The Greek Library Author

Anonymous

Quaestiones in Genesim

Authority group
Philo of Alexandria (catalogue association; authorship remains anonymous)
Edition reference
Quaestiones in Genesim (fragmenta), ed. F. Petit, Quaestiones in Genesim et in Exodum. Fragmenta Graeca [Les oeuvres de Philon d'Alexandrie 33. Paris: Éditions du Cerf, 1978]: 41–81, 83–153, 155–160, 162–183, 185–213, 216–228.
CTS identifier
urn:cts:greekLit:tlg0018.tlg034.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

24

ἐνεργείας ἀποτετμημέναι τῷ διεζεῦχθαι τῶν αἰσθητῶν,

ἀκίνητοι καὶ ἀργαὶ ὑπεκλέλυνται.

27

‖ Ἀποικίαν στέλλεται γυνὴ τὴν ἀπὸ γονέων πρὸς τὸν

ἄνδρα. Διὸ προσήκει τὸν μὲν ὑποδεξάμενον ἀντιλαβεῖν τὴν

τῶν δεδωκότων εὔνοιαν, τὴν δὲ μετελθοῦσαν, ἣν τοῖς σπείρασι

τιμὴν παρεῖχε, τῷ λαβόντι διδόναι. Παρακαταθήκην γὰρ

〈ἀνὴρ〉 ἐγχειρίζεται γυναῖκα παρὰ γονέων, γυνὴ δὲ τὸν

ἄνδρα παρὰ τῶν νόμων.

28

Καὶ θεασάμενος ὁ Ἀδὰμ τὸ πλάσμα τῆς γυναικὸς ‖.

‖ Ὡς προφήτης φησὶν οὔτε γεγονέναι ἐκ συνομιλίας,

οὔτε ἐκ γυναικὸς ὡς οὐδὲ ἐκεῖνος, οὔτε ἐκ σπέρματος ὡς

οἱ μετέπειτα, ἀλλά τινα φύσιν ἐν μεθορίῳ, καθάπερ ἀπὸ

ἀμπέλου κληματίδος ἀφαιρεθείσης εἰς ἑτέρας ἀμπέλου

γέννησιν.

29

Διό φησιν· «ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν

πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς

τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν».

‖ Τοὺς δὲ «δύο εἰς σάρκα μίαν» ἔφη τὸ εὐαφέστατον

καὶ αἰσθητικώτατον ἐν ᾧ καὶ τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι. ‖

31

‖ Φρόνιμος δὲ ἐκλήθη ὁ ὄφις, ὅτι τὸ λογικὸν ζῷον

τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀγχινοία διαφέροντα ἐξαπατᾶν

ἔμελλεν.

32

‖ Ἆρα δὲ καὶ ὁ ὄφις τῷ κατὰ προφορὰν λόγῳ ἐχρή-

σατο; ‖ οὐ πάντως, ἀλλ' οἱ πρωτόπλαστοι ἅτε κακίας

ὄντες ἀμιγεῖς ‖ ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ

πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν

πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν. ‖

41

‖ Ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ καὶ

πικρότατον τὸ φύλλον, οὕτως πᾶσα ἁμαρτία ἐν τῇ πράξει

δείκνυται ἡδέα, μετὰ δὲ ταῦτα ὀδύνην παρέχει τῷ πεπραχότι.

51

Τί ἐστιν· «Ἕως τοῦ ἐπιστρέψαι σε εἰς γῆν ἐξ ἧς ἐλήφ-

θης»; Οὐ γὰρ ἐκ γῆς διεπλάσθη μόνον ὁ ἄνθρωπος ἀλλὰ

καὶ θείου πνεύματος.

‖ Ἐπειδὴ οὐ διέμεινεν ἀδιάστροφος 〈ἀλλὰ τῆς〉

προστάξεως θείας ἠλόγησεν, τὴν τοῦ κρείττονος μέρους

ὑποτεμνόμενος οὐρανομίμητον πολιτείαν, ὅλον αὑτὸν προσ-

ένειμεν τῇ γῇ ‖. Εἰ μὲν γὰρ ἀρετῆς, ἥτις ἀπαθανατίζει

‖, ἐραστὴς ἐγένετο, πάντως ἂν ἔλαχε κλῆρον τὸν

οὐρανίον· ἐπειδὴ δὲ ἡδονὴν ἐζήλωσεν, δι' ἧς ψυχικὸς

θάνατος ἐπιγίνεται, τῇ γῇ προσενεμήθη. ‖

55a

‖ Οὔτε ἐνδοιασμὸς οὔτε φθόνος περὶ θεόν.

