲ v 6 καὶ ante πάσας secludit Wendl. εὔσκοπον F μηδὲν] μὲν δὴ AQT 7 τῶν] τὸν AQT post νικᾶν add. τεταγμένον QT καὶ παρειμένον om. HP (Turn.) 10 δι’ ὅλων MFAQT: δι’ ὅλου GHP (v) ; ὅλον δι’ ὅλων coni. Mang. οἷον AQT πέτραν M: πέτρον ceteri (v) ἢ codd.: καὶ v 11 ἐνδιδόντα AQT τοῦ om. F καρτερικῷ MF: καρτερῶ GHP (v), κρατερῶ AQT 12 παντελῶς F2 δή τι MGAQT: τι om. FHP (Turn.) τοῦτο Α 14 βιαζόμενον M: βιασάμενον ceteri (Turn.) 15 ὑπομένει GAQT: ὑπομένειν MFHP; ἀναγκάσει et ὑπομενεῖ coni. Mang. δράσειν M δρᾶσαι τῶν om. AQT, τῶν om. F 16 ἀρετὴ M: πεπονθόσι πρὸς ἀρετὴν coni. Mang., προσπεπονθόσιν ἀρετῇ Wilamowitz λεγόμενον] γινόμενον QT ἐκεῖνο MFGH1P: καὶ ἐκεῖνο Η2 (Turn.), κἀκεῖνο AQT (Mang.) παγκρατιαστῶν (in ras.) F 17 εἰδόσι codd.: ἰδοῦσι v γέγονε δ’] γέγονεν M alterum δ’] δὲ M post ἀπιδὼν add. καὶ mg F 1 sqq. Eur. frg. 687. 5 sqq. cf. Seneca de const. sap. 9,5 sic in certaminibus sacris plerique vicerunt caedentium manus obstinata patientia fatigando: ex hoc puta genere sapientem eorum, qui exercitatione longa ac fideli robur perpetiendi lassandique omnem inimicam vim consecuti sunt. de ira II 14, 2 nec est difficile vincere animum, cum athletae quoque in vilissima sui parte occupati tamen ictus doloresque patiantur, ut vires caedentis exhauriant. Ἀντισθένης δυσβάστακτον εἶπεν εἶναι τὸν ἀστεῖον· ὡς γὰρ ἡ ἀφροσύνη κοῦφον καὶ φερόμενον, οὕτως ἡ φρόνησις ἐρηρεισμένον καὶ ἀκλινὲς καὶ βάρος ἔχον ἀσάλευτον.
ὁ δὲ δὴ τῶν Ἰουδαίων νομοθέτης τὰς τοῦ σοφοῦ χεῖρας βαρείας εἰσάγει (Exod. 17, 12), διὰ συμβόλων τὰς πράξεις αἰνιττόμενος οὐκ ἐπιπολαίως ἀλλὰ παγίως ἐρηρεισμένας ἀπὸ διανοίας ἀρρεποῦς.
πρὸς οὐδενὸς οὖν ἀναγκάζεται, ἅτε καταπεφρονηκὼς μὲν ἀλγηδόνων, καταπεφρονηκὼς δὲ θανάτου, νόμῳ δὲ φύσεως ὑπηκόους ἔχων ἅπαντας ἄφρονας· ὅνπερ γὰρ τρόπον αἰγῶν μὲν καὶ βοῶν καὶ προβάτων αἰπόλοι καὶ βουκόλοι καὶ νομεῖς ἀφηγοῦνται, τὰς δ’ ἀγέλας ἀμήχανον ἐπιτάξαι ποιμέσι, τὸν αὐτὸν τρόπον οἱ μὲν πολλοὶ θρέμμασιν ἐοικότες ἐπιστάτου καὶ ἄρχοντος δέονται, ἡγεμόνες δ’ εἰσὶν οἱ ἀστεῖοι τὴν τῶν ἀγελαρχῶν τεταγμένοι τάξιν.
