The Greek Library Author

Philo of Alexandria

Legatio Ad Gaium

Author namesPhilon d’Alexandrie · Philon d Alexandrie · Philo of Alexandria · Philo Judaeus · Φιλων

Scientific editors
Leopold Cohn, Siegfried Reiter
Edition reference
Philonis Alexandrini Opera Quae Supersunt · Berlin · Reimer · 1915
CTS identifier
urn:cts:greekLit:tlg0018.tlg031.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ἄχρι τίνος ἡμεῖς οἱ γέροντες ἔτι παῖδές ἐσμεν, τὰ μὲν σώματα χρόνου μήκει πολιοί, τὰς δὲ ψυχὰς ὑπ’ ἀναισθησίας κομιδῇ νήπιοι, νομίζοντες τὸ μὲν ἀσταθμητότατον, τὴν τύχην, ἀκλινέστατον, τὸ δὲ παγιώτατον, τὴν φύσιν, ἀβεβαιότατον; ὑπαλλαττόμεθα γὰρ καθάπερ ἐν ταῖς πεττείαις τὰς πράξεις μετατιθέντες, οἰόμενοι τὰ μὲν τυχηρὰ μονιμώτερα εἶναι τῶν φύσει, τὰ δὲ κατὰ φύσιν ἀβεβαιότερα τῶν τυχηρῶν.

αἴτιον δὲ τὸ τὰ παρόντα βραβεύειν ἀπροοράτως τῶν μελλόντων ἔχοντας, αἰσθήσει πεπλανημένῃ χρωμένους πρὸ διανοίας ἀπλανοῦς· ὀφθαλμοῖς μὲν γὰρ τὰ ἐν φανερῷ καὶ ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ φθάνει καὶ πρὸς τὰ ἀόρατα καὶ μέλλοντα, οὗ τὴν ὄψιν ὀξυωπεστέραν οὖσαν τῆς δι’ ὀμμάτων σώματος ἀμαυροῦμεν, οἱ μὲν ἀκράτῳ καὶ πλησμοναῖς ὑποσυγχέοντες, οἱ δὲ τῷ μεγίστῳ τῶν κακῶν, ἀμαθίᾳ.

πλὴν ὁ παρὼν καιρὸς καὶ αἱ κατ’ αὐτὸν κριθεῖσαι πολλαὶ καὶ μεγάλαι ὑποθέσεις, 1 — 3 Φαωνος ἀρετῶν ᾶ πρῶτον 0) ὅ (ὅς G) ἐστι τῆς αὐτοῦ πρεσβείας (τῆς add. GO) πρὸς γάϊον CGO: Φίλωνος περὶ ἀρετῶν ὅ ἐστι τῆς αὐτοῦ πρεσβείας πρὸς γάιον Μ, περὶ ἀρετῶν καὶ πρεσβείας πρὸς γάιον Η (V), τοῦ αὐτοῦ Φίλωνος ἰουδαίου ἱστορία πάνυ χρήσιμος καὶ ὠφέλιμος περὶ τῶν κατὰ τὸν γάιον καὶ τῆς αἰτίας τῆς πρὸς ἅπαν τὸ ἰουδαίων ἔθνος ἀπεχθείας αὐτοῦ A, Γάιος ψεγόμενος Phot. Bibl. cod. 105 4 ἄχρι] μέχρι D Anton. Mel. 5 πολιοί] παλαιοί Anton. Mel. ὑπό Α 6. 7 τὸ δὲ παγιώτατον om. Α 7 δέ ante φύσιν add. Α 8 πετείαις M πράξεις] τάξεις coni. Mang. οἰόμεθα A 9 pr. τῶν] τῆ A τῶν φύσει om. L εἶναι post ἀβεβαιότερα add. Α (Mang.) 10 βραβεύειν] θεραπεύειν coni. Mang. (probat Ernesti) 11 ἀπλανοῦς (coni. Mang.): ἀφανῶς C, ἀφανοῦς ceteri (v) 12 χερσὶν L 13 οὗ] οὐ M 14 τῆς] τοῦ Α ὀμάτων M ἀχράτω (σ eras. vid.) C, ἀκράτοις Α 16 αὐτῶν M μέγισται ὑπερθέσεις Α 4. 5 DR fol. 131r Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας Anton. Mel. II 18 Col. 1057 Φλωνος: μέχρι τίνος — νήπιοι. 11 — 13 DR fol. 195v τοῦ αὐτοῦ Anton. Mel. II 87 Col. 1209 Φλωνος: ὀφθαλμοῖς μὲν τὰ ἐν φανερῷ καὶ τά ἐν χερσὶ καταλαμβάνεται, λογισμὸς δὲ ἀκέραιος ἀόρατος coni. Mang.) φθάνει — μέλλοντα. κἂν εἰ ἄπιστοι γεγόνασί τινες τοῦ προνοεῖν τὸ θεῖον ἀνθρώπων, καὶ μάλιστα τοῦ ἱκετικοῦ γένους, ὃ τῷ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων καὶ πάντων αἰτίῳ προσκεκλήρωται, ἱκαναὶ [τοῦ] πεῖσαι αὐτούς.

τοῦτο δὲ τὸ γένος Χαλδαϊστὶ μὲν Ἰσραὴλ καλεῖται, Ἑλληνιστὶ δὲ ἑρμηνευθέντος τοῦ ὀνόματος „ὁρῶν θεόν", ὅ μοι δοκεῖ πάντων χρημάτων ἰδίων τε καὶ κοινῶν εἶναι τιμιώτατον.

εἰ γὰρ πρεσβυτέρων ἢ ὑφηγητῶν ἢ ἀρχόντων ἢ γονέων ὄψις κινεῖ τοὺς βλέποντας πρὸς αἰδῶ καὶ εὐκοσμίαν καὶ σώφρονος βίου ζῆλον, πόσον τι νομίζομεν ἀρετῆς ἕρμα καὶ καλοκαγαθίας ἀνευρήσειν ἐν ψυχαῖς, αἳ τὸ γενητὸν πᾶν ὑπερκύψασαι τὸ ἀγένητον καὶ θεῖον ὁρᾶν πεπαίδευνται, τὸ πρῶτον ἀγαθὸν καὶ καλὸν καὶ εὔδαιμον καὶ μακάριον, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, τὸ κρεῖττον μὲν ἀγαθοῦ, κάλλιον δὲ καλοῦ, καὶ μακαριότητος μὲν μακαριώτερον, εὐδαιμονίας δὲ αὐτῆς εὐδαιμονέστερον, καὶ εἰ δή τι τῶν εἰρημένων τελειότερον.

οὐ γὰρ φθάνει προσαναβαίνειν ὁ λόγος ἐπὶ τὸν ἄψαυστον καὶ ἀναφῆ πάντῃ θεόν, ἀλλ’ ὑπονοστεῖ καὶ ὑπορρεῖ κυρίοις ὀνόμασιν ἀδυνατῶν ἐπιβάθρᾳ χρῆσθαι πρὸς δήλωσιν, οὐ λέγω τοῦ ὄντος — οὐδὲ γὰρ ὁ σύμπας οὐρανὸς ἔναρθρος φωνὴ γενόμενος εὐθυβόλων καὶ εὐσκόπων εἰς τοῦτο ἂν εὐποροίη ῥημάτων — ἀλλὰ τῶν δορυφόρων αὐτοῦ δυνάμεων, κοσμοποιητικῆς τε καὶ βασιλικῆς καὶ προνοητικῆς καὶ τῶν ἄλλων ὅσαι εὐεργέτιδές τε καὶ κολαστήριοι,

εἰ καὶ τὰς κολαστηρίους ἐν εὐεργέτισι τακτέον, οὐ μόνον ἐπειδὴ νόμων καὶ θεσμῶν εἰσι μοῖραι — νόμος γὰρ ἐκ δυοῖν συμπληροῦσθαι πέφυκε, τιμῆς ἀγαθῶν καὶ πονηρῶν κολάσεως —, ἀλλ’ ὅτι καὶ ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει πολλάκις μὲν καὶ τοὺς ἁμαρτάνοντας, εἰ δὲ μή, πάντως γοῦν τοὺς πλησιάζοντας· αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν.