[Ἄλλος δέ φησιν·] 〈Ἀληθ〉ῶς οὐκ ἐνδοιάζει ‖ τὸ

θεῖον· χρῆται δὲ πολλάκις ὀνόμασιν ἐνδοιαστικοῖς [ἢ

διανοητικοῖς], κατ' ἀναφορὰν τὴν ἐπὶ τὸ «ὡς ἄνθρωπος»

κεφάλαιον. Διττὰ γάρ, ὡς πολλάκις ἔφην, ἐστὶ τὰ ἀνωτάτω

κεφάλαια· τὸ μὲν «οὐχ ὡς ἄνθρωπος ὁ θεός», τὸ δὲ «ὡς

ἄνθρωπος παιδεύσει τὸν υἱὸν, οὕτως κύριος ὁ θεὸς παιδεύσει

σε». Τὸ μὲν οὖν πρότερον ἐξουσίας ἐστί, τὸ δὲ δεύτερον

παιδείας καὶ εἰσαγωγῆς ‖ ἵνα καὶ τὸ ἑκούσιον παρεισέλθῃ.

55b

Τὸ γὰρ «μήποτε» οὐκ ἔστιν ἐπαμφοτερισμὸς τοῦ

θεοῦ ἀλλ' ἀναφορὰ πρὸς ἄνθρωπον, τὸν ἐπαμφοτεριστὴν

τῇ φύσει, καὶ μήνυμα τοῦ περὶ ἐκεῖνον πάθους.

55c

Ὅταν γὰρ προσπέσῃ τινὸς φαντασία, τρία εὐθὺς

ἐπιγίνεται· ἀφορμὴ ἐκ τοῦ φανέντος, ὁρμὴ πρὸς τὸ φανέν,

τρίτον ἐνδοιασμὸς ἀμφικλινής, ἀντισπωμένης τῆς ψυχῆς

εἴθ' αἱρετέον εἴτε μή· πρὸς δὴ τοῦτο τὸ τρίτον τὸ «μήποτε»

ἀναφέρεται. ‖

58

Ἐπεὶ ἀλλὸ τὸ ‘ὑπό τινος’ καὶ ‘ἔκ τινος’ καὶ «διά

τινος»· τὸ μὲν ‘ἐκ’ ὡς ἐξ ὑλής, τὸ δὲ ‘ὑπὸ’ ὡς αἰτίου,

τὸ δὲ «διὰ» ὡς ὀργάνου. ‖

60

[Ὅρα τοίνυν] φιλαύτου καὶ φιλοθέου διαφοράν. Ὁ μὲν

‖ «μεθ' ἡμέρας» ἀλλ' οὐκ εὐθύς· καὶ «ἀπὸ τῶν καρ-

πῶν» ἀλλ' οὐκ ἀπὸ τῶν πρώτων ‖ ... Ὁ δὲ τὰ πρωτότοκα

μηδὲν μελλήσας καθιεροῖ ‖ ...

[... ὥστε διὰ τοῦτο ἐλέγχεσθαι τὸν Κάϊν ὅτι] μὴ τὰ

ἀκροθίνια τῶν γεννημάτων μήτε τὰ πρωτογεννήματα

προσήνεγκε τῶν καρπῶν τῷ θεῷ, ἀλλὰ ταῦτα μὲν ἑαυτῷ,

θεὸν δὲ ἀσεβῶς τοῖς δευτέροις ἐτίμα ...

[Οὕτως οἶμαι] τὰ πρωτότοκα καθιερῶν ὁ Ἄβελ φιλό-

θεον μᾶλλον ἢ φίλαυτον τὴν ἑαυτοῦ συνίστησι προαίρεσιν.

Ἑαυτῷ δὲ ὁ Κάϊν ἀπονέμων τὰ γεννήματα καὶ τῶν δευτε-

ρείων ἀσεβῶς τὸν θεὸν ἀξιῶν, τῷ καὶ «μεθ' ἡμέρας» ἀλλὰ

μὴ εὐθέως προσενεγκεῖν, φίλαυτος μᾶλλον ἢ φιλόθεος

ἐξελέγχεται. ‖

62,1

[Πρό γε μὴν τὸ προσφέρειν δῶρα καὶ θυσίας, ζητῶν]

τίνι διαφέρει δῶρον θυσίας, [εὑρίσκω ὅτι] ὁ μὲν θύων ἐπι-

διαιρεῖ, τὸ μὲν αἷμα τῷ βωμῷ προσχέων, τὰ δὲ κρέα οἴκαδε

κομίζων· ὁ δὲ δωρούμενος ὅλον ἔοικε παραχωρεῖν τῷ

λαμβάνοντι. Ὁ μὲν οὖν φίλαυτος διανομεὺς οἷος ὁ Κάϊν,

ὁ δὲ φιλόθεος δωρητικὸς οἷος ὁ Ἄβελ.