Ὅμηρος μὲν οὖν "ποιμένας λαῶν“ εἴωθε καλεῖν τοὺς βασιλέας, ἡ δὲ φύσις τοῖς ἀγαθοῖς κυριώτερον τουτὶ τοὔνομα ἐπεφήμισεν, εἴ γε ἐκεῖνοι ποιμαίνονται τὸ πλέον ἢ ποιμαίνουσιν — ἄκρατος γὰρ αὐτοὺς ἄγει καὶ εὐμορφία πέμματά τε καὶ ὄψα καὶ τὰ μαγείρων καὶ σιτοποιῶν ἡδύσματα, ἵνα τὰς ἀργύρου καὶ χρυσοῦ καὶ τῶν σεμνοτέρων ἐπιθυμίας παραλείπω —, τοῖς δ’ ὑπ’ οὐδενὸς συμβέβηκε δελεάζεσθαι, νουθετεῖν δὲ καὶ ὅσους ἂν αἴσθωνται πάγαις ἡδονῆς ἁλισκομένους.
Ὅτι δ’ οὐχ αἱ ὑπηρεσίαι μηνύματ’ εἰσὶ δουλείας, ἐναργεστάτη πίστις οἱ πόλεμοι· τοὺς γὰρ στρατευομένους ἰδεῖν ἔστιν αὐτουργοὺς ἅπαντας, οὐ μόνον τὰς πανοπλίας κομίζοντας, ἀλλὰ καὶ ὅσα πρὸς τὴν ἀναγκαίαν χρῆσιν ὑποζυγίων τρόπον ἐπηχθισμένους, εἶτ’ ἐφ’ ὑδρείαν ἐξιόντας καὶ φρυγανισμὸν καὶ χιλὸν κτήνεσι.
τὰ γὰρ πρὸς τοὺς ἐχθροὺς ἐν ταῖς στρατείαις τί δεῖ μακρηγορεῖν, τάφρους ἀνατεμνόντων ἢ τείχη κατασκευαζόντων ἢ τριήρεις ναυπηγουμένων ἢ ὅσα ὑπουργίας ἢ τέχνης πάντα χερσὶ καὶ τῷ ἄλλῳ σώματι ὑπηρετούντων.
ἔστι δέ τις καὶ κατ’ εἰρήνην πόλεμος τῶν ἐν τοῖς ὅπλοις οὐκ ἀποδέων, ὃν ἀδοξία καὶ πενία καὶ δεινὴ σπάνις τῶν ἀναγκαίων συγκροτοῦσιν, ὑφ’ οὗ βιασθέντες ἐγχειρεῖν καὶ τοῖς δουλοπρεπεστάτοις ἀναγκάζονται, σκάπτοντες, γεωπονοῦντες, βαναύσους ἐπιτηδεύοντες τέχνας, ὑπηρετοῦντες ἀόκνως ἕνεκα τοῦ παρατρέφεσθαι, πολλάκις δὲ καὶ κατὰ μέσην ἀγορὰν ἀχθοφοροῦντες ἐν ἡλικιωτῶν καὶ συμφοιτητῶν καὶ συνεφήβων ὄψεσιν.
ἕτεροι δ’ εἰσὶν ἐκ γένους δοῦλοι τὰ τῶν ἐλευθέρων εὐμοιρίᾳ τύχης μετιόντες· ἐπίτροποι γὰρ οἰκιῶν καὶ κτημάτων καὶ μεγάλων οὐσιῶν, ἔστι δ’ ὅτε καὶ τῶν ὁμοδούλων ἄρχοντες καθίστανται, πολλοὶ δὲ καὶ γυναῖκας καὶ παῖδας ὀρφανοὺς δεσποτῶν ἐπετράπησαν, φίλων καὶ συγγενῶν προκριθέντες εἰς πίστιν· ἀλλ’ ὅμως εἰσὶ δοῦλοι, δανείζοντες, ὠνούμενοι, προσόδους ἐκλεγόμενοι, θεραπευόμενοι.
