In Flaccum
Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων
- Scientific editors
- Leopold Cohn, Siegfried Reiter
- Edition reference
- Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1915
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg030.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Δεύτερος μετὰ Σηιανὸν Φλάκκος Ἀουίλλιος διαδέχεται τὴν II p. 517 M. κατὰ τῶν Ἰουδαίων ἐπιβουλήν, σύμπαν μὲν ἀδικῆσαι τὸ ἔθνος ὥσπερ ἐκεῖνος ἄντικρυς οὐ δυνηθείς — ἐλάττους γὰρ εἶχε τὰς εἰς τοῦτ’ ἀφορμάς —, ἐφ’ ὅσους δ’ ἔφθανεν, ἀθρόους ἀνηκέστοις περιέπειρε κακοῖς. οὐ μὴν ἀλλὰ καὶ μέρει δόξας ἐπιτίθεσθαι τὴν ἐπιβουλὴν ἐξέτεινεν ἐπιὼν τοὺς πανταχοῦ πάντας διὰ τέχνης τὸ πλέον ἢ δυνάμεως· οἷς γὰρ ἰσχὺς οὐ πρόσεστι τῶν τὰς φύσεις τυραννικῶν, πανουργίαις τὰς ἐπιβουλὰς κατορθοῦσιν.
ὁ Φλάκκος οὖν οὗτος ἐν τοῖς ἑταίροις κριθεὶς παρὰ Τιβερίῳ Καίσαρι μετὰ τὴν Ἱβήρου τελευτήν, ὃς ἐπετέτραπτο Αἴγυπτον, καθίσταται τῆς Ἀλεξανδρείας καὶ τῆς χώρας ἐπίτροπος, ἄνθρωπος ἐν ἀρχῇ μυρία καλοκαγαθίας ὅσα τῷ δοκεῖν ἐξενεγκὼν δείγματα· πυκνός τε γὰρ ἦν καὶ συνεχὴς καὶ ὀξὺς νοῆσαι καὶ τὰ βουλευθέντα πρᾶξαι καὶ προχειρότατος εἰπεῖν καὶ πρὸ τοῦ λεγομένου τὸ ἡσυχαζόμενον αἰσθέσθαι.
παντάπασιν οὖν ὀλίγῳ χρόνῳ τῶν κατὰ τὴν Αἴγυπτον πραγματειῶν ἐθὰς γίνεται· πολύτροποι δ’ εἰσὶ καὶ ποικίλαι, μόλις τοῖς ἐκ πρώτης ἡλικίας τὸ ἔργον ἐπιτήδευμα πεποιημένοις γνωριζόμεναι. περιττὸς ὄχλος ἦσαν οἱ γραμματεῖς, 1. 2 Φίλωνος εἰς φλάκκον M, εἰς φλάκκον Η: φλάκκος ψεγόμενος G (= Phot. Bibl. cod. 105), Φίλωνος ἱστορία πάνυ ὠφέλιμος καὶ tw βίω χρήσιμος τὰ κατά τόν φλάκκον ἤτοι περὶ προνοίας Α Libelli partem, qua exponebatur Seiani acerbitas adversus ludaeos eiusque exitium (cf. p. 154, 7 καί), deperisse recte animadvertit Massebieau 4 ἀούλλιος G, ϊούλιος Α 6 ἄντικρυς oui. Turn. 8 ἐπιὼν G: ἐπὶ ceteri (v) τοὺς om. G 9 ἁπανταχοῦ M πάντας G: om. ceteri (v) 9. 10 ἰσχὺς 06 πρόσεστι CMGA (Anton. Mel.): ἰ. ἐστιν οὐδαμῶς Η (Turn.) ; οὐ πρόσεστιν ἰσχὺς Mang. 10 ἐπιβολὰς coni. Mang. 11 οὑν Α: om. ceteri (v) ἐν]ἐπὶ G 12 Ἱβήρου scripsi (cf. Dio C. LVIII 19, 6 et Dessau, Prosopogr. imp. Rom. II 143): βήρου G, σεβήρου celeri (v) #x003E; Αἴγυπτον coni. Cohn 15 προχειρότατα L (Turn.) 16. 17 παντάπασι γοῦν G 18 δὲ M τοῖς] τοῖς] τῆς M 9—11 C fol. 123v ἐκ τοῦ περὶ Φλάλκου λόγου DR fol. 247v τοῦ II 86 Col. 1208 Φίλωνος: οἷς ἰσχὺς — κατορθοῦσιν. ἤδη πρὸς πάντα μικρὰ καὶ μεγάλα φθάνοντος αὐτοῦ ταῖς ἐμπειρίαις, ὡς μὴ μόνον ὑπερβαλεῖν ἀλλὰ χάριν ἀκριβείας ἀντὶ γνωρίμου διδάσκαλον γεγενῆσθαι τῶν τέως ὑφηγητῶν.
καὶ ὅσα μὲν περὶ λογισμοὺς καὶ τὴν τῶν προσοδευομένων κατώρθου διοίκησιν, εἰ καὶ μεγάλα καὶ ἀναγκαῖα ἦν, ἀλλ’ οὐδέν γε δεῖγμα ψυχῆς ὑπέφαινεν ἡγεμονικῆς, ἃ δὲ λαμπροτέραν καὶ βασιλικὴν ἐδήλου φύσιν, μετὰ πλείονος παρρησίας ἐπεδείκνυτο· οἷον σεμνότερον ἦγεν αὑτόν — ἄρχοντι δὲ λυσιτελέστατον ὁ τῦφος —, ἐδίκαζε τὰ μεγάλα μετὰ τῶν ἐν τέλει, τοὺς ὑπεραύχους καθῄρει, μιγάδων καὶ συγκλύδων ἀνθρώπων ὄχλον ἐκώλυεν ἐπισυνίστασθαι· τάς τε ἑταιρείας καὶ συνόδους, αἳ ἀεὶ ἐπὶ προφάσει θυσιῶν εἱστιῶντο τοῖς πράγμασιν ἐμπαροινοῦσαι, διέλυε τοῖς ἀφηνιάζουσιν ἐμβριθῶς καὶ εὐτόνως προσφερόμενος.
εἶτ’ ἐπειδὴ τὴν πόλιν καὶ τὴν χώραν ἀνέπλησεν εὐνομίας, ἐν μέρει πάλιν ταῖς στρατιωτικαῖς δυνάμεσιν ἐφήδρευεν ἐκτάττων, συγκροτῶν, γυμνάζων πεζούς, ἱππεῖς, τοὺς τῆς κούφης ὁπλίσεως, τοὺς ἡγεμόνας, ἵνα μὴ τὰς μισθοφορὰς τῶν στρατιωτῶν ἀφαιρούμενοι πρὸς λῃστείας καὶ ἁρπαγὰς αὐτοὺς ἀλείφωσι, πάλιν τῶν στρατιωτῶν ἕκαστον, ἵνα μηδὲν ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζηται μεμνημένος, ὅτι τέτακται καὶ τὴν εἰρήνην διαφυλάττειν.
Ἴσως δ’ ἄν τις εἴποι· „σὺ δ’, ὦ οὗτος, ἐγνωκὼς ἀνθρώπου κατηγορεῖν ἔγκλημα μὲν οὐδὲν διεξῆλθες, μακροὺς δ’ ἐπαίνους συνείρεις· μὴ ἄρα παραπαίεις καὶ μέμηνας;“ — οὐ μέμηνα, ὦ οὗτος, οὐδ’ ἠλίθιός τίς εἰμι, ὡς μὴ δύνασθαι πράγματος ἀκολουθίαν ἰδεῖν.
ἐπαινῶ τὸν Φλάκκον, οὐκ ἐπειδὴ προσῆκεν ἐχθρὸν ἐγκωμιάζειν, ἀλλ’ ἵν’ αὐτοῦ τὴν μοχθηρίαν ἀριδηλοτέραν παραστήσω· τῷ μὲν γὰρ ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι συγγνώμη δίδοται, ὁ δ’ ἐξ ἐπιστήμης ἀδικῶν ἀπολογίαν οὐκ ἔχει προεαλωκὼς ἐν τῷ τοῦ συνειδότος δικαστηρίῳ.