62,2

Ἔοικε γὰρ ἐπιδιαιρεῖν ὁ θύων καὶ τὸ μὲν αἷμα τῷ

θυσιαστηρίῳ προχέειν, τὰ δὲ κρέα οἴκαδε ἀποκομίζειν, ὁ δὲ

δωρούμενος πάντῃ τῷ λαμβάνοντι παραχωρεῖ τὸ δῶρον. ‖

63

‖ Σημεῖον δὲ τὴν λύπην ἔλαβε τοῦ μὴ εὐαρέστως

θῦσαι θεῷ· χαρὰν γὰρ εἰκὸς ἐγγενέσθαι τῷ καθαρῶς καὶ

ἀμέμπτως τεθυκότι.

64a

‖ Ὀρθὴ δὲ διαίρεσις καὶ τομὴ οὐδὲν ἕτερόν ἐστιν ἢ

τάξις καθ' ἣν ὁ κόσμος δεδημιούργηται. ‖ Καὶ ταύτην

‖ δεῖ κατὰ πάντα τοῦ βίου μιμεῖσθαι τὰ πράγματα καὶ

μάλιστα ἐν χαρίτων ἀμοιβαῖς. ‖

64b

Τὸ μὲν οὖν εὐχαριστεῖν τῷ θεῷ, καθ' ἑαυτὸ ὀρθῶς ἔχον

ἐστί· τὸ δὲ μήτε πρώτῳ μήτε ἐκ τῶν πρώτων ἀπαρχόμενον,

ψεκτόν.

64c

Οὐ γὰρ δεῖ τὰ μὲν πρεσβεῖα τὴν γένεσιν ἑαυτῇ, τὰ δὲ

δεύτερα τῷ ἀγενήτῳ προσνέμειν·

64d

ἥδε ἐστὶ ἡ ἐπίληπτος διαίρεσις, ἀταξίαν τινὰ τάξεως

εἰσηγουμένη.

65

‖ Τὸ μὴ ἁμαρτάνειν μηδὲν τὸ παράπαν, μέγιστον

ἀγαθόν· τὸ δὲ ἁμαρτάνοντα ἐντραπῆναι, συγγενὲς ἐκείνου,

νεώτερον, ὡς ἄν τις εἴποι, παρὰ πρεσβύτερον. Εἰσὶ γὰρ οἵ,

ἐπὶ τοῖς ἁμαρτανομένοις ὡς ἐπὶ κατορθώμασιν ἀγαλλόμενοι,

δυσίατον μᾶλλον δὲ ἀνίατον νόσον ἔχουσιν.

66

‖ [Οἷς ἀντιλέγοντες ἕτεροι] οὐ περὶ τοῦ θεοσεβοῦς

λέγειν [φασίν], ἀλλὰ περὶ τοῦ πραχθέντος ἔργου· φησὶ

γὰρ αὐτῷ ὅτι τούτου τοῦ ἀσεβήματος ἡ ἀποστροφὴ καὶ

ἡ ἀναφορὰ πρὸς σέ ἐστιν ‖ ἵνα ‖ τὸ ἑκούσιον

παραστήσῃ. «Καὶ σύ», φησίν, «ἄρξεις αὐτοῦ» ‖·

πρῶτος γὰρ ἀσεβεῖν ἦρξεν, ἕπεται δὲ ὡς κρηπῖδι τῇ ἀσεβείᾳ

καὶ τὰ λοιπὰ πλημμελήματα, ὡς ἔξαρχον καὶ ἡγεμόνα

παντὸς ἀδικήματος ἑκουσίου τοῦτον εἶναι. ‖

68

[...] ‖ καὶ δεικνὺς δι' ὅλης τῆς νομοθεσίας ὡς παρ'

ἡμᾶς ἐστι τ' ἀδικήματα. Ὁ μὲν γὰρ ‖, ἄκων πράξας,

ὁμολογεῖ συγγνώμην αἰτῶν· ὁ δὲ ἑκών, ἀρνεῖται ‖.

69

Ἔτι δὲ καὶ ἄθεον δεικνύντος ὑπόληψιν τῷ μὴ νομίζειν

‖ πάντα τὸν θεῖον ἐφορᾶν ὀφθαλμὸν ‖.

[...] καίτοι τεττάρων ὄντων ἀνθρώπων οὓς εἰκὸς ἦν

μηδὲ πόρρω λίαν ἀλλήλων καθίστασθαι· καὶ παντὸς

μᾶλλον, τὸν ἀδελφὸν φυλάττειν ὀφείλοντος ‖.

70,1

Τί ἐστι «φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ

ἐκ τῆς γῆς»;

Δογματικώτατόν ἐστι· τὸ γὰρ θεῖον ὁσίων μὲν ὑπακούει

κἂν τελευτήσωσι, ζῆν αὐτοὺς ὑπολαμβάνον τὴν ἀσώματον

ζωήν, εὐχὰς δὲ φαύλων ἀποστρέφεται κἂν εὐεξίᾳ χρῶνται,

νομίζον αὐτοὺς τὸν ἀληθῆ βίον τεθνάναι, τὸ σῶμα οἷα

τύμβον περιφέροντας, ᾧ τὴν παναθλίαν ψυχὴν ἐγκατώρυξαν.