Τίς γὰρ ἰδὼν Γάιον μετὰ τὴν Τιβερίου Καίσαρος τελευτὴν παρειληφότα τὴν ἡγεμονίαν πάσης γῆς καὶ θαλάσσης ἀστασίαστον καὶ εὔνομον καὶ πᾶσι τοῖς μέρεσιν ἡρμοσμένην εἰς τὸ σύμφωνον, ἑῴοις, ἑσπερίοις, μεσημβρινοῖς, ἀρκτικοῖς — τοῦ μὲν βαρβαρικοῦ γένους τῷ Ἑλληνικῷ, τοῦ δ’ Ἑλληνικοῦ τῷ βαρβαρικῷ, καὶ τοῦ μὲν στρατιωτικοῦ τῷ κατὰ πόλεις, τοῦ δὲ πολιτικοῦ τῷ στρατευομένῳ συμφρονήσαντος εἰς μετουσίαν καὶ ἀπόλαυσιν εἰρήνης — οὐκ ἐθαύμασε καὶ κατεπλάγη τῆς ὑπερφυοῦς καὶ παντὸς λόγου κρείττονος εὐπραγίας,

ἐξ ἑτοίμου τἀγαθὰ ἀθρόα σωρηδὸν κεκληρονομηκότα, παμπληθεῖς θησαυροὺς χρημάτων, ἄργυρον καὶ χρυσόν, τὸν μὲν ὡς ὕλην, τὸν δὲ ὡς νόμισμα, τὸν δὲ ὡς προκόσμημα δι’ ἐκπωμάτων καί τινων ἑτέρων ἃ πρὸς ἐπίδειξιν τεχνιτεύεται, παμπληθεῖς δυνάμεις, πεζάς, ἱππικάς, ναυτικάς, προσόδους ὥσπερ ἐκ πηγῶν ἀενάῳ τινὶ φορᾷ χορηγουμένας,

ἀρχὴν οὐχὶ τῶν πλείστων καὶ ἀναγκαιοτάτων μερῶν τῆς οἰκουμένης, ἃ δὴ καὶ κυρίως ἄν τις οἰκουμένην εἴποι, δυσὶ ποταμοῖς ὁριζομένην, Εὐφράτῃ τε καὶ Ῥήνῳ, τῷ μὲν ἀποτεμνομένῳ Γερμανίαν καὶ ὅσα θηριωδέστερα ἔθνη, Εὐφράτῃ δὲ Παρθυηνὴν καὶ τὰ Σαρματῶν γένη καὶ Σκυθῶν, ἅπερ οὐχ ἧττον ἐξηγρίωται τῶν Γερμανικῶν, ἀλλ’, ὡς εἶπον ἤδη, τὴν ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου τήν τε ἐντὸς ὠκεανοῦ καὶ ὑπερωκεάνιον; ἐφ’ οἷς ὅ τε Ῥωμαίων δῆμος ἐγεγήθει καὶ πᾶσα Ἰταλία τά τε Ἀσιανὰ καὶ Εὐρωπαῖα ἔθνη.

ὡς γὰρ ἐπ’ οὐδενὶ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἅπαντες ἠγάσθησαν, κτῆσιν καὶ χρῆσιν ἰδίων τε καὶ κοινῶν ἀγαθῶν οὐκ ἐλπίζοντες ἕξειν, ἀλλ’ ἔχειν ἤδη νομίζοντες πλήρωμά τινος εὐτυχίας, ἐφεδρευούσης εὐδαιμονίας.

οὐδὲν γοῦν ἦν ἰδεῖν ἕτερον κατὰ πόλεις ἢ βωμούς, ἱερεῖα, θυσίας, λευχειμονοῦντας, ἐστεφανωμένους, φαιδρούς, εὐμένειαν ἐξ ἱλαρᾶς τῆς ὄψεως προφαίνοντας, ἑορτάς, πανηγύρεις, μουσικοὺς ἀγῶνας, ἱπποδρομίας, κώμους, παννυχίδας μετ’ αὐλῶν καὶ κιθάρας, τέρψεις, ἀνέσεις, 1 τοῦ ante Τιβερίου add. Α (Mang.), om. ceteri (Turn.) 2 θαλάσσης CGO: θαλάττης ceteri (v) 3 καὶ om. M ἡρμοσμένον Turn. 5 δ’ CGA: δὲ ceteri (v) στρατιωκοῦ C 6 τὸ στρατευόμενον συμφρονήσαντος CGOMAH (coni. Mang.): συμφωνήσαντος L (v) 7 μετουσίαν καὶ] θαυμασίαν A τῆς] τῆς δέ Α, τῆς τε Mang. 8 ὑποφυοῦς M τἀγαθὰ CAL (Turn.): τὰ ἀγαθά ceteri (Mang.) 9 κεκληροωομηθέντα Η 11 προκόσμημα Mang.: προβόσκημα codd. (v) 12 ναυτικὰς ἱππικὰς transp. A προσώδους C 13 ἀενάω CG: ἀεννάῳ MH (v), ἀεννάων OA φορὰ τινι transp. Α χορηγούμενον GO, alt. ν in i corr. vid. C 14 ἄν τις om. M εἴποι post τις add. Η1, expunxit H2 16 παρθυηνὴν CG (πκρθυή νην H, mavult Mang.): παρθοκὴν M, παρθικὴν OA; Παρθυὴν v 17 σκηθῶν M ἐξηγρίωνται Α 19 pr. τ᾿ A ὠκενοῦ C ὕπερ (sic) ὠκεανὸν C 20 ἐγεγήθει] ἐγενήθη CGO τ᾿ A εὐρωπέα CGL CGL 21 ἐπ᾿] ὑπ᾿ Α γεναμένων G ἠγάσθησαν] ἠγαλλιάσθησαν coni. Mang. 22 ἐπελπίζοντες G 23 ἡδῆ om. M καὶ ἐφεδρευούσης coni. Mang. 2.5 ἐστεφανομενους G ἐκεχειρίας, παντοίας ἡδονὰς διὰ πάσης αἰσθήσεως.

τότε οὐ πλούσιοι πενήτων προύφερον, οὐκ ἔνδοξοι ἀδόξων, οὐ δανεισταὶ χρεωστῶν, οὐ δεσπόται δούλων περιῆσαν, ἰσονομίαν τοῦ καιροῦ διδόντος, ὡς τὸν παρὰ ποιηταῖς ἀναγραφέντα Κρονικὸν βίον μηκέτι νομίζεσθαι πλάσμα μύθου διά τε τὴν εὐθηνίαν καὶ εὐετηρίαν τό τε ἄλυπον καὶ ἄφοβον καὶ τὰς πανοικίας ὁμοῦ καὶ πανδήμους μεθ’ ἡμέραν τε καὶ νύκτωρ εὐφροσύνας, αἳ μέχρι μηνῶν ἑπτὰ τῶν πρώτων ἄπαυστοι καὶ συνεχεῖς ἐγένοντο.

τῷ δὲ ὀγδόῳ κατασκήπτει βαρεῖα νόσος τῷ Γαΐῳ τὴν πρὸ μικροῦ δίαιταν, ὅτε ἔζη Τιβέριος, εὐκολωτέραν καὶ διὰ τοῦτο ὑγιεινοτέραν οὖσαν εἰς πολυτέλειαν μεθαρμοσαμένῳ. πολὺς γὰρ ἄκρατος καὶ ὀψοφαγίαι καὶ ἐπὶ πλήρεσι τοῖς ὄγκοις ἀπλήρωτοι ἐπιθυμίαι θερμολουσίαι τε ἄκαιροι καὶ ἔμετοι καὶ εὐθὺς πάλιν οἰνοφλυγίαι καὶ ἔφεδροι γαστριμαργίαι, λαγνεῖαι διὰ παίδων καὶ γυναικῶν, καὶ ὅσα ἄλλα καθαιρετικὰ ψυχῆς καὶ σώματος καὶ τῶν ἐν ἑκατέρῳ δεσμῶν συνεπέθετο. τὰ δὲ ἐπίχειρα ἐγκρατείας μὲν ὑγεία καὶ ἰσχύς, ἀκρασίας δὲ ἀσθένεια καὶ νόσος γειτνιῶσα θανάτῳ.

Διαγγελείσης οὖν τῆς ὅτι νοσεῖ φήμης, ἔτι πλοΐμων ὄντων — ἀρχὴ γὰρ ἦν μετοπώρου, τελευταῖος πλοῦς τοῖς θαλαττεύουσιν, ἀπὸ τῶν πανταχόθεν ἐμπορίων εἰς τοὺς οἰκείους λιμένας καὶ ὑποδρόμους ἐπανιοῦσι, καὶ μάλιστα οἷς πρόνοια τοῦ μὴ διαχειμάζειν ἐπὶ ξένης ἐστί — μεθέμενοι τὸν ἁβροδίαιτον βίον ἐσκυθρώπαζον, συννοίας τε καὶ κατηφείας πᾶσα οἰκία καὶ πόλις γεγένητο μεστή, ἰσορρόπῳ λύπῃ τῆς πρὸ μικροῦ χαρᾶς ἀμφικλινοῦς γενομένης.