τί οὖν θαυμαστόν, εἰ καὶ κατὰ τοὐναντίον ὀλίσθῳ τις εὐτυχίας δουλικὰς χρείας ἐπιτελεῖ; τὸ δ’ ὑπακούειν ἑτέρῳ τὴν ἐλευθερίαν ἀφαιρεῖται. καὶ πῶς πατρὸς μὲν ἢ μητρὸς ἐπιταγμάτων παῖδες ἀνέχονται, γνώριμοι δὲ ὧν ὑφηγηταὶ διακελεύονται; δοῦλος γὰρ ἑκὼν οὐδείς. οἵ γε μὴν 1 paragraphos 32—40 hoc loco seclusit et ante paragraphum 147 transponendas censuit Massebieau αἱ om. M μηνύματα M ἐναργεστάτη om. M 4 εἶτ᾿ codd.: ἅτ’ Η2 (v) εἶτ’ ἐφ’ ὑδρείαν om. in ras. F ὑδρίαν M 5 post ἐχθροὺς add. αὐτῶν M (fortasse addendum post τάφρους 1. 6) 5. 6 ἐν τῆ στρατεία F 6 ἀνατεμνόντων] ἀνορυττόντων in ras. F2 8 τῷ ἄλλῳ] τῷ ὅλῳ coni. Mang. 9 τοῖς ὅπλοις M: τοῖς om. ceteri (Turn.) 10 ἀφ’ οὖ M ἐγχειρεῖν καὶ τοῖς] ἐγχειροῦσι καίτοι FGH1P 12 ἐπιτηδεύοντας Α ὑπηρετοῦντες ἀόκνως M: om. ceteri (Turn.) παρατρέφεσθαι MG: περιτρέφεσθαι FAHP, τρέφεσθαι QT 13 δὲ om. FGHP (Turn.) 14 καὶ συνεφήβων om. G ἅτεροι Q δ’ om. T 15 μετιόντες] ἐπιόντες QT 15. 16 καὶ κτημάτων M: καὶ om. ceteri (v) 16 τῶν ὁμοδούλων M: τῶν om. ceteri (v) 19 προσόδους] παρόδους QT 20 εἰ καὶ M: καὶ om. ceteri (Turn.) τις GHQT (coni. Mang.): τῆς MFAP (v) ἀτυχίας AQT 21 ἐπιτελεῖν M τὸ codd.: τῶ Η2 (v) ἑτέρω MQT: ἑτέρων ceteri (v) 23 δ’ M ὧν M: ὧν ἂν ceteri (v) ὑφηγηταὶ Mang.: ἀφηγοῦνται M, ὑφηγῶνται ceteri διακελεύονται codd.: διακελεύωνται v τοκέες οὐ τοσαύτην ὑπερβολὴν ἐπιδείξονταί ποτε μισοτεκνίας, ὥσθ’ ἃ μόνα σύμβολα δουλείας ἐστί, τὰς ὑπηρεσίας, ἀναγκάσαι ἂν παῖδας τοὺς ἑαυτῶν ὑπομένειν.
εἰ δέ τινας ὑπ’ ἀνδραποδοκαπήλων ἐπευωνιζομένους ἰδών τις οἴεται δούλους εὐθὺς εἶναι, πολὺ διαμαρτάνει τῆς ἀληθείας· οὐ γὰρ ἡ πρᾶσις ἢ κύριον ἀποφαίνει τὸν πριάμενον ἢ τὸν πραθέντα δοῦλον, ἐπεὶ καὶ πατέρες υἱῶν τιμὰς κατέθεσαν καὶ υἱοὶ πολλάκις πατέρων ἢ κατὰ λῃστείας ἀπαχθέντων ἢ κατὰ πόλεμον αἰχμαλώτων γενομένων, οὓς οἱ τῆς φύσεως νόμοι τῶν κάτωθεν ὄντες βεβαιότεροι γράφουσιν ἐλευθέρους.
ἤδη δέ τινες καὶ προσυπερβάλλοντες εἰς τοὐναντίον περιήγαγον τὸ πρᾶγμα, δεσπόται γενόμενοι τῶν πριαμένων ἀντὶ δούλων· ἔγωγ’ οὖν ἐθεασάμην πολλάκις εὔμορφα παιδισκάρια καὶ φύσει στωμύλα δυσὶν ὁρμητηρίοις, ὄψεως κάλλει καὶ τῇ περὶ λόγους χάριτι, πορθοῦντα τοὺς κεκτημένους· ἑλεπόλεις γὰρ ταῦτα ψυχῶν ἀνιδρύτων καὶ ἀνερματίστων, μηχανημάτων ἁπάντων ὅσα ἐπ’ ἀνατροπῇ τειχῶν κατασκευάζεται σθεναρώτερα.