70,2

Δικαίων γὰρ ἐπακούει κἂν τελευτήσαντες ὦσιν, ‖

ἀδίκων δὲ καὶ αὐτὰς ἀποστρέφεται τὰς εὐχάς· τοὺς μὲν γὰρ

καὶ τεθνεῶτας νενόμικε ζῆν, τοὺς δὲ καὶ ζῶντας τὴν ἀληθῆ

κέκρικε τεθνηκέναι ζωήν.

72

Τί [δέ] ἐστι «στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς»;

Λόγιόν ἐστι καὶ τοῦτο καθολικώτατον. Παντὶ γὰρ φαύλῳ

τῶν κακῶν τὰ μὲν ἤδη πρόσεστι, τὰ δὲ μέλλει· τὰ μὲν οὖν

μέλλοντα φόβους, τὰ δὲ παρόντα λύπας ἐργάζεται.

73

[Ἢ ὅτι] οὐκ ἔστι συμφορὰ μείζων ἢ τὸ ἀφεθῆναι καὶ

καταλειφθῆναι ὑπὸ θεοῦ.

74

[Τίνα δὲ δέδοικεν ὁ Κάϊν] μηδενὸς ὄντος πλὴν αὐτοῦ καὶ

τῶν γονέων;

[...] ‖ Προσεδόκα δέ[, φασί,] καὶ τὴν ἐκ τῶν μερῶν

τοῦ κόσμου ἐπίθεσιν· ἅπερ ἐπ' ὠφελείᾳ ‖ γενόμενα,

οὐδὲν ἧττον ἀμύνεται τοὺς πονηρούς· εἶτα καὶ τὴν ἀπὸ

τῶν θηρίων καὶ ἑρπετῶν ἐπιβουλὴν ‖ ἅπερ ἡ φύσις ἐπὶ

τιμωρίᾳ τῶν ἀδίκων ἐγέννησεν· ἴσως δὲ καὶ τὴν ἀπὸ τῶν

γονέων τίσιν ὑπονοεῖ, οἷς καινὸν πένθος ‖ προσέβαλεν

ἀγνοοῦσι τὸν θάνατον.

76a

[Τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ βίῳ πονηρῶν

ἐπάγει τὴν κατάπαυσιν·] τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ

μυρίους ἐπάγει τοὺς σὺν αἰσθήσει θανάτους.

76b

[Καὶ τὸ μὲν ἐκ Κάϊν γένος μέχρι τούτου μνήμης τῆς

ἐν βίβλοις ἠξίωται,] τοῦ δὲ ἀριθμοῦ τῶν πατέρων ἀποκε-

κήρυκται, ἵνα μηδὲ τοῖς πρώτοις εἴη συνταττόμενος μηδὲ

τῶν ἑξῆς ἀφηγούμενος, διὰ δὲ τὸ τῆς προαιρέσεως ἄγριον

ὥσπερ ἐπὶ τὴν ἄλογον ἐκ τῆς λογικῆς φύσεως ἐξώρισται.

77

‖ Ὁ μὲν Κάϊν, ‖ ἐπειδὴ τὸ μέγεθος τοῦ ἄγους

ἠγνόησε τῷ μηδέποτε περιπεσεῖν θανάτῳ, τιμωρίας δίδωσιν

ἁπλουστέρας ‖· ὁ δὲ μιμητὴς ἐκείνου, μὴ δυνάμενος εἰς

τὴν αὐτὴν ἀπολογίαν τῆς ἀγνοίας συμφυγεῖν, διπλᾶς

εἰκότως ὑπομένει δίκας ‖. [Διὰ τοῦτο] «ἐκ δὲ Λάμεχ

ἑβδομηκοντάκις ἑπτά», διὰ τὴν εἰρημένην αἰτίαν, καθ' ἣν

ὁ δεύτερος ἁμαρτὼν καὶ μὴ σωφρονισθεὶς τῇ τοῦ προηδικη-

κότος τιμωρίᾳ, τήν τε ἐκείνου παντελῶς ἀναδέχεται,

ἁπλουστέραν οὖσαν, καθάπερ ἐν ἀριθμοῖς αἱ μονάδες ἔχουσιν,

καὶ πολυπλασιωτέραν, ὁμοιουμένην ταῖς ἐν ἀριθμοῖς δεκά-

σιν.

79

‖Ἐλπίς ἐστι προπάθειά τις, χαρὰ πρὸ χαρᾶς, ἀγαθῶν

οὖσα προσδοκία.

85

‖ Ἤδη τινὲς ἁψίκοροι γευσάμενοι καλοκαγαθίας καὶ

ἐλπίδα παρασχόντες ὑγείας, εἰς τὴν αὐτὴν ἐπανέστρεψαν

νόσον.