τὰ γὰρ μέρη πάντα τῆς οἰκουμένης αὐτῷ συνενόσησε, βαρυτέρᾳ νόσῳ χρησάμενα τῆς κατασχούσης Γάιον· ἐκείνη μὲν γὰρ σώματος ἦν αὐτὸ μόνον, ἡ δὲ τῶν πανταχοῦ πάντων, ψυχικῆς εὐσθενείας, εἰρήνης, ἐλπίδων, μετουσίας καὶ ἀπολαύσεως 4 ποιητὰς 5 διά τε C (Mang.): διὰ δέ GO, διὰ ceteri (Turn.) τό τ’ A 6 ἰὲ ante ὁμοῦ add. M πανδ ίμους (o eras.) C 7 ἄπαυστοι] ἀδίάστατοι coni. Mantr. ἐγίνοντο Α 8 δ’ Α νόσος (alt. ex ω) C 9 ὅτ’ MA εὐκολοτέραν L (v) 10 ὀψοφαγίαι CGOMA (prob. Mang.): ὀψοφαγία Η (v) 13 ὅσ᾿ Α τε post ψυχῆς add. Α 14 δεσμῶν] θεσμῶν coni. Mang. δ’ A ἐγκρατείας] σωφροσύνης A 1.5 ὑγίεια M δ’ Α 16 πλωΐμων M, προΐμων L 18 ἁπανταχόθεν MH (Tuni.) 19 ἐπανιοῦσιν L τοῦ] τό C ξένῃ Turn. ἐστίν H (v) 21 οἰκία καὶ om. MA ἡ ante πόλις add. A γεγένητο CGOMH: ἐγένετο Α (Mang.): ἐγεγένητο Turn. λύπῃ] φήμη Α τῆ 23 χρησάμενα] χρήματα Α 24 αὐτὸ Turn. (v): αὐτῶ codd. 25 ψυχικῆς codd. (Turn.): ψυχῆς Ven. 41 (Mang.) εὐσθενείας] εὐθηνίας Α (prob. Mang.) 14. 15 Flor. Laur. nr. 13 ἐγκρατείας τὰ ἐπίχειρα ὑγεία — νόσος. DB. fol. 217 Φίλωνος Mel. Barocc. fol. 134r τοῦ Φῶνος Maximi nonnulli codd. EcL cap. 27 Antou. Mel. I 38 Col. 908 (et 39 Col. 913) Φίλωνος: ἐγκρατείας μὲν ἴδιον ὑγίεια καὶ ἰσχύς — θανάτω (= Tischendorf, Philonea p. 155). ἀγαθῶν.

ἀνεπόλουν γὰρ ὅσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται· λιμόν, πόλεμον, δενδροτομίας, δῃώσεις χωρίων, στερήσεις χρημάτων, ἀπαγωγάς, τοὺς περὶ δουλείας καὶ θανάτου φόβους ἀνηκέστους, ὧν ἰατρὸς ἦν οὐδείς, μίαν ἐχόντων θεραπείαν τὸ ῥωσθῆναι Γάιον.

ὅτε γοῦν ἤρξατο λωφᾶν ἡ νόσος, ἐν βραχεῖ καὶ οἱ μέχρι περάτων συνῄσθοντο — φήμης γὰρ οὐδὲν ὠκύτερον —, καὶ μετέωρος πᾶσα πόλις ἦν ἀκοῆς ἀεὶ διψῶσα βελτίονος, ἕως διὰ τῶν ἐπιφοιτώντων παντελὴς ῥῶσις εὐηγγελίσθη, δι’ ἣν πάλιν ἐξ ὑπαρχῆς ἐπὶ τὰς αὐτὰς ἐτρέποντο θυμηδίας, ἰδίαν ἑαυτῶν νομίζουσαι σωτηρίαν πᾶσαι μὲν ἤπειροι πᾶσαι δὲ νῆσοι.

μέμνηται γὰρ οὐδεὶς τοσαύτην μιᾶς χώρας ἢ ἑνὸς ἔθνους γενέσθαι χαρὰν ἐπὶ σωτηρίᾳ καὶ καταστάσει ἡγεμόνος, ὅσην ἐπὶ Γαΐῳ συμπάσης τῆς οἰκουμένης καὶ παραλαβόντι τὴν ἀρχὴν καὶ ῥωσθέντι ἐκ τῆς ἀσθενείας.

ὥσπερ γὰρ ἐκ νομάδος βίου καὶ θηριώδους νῦν πρῶτον ἀρχόμενοι μεταβάλλειν πρὸς τὸ σύννομον καὶ ὁμοδίαιτον καὶ ἐξ ἐρημίας καὶ σηκῶν καὶ ὑπωρειῶν εἰσοικίζεσθαι πόλεσι τειχήρεσι καὶ ἐξ ἀνεπιτροπεύτου ζωῆς ὑπὸ ἐπιτρόπῳ τάττεσθαι νομεῖ τινι καὶ ἀγελάρχῃ τῆς ἡμερωτέρας ἀγέλης ἐγεγήθεσαν ἀγνοίᾳ τῆς ἀληθείας·

τυφλώττει γὰρ ὁ ἀνθρώπινος νοῦς πρὸς τὴν τοῦ συμφέροντος ὄντως αἴσθησιν εἰκασίᾳ καὶ στοχασμῷ μᾶλλον ἢ ἐπιστήμῃ χρῆσθαι δυνάμενος.

Εὐθὺς γοῦν οὐκ εἰς μακρὰν ὁ σωτὴρ καὶ εὐεργέτης εἶναι νομισθεὶς καί τινας ἀγαθῶν πηγὰς νέας ἐπομβρήσειν Ἀσίᾳ τε καὶ Εὐρώπῃ πρὸς εὐδαιμονίαν ἀκαθαίρετον, ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ, τὸ λεγόμενον δὴ τοῦτο "ἀφ’ ἱερᾶς“ ἤρξατο μεταβαλὼν πρὸς τὸ ἀτίθασον, μᾶλλον δὲ ἣν συνεσκίαζεν ἀγριότητα τῷ πλάσματι τῆς ὑποκρίσεως 3 ἣν transp. Α 4 λοφᾶν C 5 συνήσθηντο M, ἤσθοντο Α 8 ἐτρέπετο M 10 τοσαύτην MGAH (Mang.): τοσαύτης CO (Tuni.) χώρας μιᾶς transp. H (v) 10. 11 σωτηρίᾳ καὶ om. Α 11 ὅσον Α; ὡς ἦν Mang. τῆς οἰκουμένης συμπάσης transp. Α 11. 12 καὶ παραλαβόντι A (Mang.): καίπερ ἀλύοντος ceteri (Turn.) 12 ῥωσθέντι Α (Mang.): ῥωσθέντος ceteri (Turn.) γὰρ om. Α 14 tert. καὶ om. H (Turn.) ὑπωρειῶν OMAH (Mang.): ὑπωριῶν G, ὑποριῶν C; ὐπορειῶν Turn. 1.5 καὶ ante εἰσοικίζεσθαι add. M 16 ἀγελάρχη CGOMA (Mang.): ἀγελάρχῳ Η (Turn.) ἡμετέρας C ἐγεγήθεσαν CGO: ἐγεγήθεισαν ceteri (v) 17 ἀνθρώπειος H (v) 18 αἴσθησιν ΑΗ (v) : αἴρεσιν CGOM εἰκασία CGOMA (Mang.): εἰκασμῷ H (Turn.) 20 οὑν MA 6 om. Mang. εἶναι om. Α 21 νομιζόμενος Α νέας om. ML ἐπομβρίσειν CO, ἐπομβρύσειν G, ἐπεμβρήσειν M 23 ἀφ’ ἱερὰς codd.: ἀφ’ ἑστίας 23. 24 ἀτίθασσον Α (v) 1—3 DK fol. 77r Φῶνος ἐκ τῆς πρὸς Γάιον πρεσβύτερον DP fol. IQv Φίλωνος ἐκ τοῦ πρό Γάιον DL fol. 61v Φίλωνος ἐκ τοῦ πρός Γάιον DR fol. 32r DL fol. 36v DV p. 359 Φίλωνος: to πόσα καὶ ἡλίκα — φύεται· λιμός, πόλεμος, δῃώσεις (λέωσις DP) χωρίων δῃώσεις χωρίων om. DR), στέρησις χρημάτων, ἀπαγωγαί (vel ἀπαγωγή), οἱ περὶ — φόβοι. 5. 6 DK fol. 275r Φίλωνος ἐκ τῆς πρός Γάιον πρεσβείας DV p. 711 Φίλωνος: φήμης οὐδέν ὠκύτερον. ἀναφήνας.

τὸν γὰρ ἀνεψιὸν καὶ κοινωνὸν ἀπολειφθέντα τῆς ἀρχῆς καὶ οἰκειότερον αὐτοῦ διάδοχον — ὁ μὲν γὰρ θέσει υἱωνὸς ἦν, ὁ δὲ φύσει Τιβερίου — κτείνει προφασισάμενος ἐπιβουλήν, μηδὲ τῆς ἡλικίας χωρούσης ἔγκλημα τοιοῦτον· ἄρτι γὰρ ἐκ παίδων εἰς μειράκιον ὁ δύστηνος μετῄει.

καὶ ὥς γέ φασί τινες, εἰ βραχὺν ἐπεβίω χρόνον Τιβέριος, ὁ μὲν ἂν ἐκποδὼν ἐγεγένητο Γάιος, δι’ ὑποψιῶν κεχωρηκὼς ἀνηκέστων, ὁ δὲ γνήσιος υἱωνὸς μόνος ἀπεδέδεικτο ἡγεμὼν καὶ κληρονόμος τῆς παππῴας ἀρχῆς.