σημεῖον δέ· θεραπεύουσιν, ἱκετεύουσιν, εὐμένειαν ὡς παρὰ τύχης καὶ ἀγαθοῦ δαίμονος αἰτεῖσθαι γλίχονται, καὶ παρορώμενοι μὲν σφαδᾴζουσιν, εἰ δ’ αὐτὸ μόνον τὸ βλέμμα ἵλεων θεάσαιντο, γεγηθότες 1 τοκῆες M; de forma τοκέες cf. Lobeck Phryn. p. 69 οὐ om. AQT ἐνδείξονται GAQT 2 μόνα] μόνον H (v) τὰς ὑπηρεσίας FGHP1: τά τῆς ὑπηρεσίας AQTP2, πρὸς ὑπηρεσίας M ἀναγκάσαι ἄν] ἀναγκαῖα M 3 τινες Α 5 ἢ κύριον M: ἢ om. ceteri (v) 7 λῃστείας MFG: λῃστείαν ceteri 8 τῶν κάτωθεν] τῶν καθεστώτων coni. Mang. 9 ἐλευθερίους Α τινα A, τινὰ QT ἑ 10 γϊνόμενοι Α 10. 11 ἔγωγ’ οὖν codd.: ἐγὼ γοῦν v 11 πολλάκις M: om. ceteri (Turn.) παιδαρίσκια A φύσει στωμύλα] φύσεις τῶν μυλάδων M 12 ποθοῦντα M, ἐπόρθει Urbin. 12. 13 τοὺς κεκτημένους M Urbin.: om. ceteri (Turn.) 13 ταῦτα MGAQT Urbin.: ταῦτά γε FHP (v) ἀνιδρύτων MGQT Urbin.: ἀϊδρύτων FAHP (Turn.) 14 ὅσα—κατασκευάζεται om. Urbin. 14. 15 σθεναρώτερα QT, σθεναρώτατα M: σθεναρώτατα ceteri (v) 17 δὲ M ἵλεων] ἵλεω M, νέων F θεάσοιντο M, θεάσονται G 5 Clem. Alex. Paed. III 11 p. 288 P. τὸ δὲ εὐγενὲς τῆς ἀληθείας . . . οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμη τῇ ἀνελευθέρῳ διακέκρικεν. 6 sqq. Ambros. Epist. 37, 13 . . . non videmus plerumque in potestatem piraticam vel immanium barbarorum redactos parentes a filiis redimi pecunia? numquid leges pecuniae potiores quam leges naturae? 11 sqq. Ambros. Epist. 37,12 non fecit igitur eum (loseph) servum venditio . . . verum si pretium spectes, multos invenies qui emerunt sibi puellulas formae elegantioris, quarum amore capti turpi servitio sese dederunt. cf. Cic. Parad. V 2, 36. Epict. Diss. IV 1, 15 sqq. 21. 12—14 Cod. Urbin. gr. 125 fol. 308v: ὄψεως κάλλει—σθεναρώτατα. ἀνορχοῦνται.
εἰ μὴ καὶ τὸν λέοντας ὠνησάμενον δεσπότην φατέον εἶναι λεόντων, ὅς, εἰ μόνον ἐπανατείναιντο τὰς ὄψεις, οἵους ἐπρίατο κυρίους ὁ δύστηνος, ὡς χαλεποὺς καὶ ὠμοθύμους, αὐτίκα παθὼν εἴσεται. τί οὖν; οὐκ οἰόμεθα τὸν σοφὸν ἀδουλωτότερον εἶναι λεόντων, ἐλευθέρᾳ καὶ ἀτρώτῳ ψυχῇ τὴν ἀλκὴν ἔχοντα μᾶλλον ἢ εἰ σώματι φύσει δούλῳ καὶ εὐτονίᾳ κραταιοτάτῃ ἰσχύος ἀφηνιάζοι;
Μάθοι δ’ ἄν τις τὴν ἐλευθερίαν, ἣ περὶ τὸν σπουδαῖόν ἐστι, καὶ ἐξ ἑτέρων· δοῦλος εὐδαίμων πρὸς ἀλήθειαν οὐδείς· τί γὰρ ἀθλιώτερον ἢ πάντων ἄκυρον εἶναί τινα καὶ ἑαυτοῦ; ὁ δέ γε σοφὸς εὐδαίμων, ἕρμα καὶ πλήρωμα καλοκἀγαθίας ἐπιφερόμενος, ἐν ᾗ τὸ κῦρός ἐστιν ἁπάντων·