ἑξαετίαν 1 ἐπηρείαις G 2 χάρις H1, corr. Η2 διδάσκαλος MG 4 κατόρθου A, κατορθοῦν G 5 0002 H μεγάλα καὶ ἀναγκαῖα ἣν καὶ post ἁ 6I add. Α 7 αὑτόν AH2 αὐτόν MGH1 8 μετά om. G 9 ἐκώλυσεν G τε]θ᾿ Α 14 πεζούς om. A ἵππους Α 1.5 μισθοφορὰς MAH1 (Mang.): μισθοφορίας GH2L (Turn.) 16 ἀλείφωσιν M 18 διαφυλάττοι A, φυλάττειν G 21 ἄρα om. G; ἄρα v μέμηνας (sic) M μέμηνα (sic) M 23 ἴν’ AL: ἶνα MGH 25 διαμαρτάνειν Α δίδοται] παρεισέρχεται D R Flor. δίκα Par. 26 προεαλωκὼς] προεωρακὼς A ἐργαστηρίῳ M 16—18 DP fol. 327v Φίλωνος DV p. 688 (Harris p. 99): τῷ στρατιώτῃ οὐδὲν δεῖ ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζεσθαι, ἀλλὰ μεμνῆσθαι ἀεί, ὅτι τέτακται τὴν εἰρήνην φυλάττειν. 24—26 C fol. 123v DR fol. 196v et in quaternionis post fol. 161 fol. 6v DK fol. 162r DP fol. 157 DV p. 520 Flor. Paris. nr. 9 τῷ μὲν ἀγνοίᾳ — δικαστηρίω. Mel. Barocc. fol. 102r Anton. Mel. II 88 Col. 1213 Max. Ecl. cap. 26 Φίλωνος: τῷ μέν ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι συγγνώμη παρεισέρχεται (παρέχεται coni. Mang.), 6 δὲ ἐξεπίτηδές ἀδικῶν ἀπολογίαν οὐκ ἔχει. γὰρ τὴν ἐπικράτειαν λαβὼν πέντε μὲν ἔτη τὰ πρῶτα, ζῶντος Τιβερίου Καίσαρος, τήν τε εἰρήνην διεφύλαξε καὶ οὕτως εὐτόνως καὶ ἐρρωμένως ἀφηγήσατο, ὡς τοὺς πρὸ αὐτοῦ πάντας ὑπερβαλεῖν.
τῷ δ’ ὑστάτῳ, Τιβερίου μὲν τελευτήσαντος, Γαΐου δ’ ἀποδειχθέντος αὐτοκράτορος, ὑφιέναι καὶ χαλᾶν ἤρξατο τὰ πάντα εἴτε διὰ τὸ ἐπὶ Τιβερίῳ βαρύτατον πένθος — δῆλος γὰρ ἦν ὡς ἐπ’ οἰκειοτάτῳ περιπαθῶν ἔκ τε τῆς συνεχοῦς κατηφείας καὶ τῆς τῶν δακρύων φορᾶς, ἃ καθάπερ ἀπὸ πηγῆς ἀπαύστως ἐξεχεῖτο — εἴτε καὶ κακόνους ὢν τῷ διαδόχῳ διὰ τὸ τὴν τῶν γνησίων πρὸ τῆς τῶν θετῶν τεθεραπευκέναι μερίδα εἴτε καὶ τῶν συνεπιθεμένων τῇ Γαΐου μητρί, καθ’ ὃν χρόνον εἶχε τὰς αἰτίας ἐφ’ αἷς ἀνῃρέθη, γεγονὼς καὶ διὰ φόβον ἁλώσεως ἐπιλελησμένος.
καὶ μέχρι μέν τινος ἔτ’ ἀντεῖχε μὴ κατὰ τὸ παντελὲς μεθιέμενος τὴν τῶν πραγμάτων ἀντίληψιν. ὡς δ’ ἤκουσε τὸν Τιβερίου μὲν υἱωνὸν κοινωνὸν δὲ τῆς ἀρχῆς ἀναιρεθέντα Γαΐου κελεύσαντος, ἀλέκτῳ πληγεὶς συμφορᾷ καταβαλὼν ἑαυτὸν ἀχανὴς ἔκειτο, τῆς διανοίας πολὺ πρότερον ἀπειρηκυίας καὶ παρειμένης αὐτῷ.
ζῶντος μὲν γὰρ τοῦ μειρακίου τὰ ζώπυρα τῆς ἰδίας σωτηρίας οὐκ ἀπεγίνωσκεν, ἀποθανόντος δὲ συντεθνάναι καὶ τὰς οἰκείας ἐλπίδας ἔδοξεν, εἰ καὶ μικρά τις ἀπελείπετο αὔρα βοηθείας, ἡ πρὸς Μάκρωνα φιλία τὰ σύμπαντα παρὰ Γαΐῳ κατ’ ἀρχὰς δυνηθέντα καὶ πλείστην μοῖραν ὡς λόγος εἰσενεγκάμενον αὐτῷ πρὸς τὸ τυχεῖν τῆς ἡγεμονίας καὶ ἔτι μᾶλλον πρὸς τὸ σωθῆναι,
πολλάκις μὲν ἐκποδὼν ποιήσασθαι τὸν Γάιον διανοηθέντος Τιβερίου ὡς κακοήθη καὶ οὐ πεφυκότα πρὸς ἀρχήν, καὶ ἅμα διὰ τὸν ἐπὶ τῷ υἱωνῷ φόβον — ἐδεδίει γάρ, μὴ παρανάλωμα γένηται τελευτήσαντος αὐτοῦ —, πολλάκις δὲ τοῦ Μάκρωνος τὰς ὑπονοίας ὑπεξαιρουμένου καὶ τὸν Γάιον ἐπαινοῦντος ὡς ἁπλοῦν καὶ ἀπόνηρον καὶ κοινωνικὸν καὶ τοῦ ἀνεψιοῦ μάλιστα ἡττημένον, ὡς ἢ μόνῳ ἂν ἐθελῆσαι παραχωρῆσαι τὴν ἡγεμονίαν ἢ πάντως τὰ πρωτεῖα.
ὑφ’ ὧν ἀπατηθεὶς ἔλαθεν ἄσπονδον ἐχθρὸν ἑαυτῷ καὶ υἱωνῷ καὶ γένει καὶ παρακλήτῳ Μάκρωνι καὶ πᾶσιν ἀνθρώποις καταλιπών.
ἐπειδὴ γὰρ ὁ Μάκρων ὁρῶν αὐτὸν ἐκδιαιτώμενον καὶ ἀχαλίνοις ταῖς ὁρμαῖς, ἐφ’ ἃ ἂν τύχῃ καὶ ὡς ἂν τύχῃ, χρώμενον 2. 3 τήν τε εἰρήνην — ἀφηγήσατο] οὕτω χρηστὸς ἣν A 2 τ’ G 5 διά τὸ ἐπὶ τιβερίω codd. (Mang.): ἐπὶ Τιβερίου Turn. πεπονθὼς ante add. Η (Turn.) 6 ἐπί A 7 τῆς MA (Mang.): ἐκ τῆς GH (Turn.) ἀπαύστως] ἀφράστως A 8 xai oin. M τὸ om. M τὴν om. A d xal G: καὶ διὰ MA, διὰ H: om. v 10 μρὶ codd. : μητέρι v 11 ἁλώσεως] ἀλλοτριώσεως coni. Mang. ἐπιλελησμένος corruptum ἔτ’ om. Α ἀντεῖχεν L (v) 13 τοῦ ante Τιβερίου add. M (Mang.) 14 καταβαλὸν M αὐτὸν AH2 (v), αὐτὸν H1 18 ἀπελίπετο G; ὑπελείπετο (sic Ven. 41) Mang. 19 καὶ] τὴν G 20 εἰσενγνεγκάμενον (sic) Η 23 υἱῶ H, γράφεται καὶ υἱωνῷ in marg.) M 26 ἡττημένον] ἡττᾶται M θελῆσαι M, ἐθελήσοι Α 28 ἑαυτῶ M: αὐτῶ AH2 (v), αὐτῶ 29 29 ὁρῶν om. H (Turn.). 30 ἃ] ὃ A καὶ ὡς ἂν τύχῃ om. Turn. ἐνουθέτει καὶ παρηγόρει νομίζων ἐκεῖνον εἶναι Γάιον τόν, ἡνίκ’ ἔτ’ ἔζη Τιβέριος, ἐπιεικῆ καὶ πειθαρχικόν, ὁ κακοδαίμων εὐνοίας περιττῆς ἔδωκε τὰς ἀνωτάτω δίκας πανοίκιος αὐτῇ γυναικὶ καὶ τέκνοις συναναιρεθεὶς ὡς περιττὸν ἄχθος καὶ παρενόχλημα.
καὶ γὰρ ὁπότε πόρρωθεν αὐτὸν ἀφικνούμενον ἴδοι, τοιαῦτα πρὸς τοὺς συνόντας διεξῄει· „μὴ μειδιῶμεν, κατηφῶμεν· ὁ νουθετητὴς παραγίνεται, ὁ αὐθέκαστος, ὁ ἀνδρὸς τελείου καὶ αὐτοκράτορος ἀρξάμενος νῦν εἶναι παιδαγωγός, ὅτε καὶ τοὺς ἐκ πρώτης ἡλικίας ὁ καιρὸς ἀπήλασε καὶ διέζευξεν.“
Ἐπεὶ δ’ οὖν καὶ τοῦτον ἔγνω προσανῃρημένον ὁ Φλάκκος, τὴν λοιπὴν ἐλπίδα κατὰ τὸ παντελὲς ἀπεγνώκει καὶ οὐκέθ’ ὁμοίως ἀντιλαμβάνεσθαι τῶν πραγμάτων οἷός τε ἦν ἐξασθενῶν καὶ διαρρέων τὴν γνώμην.