ἀλλ’ ὁ μὲν ὑπὸ τῆς εἱμαρμένης ἔφθη συναρπασθείς, πρὶν ἐπὶ τέλος ἀγαγεῖν τὰ βουλεύματα· Γάιος δὲ τὴν ἐκ τοῦ παραβαίνειν τὰ πρὸς τὸν κοινωνὸν δίκαια διαβολὴν ἐνόμιζεν ἀποδράσεσθαι καταστρατηγῶν.

τὸ δὲ σόφισμα τοιοῦτον ἦν· συναγαγὼν τοὺς ἐν τέλει „βούλομαι μὲν“ ἔφη „τὸν γένει μὲν ἀνεψιὸν εὐνοίᾳ δὲ ἀδελφόν, ἑπόμενος καὶ τῇ τοῦ τετελευτηκότος Τιβερίου γνώμῃ, κοινοπραγεῖν τῆς αὐτοκρατοῦς ἐξουσίας· ὁρᾶτε δὲ καὶ αὐτοὶ νήπιον ἔτι ὄντα κομιδῇ καὶ χρῄζοντα ἐπιτρόπων καὶ διδασκάλων καὶ παιδαγωγῶν.

ἐπεὶ τί ἂν ἦν μεῖζον ἀγαθὸν ἢ τὰ τοσαῦτα βάρη τῆς ἡγεμονίας μὴ μίαν ψυχὴν ἢ σῶμα ἓν ἐπηχθίσθαι, ἀλλ’ ἔχειν τὸν δυνησόμενον ἐπελαφρίζειν καὶ συνεπικουφίζειν; ἐγὼ δὲ“ ἔφη "παιδαγωγοὺς καὶ διδασκάλους καὶ ἐπιτρόπους ὑπερβαλὼν ἐμαυτὸν μὲν ἤδη

γράφω πατέρα, υἱὸν δὲ ἐκεῖνον.“ τούτοις καὶ τοὺς παρόντας ἀπατήσας καὶ τὸ μειράκιον — δέλεαρ γὰρ ἦν ἡ θέσις οὐκ ἐλπιζομένης ἡγεμονίας, ἀλλ’ ἀφαιρέσεως ἧς εἶχεν ἤδη — τῷ συγκληρονόμῳ καὶ κοινωνῷ δικαίῳ μετὰ πολλῆς ἀδείας οὐδενὸς ἔτι πεφροντικὼς ἐπεβούλευεν. ἡ γὰρ υἱοῦ παντελὴς ἐξουσία κατὰ τοὺς τῶν Ῥωμαίων νόμους 1 ἀπολειφθέντα] ἀποδειχθέντα coni. Mang. 4 πρός ante ἔγκλημα add. CGO οι τοσοῦτον M ὁ δύστηνος εἰς μειράκιον transp. M 5 ἐπεβίωσε 6 ἂν] γὰρ A δι’] δ’ M 7 ἂν ἀποδέδεικτο M, ἀπεδείκνυτο A, ἀποδέδεικτο L 8 ὑπό] ἔπι Ο 9 ἀγαγεῖν OMAH: ἐπαγαγεῖν CG τὴν] τῆ M, τοῦ H1 τῆς H2L 10 κοινωνὸν] κοινὸν εὐεργέτην Α διαβολὴν CA: διαβολὴ 0, διαβολὴ GM, διαμονῆς H ἀποδράσεσθαι CGA (Mang.): ἀποδράσασθαι OMH (Turn.) καταστρατηγῶν σοφίσματι coni. Mang. 11 τοιοῦτον σόφισμ’ transp. Α βουλοίμην coni. Maug. (Dahl) μὲν om. Α 13 τελευτηκότος GH, τελευτήσαντος M 14 pr. καὶ om. H αὐτὸν ἔτ᾿ A om. M 15 ἢ] εἰ AH​ 16 μία ψυχὴ A ἐπηχθίσθαι CM: ἐπιχθῆσθαι G, ἐπηχθῆσθαι 0, ἐπηχθίσθη Α, ἐπήχθισται H ἔχειν] ἔσχε Α 17 ἐπικουφίζειν H δ’ Α ἔφη seclusit Dah] 18 ὑπερβαλὼν] ὑπερβάς coni. Mang., ὑπερβαίνων coni. Cohn. μὲν CGO: om. ceteri (v) 19 δ’ Α 20 δέλεαρ — θέσις om. Α 21 ἀλλὰ C ἧς Cohn et Wendl. : ἣν codd. (v) εἶχον M τῶ GOAH: τῶν CM συγκληρονόμω Α (coni. Mang.): σκληρονόμων G, συγκληρονόμων ceteri (v) ; συγκληρονομεῖν coni. Ernesti 21. 22 καὶ κοινωνῷ om. OA 22 κοινωνῷ Mang.: κοινωνῶν codd. (v): κοινωνεῖν coni. Ernesti δικαίω CGOH: δικαίων MA (coni. Mang.) οὐδὲν Η 23 τῶν om. MA ἀνάκειται πατρί, δίχα τοῦ καὶ ἀνυπεύθυνον ἀρχὴν εἶναι τὴν αὐτοκράτορα, μηδενὸς ἐπὶ τοῖς ὁπωσοῦν πεπραγμένοις λόγον ἀπαιτεῖν τολμῶντος ἢ δυναμένου.

τοῦτον μὲν δὴ καθάπερ ἐν τοῖς ἀγῶσιν ἔφεδρον ὑπολαβὼν εἶναι καταπαλαίει, μήτε συντροφίας μήτε οἰκειότητος μήτε ἡλικίας οἶκτον λαβών, δύστηνον, ὠκύμορον, συνάρχοντα, συγκληρονόμον, τὸν ἐλπισθέντα ποτὲ καὶ μόνον αὐτοκράτορα διὰ τὴν πρὸς Τιβέριον ἐγγυτάτω συγγένειαν· υἱωνοὶ γὰρ πατέρων ἀποθανόντων ἐν υἱῶν τάξει παρὰ πάπποις καταριθμοῦνται.

λέγεται δὲ ὅτι καὶ κελευσθεὶς αὐτοχειρίᾳ κτείνειν ἑαυτόν, ἐφεστώτων ἑκατοντάρχου καὶ χιλιάρχου, οἷς εἴρητο μὴ συνεφάψασθαι τοῦ ἄγους, ὡς οὐκ ἐξὸν αὐτοκρατόρων ἀπογόνους πρὸς ἑτέρων ἀναιρεῖσθαι — νόμων γὰρ ἐν ἀνομίαις καὶ ὁσιότητος ἐν ἀνοσιουργίαις ἐμέμνητο κατειρωνευόμενος τὴν φύσιν τῆς ἀληθείας —, ἀπείρως ἔχων — οὐδὲ γὰρ ἕτερόν τινα κτεινόμενον εἶδεν οὐδὲ ἤσκητό πω ταῖς ὁπλομαχίαις, αἳ μελέται καὶ προγυμνάσματα παίδων ἐφ’ ἡγεμονίᾳ τρεφομένων εἰσὶ διὰ τοὺς ἐνισταμένους πολέμους — τὸ μὲν πρῶτον τοὺς ἥκοντας παρεκάλει τὸν αὐχένα προτείνας ἀνελεῖν.

ὡς δ’ οὐχ ὑπέμενον, αὐτὸς λαβὼν τὸ ξίφος ἐπυνθάνετο τὸν καιριώτατον τόπον ὑπ’ ἀγνοίας καὶ ἀηθείας, ἵνα εὐσκόπῳ πληγῇ τὴν ἀθλίαν ζωὴν ἀπορρήξῃ. καὶ οἱ μὲν οἷα διδάσκαλοι κακοδαιμονίας ὑφηγοῦντό τε καὶ ἐδείκνυσαν τὸ μέρος, ᾧ χρὴ τὸ ξίφος ἐπενεγκεῖν· ὁ δὲ πρώτην καὶ ὑστάτην μάθησιν ἀναδιδαχθεὶς ἀνδροφόνος αὐτὸς αὑτοῦ γίνεται βιασθείς, ὁ δύστηνος.

Ἐπεὶ δὲ ὁ πρῶτος καὶ μέγιστος ἆθλος οὗτος Γαΐῳ κατείργαστο, μηδενὸς ἔτι λειπομένου κοινωνοῦ τῆς ἡγεμονίας πρὸς ὃν ἀποκλινοῦσί τινες τῶν ἐθελοκακούντων καὶ ἐν ὑποψίαις ὄντων, ἐπὶ δεύτερον εὐθὺς ἐκονίετο τὸν Μάκρωνος, ἀνδρὸς εἰς πάντα αὐτῷ συναγωνισαμένου τὰ τῆς ἀρχῆς, οὐ μόνον ἀποδειχθέντι ἡγεμόνι — κολακείας γὰρ ἴδιον τὰς εὐπραγίας θεραπεύειν — ἀλλὰ καὶ πρότερον εἰς τὸ τυχεῖν τῆς ἡγεμονίας.