89

Ἀεὶ φθάνουσι τὴν δίκην αἱ τοῦ θεοῦ χάριτες. Ἔργον γὰρ

αὐτῷ προηγούμενον τὸ εὐεργετεῖν, τὸ δὲ κολάζειν ἑπόμενον.

Φιλεῖ δέ, ὅταν μέλλῃ μεγάλα συνίστασθαι κακά, μεγάλων

καὶ πολλῶν ἀγαθῶν ἀφθονία προγενέσθαι. ‖

92

‖ Πνευματικὴ δὲ ἡ τῶν ἀγγέλων οὐσία· εἰκάζονται

δὲ πολλάκις ἀνθρώπων ἰδέαις, πρὸς τὰς ὑποκειμένας χρείας

μεταμορφούμενοι. ‖

93

Ἔνιοι νομίζουσιν μεταμέλειαν ἐμφαίνεσθαι περὶ τὸ θεῖον

διὰ τῶν ὀνομάτων· οὐκ εὖ δὲ ὑπονοοῦσιν. Χωρὶς γὰρ τοῦ

μὴ τρέπεσθαι τὸ θεῖον, οὔτε τὸ «ἐνεθυμήθη» οὔτε τὸ

«ἐνενόησεν» δηλωτικὰ μεταμελείας ἐστίν· [τὸ δὲ θεῖον

ἄτρεπτον·] ἀλλ' ἀκραιφνοῦς λογισμοῦ περιεσκεμμένου

τὴν αἰτίαν ἧς ἕνεκα ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. ‖

94

[Ζητεῖ] διὰ τί ἀπειλῶν ἄνθρωπον ἀπαλείψειν, καὶ τὰ

ἄλογα προσδιαφθείρει ‖.

‖ [Καί φησι·] συνίστησιν ὅτι οὐ προηγουμένως

δι' ἑαυτὰ γέγονε τὰ ἄλογα ἀλλὰ χάριν ἀνθρώπων καὶ τῆς

τούτων ὑπηρεσίας· ὧν διαφθειρομένων, εἰκότως κἀκεῖνα

συνδιαφθείρεται, μηκέτι ὄντων τῶν δι' οὓς γέγονεν. ‖

96

[Ὅτι δὲ τῆς κακίας κολαζομένης ἡ ἀρετὴ διασῴζεται]

Νῶε [δεδήλωκεν ὃς] λέγεται χάριν εὑρεῖν παρὰ τῷ θεῷ.

‖ ὡς τῶν ἄλλων δι' ἀχαριστίαν ἀπολωλότων ‖· οὐ

γὰρ ὡς χάριν λαβὼν ἐκ θεοῦ—κοινὸν γὰρ τοῦτο πάντων

τῶν ἀνθρώπων—ἀλλ' ἐπεὶ μόνος εὐχάριστος διεφάνη. ‖

Ἔδει δὲ καὶ ‖ χάριτος ἀξιωθῆναι θείας τὸν τοῦ νέου

γένους καταρξάντα ‖· μεγίστης γὰρ χάριτος ἀρχὴν καὶ

τέλος ἀνθρώπων γενέσθαι.

97

[Διὸ καὶ] ἀπὸ τῶν ἀρετῶν αὐτὸν γενεαλογεῖ.

‖ Τοῦ γὰρ σπουδαίου τὸ πρὸς ἀλήθειαν γένος ἐστὶν

ἀρετή· διὸ λέγει «[Νῶε δὲ] δίκαιος ἦν τέλειος ‖». ‖

100,1a

‖ Οὐδὲν ἐναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις

τοῦ θεοῦ δυνάμεσίν ἐστιν οὕτως ὡς ἀδικία. ‖

100,1b

‖ Ὁ καιρὸς ‖ παρὰ τοῖς φαυλοτέροις νομίζεται

[εἶναι] θεός, τὸν ὄντα ὄντως παρακαλυπτομένοι〈ς〉. ‖

[Καὶ] θεοπλαστούντων καὶ ἐξ ἐναντίας τιθέντων τῷ ἀληθεῖ

[θεῷ] [τὸ λέγειν] ‖ τὸν καιρὸν αἴτιον τῶν ἐν τῷ βιῷ

πραγμάτων εἶναι. Τοῖς γὰρ εὐσεβέσιν οὐ καιρὸν ἀλλὰ θεὸν

παρ' οὗ [καὶ] οἱ καιροὶ καὶ οἱ χρόνοι. Πλὴν αἴτιον οὐ

πάντων ἀλλὰ μόνων ἀγαθῶν καὶ τῶν κατ' ἀρετήν·

100,1c

ὡς γὰρ ἀμέτοχος κακίας, οὕτω καὶ ἀναίτιος. ‖

100,2a

‖ «Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ».

‖ Ὄντως γὰρ οὐδὲν ὡς ἀδικία πρὸς τὸν θεὸν ἐναντίον.

‖ Ἐπάγει δὲ καὶ τὸ τῆς ἐναντιώσεως αἴτιον, τὸ πλησθῆναι

τὴν γῆν ἀδικίας.