ὅταν δ’ ὁ ἄρχων ἀπογνῷ τὸ δύνασθαι κρατεῖν, ἀνάγκη τοὺς ὑπηκόους εὐθὺς ἀφηνιάζειν καὶ μάλιστα τοὺς ἐκ μικρῶν καὶ τῶν τυχόντων πεφυκότας ἀνερεθίζεσθαι· ἐν οἷς τὸ Αἰγυπτιακὸν τὰ πρωτεῖα φέρεται διὰ βραχυτάτου σπινθῆρος εἰωθὸς ἐκφυσᾶν στάσεις μεγάλας.
ἐν ἀμηχάνοις δὲ καὶ ἀπόροις γεγονὼς ἐσφάδᾳζε καὶ τὰ πρὸ μικροῦ πάντα ἤλλαξεν ἅμα τῇ τοῦ λογισμοῦ πρὸς τὸ χεῖρον μεταβολῇ ποιησάμενος τὴν ἀρχὴν ἀπὸ τῶν συνηθεστάτων· τοὺς μὲν γὰρ εὔνους καὶ μάλιστα φίλους ὑφωρᾶτο καὶ διωθεῖτο, τοῖς δ’ ἐξ ἀρχῆς ἀνομολογηθεῖσιν ἐχθροῖς ἐσπένδετο καὶ συμβούλοις περὶ πάντων ἐχρῆτο.
οἱ δ’ — ἐγκότως γὰρ εἶχον — τὸ κατηλλάχθαι δοκεῖν λόγῳ μόνον ἐπιμορφάσαντες, ἔργοις δὲ κατὰ διάνοιαν ἀσύμβατα μνησικακοῦντες καὶ ὥσπερ ἐν θεάτρῳ καθυποκρινόμενοι γνησίαν φιλίαν ὅλον αὐτὸν συναρπάζουσι· καὶ γίνεται ὁ μὲν ἄρχων 1 ἐνουθετεῖτο Α ἐκεῖνον om. A ἡνίκ’ ἔτ’ GH : ἡνίκ’ MA; ἡνίκα ἔτι v 2 δὲ ante περιττῆς add. MA, eras. H om. G 3 πανοικί (sic) G 4. 5 καὶ — συνόντας om. H1, in marg. add. H2 5 τοιαῦτα] αὐτὰ G 6 κατηφῶμεν ι α Cohn: κατηφειῶμεν M, κατηφιῶμεν ceteri (v) 7 ὅτε Α τοὺς] τόν A σ 8 ὁ καιρός] ὄντα A ἀπήλαξε H, ἀπήλλαξεν L (Turn.) ; ἀπήλασεν Mang. 9 ὡς ante ἔγνω add. G προσανηρημένον G (coni. Mang.) : προανῃρημένον ceteri (v) 10 ἀπεγνώκει A (Mang.): ἀναπεπτώκει ceteri (Turn.) 11 τ’ A 12 δ’ ὁ MA: δ’ GH (v) 14 ἀναιρεθίζεσθαι MD 15 εἰωθὼς M, om. Α ἀναφυσᾶν M 16 ἐσφάδαξεν H2, ἐσφάδα Η1 post πάντα verbum quoddam (an δόξαντα?) excidisse vid.; κατωρθωμένα πάντα coni. Cohn 17 ἤλλαξε 19 ὑφωρᾶτο codd. (cf. önert, Mem. Graec. Herc. 273): ὑφεωρᾶτο v 20 συμβόλοις L (Turn.) 20 οἱ] εἰ M 21 Tui Α ἐπιμορφώσαντες AH (v) ἁ ἔργοις A δέ] καὶ A #x003E; κατὰ coni. Mang. 23 γνήσιον G γνησίαν φιλίαν om. Α 12—14 DR fol. 29v τοῦ αὐτοῦ Anton. Mel. H 6 CoL 1033 Φίλωνος: ὅταν ἄρχων — ερεθίζεσθαι. ὑπήκοος, οἱ δ’ ὑπήκοοι ἡγεμόνες, εἰσηγούμενοι μὲν ἀλυσιτελεστάτας γνώμας, εὐθὺς δὲ ταύτας ἐπισφραγιζόμενοι.
βεβαιωταὶ γὰρ ὧν ἐβουλεύσαντο πάντων ἐγίνοντο κωφὸν ὡς ἐπὶ σκηνῆς προσωπεῖον ἕνεκα προσχήματος αὐτὸ μόνον παραλαμβάνοντες ἐπιγεγραμμένον ὄνομα ἀρχῆς, Διονύσιοι δημοκόποι, Λάμπωνες γραμματοκύφωνες, Ἰσίδωροι στασιάρχαι, φιλοπράγμονες, κακῶν εὑρεταί, ταραξιπόλιδες· τοῦτο γὰρ κεκράτηκέ πως τοὔνομα.
συνταξάμενοι πάντες οὗτοι βούλευμα βουλεύουσι κατὰ τῶν Ἰουδαίων ἀργαλεώτατον καὶ τῷ Φλάκκῳ προσελθόντες ἰδίᾳ φασίν·
"ἔρρει μέν σοι τὰ ἀπὸ Τιβερίου Νέρωνος τοῦ παιδός, ἔρρει δὲ καὶ ἡ μετ’ ἐκεῖνον ἐλπίς, ὁ ἑταῖρός σου Μάκρων, αἴσια δ’ οὐκ ἔστι σοι τὰ ἀπὸ τοῦ κρατοῦντος· δεῖ δὴ παράκλητον ἡμᾶς εὑρεῖν δυνατώτατον, ὑφ’ οὗ Γάιος ἐξευμενισθήσεται.
ὁ δὲ παράκλητος ἡ πόλις Ἀλεξανδρέων ἐστίν, ἣν τετίμηκε μὲν ἐξ ἀρχῆς ἅπας ὁ Σεβαστὸς οἶκος, διαφερόντως δ’ ὁ νῦν ἡμῶν δεσπότης. παρακλητεύσει δὲ τυχοῦσά τινος παρὰ σοῦ δωρεᾶς· μεῖζον δ’ ἀγαθὸν οὐδὲν αὐτῇ παρέξεις ἢ τοὺς Ἰουδαίους ἐκδοὺς καὶ προέμενος.“
ἐπὶ τούτοις ὀφείλων ἀπώσασθαι καὶ δυσχερᾶναι τοὺς λέγοντας ὡς νεωτεροποιοὺς καὶ κοινοὺς πολεμίους συνεπιγράφεται τοῖς λεχθεῖσι. καὶ τὸ μὲν πρῶτον ἀδηλοτέρας ἐποιεῖτο τὰς ἐπιβουλὰς μήτ’ ἴσον παρέχων καὶ κοινὸν ἀκροατὴν ἑαυτὸν τοῖς τὰς ἀμφισβητήσεις ἔχουσιν, ἀλλὰ πρὸς θάτερον ἀποκλίνων μέρος, μήτ’ ἐν τοῖς ἄλλοις ἰσηγορίαν διδούς, ἀλλὰ καὶ ὁπότε προσίοι τις τῶν Ἰουδαίων, ἀποστρεφόμενος καὶ τὸ δυσέντευκτον ἐπιτηδεύων ἐπὶ μόνων τούτων· αὖθις δὲ καὶ ἐκ τοῦ φανεροῦ τὴν δυσμένειαν ἐπεδείξατο.
Προσεπέρρωσε δ’ αὐτοῦ τὴν ἐκ μαθήσεως τὸ πλέον ἢ φύσεως ἐπιτετηδευμένην ἀπόνοιαν καὶ συντυχία τις τοιαύτη. Γάιος Καῖσαρ Ἀγρίππᾳ τῷ Ἡρῴδου βασιλέως υἱωνῷ δίδωσι βασιλείαν τῆς παππῴας λήξεως τρίτην μοῖραν, ἣν Φίλιππος τετράρχης θεῖος ὢν αὐτῷ πρὸς πατρὸς ἐκαρποῦτο.