ὁ γὰρ Τιβέριος 1 Η καὶ τοῦ transp. M καὶ om. τὴν] τὸν H αὐτοκράτορος coni. Mang. 2 ὁποσοῦν M πεπραγμένοις ὁπωσοῦν trausp. Α πεπραγμένοις] γινομένοις M 3 ἀγω σιν (σιν ἔ eras.) C 4 tert. μήτε] μήθ’ Α 6 οὐκ post μόνον „ex mss." se restituisse ait Mang., sed om. codd. omnes (Turn.) ἐγγυτάτην Η (Turn.) 7 υἱωνοὶ] υἱῶν· οἱ CGO ἀποθανόντων πατέρων transp. Α υἱωνοὶ post ἀποθανόντων add. CGO 8 δ’ Α κτεῖναι ἑαυτῶν Α 9 ἑκατοντάρχων καὶ χιλιάρχων Η (Turn.) 10 τοῦ] τοὺς G ἅγους Η ἕξων G, ἐξῆν Α ἀναιρεῖσθαι] ἀπολεῖσθαι A 13 ἴδεν G οὐδὲ codd: οὐδ’ V 14 εἰσὶν CL 15 μὲν om. Α γὰρ ante πρῶτον add. M 16 προτείνας 0: ἀποτείνας ceteri (v) δὲ GO 17 ὑπ’] τῆς A ἵν’ Α 20 ἐνεγκεῖν 21 αὐτοῦ GOM 22 δ’ Α οὕτως M 23 κοινωνοῦ τῆς ἡγεμονίας Cohn: τῆς ἡγεμονίας codd. (v) ; τῆς συγγενείας vel τῆς ἡγεμονίδος οἴκου coni. Mang. ἀποκλίνουσι GH 24 τὸν] τῶν M 25 ἅπαντ’ Α 26 εὐπραγίας Α (Mang.): εὐπραξίας ceteri (Turn.) 26. 27 DK fol. 191r ἐκ τῆς πρός Γάιον πρεσβείας: κολάκων ἴδιον τὰς εὐπραξίας θεραπεὺειν. φρονήσει βαθείᾳ χρώμενος καὶ τῶν κατ’ αὐτὸν ἁπάντων δεινότατος ὢν ἀφανὲς ἀνθρώπου βούλημα συνιδεῖν καὶ ἐπὶ τοσοῦτον συνέσει διενεγκών, ἐφ’ ὅσον καὶ εὐτυχίᾳ, πολλάκις ὑπεβλέπετο τὸν Γάιον ὡς κακόνουν μὲν ἅπαντι τῷ Κλαυδίων οἴκῳ, προσκείμενον δὲ μόνῳ τῷ μητρῴῳ γένει — καὶ ἐδεδίει περὶ τοῦ υἱωνοῦ, μὴ νέος ἀπολειφθεὶς παραπόληται —,

πρὸς δὲ ἀρχὴν καὶ τοσαύτην ἀνεπιτηδείως ἔχοντα διά τε τὸ τῆς φύσεως ἄμικτον καὶ ἀκοινώνητον καὶ τὴν τῶν ἠθῶν ἀνωμαλίαν· ἀλλόκοτα γὰρ αὐτῷ καὶ ἐπιμανῆ κατεφαίνετο, μηδεμιᾶς σῳζομένης ἀκολουθίας, μήτε ἐν λόγοις μήτε ἐν ἔργοις.

ἃ παντὶ σθένει κατὰ τὸ παρεῖκον ὁ Μάκρων ἐθεράπευε, τὰς μὲν ὑπονοίας τοῦ Τιβερίου καὶ ἐν οἷς μάλιστ’ ἐδόκει τὴν διάνοιαν ἑλκοῦσθαι διὰ τὸν ἄληκτον ἐπὶ τῷ υἱωνῷ φόβον ἐξιώμενος.

εὔνουν γὰρ καὶ πειθαρχικὸν ἀπέφαινε τὸν Γάιον καὶ σφόδρα ἡττημένον τοῦ ἀνεψιοῦ, ὡς ἕνεκα φιλοστοργίας καὶ μόνῳ ἂν ἐθελῆσαι τῆς ἀρχῆς ὑπεκστῆναι· τὴν δὲ αἰδῶ μὴ λυσιτελῆσαι πολλοῖς, ὑφ’ ἧς καὶ Γάιον ἁπλοῦν ὄντα ποικίλον νομίζεσθαι.

καὶ ὁπότε μὴ πείθοι τὰ εἰκότα διεξιών, τὴν ἀπὸ συνθηκῶν πίστιν ἐπέφερεν, „ἐγγυῶμαι“ λέγων, „ἀξιόχρεώς εἰμι πρὸς πίστιν· ἱκανὰς ἀποδείξεις δέδωκα τοῦ φιλόκαισαρ ἰδίως καὶ φιλοτιβέριος εἶναι, τὴν ἐπίθεσιν καὶ καθαίρεσιν ἐγχειρισθεὶς Σηιανοῦ.“

καὶ συνόλως δὲ ἱκανὸς ἦν ἐν τοῖς εἰς Γάιον ἐπαίνοις, εἰ δεῖ καλεῖν ἀξίως ἐπαίνους τὰς ἀπολογίας, αἳ πρὸς τὰς ἐξ ὑπονοιῶν αἰτίας καὶ κατηγορίας ἀδήλους καὶ ἀσαφεῖς ἐγίνοντο· συνόλως γὰρ ὅσα περὶ ἀδελφῶν εἴποι τις ἂν ἢ υἱῶν γνησίων ἐγκώμια, τοσαῦτα καὶ ἔτι πλείω Μάκρων ὑπὲρ Γαΐου διεξῄει πρὸς Τιβέριον.

αἴτιον δέ, ὡς ὁ τῶν πολλῶν λόγος, οὐ μόνον τὸ ἀντιθεραπεύεσθαι πρὸς αὐτοῦ τὸν Μάκρωνα, πλεῖστον ἢ καὶ σύμπαν ἐν τῇ ἡγεμονίᾳ δυνάμενον, ἀλλὰ καὶ ἡ Μάκρωνος γυνὴ διὰ σιωπωμένην αἰτίαν, 1 φρονήσει om. Α καὶ om. Α κατ’ αὐτὸν (prob. Mang.): καθ’ αὐτῶν Μ, καθ’ αὑτὸν ceteri (v) 2 βούλευμα coni. Mang. 3 ἐφ’ om. MA ὁπόσον M οὐ 4 Κλαυδίων Cohn: Κλαυδίῳ L, Κλαυδίου ceteri (v) μόνω CGO: om. AH, post γένει transp. M 6 δὲ CGOMH (Turn.): τε Α (Mang.) xat om. A (Maug.) ἔκρινε post ἔχοντα add. Α (Mang.) 7 ἀλλόκοτον Α 8 ἐπιμανὲς A 8. 9 μήτ᾿ — μήτ’ A 9 ἅπαντι CGO παρεῖκον Mang.: παρῆκον codd, (v) 10 καὶ om. A μάλιστα OMH (v) διάνοιαν] εὐμένειαν Α 11 ἕλκεσθαι Α διὰ] καὶ Α, om. H ἄληκτον] ἀλλόκοτον Α; ἄλεκτον coni. Mang. τῷ] τὸν υἱωνῷ] οἰωνῷ C ἐξιόμενος M εὔνουν] ἐπιεικῆ coni. Mang. 12 πιθαρχικὸν C ἀπέφνε (sic) G 14 δ’ Α 15 συνθηκῶν] σκυθῶν CGO 16 πίστιν supplevit Mang. (Dahi): om. codd. (v) ἐγγιῶμαι MG λέγειν 18 ἐπίθεσιν Maug. (Dahl): ὑπόθεσιν codd. (v) ; ἀπόθεσιν coni. Morus 19 δεῖ] δὲ L; δὴ coni. Ernesti ἀξίως scripsi: ἀξίας codd. (v) ; ἄξιον coni. Mang. ἐπαίνους Mang.: ἐπαίνου codd. (v) 21 ἀσαφεῖς Turn. (v): σαφεῖς codd. ἐγενοντο A ἄν om. M 22 γνήσια M 23 δέ] δή Α 24 καὶ om. Α 13. 14 DR foK 75v DL fol. 162r DM fol. 84r DV p. 378 Φίλωνος τὴν αἰδῶ φασι φησι DL) μὴ λυσιτελῆσαι πολλοῖς. ἣ καθ’ ἑκάστην ἡμέραν ἤλειφε καὶ συνεκρότει τὸν ἄνδρα μηδὲν ἀνιέναι σπουδῆς καὶ βοηθείας τῆς ὑπὲρ τοῦ νεανίσκου. δεινὸν δὲ γυνὴ γνώμην ἀνδρὸς παραλῦσαι καὶ παραγαγεῖν, καὶ μάλιστα μαχλάς· ἕνεκα γὰρ τοῦ συνειδότος κολακικωτέρα γίνεται.

ὁ δὲ τὴν διαφθορὰν μὲν τοῦ γάμου καὶ τῆς οἰκίας ἀγνοῶν, τὴν δὲ κολακείαν εὔνοιαν ἀκραιφνεστάτην εἶναι νομίζων, ἀπατᾶται καὶ λανθάνει τοῖς στρατηγήμασι τοὺς ἐχθίστους ὡς φιλτάτους προσιέμενος.