100,2b

[Καὶ ἐπεὶ] θεὸς ὁ καιρὸς ‖ παρὰ τοῖς φαύλοις νομί-

ζεται, δείκνυσιν ὡς καιρῶν καὶ χρόνων αὐτὸς ποιητὴς [καὶ

τούτοις ὅρον ἐντίθησιν]. Ὥστε καὶ ἀλλαχοῦ ‖ φησιν·

«Ἀφέστηκεν ὁ καιρὸς ἀπ' αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν». ‖

2

5a

‖ Ὅτι ὁ τριάκοντα ἀριθμὸς φυσικώτατός ἐστιν, ὃ

γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς. Ἐπεὶ καὶ

ὁ τοῦ μηνὸς κύκλος ‖ συνέστηκεν ἐκ τεσσάρων τῶν ἀπὸ

μονάδος ἑξῆς τετραγώνων αʹ, δʹ, θʹ, ιϚʹ ‖. Ὅθεν οὐκ ἀπὸ

σκοποῦ Ἡράκλειτος γενεὰν τὸν μῆνα καλεῖ. ‖

5b

‖Δυνατὸν ἐν τριακονταετίᾳ τὸν ἄνθρωπον πάππον

γενέσθαι· ἡβᾶν μὲν περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν

ἐν ᾗ σπείρει, τὸ δὲ σπαρέν, ἐντὸς ἐνιαυτοῦ γενόμενος,

πάλιν πεντεκαιδεκαετίᾳ τὸ ὅμοιον ἑαυτῷ γεννᾶν. ‖

10

‖ Ἄνθρωποι μὲν οὖν κληρονομοῦνται ὅταν μηκέτι

ὦσιν ‖· ὁ δὲ θεὸς ἀΐδιος ὢν μεταδίδωσι τοῦ κλήρου τοῖς

σοφοῖς [ζῶν ἀεὶ] εὐφραινόμενος αὐτῶν τῇ περιουσίᾳ. ‖

11

‖ «Εἴσελθε [δέ, φησί,] σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς

τὴν κιβωτόν· ὅτι σὲ εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ

ταύτῃ».

Πρῶτον ἐναργὴς πίστις ὅτι δι' ἕνα ἄνδρα δίκαιον καὶ

ὅσιον πολλοὶ ἄνθρωποι σῴζονται ‖. Δεύτερον ἐπαινεῖ

τὸν δίκαιον ἄνδρα ὡς μὴ μόνον ἑαυτῷ περιπεποιηκότα

τὴν ἀρετὴν ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ· δι' ἣν αἰτίαν καὶ σωτη-

ρίας ἀξιοῦται. Παγκάλως δὲ τοῦτο προσετέθη «ὅτι σὲ

εἶδον δίκαιον ἐνώπιον ἐμοῦ». Ἑτέρως γὰρ ἄνθρωποι

δοκιμάζουσι τοὺς βίους, καὶ ἑτέρως τὸ θεῖον· οἱ μὲν ἐκ τῶν

φανερῶν, ὁ δὲ ἐκ τῶν κατὰ ψυχὴν ἀοράτων λογισμῶν.

‖Καὶ τὸ «ἐν τῇ γενεᾷ ταύτῃ ‖», ἵνα μήτε τὰς πρό-

τερον κατακρίνειν δοκῇ, μήτε τὰς αὖθις ἀπογιγνώσκειν. ‖

12a

‖ Ὁ γὰρ κατ' αὐτὴν ἀριθμὸς ‖ ἀμιγής ἐστι καὶ

ἀμήτωρ, μήτε γεννῶν μήτε γεννώμενος ὡς ἕκαστος τῶν ἐν

τῇ δεκάδι ἀριθμῶν· [ὅθεν καὶ οἱ Πυθαγόρειοι Ἀθηνᾷ τὴν

ἑπτάδα ἀνατίθενται.] ‖

12b

‖ Ὥστε ὁ δύο ἀριθμὸς οὐ καθαρός. Πρῶτον μὲν ὅτι

κενός ἐστι καὶ οὐ ναστός, τὸ δὲ μὴ πλῆρες οὐ καθαρόν.