μέλλοντι δ’ ἀπαίρειν συνεβούλευσεν ὁ Γάιος τὸν μὲν ἀπὸ Βρεντεσίου μέχρι Συρίας πλοῦν μακρὸν ὄντα καὶ καματηρὸν 1 Mang. 4 αὐτῶ G παραλίμποντες (sic; i in ras.) G #x003E; ἐπιγεγραμμένον coni. Cohn Διονύσιοι] Διονυσιοκόλακες coni. Mang.; sed cf. Pap. Oxyr. VII 1089 5 Λάμπωνες om. Α ἠσίδωροι H, om. Α πολυπράγμονες Α 7 τῶν om. M 7. 8 ἀργαλαιότατον G 9 ἀπὸ] ὑπὸ Α καὶ ante ἔρρει add. L (Turn.) ἡ] 6 L (Turn.) 10 6 om. Η (Turn.) σου M: σοι ceteri (v) ἀπὸ] ὑπὸ Α 11 δὴ GA (Mang.): δὲ MH (Turn.) Η (Turn.) 12 τετίμηκεν L (v) 13 δὲ M 17 κοινωνοὺς Α πολεμίους] λυμεῶνας coni. Mang. 18 ἀριδηλοτέρας coni. Mang. ἐπιεῖτο (sic) M ἐπιβολὰς coni. Mang. 19 ἑαυτὸν 20 ἐν] ὡς coni. Mang. τοῖς om. Richt. (Tauchn.) 22 καὶ om. M 23 προσεπέρρωσεν L (v) πλεῖον A ἐκ ante φύσεως add. M 24 ἐπιτηδευμένην M, ἐπιτηδευομένην Α 25 βασιλείαν] τὰ A 27 δὲ G συνεβούλευεν M 28 Βρεντεσίου (alt. ἑ ex corr.) M: βρεντησίου GA (v), ἡ corr. ex ε Η καὶ ante μέχρι add. Η (v) 5 γραμματοκύφωνες: Dem. XVIII 209. παραιτήσασθαι, χρῆσθαι δ’ ἐπιτόμῳ τοὺς ἐτησίας ἀναμείναντι τῷ διὰ τῆς Ἀλεξανδρείας· τάς τε γὰρ ἐκεῖθεν ὁλκάδας ταχυναυτεῖν ἔφασκε καὶ ἐμπειροτάτους εἶναι κυβερνήτας, οἳ καθάπερ ἀθλητὰς ἵππους ἡνιοχοῦσιν ἀπλανῆ παρέχοντες τὸν ἐπ’ εὐθείας δρόμον. ὁ δὲ πειθαρχεῖ ὡς δεσπότῃ τε ἅμα καὶ τὰ δοκοῦντα συμφέρειν παραγγέλλοντι.
καταβὰς δ’ εἰς Δικαιάρχειαν καὶ ναῦς ὑφόρμους Ἀλεξανδρίδας ἰδὼν εὐτρεπεῖς πρὸς ἀναγωγήν, ἐπιβὰς μετὰ τῶν ἰδίων, εὐπλοίᾳ χρησάμενος, ὀλίγαις ὕστερον ἡμέραις ἀνεπιφάτως καὶ ἀφωράτως κατάγεται, κελεύσας τοῖς κυβερνήταις — περὶ γὰρ δείλην ὥραν ὁ Φάρος ἀναφαίνεται — τὰ μὲν ἱστία συνάγειν, ἔξω δὲ περὶ αὐτὸν μὴ μακρὰν ἀφισταμένους θαλαττεύειν ἄχρι τοῦ βαθεῖαν ἑσπέραν ἐπιγενέσθαι καὶ νυκτὸς τοῖς λιμέσι προσσχεῖν, ἵν’ ἀποβὰς ἤδη τετραμμένων ἁπάντων πρὸς ὕπνον, μηδενὸς ὁρῶντος, ἀφίκηται πρὸς τὸν ξενοδόχον.
ὁ μὲν δὴ μετὰ τοσαύτης αἰδοῦς ἐπεδήμησε βουλόμενος, εἴ πως οἷόν τε ἦν, ἅπαντας τοὺς ἐν τῇ πόλει λαθὼν ὑπεξελθεῖν· οὐ γὰρ κατὰ θέαν ἀφῖκτο τῆς Ἀλεξανδρείας ἐπιδεδημηκὼς αὐτῇ πρότερον, ἡνίκα τὸν ἐπὶ Ῥώμης πλοῦν ἐστέλλετο πρὸς Τιβέριον, ἀλλ’ ὁδῷ χρησόμενος ἐπιτόμῳ τῆς οἴκαδε ἀφίξεως.
οἱ δ’ ὑπὸ φθόνου ῥηγνύμενοι — βάσκανον γὰρ φύσει τὸ Αἰγυπτιακόν — καὶ τὰς ἑτέρων εὐτυχίας ἰδίας ὑπελάμβανον εἶναι κακοπραγίας καὶ ἅμα διὰ τὴν παλαιὰν καὶ τρόπον τινὰ φύσει γεγενημένην πρὸς Ἰουδαίους ἀπέχθειαν ἤσχαλλον ἐπὶ τῷ γεγενῆσθαί τινα βασιλέα Ἰουδαῖον οὐχ ἧττον, ἢ εἰ αὐτός τις ἕκαστος βασιλείαν προγονικὴν ἀφῄρητο.
καὶ τὸν ἄθλιον Φλάκκον πάλιν οἱ συνόντες ἀνηρέθιζον εἰς τὸν αὐτὸν ἐνάγοντες καὶ προκαλούμενοι φθόνον, „σὴ κατάλυσίς ἐστι“ φάσκοντες „ἡ ἐπιδημία τούτου· μείζονα τιμῆς καὶ εὐδοξίας ὄγκον ἢ σὺ περιβέβληται· πάντας εἰς ἑαυτὸν ἐπιστρέφει τὴν δορυφόρον τῶν σωματοφυλάκων στρατιὰν ὁρῶντας ἐπαργύροις 1 χρήσασθαι Η (v) τοὺς] τὰς Α ἐτησίους H (v) 2 ἐτησίους (sic) M 4 ὡς L, ss. H2 (v): om. ceteri 5 παραγγέλοντι M 6 δικαιαρχίαν MGH (v), δικαίαρχον Α ἀλεξανδρείας Α εὐτρεπεῖς M (inavult Mang.): εὐπρεπεῖς ceteri (v) 6. 7 ἀγωγὴν Α 7 εὐπλοίᾳ ss. Η2 8 ἀφωράτως ΑΗ: ἀφόρτως MG 9 δειλινὴν G ἀναφέρεται Η (Turn.) 10 περὶ αὐτὸν om. M (redundare vid. Mang.) ἀφισταμένοις L 11 προσσχεῖν Richt. (Tauchn.): προσχεῖν codd. (v) 12 τετραμμένων #x003E; scripsi: τετραμμένων GH (v), τετραμμένον M, προστετραμμένων A 13 ἐπεδήμησεν Η (v) 14 τ’ Α 16 κατὰ] μετὰ Richt. (Tauchn.) 16 ρώμησ]σ delevisse vid. H 16 17 χρησάφενος GH (Turn.) 17 ἐπιτομωτάτη G, om. Α οἴκαδ’ A 18 φύσει] φη ’φησί) M εὐτυχίας codd. (om. L): εὐπραγίας v 19 ὑπολαμβάνον A 20 #x003E; γεγενημένην scripsi: συγγεγενημένην coni. Mang., συγγενῆ (pro γεγενημένην) coni. Cohn, ἐγγεγενημένην Wendl. ἤσχαλον GL 21 ἰουδαῖον MH : ἰουδαίων G (v), τῆ ἰουδαία Α 23 προκαλούμενοι Mang.: προσκαλούμενοι codd. (v) 25 ἑαυτὸν M: αὐτὸν GA, ὒ corr. in ὒ H; αὑτὸν v 26 δορυφόρων M στρατείαν G ὁρῶντες MH ἐπαργύροις] ἐπαργύροις] (sic) M καὶ ἐπιχρύσοις ὅπλοις διακεκοσμημένην.
ἔδει γὰρ ἥκειν εἰς ἐπικράτειαν ἑτέρου δυνάμενον πλῷ χρησάμενον εἰς τὴν οἰκείαν ἀσφαλῶς παραπεμφθῆναι; καὶ γὰρ εἰ Γάιος ἐπέτρεπε, μᾶλλον δ’ ἠνάγκαζεν, ἐχρῆν ἐκλιπαρήσαντα παραιτήσασθαι τὴν ἐνθάδε ἄφιξιν, ἵνα μὴ παρευημερηθεὶς ὁ τῆς χώρας ἡγεμὼν ἀδοξῇ.“
ταῦτα ἀκούων ἔτι μᾶλλον ἢ πρότερον ᾤδει καὶ ἐν μὲν τῷ φανερῷ τὸν ἑταῖρον καὶ φίλον καθυπεκρίνετο διὰ τὸν ἐκ τοῦ πέμψαντος φόβον, ἰδίᾳ δὲ ἐζηλοτύπει καὶ ἐξελάλει τὸ μῖσος καὶ πλαγίως αὐτὸν ὕβριζεν, ἐπειδήπερ ἄντικρυς οὐκ ἐθάρρει.
τῷ γὰρ ἀργοῦντι καὶ σχολάζοντι τῆς πόλεως ὄχλῳ — πλῆθος δ’ ἐστὶν ἐπιτετηδευκὸς γλωσσαλγίαν καὶ ἐνευκαιροῦν διαβολαῖς καὶ βλασφημίαις — ἐπιτρέπει κακηγορεῖν τὸν βασιλέα εἴτε ἀρξάμενος δι’ ἑαυτοῦ τῶν λοιδοριῶν εἴτε προτρεψάμενος καὶ ἐναγαγὼν αὐτὸς διὰ τῶν ὑπηρετεῖν τὰ τοιαῦτα εἰωθότων.
οἱ δ’ ἀφορμῆς λαβόμενοι διημέρευον ἐν τῷ γυμνασίῳ χλευάζοντες τὸν βασιλέα καὶ σκώμματα συνείροντες· πῇ δὲ καὶ ποιηταῖς μίμων καὶ γελοίων διδασκάλοις χρώμενοι τὴν ἐν τοῖς αἰσχροῖς εὐφυΐαν ἐπεδείκνυντο, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι, τὰ δ’ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχειρότατοι.