ὥστ’ ἀναμφιβόλως καὶ ἐξ ἀνάγκης ὁ σπουδαῖος ἐλεύθερός ἐστι. πρὸς τούτοις τίς οὐκ ἂν εἴποι τοὺς φίλους τῶν θεῶν ἐλευθέρους εἶναι; εἰ μὴ τοῖς μὲν τῶν βασιλέων ἑταίροις ἄξιον οὐ μόνον ἐλευθερίαν ἀλλὰ καὶ ἀρχὴν ὁμολογεῖν συνεπιτροπεύουσι καὶ συνδιέπουσι τὴν ἡγεμονίαν, τοῖς δὲ θεῶν τῶν ὀλυμπίων δουλείαν ἐπιφημιστέον, οἳ διὰ τὸ φιλόθεον εὐθὺς γενόμενοι θεοφιλεῖς, ἴσῃ ἀντιτιμηθέντες εὐνοίᾳ παρ’ ἀληθείᾳ δικαζούσῃ, καθάπερ οἱ ποιηταί φασι, πανάρχοντές τε καὶ βασιλέες βασιλέων εἰσί. 1 post ἀνορχοῦνται quaedam deesse videri censuit Mang. 2—4 ὃς—λεόντων om. 2 ὃς MFGA: om. HP (Turn.) ἐπανατείναιντο scripsi: ἐπανατείναιτο M, ἐπανατείνοιτο G, ἐπανατείνονται F, ἐπανατείνοι AHP (v) 4 ἀδουλωτότερον M: ἀδουλώτερον H, ἀδουλότερον ceteri (v) ἐλευθέρα M: ἐλευθερίῳ F, ἐλευθερία ceteri (v) 5 ἀτρώτῳ] ἀτρέπτῳ AQT ἢ om. M εἰ ΜΗ2: om. ceteri σώματι φύσει δούλω QT: σώμασι φύσει δούλοις MGHP (v), σωμάτων φύσει δούλοις F, σώματος φύσει δουλείας Α καὶ] ἐν Α 6 κραταιοτάτῃ] ἀκμαιοτάτη M κραταιοτάτῃ ἰσχύος suspectum propter hiatum ἀφηνιάζοι M: ἀφηνιάζει FHP, ἀφηνιάζειν GAQT 7 ἐλευθερίαν v (corr. Turn.): ἀλήθειαν codd. 9 καὶ ἑαυτοῦ] ἐξ αὑτοῦ F γε om. M καὶ εὐδαίμων M 10 ἐστι τῶν ἀπάντων F 11 ὥστ’ add. Wilamowitz καὶ MG: τ’ ceteri (Turn.) 12 τίς MFG: ἔτι ceteri (v) post εἴποι add. τις Η2 (v), om. ceteri τῶν θεῶν scripsi (cf. l. 15): τοῦ θεοῦ codd. (v) 13 οὐ M: μὴ ceteri (v) 14 ὁμολογεῖν scripsi: συνομολογεῖν codd. (v) 15 θεῶ ATHP τῶν] τὴν L (Turn.) οἳ] οἶς M φιλόθεον] ὤφειλον M 17 βασιλέες βασιλέων M: βασιλέων βασιλῆες ceteri (v) 1 sqq. Ambros. Epist. 37, 13 . . . plerique emptores leonum sunt, et tamen non dominantur leonibus, sed ita subiciuntur vice versa, ut si exasperatos eos excutere cervice toros viderint, fugiant et delitescant. cf. Diog. La. VI 75 (de Diogene Cynico) οὐδὲ γὰρ τοὺς λέοντας δούλους εἶναι τῶν τρεφόντων, ἀλλὰ τοὺς τρέφοντας τῶν λεόντων δούλου γὰρ τὸ φοβεῖσθαι, τὰ δέ θηρία φοβερὰ τοῖς ἀνθρώποις εἶναι. 9 Cic. Parad. II ὅτι αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν. cf. Diog. La. VII 128. 15 sqq. cf. Diog. La. VI 37 et 72 (de Diogene Cynico) πάντα τῶν σοφῶν εἶναι λέγων . . .· πάντα θεῶν ἐστι· φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί· κοινὰ δὲ τὰ τῶν φίλων· πάντα ἄρα τῶν σοφῶν. νεανικώτερον δ’ ὁ τῶν Ἰουδαίων νομοθέτης προσυπερβάλλων,
ἅτε γυμνῆς ὡς λόγος ἀσκητὴς φιλοσοφίας, τὸν ἔρωτι θείῳ κατεσχημένον καὶ τὸ ὂν μόνον θεραπεύοντα οὐκέτ’ ἄνθρωπον ἀλλὰ θεὸν ἀπετόλμησεν εἰπεῖν (Exod. 7, 1)· ἀνθρώπων μέντοι θεόν, οὐ τῶν τῆς φύσεως μερῶν, ἵνα τῷ πάντων καταλίπῃ πατρὶ τὸ θεῶν εἶναι βασιλεῖ καὶ θεῷ.