‖ Ἀρχὴ δὲ ἀπειρίας καὶ ἀνισότητος· ἀπειρίας διὰ τὴν

ὕλην, ἀνισότητος δὲ διὰ τοὺς ἑτερομήκεις· [ὅθεν οἱ παλαιοὶ]

ὡς ὕλην καὶ ἑτερότητα τὴν δυάδα [παραλαμβάνουσι.] ‖

12c

‖ Ἡ ἐν τῷ φαύλῳ κακία διδυμοτοκεῖ· διχόνους γὰρ

καὶ ἐπαμφοτεριστὴς ὁ ἄφρων, τὰ ἄμικτα μιγνύς, καὶ φύρων

καὶ συγχέων τὰ διακρίνεσθαι δυνάμενα, τοιαῦτα ἐν ψυχῇ

χρώματα ἐπιφερόμενος οἷαπερ ὁ λεπρὸς ἐν τῷ σώματι,

μιαίνων [καὶ] τοὺς ὑγιεῖς λογισμοὺς ἀπὸ τῶν θανατούντων

[ἅμα] καὶ φονώντων. ‖

12d

‖ 〈Ἠθικώτατον〉 τὸ τὴν ἡμέ〈τε〉ραν τοῦ σώματος

οὐσίαν γεώδη ὑπάρχουσαν μὴ εἰσάπαν περιοραθῆναι ‖·

[χρὴ πνευματικῆς καὶ σῳζούσης ἐπιμελείας.] Οἰνοφλυ-

γίαις μὲν γὰρ καὶ ὀψοφαγίαις καὶ λαγνείαις καὶ συνόλως

ὑγρῷ καὶ διαρρέοντι βίῳ χρώμενοι νεκροφοροῦμεν [σὺν

τῇ ψυχῇ καὶ] τὸ σῶμα. Ἐὰν δὲ ἀποστραφῶμεν τῶν

παθῶν τὸν βομβυσμόν, ζωηφοροῦμεν καθ' ἑκάτερον.

13a

Chaînes: Διὰ τί μετὰ τὸ εἰσελθεῖν ‖ ἑπτὰ ἡμέραι

διαγίνονται μεθ' ἃς ὁ κατακλυσμός;

[Καὶ λέγει·] Πρῶτον ἀναχώρησιν δίδωσιν ὁ ἵλεως εἰς

μετάνοιαν ἁμαρτημάτων· ἵνα, θεασάμενοι τὴν κιβωτὸν

ἀντίμιμον γῆς ἕνεκα τοῦ καιροῦ γενομένην καὶ τὰ τῶν ζῴων

γένη ταμιεύουσαν ὧν ἔφερεν ἡ γῆ τὰ κατὰ μέρος εἴδη,

πιστεύσωσιν μὲν τῷ περὶ τοῦ κατακλυσμοῦ κηρύγματι τὴν

διαφθορὰν εὐλαβηθέντες, καθέλωσιν δὲ ἀσέβειαν καὶ κακίαν

ἅπασαν. Δεύτερον τὴν ὑπερβολὴν τῆς ἐπιεικείας τοῦ σωτῆρος

καὶ εὐεργέτου παρίστησιν ἐναργῶς τὸ λόγιον, τὴν πολυετῆ

μοχθηρίαν τῶν ἀνθρώπων ‖ ἐπιλυομένου τοῖς μετα-

νοοῦσιν ἡμέραις ὀλίγαις. ‖

13b

Procope: Ἐστὶ δὲ ὁ ἑπτὰ ‖ ἀριθμὸς ‖ ὑπόμνημα

τῆς τοῦ κόσμου γενέσεως ‖, ἐναργῶς δηλοῦντος τοῦ θεοῦ

ὅτι αὐτός εἰμι καὶ τότε κοσμοποιῶν καὶ τὰ μὴ ὄντα ἄγων

εἰς τὸ εἶναι, καὶ τὰ νῦν ὄντα διαφθείρων· ἀλλὰ τοῦ μὲν

αἴτιον ἀγαθότης ἐμὴ ‖, τοῦ δὲ τῶν εὐεργετηθέντων ‖

ἀσέβεια. ‖

14

‖ Τὸ γὰρ ἄρτιον μέσον διασπᾶται διαιρουμένου τοῦ

ἑνός· μόνος δὲ ἀδιαίρετος ὁ περιττός. Ὁ μὲν γὰρ ἄρρην

ἀριθμὸς τετράγωνος, αὐγὴ καὶ φῶς ἐξ ἰσότητος πλευρῶν

συνεστώς, ὁ δὲ θῆλυς ἑτερομήκης, νύκτα καὶ σκότον ἔχων

διὰ τὴν ἀνισότητα. Ὁ δὲ ἑτερομήκης τὴν μὲν ἐλάττονα

πλευρὰν ἐλάττονα ἔχει ἑνί, τὴν δὲ μείζω περιττοτέραν ἑνί.

15a

Chaines et Procope: Τί ἐστιν· «Ἐξαλείψω πᾶσαν

τὴν ἀνάστασιν ἣν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς»;

‖ [Καί] φησιν· οὐκ ‘ἀπὸ τῆς γῆς’ ἐξαλείψειν ἀλλ'

«ἀπὸ προσώπου τῆς γῆς», τοῦτ' ἐστὶ τῆς ἐπιφανείας·

ἵνα ἐν τῷ βάθει ἡ ζωτικὴ δύναμις τῶν σπερμάτων ὅλων

σῶος φυλάττηται καὶ ἀπαθὴς παντὸς τοῦ βλάπτειν

δυναμένου. Τῆς γὰρ ἰδίας προθέσεως οὐκ ἐπιλέλησται ὁ

ποιητής, ἀλλὰ τὰ μὲν ἄνω καὶ κατ' αὐτὴν τὴν ἐπιφάνειαν

κινούμενα φθείρει, τὰς δὲ ῥίζας βυθίους ἐᾷ πρὸς γένεσιν

ἄλλων.