διὰ τί γὰρ οὐκ ἠγανάκτησεν, οὐκ ἀπήγαγεν, οὐκ ἐπέπληξε τῆς αὐθάδους βλασφημίας; εἰ δὲ μὴ βασιλεὺς ἦν, ἀλλά τις τῶν ἐκ τῆς Καίσαρος οἰκίας, οὐκ ὤφειλε προνομίαν τινὰ καὶ τιμὴν ἔχειν; ἀλλὰ ταῦτ’ εἰσὶ πίστεις ἐναργεῖς τοῦ συναίτιον γεγενῆσθαι τῶν βλασφημιῶν Φλάκκον· ὁ γὰρ ἐπιπλήττειν ἢ τὸ πανύστατον ἐπέχειν ἂν δυνηθεὶς εἰ μὴ κεκώλυκε, δῆλος ἦν ἐφιεὶς καὶ ἐπιτρέπων αὐτός. πρὸς ὅ τι δ’ ἂν ὄχλος ἀσύντακτος ἀφορμὴν λάβῃ τῶν ἁμαρτημάτων, οὐχ ἵσταται, μέτεισι δ’ ἀφ’ ἑτέρων εἰς ἕτερα προσεπεξεργαζόμενος ἀεί τι νεώτερον.
Ἦν τις μεμηνὼς ὄνομα Καραβᾶς οὐ τὴν ἀγρίαν καὶ θηριώδη μανίαν — ἄσκηπτος γὰρ αὕτη γε καὶ τοῖς ἔχουσι καὶ τοῖς πλησιάζουσιν —, ἀλλὰ τὴν ἀνειμένην καὶ μαλακωτέραν. οὗτος διημέρευε καὶ διενυκτέρευε γυμνὸς ἐν ταῖς ὁδοῖς οὔτε θάλπος οὔτε κρυμὸν ἐκτρεπόμενος, ἄθυρμα νηπίων καὶ μειρακίων σχολαζόντων.
συνελάσαντες τὸν ἄθλιον ἄχρι τοῦ γυμνασίου καὶ στήσαντες μετέωρον, ἵνα καθορῷτο πρὸς πάντων, βύβλον μὲν εὐρύναντες ἀντὶ διαδήματος ἐπιτιθέασιν αὐτοῦ τῇ κεφαλῇ, χαμαιστρώτῳ δὲ τὸ ἄλλο σῶμα περιβάλλουσιν ἀντὶ χλαμύδος, ἀντὶ δὲ σκήπτρου βραχύ τι παπύρου τμῆμα τῆς ἐγχωρίου καθ’ ὁδὸν ἐρριμμένον ἰδών τις ἀναδίδωσιν.
ἐπεὶ δὲ ὡς ἐν θεατρικοῖς μίμοις τὰ παράσημα τῆς βασιλείας ἀνειλήφει καὶ διεκεκόσμητο εἰς βασιλέα, νεανίαι ῥάβδους ἐπὶ τῶν ὤμων φέροντες ἀντὶ λογχοφόρων ἑκατέρωθεν εἱστήκεσαν μιμούμενοι δορυφόρους. εἶθ’ ἕτεροι προσῄεσαν, οἱ μὲν ὡς ἀσπασόμενοι, οἱ δὲ ὡς δικασόμενοι, οἱ δ’ ὡς ἐντευξόμενοι περὶ κοινῶν πραγμάτων.
εἶτ’ ἐκ τοῦ περιεστῶτος ἐν κύκλῳ πλήθους ἐξήχει βοή τις ἄτοπος Μάριν ἀποκαλούντων — οὕτως δέ φασι τὸν κύριον ὀνομάζεσθαι παρὰ Σύροις —· ᾔδεσαν γὰρ Ἀγρίππαν καὶ γένει Σύρον καὶ Συρίας μεγάλην ἀποτομὴν ἔχοντα, ἧς ἐβασίλευε. ταῦτα δὲ ἀκούων, μᾶλλον δὲ ὁρῶν ὁ Φλάκκος,
δεόντως ἂν καὶ τὸν μεμηνότα συλλαβὼν καὶ καθείρξας, ἵνα μὴ παρέχῃ τοῖς κατακερτομοῦσιν ἀφορμὴν εἰς ὕβριν τῶν βελτιόνων, καὶ τοὺς ἐνσκευάσαντας τιμωρησάμενος, ὅτι γε βασιλέα καὶ φίλον Καίσαρος καὶ ὑπὸ τῆς Ῥωμαίων βουλῆς τετιμημένον στρατηγικαῖς τιμαῖς ἐτόλμησαν καὶ ἔργοις καὶ λόγοις καὶ φανερῶς καὶ πλαγίως ὑβρίζειν, οὐ μόνον οὐκ ἐπέπληξεν, ἀλλ’ οὐδ’ ἐπισχεῖν ἠξίωσεν ἄδειαν καὶ ἐκεχειρίαν διδοὺς τοῖς ἐθελοκακοῦσι καὶ ἐθελέχθρως ἔχουσι, προσποιούμενος ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἀκούειν.
ὅπερ συναισθόμενος ὁὁ ὄχλος — οὐχ ὁὁ καθεστὼς καὶ δημοτικός, ἀλλ’ 1 Καραβᾶς] Βαραβᾶς (vel Βαραββᾶς) coni. Cohn 2 ἄσκεπτος coni. Cotelier, ἀσκεπὴς Matthaei ἄσκηπτος — πλησιάζουσιν om. Α 4 κρυμὸν AH: ὒ ex ἡ corr. M, κηρμὸν G, κρυμγὸν L; κρυμνὸν Richt. (Tauchn.) 5 μειρακίων om. Α συνελάσαντες (ouv) coni. Mang., σ. δὴ Matthaei 6 πρὸς] ὑπὸ M βύβλον H, ι βύβλον M: βίβλον GA 7. 8 χαμαιστρώτη G 8 ἄλλον G μεταβάλλουσιν Α 9. 10 ἰδὼν τις MGH (Turn.): ἰδόντες Α (Mang.) 10 ἀναδίδωσιν MGH (Turn.): παραδιδόασιν; ἀναδιδόασιν Mang. ἐπεὶ] ἐπειδὴ M δ’ Α 12 ἑκατέρωθι A εἱστήκεισαν MA 13. 14 οἱ δὲ ὡς δικασόμενοι om. Α 14 τευξόμενοι Α πραγμάτων] προσταγμάτων M τοῦ oin. H (v) 15 μάριχ Α ἀποκαλοῦντες Α 16 φασιν L (Turn.) ᾔδεισαν Mang. 17 καὶ Συρίας] καισαρείας Α μεγάλης A 17. 18 ἐβασίλευσε AH (v) 18 δ’ A δ’ Α ἔπραξε post ἂν add. A (Mang.), om. ceteri (Turn.) 19 κακοτερμοῦσιν (sic) Α 21 τῶν ante Ῥωμαίων add. Α 22 στρατηγικαῖς] τραγικαῖς Α ἐτόλμησαν om. A καὶ ἔργοις om. L (Turn.) λόγοις καὶ ἔργοις transp. GH 23 ὑβρίζουσιν Α 6 δὲ ante οὐ add. Α (Mang.), om. ceteri (Turn.) 24 ἐκκεχειρίαν AH ὁ πάντα θορύβου καὶ ταραχῆς εἰωθὼς ἀναπιμπλάναι διὰ φιλοπραγμοσύνην καὶ ζῆλον ἀβιώτου βίου καὶ τὴν ἐξ ἔθους ἀργίαν καὶ σχολήν, πρᾶγμα ἐπίβουλον — συρρυέντες εἰς τὸ θέατρον ἐξ ἑωθινοῦ Φλάκκον ἤδη τιμῶν ἀθλίων ἐωνημένοι, ἃς ὁ δοξομανὴς καὶ παλίμπρατος ἐλάμβανεν οὐ καθ’ αὑτοῦ μόνον ἀλλὰ καὶ τῆς κοινῆς ἀσφαλείας, ἀνεβόησαν ἀφ’ ἑνὸς συνθήματος εἰκόνας ἐν ταῖς προσευχαῖς ἀνατιθέναι, καινότατον καὶ μηδέπω πραχθὲν εἰσηγούμενοι παρανόμημα.
καὶ τοῦτ’ εἰδότες — ὀξύτατοι γὰρ τὴν μοχθηρίαν εἰσί — κατασοφίζονται τὸ Καίσαρος ὄνομα προκάλυμμα ποιησάμενοι, ᾧ προσάπτειν τι τῶν ἐπαιτίων οὐ θεμιτόν.