Εἰδὼς οὖν, ὅτι παρὰ μικρὸν ἐλθόντα μυριάκις αὐτὸν ἀπολέσθαι διέσωσεν, ἀνυπούλοις καὶ πεπαρρησιασμέναις ἐχρῆτο ταῖς νουθεσίαις· ἐβούλετο γάρ, ὡς ἀγαθὸς δημιουργός, ἀκαθαίρετον διαμεῖναι τὸ οἰκεῖον ἔργον, μήτε ὑπ’ αὐτοῦ διαλυθὲν μήτε ὑφ’ ἑτέρου.

ὁπότε οὖν ἢ καταδαρθόντα ἐν συμποσίῳ θεάσαιτο, περιανίστη στοχαζόμενος ἅμα μὲν τοῦ πρέποντος ἅμα δὲ καὶ τῆς ἀσφαλείας — εὐεπιβούλευτον γὰρ ὁ κοιμώμενος —, ἤ τινας ἐκμανῶς ὀρχηστὰς ὁρῶντα ἢ ἔστιν ὅτε συνορχούμενον ἢ ἐπὶ μίμοις αἰσχρῶν καὶ σκωμμάτων μὴ ὑπομειδιῶντα σεμνότερον ἀλλὰ μειρακιωδέστερον καγχάζοντα ἢ κιθαρῳδῶν ἢ χορῶν τῆς ἐμμελείας ἡττώμενον, ἔστιν ὅπου καὶ συνᾴδοντα, ἔνυττε πλησίον καθεζόμενος ἢ κατακεκλιμένος καὶ ἐπέχειν ἐπειρᾶτο.

πολλάκις δὲ καὶ ἐπικλίνας πρὸς οὖς, ἵνα μὴ κατακούοι τις ἕτερος, ἡσυχῇ καὶ πρᾴως ἐνουθέτει φάσκων· "οὐδενὶ τῶν παρόντων ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀνθρώπων ὅμοιον εἶναί σε δεῖ, οὔτε ἐν θεάμασιν οὔτε ἐν ἀκούσμασιν οὔτε ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ τὰς αἰσθήσεις, ἀλλὰ προφέρειν ἐπὶ τοσοῦτον ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ 1 ἣ CGO: om. ceteri εἴληφε M 3 μάχλος D Anton. Mel. 4 κολλικικωτέρα M διαφοράν MA 6 στρατηγήμασιν L 9 ἂν ὑπούλοις C πεπαρρησιασμένοις Α 10 μεῖναι Μ 11 pr. μήτε] μήθ᾿ A (Mang.) alt. μήτε] μήθ’ MA (Mang.) ὑφ’] ὑπὸ M γοῦν A 11. 12 καταδαρθόντα Cohn: καταδαρθέντα codd. (v) 12 περιανίστη] περιιὼν ἀνίστη Α περιὼν ἀνίστη Mang., προσιὼν ἀνίστη coniecerat Matthaei) μὲν om. Α 14 ἐκμανῶς om. Α; ἐκμανεῖς coni. Siegfried ὀρχιστὰς CGO ὀρχηστὰς ὀρχηστὰς ἐκμανῶς transp. M ὡς ante ἔστιν add. GOMAH (v), om. C (sic mavult Mang.) 15 ἐπὶ μίμοις] ἐπιτιμίοις M σκωμάτων M, σκομμάτων L; σκώμμασι coni. Cohn 16 καγχάζοντα GAH: κακχάζοντα CM, καχλάζοντα 0, καχάζοντα Cohn 17 ὡς ante ἔστιν add. MA (Mang.) ; ὥστ’ Dahl συνᾴδοντα C (Turn.): συνᾴδειν ceteri (Mang.) καθιζόμενος Mang. 17. 18 κατεοι κεκλιμένος M 19 κατακούῃ L, ἀκούοι Α ἡσυχῇ καὶ πράως om. M 20. 21 οὕτ’ (ter) A 22 ἐν om. C τὸν MD (Mang.): om. ceteri (Turn.) 2. 3 Flor. Laur. nr. 15 δεινὸν γυνὴ γνώμην ἀνδρὸς παραγαγεῖν. 2—4 DR fol. I36r Anton. Mel. II 34 Col. 1089 Φίλωνος: δεινὸν γυνὴ — κολακικωτέρα (μαλακικωτέρα sive μαχλικωτέρα vel μαλακωτέρα Anton. Mel.) γίνεται. 22—164,12 DR fol. 113v τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Γάιον πρεσβείας: τὸν ἡγεμόνα καὶ κύριον τῶν πραγμάτων τοσοῦτον χρὴ προφέρειν ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ ὅσον καὶ ταῖς εὐτυχίαις τῶν ἄλλων διενήνοχεν — πράγματος (v. 5). εἰ γὰρ τὰ (v. 8) — μεγίστης τέχνης πασῶν (cf. v. 13) ἐπιστήμονα; 14—17 DK fol. 170r DM fol. 206v DP (Harris p. 98) Φίλωνος ἐκ τῆς (τοῦ DM) πρὸς Γάιον πρεσβείας πρεσβύτερον DM) DR fol. 190v Φίλωνος DV p. 551 Flor. Paris. nr. 30: ἄξιον θαυμάσαι τὴν θάλασσαν, δι’ ἧς τὰς ἀντιδόσεις τῶν ἀγαθῶν τῶν ἀγαθῶν om. Dk) αἰ χῶραι ἀλλήλαις ἀντεκτίνουσιν καὶ τὰ μὲν ἐνδέοντα λαμβάνουσιν, ὧν δὲ ἄγουσιν περιουσίαν ἀντιπέμπουσιν ἀναπέμπουσιν DK). ὅσον καὶ ταῖς εὐτυχίαις διενήνοχας.

ἄτοπον γὰρ τὸν ἡγεμόνα γῆς καὶ θαλάττης νικᾶσθαι πρὸς ᾠδῆς ἢ ὀρχήσεως ἢ χλευαστικοῦ σκώμματος ἤ τινος τῶν ὁμοιοτρόπων, ἀλλὰ μὴ ἀεὶ καὶ πανταχοῦ μεμνῆσθαι τῆς ἡγεμονίας, καθάπερ ποιμένα τινὰ καὶ ἐπιστάτην ἀγέλης, τὰ πρὸς βελτίωσιν ἀπὸ παντὸς οὑτινοσοῦν ἐφ’ ἑαυτὸν ἕλκοντα καὶ λόγου καὶ πράγματος."

εἶτα ἔφασκεν· "ὅταν παρατυγχάνῃς σκηνικοῖς ἀγῶσιν ἢ γυμνικοῖς ἢ τοῖς κατὰ τὰς ἱπποδρομίας, μὴ σκόπει τὰ ἐπιτηδεύματα, ἀλλὰ τὴν ἐν τοῖς ἐπιτηδεύμασι κατόρθωσιν, καὶ λάμβανε τὸν τοιοῦτον λογισμόν·

εἰ τὰ μηδὲν ὠφελοῦντα τὸν ἀνθρώπινον βίον, τέρψιν δὲ καὶ ἡδονὴν αὐτὸ μόνον παρέχοντα θεαταῖς, ἐκπονοῦσιν οὕτω τινές, ὡς ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι καὶ γέρα καὶ τιμὰς καὶ στεφάνους μετὰ κηρυγμάτων λαμβάνειν, τί χρὴ πράττειν τὸν τῆς ἀνωτάτω καὶ μεγίστης τέχνης ἐπιστήμονα;

μεγίστη δὲ καὶ ἀρίστη τέχνη πασῶν ἐστιν ἡ ἡγεμονία, δι’ ἧς πᾶσα μὲν ἡ ἀγαθὴ καὶ βαθεῖα πεδιάς τε καὶ ὀρεινὴ γεωργεῖται, πᾶσα δὲ θάλαττα φορτηγοῖς ὁλκάσιν ἀκινδύνως διαπλεῖται κατὰ τὰς ἀντιδόσεις ὧν ἀλλήλαις ἀγαθῶν ἀντεκτίνουσιν αἱ χῶραι κοινωνίας ἱμέρῳ, τὰ μὲν ἐνδέοντα λαμβάνουσαι, ὧν δ’ ἄγουσι περιουσίαν ἀντιπέμπουσαι.