ἆρ’ ἄξιον τὸν προνομίας τοσαύτης τετυχηκότα δοῦλον ἢ μόνον ἐλεύθερον εἶναι νομίζειν; ὃς εἰ καὶ θείας οὐκ ἠξίωται μοίρας καθ’ αὑτόν, ἀλλά τοι διὰ τὸ φίλῳ θεῷ χρῆσθαι πάντως ὤφειλεν εὐδαιμονεῖν· οὔτε γὰρ ἀσθενὴς ὁ ὑπέρμαχος οὔτε φιλικῶν ἀμελὴς δικαίων θεὸς ἑταιρεῖος ὢν καὶ τὰ κατὰ τοὺς ἑταίρους ἐφορῶν.
ἔτι τοίνυν, ὥσπερ τῶν πόλεων αἱ μὲν ὀλιγαρχούμεναι καὶ τυραννούμεναι δουλείαν ὑπομένουσι χαλεποὺς καὶ βαρεῖς ἔχουσαι δεσπότας τοὺς ὑπαγομένους καὶ κρατοῦντας, αἱ δὲ νόμοις ἐπιμεληταῖς χρώμεναι καὶ προστάταις εἰσὶν ἐλεύθεραι, οὕτως καὶ τῶν ἀνθρώπων, παρ’ οἷς μὲν ὀργὴ ἢ ἐπιθυμία ἤ τι ἄλλο πάθος ἢ καὶ ἐπίβουλος κακία δυναστεύει, πάντως εἰσὶ δοῦλοι, ὅσοι δὲ μετὰ νόμου ζῶσιν, ἐλεύθεροι.
νόμος δὲ ἀψευδὴς ὁ ὀρθὸς λόγος, οὐχ ὑπὸ τοῦ δεῖνος ἢ τοῦ δεῖνος, θνητοῦ φθαρτός, ἐν χαρτιδίοις ἢ στήλαις, ἄψυχος ἀψύχοις, ἀλλ’ ὑπ’ ἀθανάτου φύσεως ἄφθαρτος ἐν ἀθανάτῳ διανοίᾳ τυπωθείς.
διὸ καὶ θαυμάσαι ἄν τις τῆς ἀμβλυωπίας τοὺς τρανὰς οὕτω πραγμάτων ἰδιότητας μὴ συνορῶντας, οἳ μεγίστοις μὲν δήμοις Ἀθήναις καὶ Λακεδαίμονι πρὸς ἐλευθερίαν 1 δὲ M τῶν ἰουδαίων ὁ νομοθέτης Μ γυμνῆς] γνησίας coni. Mang. 2 κατισχημένον MAQT 3 ἀλλὰ θεὸν M: om. ceteri (Turn.) 4 θεὸν] θεῶν M 5 καταλείπῃ HP (v) θεῶν MG: θεὸν ceteri (v) ; τούτων coni. Mang. βασιλεῖ καὶ θεῷ] βασιλέα καὶ θεὸν coni. Mang. ἆρ᾿ MFA: ἆρα ceteri (v) προνομίας] προνοίας AQT 6 ὃς] ὅπερ Q 7 καθ’ ἑαυτὸν G φίλον HP 8 ὑπέρμαχος] ὕπαρχος F 9 θεὸς om. AQT τὰ MF2: om. ceteri (Turn.) ἑτέρους A ἀφορῶν P 10 καὶ τυραννούμεναι om. AQT 11 τοὺς] τὰς F 13 ἐλεύθεροι MGT οὕτως MF: οὕτω ceteri (v) ὀργὴ M: ἂν ὀργὴ ceteri (v) 13. 14 ἢ ἐπιθυμία M: καὶ ἐπιθυμία ceteri (Turn.) 14 ἐπίβουλος] ἐπιβουλῆς F, ἐπιβουλὰς H1P, ἐπὶ βουλὰς G δυναστεύει M: δυναστεύσει AQT, δυναστεύσῃ FGHP…
πρὸ…
The complete text is available when the reading interface loads.