τί οὖν ὁ τῆς χώρας ἐπίτροπος; ἐπιστάμενος, ὅτι καὶ ἡ πόλις οἰκήτορας ἔχει διττούς, ἡμᾶς τε καὶ τούτους, καὶ πᾶσα Αἴγυπτος, καὶ ὅτι οὐκ ἀποδέουσι μυριάδων ἑκατὸν οἱ τὴν Ἀλεξάνδρειαν καὶ τὴν χώραν Ἰουδαῖοι κατοικοῦντες ἀπὸ τοῦ πρὸς Λιβύην καταβαθμοῦ μέχρι τῶν ὁρίων Αἰθιοπίας, καὶ ὡς ἡ πεῖρα κατὰ πάντων ἐστὶ καὶ ὡς οὐ λυσιτελὲς ἔθη πάτρια κινεῖν, ἀμελήσας ἁπάντων ἐπιτρέπει ποιήσασθαι τὴν ἀνάθεσιν, μυρία καὶ πάντα προνοητικὰ δυνάμενος ἢ ὡς ἄρχων κελεύειν ἢ συμβουλεύειν ὡς φίλος.
ὁ δὲ — συνεχειρούργει γὰρ ἕκαστα τῶν ἁμαρτανομένων — καὶ ἀπὸ μείζονος ἐξουσίας ἀναρριπίζειν καινοτέραις ἀεὶ κακῶν προσθήκαις τὴν στάσιν ἠξίου καὶ τό γ’ ἐφ’ αὑτὸν ἧκον μέρος ἅπασαν ὀλίγου δεῖν φάναι τὴν οἰκουμένην ἐμφυλίων πολέμων ἐπλήρωσεν.
οὐ γὰρ ἦν ἄδηλον, ὅτι ἡ περὶ τὴν κατάλυσιν τῶν προσευχῶν φήμη λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τῆς Ἀλεξανδρείας διαδοθήσεται μὲν εὐθὺς εἰς τοὺς ἐν Αἰγύπτῳ νομούς, δραμεῖται δ’ ἀπὸ μὲν Αἰγύπτου πρὸς ἀνατολὰς καὶ ἔθνη τὰ ἑῷα, ἀπὸ δὲ τῆς ὑποταινίου καὶ Μαρείας, αἳ Λιβύης εἰσὶν ἀρχαί, πρὸς δυσμὰς καὶ ἔθνη τὰ ἑσπέρια· Ἰουδαίους γὰρ χώρα μία διὰ πολυανθρωπίαν οὐ χωρεῖ.
ἧς αἰτίας ἕνεκα τὰς πλείστας καὶ εὐδαιμονεστάτας τῶν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κατά τε νήσους καὶ ἠπείρους ἐκνέμονται μητρόπολιν μὲν τὴν ἱερόπολιν ἡγούμενοι, καθ’ ἣν ἵδρυται ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος, ἃς δ’ ἔλαχον ἐκ πατέρων καὶ πάππων καὶ προπάππων καὶ τῶν ἔτι ἄνω 2 πρᾶγμ’ Α 3 τὸ om. Α φλάκκων M 4 ἀθλίων om. A: ἄθλιον coni. Mang. παλίμπρωτος Η 4. 5 καθ’ ἑαυτὸν G; κατ’ αὐτοῦ v, καθ’ ἑαυτοῦ coni. Mang. 5 μόνου Η (v) ἐφ’ M 6 ἀνατεθῆναι coni. Mang. 7 ποτὲ post μηδέπω add. G μηδεπώποτε Cohn) 8 εἰσίν L (Turn.) 8. 9 προκάλυμα M 9 ὃ G pr. τι MGH (Turn.): τὰ Α (.Mang.) ὑπαιτίων Α (Mang.) 11 ἡ ante Αἴγυπτος add. Α 12 ἑκτὸν] ἑπτὰ coni. Mang. οἱ om. Η (Turn.) 17 γὰρ MGH (redundare vid. Mang., om. Dahl): καὶ Α: 18 καινοτέρων coni. Mang. αἰεὶ G 19 γ’] τ’ G δεῖν] δέω coui. σ Mang. 21 ἡ] οἱ M κατάλυψιν L: κατάληψιν Turn. 23 νόμους M, corr. in νομοὺς H δὲ M ἀπ᾿ Α μὲν om. δὲ ομ. A ὑποταινίου Turn. (v): ὑποτενίου MGH, ὑποτενίης A; cf. III 242, 13 μάριας G 26 καὶ] τὰς Α ἐν ss. Η 28 ἱερόπολιν] ἱερὰν πόλιν Α νεὼς G: ναὸς ceteri 29 καὶ προπάππων om. Α προγόνων οἰκεῖν ἕκαστοι πατρίδας νομίζοντες, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν· εἰς ἐνίας δὲ καὶ κτιζομένας εὐθὺς ἦλθον ἀποικίαν στειλάμενοι, τοῖς κτίσταις χαριζόμενοι.
καὶ δέος ἦν, μὴ οἱ πανταχοῦ τὴν ἀφορμὴν ἐκεῖθεν λαβόντες ἐπηρεάζωσι τοῖς πολίταις αὐτῶν Ἰουδαίοις εἰς τὰς προσευχὰς καὶ τὰ πάτρια νεωτερίζοντες.
οἱ δέ — οὐ γὰρ ἔμελλον ἄχρι παντὸς ἡσυχάζειν καίτοι πεφυκότες εὖ πρὸς εἰρήνην, οὐ μόνον ὅτι παρὰ πᾶσιν ἀνθρώποις οἱ περὶ τῶν ἐθῶν ἀγῶνες καὶ τοὺς περὶ ψυχῆς κινδύνους ὑπερβάλλουσιν, ἀλλ’ ὅτι καὶ μόνοι τῶν ὑφ’ ἥλιον ἅμα ταῖς προσευχαῖς ἀπεστεροῦντο τὴν εἰς τοὺς εὐεργέτας εὐσέβειαν, ὃ μυρίων θανάτων ἐτετίμηντο ἄν — οὐκ ἔχοντες ἱεροὺς περιβόλους, οἷς ἐνδιαθήσονται τὸ εὐχάριστον, καὶ τοῖς ἐναντιουμένοις εἶπον ἄν·
„λελήθατε ἑαυτοὺς οὐ προστιθέντες τοῖς κυρίοις τιμήν, ἀλλ’ ἀφαιρούμενοι, οὐκ εἰδότες ὡς τοῖς πανταχόθι τῆς οἰκουμένης Ἰουδαίοις ὁρμητήρια τῆς εἰς τὸν Σεβαστὸν οἶκον ὁσιότητός εἰσιν αἱ προσευχαὶ ἐπιδήλως, ὧν ἡμῖν ἀναιρεθεισῶν τίς ἕτερος ἀπολείπεται τόπος ἢ τρόπος τιμῆς;
εἰ μὲν γὰρ ἐφιέντων τῶν ἐθῶν ὀλιγωροῦμεν, τῆς ἀνωτάτω τιμωρίας δίκαιοι τυγχάνειν ἐσμὲν μὴ παρέχοντες ἀρτίους καὶ πλήρεις τὰς ἀμοιβάς. εἰ δ’ οὐκ ἐξὸν τοῖς ἰδίοις ὑποστέλλομεν νομίμοις, ἃ καὶ τῷ Σεβαστῷ φίλον βεβαιοῦν, τί μικρὸν ἢ μέγα πλημμελοῦμεν οὐκ οἶδα· πλὴν εἰ μὴ ψέγειν τις ἐθελήσειε τὸ μὴ γνώμῃ ἑκουσίῳ παρανομεῖν τὰς ἐκδιαιτήσεις τῶν ἐθῶν οὐ φυλαξαμένους, αἵ, κἂν ἀφ’ ἑτέρων ἄρξωνται, τελευτῶσι πολλάκις εἰς τοὺς αἰτίους.“
ἀλλ’ ὁ μὲν Φλάκκος τά τε λεκτέα ἡσυχάζων καὶ τὰ ἡσυχαστέα λέγων οὕτως εἰς ἡμᾶς ἐξημάρτανεν. ἐκεῖνοι δ’, οἷς ἐχαρίζετο, τίνα γνώμην εἶχον; ἆρά γε τὴν τῶν τιμᾶν ἐθελόντων; εἶτα σπάνις ἦν ἱερῶν κατὰ τὴν πόλιν, ἧς τὰ πλεῖστα καὶ ἀναγκαιότατα μέρη τετεμένισται, πρὸς ἀνάθεσιν ὧν ἐβούλοντο;
τὴν μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μετὰ τέχνης ἐπιβουλευόντων ὁρμὴν ἔφαμεν, δι’ ἣν οἱ μὲν ἐπηρεάζοντες οὐ δόξουσιν ἀδικεῖν, τοῖς δ’ ἐπηρεαζομένοις οὐκ ἀσφαλὲς ἐναντιοῦσθαι. οὐ γάρ ἐστιν, 1 οὐ πατρίδας coni. Mang. (probat Ernesti) 2 καὶ om. MA ἀποικίας Α 4 ἐπηρεάσωσι G 5 οἵδ’ G G ἡσυχάσειν G παρά] περὶ M 7 ἐθνῶν G 9 τὸν εὐεργέτην Α (mavult Mang.) 10 ἄν om. Α προβόλους G 11 καὶ om. Α εἶπον] εἴποιμ’ coni. Mang. ἂν om. Α 12 προτιθέντες Α οὐκ εἰδότες ὡς M: om. ceteri (v) τοῖς] τοὺς Α 13 πανταχόθεν ΑΗ (v) τῆς οἰκουμένης om. Α ἰουδαίους A 15 τρόπος] τόπος (sic) G ἐφιέντων Wendl.: ἀφιέντων MGH (v), ἀφεθέντων Α (mavult Mang.) ; ἀφιέντες coni. Cohn 17 ἀμειβὰς M οὐκ] ὅτε vel ὡς coni. Mang. ἐξόν seclusit Dahl ἰδίοις] ἰουδαίοις M 18 ὑποστελλόμενοι Α 19 πλημμελοῦμεν] πληροῦμεν M τὸ] τῶ Η 20. 21 φυλαξάμενος G 21 ἄρξωνται] αὔξωται coni. Mang. 25 μέρη om. Α 26 τὴν μὲν οὑν codd. : τιμὴν Turn. φιλαπεχθημένων M καὶ om. L (Turn.) 27 ὁρμὴν ἔφημεν (sic) Α (ante καὶ transp. Mang.): om. ceteri (Turn.) οὐ δόξουσιν] οἶδε δόξουσι μὴ Α: οὐ δόξουσι μὴ coni. Cohn ὦ γενναῖοι, τιμὴ καταλύειν νόμους, ἔθη πάτρια κινεῖν, ἐπηρεάζειν τοῖς συνοικοῦσι, διδάσκειν καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ὁμοφροσύνης ἀλογεῖν.