φθόνος γὰρ οὐδέποτε πᾶσαν τὴν οἰκουμένην ἐκράτησεν, ἀλλ’ οὐδὲ τὰς μεγάλας αὐτῆς ἀποτομάς, ὅλην Εὐρώπην ἢ ὅλην Ἀσίαν· ἀλλ’ ἰοβόλου τρόπον ἑρπετοῦ φωλεύει βραχέσιν εἰσερπύσας χωρίοις ἀνδρὶ ἑνὶ ἢ οἴκῳ ἑνὶ ἤ, εἴ ποτε πολὺς ἄγαν πνέοι, πόλει μιᾷ· πρὸς δὲ μείζονα κύκλον ἔθνους ἢ χώρας οὐ πρόσεισι, καὶ 2 ᾠδῆς] ὀργῆς A ὀρχήσεως ἡ ᾠδῆς transp. C 3 ὁμοτρόπων Η 4 ποιμένα τινὰ CGOD: τινὰ ποιμένα transp. ceteri (v) 5 ἀπό om. Α οἱ ὁτινοσοῦν M ὲφ᾿] πρὸς M λόγου] ζώου D 6 παρατυγχάνης Α, παρατυγχάνη G τοῖς] τὰς M 8 τὸν om. Α εἰ τὰ] εἶτα OM 9 δέ om. D καὶ ἡδονὴν αὐτὸ μόνον D: καὶ ἡδονὴν μόνην CGO, μόνην καὶ ἡδονὴν transp. ceteri (v) 11 λαμπροὺς ante λαμβάνειν add. 12 δὲ om. CGO 13 τέχνη om. L (Turn.) πασῶν τέχνη transp. M 15 καὶ ὁλκάσιν coni. Mang. 16 ἀντεκτείνουσιν MHD (Mang.), ἀντικτένουσιν 17 δ’ CA: δὲ ceteri (v) 20 εἰσερπίσας M ἄγαν Α: ἀγαπᾶν ceteri πνέει A 21 χώρας ἡ ἔθνους transp. A πρόεισι MA (coni. Mang.) μάλιστα ἀφ’ οὗ τὸ ὑμέτερον γένος τὸ Σεβαστὸν ὄντως ἤρξατο πρυτανεύειν τῶν πανταχοῦ πάντων.

ὅσα μὲν γὰρ εὐημέρει τῶν βλαβερῶν καὶ ἐν μέσοις ἐξητάζετο, πρὸς ἐσχατιὰς ὑπερόρια καὶ Ταρτάρου μυχοὺς ἤλασε, τὰ δὲ τρόπον τινὰ φυγαδευθέντα τῶν λυσιτελῶν καὶ ὠφελίμων κατήγαγεν ἀπὸ περάτων γῆς καὶ θαλάττης εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· ἃ πάντα μιᾷ χειρὶ σῇ κυβερνᾶν ἐπιτέτραπται.

παραπεμφθεὶς γοῦν ὑπὸ τῆς φύσεως ἐπὶ πρύμναν ἀνωτάτω καὶ τοὺς οἴακας ἐγχειρισθεὶς πηδαλιούχει τὸ κοινὸν ἀνθρώπων σκάφος σωτηρίως, ἐπὶ μηδενὶ μᾶλλον χαίρων καὶ τερπόμενος ἢ τῷ τοὺς ὑπηκόους εὐεργετεῖν.

ἄλλοι μὲν γὰρ ἄλλων ἔρανοι, οὓς ἀναγκαίως εἰσφέρουσιν ἰδιῶται κατὰ πόλεις· ἄρχοντι δὲ οἰκειότατος ἔρανος, βουλὰς ἀγαθὰς εἰσηγεῖσθαι περὶ τῶν ὑποτεταγμένων καὶ πράττειν τὰ βουλευθέντα ὀρθῶς καὶ ἀταμίευτα προφέρειν τὰ ἀγαθὰ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, πλὴν ὅσα κατὰ πρόνοιαν τῆς εἰς τὸ μέλλον ἀδηλότητος ἄξιον παραφυλάττειν."

Τοιούτοις κατεπῇδεν ὁ δυστυχής, ὥστε βελτιῶσαι τὸν Γάιον. ὁ δὲ φίλερις καὶ φιλόνεικος ὢν ἐπὶ τἀναντία τὴν διάνοιαν ἔτρεπεν, ὥσπερ εἰς ἐκεῖνα παρακληθείς, καὶ τὸν σωφρονιστὴν ἄντικρυς ἀπεθάρρει δυσωπεῖν, ἔστι δὲ ὅτε καὶ πόρρωθεν ἀφικνούμενον ὁρῶν πρὸς τοὺς πλησίον ταυτὶ διελάλει·

„πάρεστιν ὁ διδάσκαλος τοῦ μηκέτι μανθάνειν ὀφείλοντος, ὁ παιδαγωγὸς τοῦ μηκέτι παιδὸς ὄντος, ὁ νουθετητὴς τοῦ φρονιμωτέρου, ὁ τὸν αὐτοκράτορα τῷ ὑπηκόῳ πειθαρχεῖν ἀξιῶν, ἐθάδα τῆς ἡγεμονικῆς ἐπιστήμης καὶ παιδευτὴν ἑαυτὸν γράφει, παρὰ τίνι μαθὼν τὰ ἀρχικὰ ἔγωγε οὐκ οἶδα.

ἐμοὶ μὲν γὰρ ἐξ ἔτι σπαργάνων μυρίοι διδάσκαλοι γεγόνασι, πατέρες, ἀδελφοί, θεῖοι, ἀνεψιοί, πάπποι, πρόγονοι μέχρι τῶν ἀρχηγετῶν, οἱ ἀφ’ αἵματος πάντες καθ’ ἑκάτερον γένος τό τε πατρῷον 1 μάλιστ’ A ἀφ’ οὗ] αὐτοῦ M ἡμέτερον ΑΗ (Turn.) Σεβαστὸν εἰ Cohn: σεβάστιον CH (v): σεβάστιον M, σεβάστειον OA, σεάσμιον G ἤρξατο ὄντως τως transp. 2 ἁπάντων A 3 ἐξετάζετο L ἐσχατιᾶς Α; γῆς ἐσχατιὰς coni. Mang. ὑπερόρια codd. (mavult Mang.): ὑπερορίους v 5 εἰς — οἰκουμένην om. Α 5. 6 ἁ πάντα] ἅπαντα OMA 6 βασιλεῦ δικαιότατε ante παραπεμφθεὶς addendum censet Mang. ex D Anton. Mel. πεμφθεὶς M γοῦν om. M1D Anton. Mel., add, M2 7 τὴν ἀνωτάτω coni. Wendl. 8 σωτήριος ss. L2 (Turn.) μηδὲν H χαίρων μᾶλλον transp. Α 9 ἐν ante τᾷ add. Anton. Mel. τοὺς] τῆς H 10 δ’ Α 12 βουληθέντα L (Turn.) προσφέρειν MHD (Turn.) 13 τῆς om. Α ἀδηλότατος Α 15 τούτοις A κατεπᾴδων CO 18 δ’ MA ταυτὶ] παντὶ Ο 23 μέν om. M (v) ἐξ ἔτι σπαργάνων] ἔξεστιν ἐκ σπαργάνων γὰρ Α 24 γεγόνασιν Η μέχρι] μετὰ C 6—9 Anton. Mel. II 1 Col. 1004 Φίλωνος: βασιλεῦ δικαιότατε, παραπεμφθεὶς ὑπὸ τῆς φύσεως — ἢ ἐν τῷ τοὺς ὑπηκόους εὐεργετεῖν. 6 — 14 DR fol. 114 (post locum ad p. 163,22 adlatum) ἐκ τῆς αὐτῆς : βασιλεῦ δικαιότατε, παραπεμφθεὶς ὑπὸ — παραφυλάττειν. καὶ μητρῷον, αὐτοκρατεῖς ἐξουσίας περιποιησάμενοι, χωρὶς τοῦ κἀν ταῖς πρώταις τῶν σπερμάτων καταβολαῖς εἶναί τινας δυνάμεις βασιλικὰς τῶν ἡγεμονικῶν.

ὡς γὰρ αἱ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁμοιότητες κατά τε τὴν μορφὴν καὶ σχέσεις καὶ κινήσεις βουλάς τε καὶ πράξεις ἐν τοῖς σπερματικοῖς σῴζονται λόγοις, οὕτως εἰκὸς ἐν τοῖς αὐτοῖς ὑπογράφεσθαι τυπωδέστερον καὶ τὴν πρὸς ἡγεμονίαν ἐμφέρειαν.

εἶτα ἐμὲ τὸν καὶ πρὸ τῆς γενέσεως ἔτι κατὰ γαστρὸς ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλασθέντα αὐτοκράτορα τολμᾷ τις διδάσκειν, ἀνεπιστήμων ἐπιστήμονα; ποῦ γὰρ τοῖς ἰδιώταις πρὸ μικροῦ θέμις εἰς ἡγεμονικῆς ψυχῆς παρακύψαι βουλεύματα; τολμῶσι δὲ ὑπ’ ἀναισχύντου θράσους ἱεροφαντεῖν καὶ τελεῖν τὰ ἡγεμονικὰ μόλις ἂν ἐν μύσταις ἀναγραφέντες.“

ἐκ δὲ τοῦ κατ’ ὀλίγον μελετῶν ἀλλοτριοῦσθαι τοῦ Μάκρωνος ἤρχετο καὶ ψευδεῖς μὲν πιθανὰς δὲ καὶ εὐπαραγώγους κατ’ αὐτοῦ πλάττειν αἰτίας· δειναὶ γὰρ αἱ εὔθικτοι καὶ μεγάλαι φύσεις εἰκοτολογῆσαι.