Ἐπειδὴ τοίνυν ἡ κατὰ τῶν νόμων πεῖρα εὐοδεῖν ἔδοξεν αὐτῷ τὰς προσευχὰς ἁρπάσαντι καὶ μηδὲ τοὔνομα ὑπολιπομένῳ, πάλιν ἐφ’ ἕτερον ἐτρέπετο, τὴν τῆς ἡμετέρας πολιτείας ἀναίρεσιν, ἵν’ ἀποκοπέντων οἷς μόνοις ἐφώρμει ὁ ἡμέτερος βίος ἐθῶν τε πατρίων καὶ μετουσίας πολιτικῶν δικαίων τὰς ἐσχάτας ὑπομένωμεν συμφορὰς οὐδενὸς ἐπειλημμένοι πείσματος εἰς ἀσφάλειαν.
ὀλίγαις γὰρ ὕστερον ἡμέραις τίθησι πρόγραμμα, δι’ οὗ ξένους καὶ ἐπήλυδας ἡμᾶς ἀπεκάλει μηδὲ λόγου μεταδούς, ἀλλ’ ἀκρίτως καταδικάζων. οὗ τί ἂν εἴη τυραννίδος ἐπάγγελμα μεῖζον; αὐτὸς γενόμενος τὰ πάντα, κατήγορος, ἐχθρός, μάρτυς, δικαστής, κολαστής, εἶτα δυσὶ τοῖς προτέροις καὶ τρίτον προσέθηκεν ἐφεὶς ὡς ἐν ἁλώσει τοῖς ἐθέλουσι πορθεῖν Ἰουδαίους. οἱ δὲ λαβόντες ἄδειαν τί πράττουσι;
πέντε μοῖραι τῆς πόλεώς εἰσιν, ἐπώνυμοι τῶν πρώτων στοιχείων τῆς ἐγγραμμάτου φωνῆς· τούτων δύο Ἰουδαϊκαὶ λέγονται διὰ τὸ πλείστους Ἰουδαίους ἐν ταύταις κατοικεῖν· οἰκοῦσι δὲ καὶ ἐν ταῖς ἄλλαις οὐκ ὀλίγοι σποράδες. τί οὖν ἐποίησαν; ἐκ τῶν τεσσάρων γραμμάτων ἐξῴκισαν τοὺς Ἰουδαίους καὶ συνήλασαν εἰς ἑνὸς μοῖραν βραχυτάτην.
οἱ δὲ ἐξεχέοντο διὰ τὸ πλῆθος εἰς αἰγιαλοὺς καὶ κοπρίας καὶ μνήματα πάντων στερόμενοι τῶν ἰδίων. ἐκεῖνοι δὲ τὰς οἰκίας ἐρήμους καταδραμόντες ἐφ’ ἁρπαγὴν ἐτράποντο καὶ ὡς ἐκ πολέμου λείαν διενέμοντο, μηδενὸς δὲ κωλύοντος καὶ τὰ ἐργαστήρια τῶν Ἰουδαίων συγκεκλεισμένα διὰ τὸ ἐπὶ Δρουσίλλῃ πένθος ἀναρρήξαντες ὅσα εὗρον — πολλὰ δὲ καὶ ταῦτ’ ἦν — ἐξεφόρησαν καὶ διὰ μέσης ἀγορᾶς ἐκόμιζον ὡς οἰκείοις τοῖς ἀλλοτρίοις καταχρώμενοι.
τῆς δ’ ἁρπαγῆς ἡ ἀπραξία κακὸν ἦν βαρύτερον, τὰς μὲν ἐνθήκας ἀπολωλεκότων τῶν ποριστῶν, μηδενὸς δὲ ἐωμένου, μὴ γεωργοῦ, μὴ ναυκλήρου, μὴ ἐμπόρου, μὴ τεχνίτου, τὰ συνήθη πραγματεύεσθαι, ὡς διχόθεν κατεσκευάσθαι πενίαν, ἔκ τε τῆς ἁρπαγῆς, ἐξουσίων μιᾷ ἡμέρᾳ 2 om. A ὁμοφροσύνη M 3 τῶν A (mavult Mang.): τὸν ceteri: τοῦ v νόμων MA (mavult Mang.): νόμον GH; νόμου v 4 ὑπολειπομένω A ἵν᾿] ἣν M 6 ἐφορμεῖ Η1, corr. Η2 7 ὑπομένωμεν GAH2: ὑπομένομεν MH1 ἐνειλημμένοι G, ἐνειλημμένοι H 9 ἡμᾶς καὶ ἐπήλυδας transp. Α λόγον Η μεταδιδοὺς Α 12 προτέροις] ἑτέροις Α ἐφεὶς H, pr. ἑ εχ ἁ M: ἀφεὶς A, ἐφ’ ἧς G 13 πράττουσιν H (v) 14 τῶν πρώτων στοιχείων om. M 14. ’) ἐγγραμμάτου] γραμμάτων Α 15 δύο Turn. (v): ἐν δυσὶν codd. 17 τεττάρων v ἐξώκησαν G 18 ἐξεχέοντο] ἐξέρχοντο L; ἐξήρχοντο Turn. 19 αἰγινηλοὺς M κοπρίας] ἐρημίας coni. Mang. στερόμενοι Cohn (cf. 134,8. 142, 24): στερούμενοι codd. (v) 20 ἐρήμους οἰκίας transp. Η (v) 21 διενενέμηντο Α δὲ om. G, δὴ coni. Mang. 22 συγκελεισμένα (sic) M δρυσίλλη G 24 χρώμενοι Α 26 δὲ ἐωμένου Turn. (v): δὲ ὠνουμένου codd. 27 τεχνητοῦ 28 κατασκευάσαι A, κατεσκευάσται Η ἐξουσίων] τῶν οὐσιῶν Α γενομένων καὶ περισεσυλημένων τὰ ἴδια, κἀκ τοῦ μὴ δεδυνῆσθαι πορίζειν ἐκ τῶν συνήθων ἐπιτηδευμάτων.
Καὶ ταῦτα μὲν εἰ καὶ ἀφόρητα, ἀλλ’ οὖν τοῖς αὖθις πεπραγμένοις συγκρινόμενα οἰστά. πενία γὰρ χαλεπὸν μέν, καὶ μάλισθ’ ὅταν κατασκευάζηται πρὸς ἐχθρῶν, ἔλαττον δὲ τῆς εἰς τὰ σώματα ὕβρεως, κἂν ᾖ βραχυτάτη.
τοὺς δ’ ἡμετέρους διὰ τὰς ὑπερβολὰς ὧν ἔπαθον οὐδ’ ἂν εἴποι τις ὕβριν ἢ αἰκίαν ἐνδεδέχθαι κυρίοις χρώμενος τοῖς ὀνόμασιν, ἀλλά μοι δοκεῖ προσρήσεων οἰκείων ἂν ἀπορῆσαι διὰ μέγεθος κεκαινουργημένης ὠμότητος, ὡς τὰ τῶν πολέμῳ μὲν κρατησάντων, ἐκ φύσεως δ’ ἀσπόνδων εἰς τοὺς ἑαλωκότας, συγκρινόμενα τοῖς τούτων ἡμερώτατα ἂν εἶναι δόξαι.
χρήματα ἁρπάζουσιν ἐκεῖνοι καὶ πλῆθος αἰχμαλώτων σωμάτων, ἀλλὰ κινδυνεύσαντες, εἴπερ ἡττήθησαν, ἀποβαλεῖν τὰ οἰκεῖα. οὐ μὴν ἀλλὰ καὶ μυρίους, ὧν λύτρα κατατιθέασι συγγενεῖς ἢ φίλοι, μεθίενται τῶν δορυαλώτων, ἴσως μὲν ἀκαμπεῖς ὄντες πρὸς ἔλεον, ἡττώμενοι δὲ φιλαργυρίας. ἀλλὰ τί τοῦτο; φαίη τις ἄν· τοῖς γὰρ εὖ πάσχουσιν ἀδιαφορεῖ τῆς σωτηρίας ὁ τρόπος.
ἤδη δὲ καὶ τοὺς πεσόντας ἐν τῷ πολέμῳ τῶν ἐχθρῶν ταφῆς ἀξιοῦσιν οἱ μὲν ἐπιεικεῖς καὶ φιλάνθρωποι ταῖς οἴκοθεν δαπάναις, οἱ δὲ τὴν ἔχθραν καὶ πρὸς νεκροὺς ἀποτείνοντες ὑπόσπονδα τὰ σώματα διδόντες ὑπὲρ τοῦ μὴ τῆς τελευταίας χάριτος ἀμοιρῆσαι τῶν νομιζομένων.
ἐν πολέμῳ μὲν οἱ δυσμενεῖς ταῦτα· ἐν εἰρήνῃ δ’ οἱ πρὸ μικροῦ φίλοι θεασώμεθα ὁποῖα. μετὰ γὰρ τὰς ἁρπαγὰς καὶ τοὺς ἀνοικισμοὺς καὶ τὰς ἐκ τῶν πλείστων μερῶν τῆς πόλεως βιαίους ἐλάσεις καθάπερ τειχήρεις ἐν κύκλῳ περικαθημένων ἐχθρῶν γεγονότες, ἀπορίᾳ καὶ σπάνει δεινῇ τῶν ἀναγκαίων πιεζόμενοι καὶ γύναια καὶ τέκνα νήπια ὁρῶντες ἐν ὀφθαλμοῖς παραπολλύμενα λιμῷ χειροποιήτῳ —
πάντα γὰρ τἄλλα εὐθηνίας καὶ εὐετηρίας μεστὰ ἦν, τοῦ μὲν ποταμοῦ ταῖς πλημμύραις τὰς ἀρούρας πλουσίως λιμνάσαντος, τῆς δὲ πεδιάδος, ὅση πυροφόρος, ἀφθονώτατον ὑπ’ εὐγονίας τὸν τοῦ σίτου καρπὸν ἀναγούσης 1 μὴ δεδυνῆσθαι Α (Mang.): σεσυλῆσθαι ceteri (Turn.) 4 συγκρινομένοις Η μὲν ante γὰρ add. M 5 ἐλάττων Α 6 ὑπερβολὰς ὑπερβολὰς #x003E; Cohn 7 ἐνδεδέχθαι Turn. (v): ἐνδεδεῖχθαι MAH. ἐνδεδῆχθαι G χρώμενον M 7. 8 ὀνόμασι M 9 πολέμω πολέμων L) oodd. (mavult Mang.): πολεμίων v 11 ἡμερότατα Η δόξη M 12 κινδυνεύσαντες αὖ coui. εἶπερ G: ἄν A, om. MH; εἰ v 14 φίλοι (alt. ι corr. ex ὒ) M δοριαλώτων ι corr. in ὒ) Η 17 τῷ om. Η 18 τοὺς ante νεκροὺς add. Η (v) 21 δὲ G θεασώμεθ’ Α 22 ἀνοικισμοὺς MGH (Turn.): ἐξοικισμοὺς Α (Mang.) 23 βιαίας Η (v) περικαθημένων ἐν κύκλω transp. Α 24 πιεζόμενοι GAH: Βιαζόμενοι M 25 ἐν ὀφθαλμοῖς ὁρῶντες transp. Α 26 τἆλλ᾿ M μέν om. Α 27 τῖς πλημμύραις om. Α πλουσίως] πλησμίως G 28 ὑπ’ εὐγονίας Mang. (Dahl): ὑπὲρ γωνίας MG, ὑπὲρ γονίας H, om. A; ὑπεργονίας v, ὑπ’ ἐργασίας coni. WendL τοῦ σίτου om. Α ἀγούσης GA —,
μηκέτι στέγειν δυνάμενοι τὰς ἐνδείας, οἱ μὲν ἐπὶ συγγενῶν καὶ φίλων, πρότερον οὐκ εἰωθότες, οἰκίας ἦλθον ἔρανον αὐτὰ τὰ ἀναγκαῖα αἰτήσοντες, οἱ δ’ ἀπὸ φρονήματος εὐγενοῦς τὴν μεταιτῶν τύχην ὡς δουλοπρεπῆ καὶ ἀνελεύθερον ἐκτρεπόμενοι προῆλθον εἰς ἀγορὰν οὐδενὸς ἑτέρου χάριν ἢ τοῦ πρίασθαι τοῖς τε οἰκείοις καὶ ἑαυτοῖς τροφάς, οἱ δυστυχεῖς.
εὐθὺς γὰρ συναρπασθέντες ὑπὸ τῶν τὴν ὀχλοκρατίαν ἐπιτειχισάντων δολοφονοῦνται καὶ συρόμενοι καὶ πατούμενοι διὰ τῆς πόλεως ἁπάσης ἐξαναλώθησαν, οὐδενὸς ὑπολειφθέντος μέρους, ὃ δυνήσεται κοινωνῆσαι ταφῆς.
μυρίους μέντοι καὶ ἄλλους πολυτρόποις κακῶν ἰδέαις ἐπιτετηδευμέναις εἰς χαλεπὴν ὠμότητα κατειργάσαντο καὶ διέφθειραν οἱ λελυττηκότες ὑπ’ ἀγριότητος | εἰς θηρίων φύσιν· τοὺς γὰρ ὅπῃ τύχοι p. 527 M. φανέντας τῶν Ἰουδαίων ἢ κατέλευον ἢ ξύλοις κατέκοπτον οὐκ εὐθὺς ἐπὶ τὰ καιριώτατα μέρη τὰς πληγὰς φέροντες, ἵνα μὴ θᾶττον τελευτήσαντες θᾶττον καὶ τὴν τῶν ὀδυνηρῶν ἀντίληψιν ἀπόθωνται.
τῇ δὲ τῶν συμφορῶν ἀδείᾳ καὶ ἐκεχειρίᾳ τινὲς ἐπινεανιευόμενοι, τῶν ἀμβλυτέρων ὅπλων ἀλογήσαντες, ἀνελάμβανον τὰ πάντων ἀνυσιμώτατα, πῦρ καὶ σίδηρον, καὶ πολλοὺς μὲν ξίφεσιν ἀνεῖλον, οὐκ ὀλίγους δὲ πυρὶ διέφθειραν.
ἤδη δὲ καὶ γενεὰς ὅλας, ἄνδρας μετὰ γυναικῶν, τέκνα νήπια μετὰ γονέων, ἐνέπρησαν οἱ πάντων ἀνηλεέστατοι κατὰ μέσην τὴν πόλιν, μὴ γῆρας, μὴ νεότητα, μὴ παίδων ἄκακον ἡλικίαν οἰκτισάμενοι· καὶ ὁπότε ξύλων ὕλης ἀπορήσειαν, φρύγανα συλλέγοντες καπνῷ τὸ πλέον ἢ πυρὶ διέφθειρον, οἰκτρότερον καὶ ἐπιμηκέστερον ὄλεθρον τοῖς δειλαίοις τεχνάζοντες, ὧν τὰ σώματα ἡμίφλεκτα ἀναμὶξ ἔκειτο, χαλεπὴ καὶ ὀδυνηροτάτη θέα.
εἰ δὲ καὶ οἱ παραληφθέντες ἐπὶ φρυγανισμὸν ἐβράδυνον, ἐπὶ τῶν ἰδίων σκευῶν τῶν ἐκ τῆς ἁρπαγῆς ἐνεπίμπρασαν τοὺς δεσπότας τὰ μὲν πολυτελῆ νοσφιζόμενοι, τὰ δὲ μὴ πάνυ χρήσιμα συγκαταφλέγοντες, οἷς ἀντὶ ξύλων εἰκαίων ἐχρῶντο.
πολλοὺς δὲ καὶ ζῶντας τοῖν ποδοῖν τὸν ἕτερον ἐκδήσαντες 1 στέγειν γ corr. ex ν) H 2 οὐκ εἰωθότες] οἰκειωθέντων A ἐραννὸν H 3 μεταιτῶν] μετ’ αὐτῶν Α 4 προτρεπόμενοι Α 5 χάριν om. Α 6 εὐθὺς MGH: εὐθὺ v 6. 7 εὐθὺς — δολοφονοῦνται oin. Α 6 ὀχλοκρατίαν v: ὀχλοκρασίαν codd. (mavult Mang.) 6.7 ἐπιτειχησάντων G 8 μέρους ὃ] ἀνέρος ὃς Α 9 ταφῆς] τροφῆς A μέντοι codd: μὲν v 10 οἱ om. Α 11 φύσιν μεταβαλόντες coni. Mang. τύχη 13 καιριώτατα…
…
The complete text is available when the reading interface loads.