τοιαῦται δὲ ἦσαν αἱ προφάσεις· „ἐμόν ἐστι τοῦ Μάκρωνος ἔργον Γάιος· μᾶλλον αὐτὸν ἢ οὐχ ἧττον τῶν γονέων γεγέννηκα· τρίς, οὐχ ἅπαξ, ἀνήρπαστο ἂν ἐπ’ αὐτῷ Τιβερίου φονῶντος, εἰ μὴ δι’ ἐμὲ καὶ τὰς ἐμὰς παρηγορίας· ἀλλὰ καὶ τελευτήσαντος ἔχων ὑπηκόους τὰς στρατιωτικὰς δυνάμεις εὐθὺς εἰς τὴν ἐκείνου παρέπεμψα τάξιν, ἀναδιδάσκων ὅτι ἀνδρὸς ἑνὸς γέγονεν ἔνδεια· μένει δὲ ἄρτιος καὶ πλήρης ἡ ἡγεμονία.“

τούτοις συνεπείθοντό τινες ὡς ἀψευδέσιν ἀγνοοῦντες τὸν φένακα τρόπον τοῦ λέγοντος· οὔπω γὰρ ἦν τὸ πεπλασμένον αὐτοῦ καὶ ποικίλον τῶν ἠθῶν ἐμφανές. ἀλλὰ γὰρ οὐ πολλαῖς ὕστερον ἡμέραις ἐκποδὼν ὁ κακοδαίμων γίνεται σὺν τῇ γυναικί, τῆς περιττῆς εὐνοίας ἀμοιβὰς τὰς ἀνωτάτω τιμωρίας ἀντιλαβών.

τοιοῦτόν ἐστιν ἡ εἰς τοὺς ἀχαρίστους χάρις· ἀντὶ γὰρ ὧν ὠφελήθησαν, παρέχουσι τὰς μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ὁ γοῦν Μάκρων πάντα ἐπ’ ἀληθείας πραγματευσάμενος μετ’ ἐκτενεστάτης σπουδῆς καὶ φιλοτιμίας, τὸ μὲν 1 τὸ ante μητρῶον add. A 3 ὁμοιότητι L 5 σπερματικοῖς] σπαρτιμοῖς L λόγοις om. L (Turn.) 6 ἐμφέρειαν] εὐφυΐαν coni. Mang. καὶ τὸν transp. A 7 τῆς πρὸ transp. G 9 ἰδιῶ (in folii fine) C 10 τολμῶσιν M δ’ MA ὑπ’ MAH: ὑπὸ CGO ἀναισχυντίας Η (Turn.), καὶ add. H2L (Turn.) 11 τὰ om. A ἐν om. Η1, ss. H2 12 μελετᾶν coni. Matthaei μὲν] καὶ Tauchn. 13 παραγωγοὺς A αἰ A, ss. (Maug.): om. ceteri (Turn.) εὔθικτοι Η1 (Mang.): εὔθηκτοι CGOAH2L (Turn.), εὔεικτοι M 14 δ’ Α προφάσεις] ὡς Μάκρωνα λεληκέναι vel similia excidisse putat Dahl 15 ἐαρι (ν eras.) C ἢ om. A 16 γεγένηκα H ἂν om. Α ἐπ’ αὐτῷ] ἀπ’ αὐτοῦ Α 19 ἔκδεια C δὲ] γὰρ A 20 ἀρτίως Ο 21 φένακα GOAH: φαίνακα C, φαίνεκα M πεπλασμένων M 23 περιττῆς Turn. (v): περὶ τῆς CGOMH, περὶ τὴν A 24 εὔνοιαν Α ἀμοιβὰς Turn. (v): ἀμοιβῆς codd. γὰρ ante ἐστιν add. M 26 πάντ’ Α ἀληθεία A 27 μετ’ om. ὢ, add. Η2 σπουδῆς] τιμῆς A 24—26 DH fol. Θίλωνος: τοιοῦτον εἰς τοὺς ἀχαρίστους — εὐεργετήσασιν. πρῶτον ὑπὲρ τοῦ σῶσαι Γάιον, ἔπειτα δὲ ὑπὲρ τοῦ μόνον τὴν ἡγεμονίαν διαδέξασθαι, τοιαῦτα εὕρατο τὰ ἐπίχειρα.

λέγεται γάρ, ὅτι ἠναγκάσθη ὁ δείλαιος αὐτοχειρίᾳ κτεῖναι ἑαυτὸν καὶ τὴν αὐτὴν ἀνεδέξατο συμφορὰν ἡ γυνή, καίτοι ποτὲ νομισθεῖσα διὰ συνηθείας αὐτῷ γενέσθαι· βέβαιον δὲ οὐδέν φασι τῶν ἐν ἔρωτι φίλτρων εἶναι διὰ τὸ τοῦ πάθους ἁψίκορον.

Ἐπειδὴ δὲ καὶ ὁ Μάκρων πανοίκιος ἱέρευτο, τρίτῳ ἐπαπεδύετο δόλῳ βαρυτέρῳ. πενθερὸς ἐγεγένητο αὐτῷ Μάρκος Σιλανός, μεστὸς φρονήματος ἀνὴρ καὶ γένει λαμπρός. οὗτος ὠκυμόρου τῆς θυγατρὸς ἀποθανούσης ἔτι περιεῖπε τὸν Γάιον, εὔνοιαν προσφερόμενος οὐ πενθεροῦ μᾶλλον ἢ γνησίου πατρός, ἧς ἐνόμιζεν ἀντιλήψεσθαι κατὰ νόμον ἰσότητος μεθαρμοσάμενος τὸν γαμβρὸν εἰς υἱόν. ἐλελήθει δὲ ἄρα ψευδοδοξῶν καὶ ἀπατώμενος.

ὁ μὲν γὰρ τοὺς τοῦ κηδεμόνος λόγους ἀεὶ διεξῄει μηδὲν ἐπικρυπτόμενος τῶν εἰς βελτίωσιν καὶ ὠφέλειαν ἠθῶν καὶ βίου καὶ ἡγεμονίας, ἔχων εἰς παρρησίαν καὶ μεγάλας ἀφορμὰς ὑπερβάλλουσάν τε εὐγένειαν καὶ τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα· καὶ γὰρ ἡ θυγάτηρ οὐ πρὸ πολλῶν ἐτεθνήκει χρόνων, ὡς ἀμαυρωθῆναι τὰ δίκαια τῶν κηδεστῶν, ἀλλὰ μόνον οὐκ ἤσπαιρεν, ἔτι λειψάνων τινῶν ὑστάτων τοῦ ψυχικοῦ πνεύματος ἐνυπαρχόντων καὶ ἐγκατειλημμένων τῷ σώματι.

ὁ δὲ πρὸς ὕβρεως τὰς νουθεσίας λαμβάνων τῷ πάντων οἴεσθαι φρονιμώτατος καὶ σωφρονέστατος ἔτι δὲ ἀνδρειότατος εἶναι καὶ δικαιότατος ἤχθαιρε μᾶλλον τῶν ὁμολογουμένων πολεμίων τοὺς διδάσκοντας.

ὑπολαβὼν οὖν καὶ τοῦτον εἶναι παρενόχλημα, τὴν πολλὴν αὐτοῦ ῥύμην τῶν ἐπιθυμιῶν ἐφέξοντα, πολλὰ χαίρειν φράσας τοῖς δαίμοσι τῆς ἀποθανούσης γυναικός, εἰ πατέρα μὲν ἐκείνης ἑαυτοῦ δὲ γενόμενον πενθερὸν μεταστήσεται, δολοφονεῖ.

Καὶ τὸ πρᾶγμα ἤδη περιβόητον τοῖς ἐπαλλήλοις τῶν πρώτων 1 δ’ Α 2 δέξασθαι C, καταδέξασθαι M τοιαῦθ’ A εὕρετο OH 3 ἀνεδέξατο MAH (Mang.): ἀναδέξασθαι CGO (Turn.) 4 αὐτῷ τῷ Γαΐῳ comcio 5 δ’ A οὐδέ H1, corr. H2 τὸν (sed corr) φίλτρον CGO ἁψίσμρον G 6 ἐπεὶ H δέ καὶ CGOH: καὶ M, δ’ Α πανοίκειος (Turn.) ἱέρευτο Turn.: ἱερεύετο codd. (Mang.) 6. 7 ἐπαποδύεται Α 7 δόμω G μάκρος M σιλανός Η1, σιλβανός H2L 8 τῆς om. Α 10 ἧς Matthaei: ἣν codd. (v) 11 μεθαρμοσάμενος C: μεθαρμοσαμένου ceteri ἐλελήθην L δ’ A ἄρα] ἔτι H (Turn.) 12 μέν om. Mang. τοὺς τοῦ scripsi: τοῦ G, τοὺς ceteri (v) κηδεμόνος Cohn et Wendl. κηδομένου G, κηδομένου…

κἄ…

The complete text is available when the reading interface loads.