15b

Chaines et Procope: Θεοπρεπῶς δὲ καὶ τὸ «ἐξα-

λείψω» γέγραπται. Συμβαίνει γὰρ ἐπὶ τῶν ἀλειφο-

μένων τὰ μὲν γράμματα ἀφανίζεσθαι, τὰς δὲ δέλτους ἢ

βίβλους διαμένειν. Ἐξ οὗ παρίστησιν ὅτι τὴν μὲν

ἐπιπολάζουσαν γενεὰν διὰ τὴν ἀσέβειαν ἀπαλείψει δίκην

γραμμάτων, τὴν δὲ χώραν καὶ τὴν οὐσίαν τοῦ γένους

τῶν ἀνθρώπων διαφυλάξει πρὸς τὴν αὖθις σποράν. ‖

15c

Procope: ‖ Διὸ καὶ «τὴν ἀνάστασίν» φησιν·

ἀναστάσει δὲ ἀντίπαλον καθαίρεσις, τὸ δὲ καθαιρεθὲν

οὐκ εἰς ἅπαν ἀπόλλυται. ‖

16

Chaînes: Μέγας ἔπαινος τοῦ δικαίου ‖ ὅτι ‖ τὰ

προσταχθέντα πάντα ἐπετέλεσεν ἰσχυρογνώμονι λογισμῷ

καὶ θεοφιλεῖ διανοίᾳ. Δεύτερον δὲ ὅτι οὐκ ἐθέλει κελεύειν

αὐτῷ μᾶλλον ἢ ἐντέλλεσθαι· κελεύουσι μὲν γὰρ [καὶ προσ-

τάττουσι] δεσπόται δούλοις, ἐντέλλονται δὲ φίλοι ‖.

Θαυμαστὴ μὲν οὖν δωρεὰ καὶ τὸ ταχθῆναι τὴν ἐν δούλοις

καὶ θεράπουσι παρὰ θεοῦ τάξιν· ὑπερβολὴ δὲ εὐεργεσίας

ἐστὶ τὸ καὶ φίλον γενηθῆναι γενητὸν ἀγενήτῳ. ‖

17a

Chaînes: ‖ κατὰ τὸν τῆς ‖ ἰσημηρίας καιρὸν

κατασκήπτει ὁ κατακλυσμὸς ‖.

17b

Procope: ... ἐν τῇ πάντων αὐξήσει καὶ γενέσει τῶν

ζῴων ‖· φοβερωτέραν τὴν ἀπειλὴν ‖ ἐπάγοντος τοῦ

θεοῦ τῆς ἀσεβείας εἰς ἔλεγχον. ‖

17c

Chaînes: [Καὶ πάλιν·] Εὔλογον δὲ καὶ τὸν τοῦ ‖

γένους ἀρχηγέτην ‖ [Ἀδὰμ] διαπεπλάσθαι τῷ καιρῷ

τῆς ἐαρινῆς ἰσημερίας ‖. Ἰσημερία δὲ ἐαρινὴ γίνεται

ἑβδόμῳ μηνί· ὁ δὲ αὐτὸς λέγεται καὶ πρῶτος καθ' ἑτέραν

καὶ ἑτέραν ἐπιβολήν. Ἐπεὶ οὖν 〈καὶ Νῶε〉 μετὰ τὸν

κατακλυσμὸν ‖ ἀρχὴ γίνεται δευτέρας ἀνθρώπων σπο-

ρᾶς, ἐξομοιοῦται τῷ πρώτῳ γηγενεῖ.

22

Καλῶς δὲ καὶ σάρκα κινουμένην λέγει τὴν ἐν φθορᾷ.

Κινεῖ γὰρ τὰς ἡδονὰς ἡ σὰρξ καὶ κινεῖται ὑπὸ τῶν ἡδονῶν·

ἥτις κίνησις αἰτία γίνεται φθορᾶς ταῖς ψυχαῖς, ὡς ἡ ἐγκρά-

τεια σωτηρίας.

26a

Chaînes et Procope: Διὰ τί «τοῦ μὲν Νῶε ἐμνήσθη

ὁ θεὸς καὶ κτηνῶν καὶ θηρίων», γυναικὸς δὲ καὶ τέκνων

οὐ μέμνηται;

Ὅταν συμφωνῇ καὶ συμπνέῃ γυναικὶ μὲν ἀνήρ, πατὴρ δὲ

υἱοῖς, οὐ χρεία πολλῶν ὀνομάτων ἐστί, ἀλλ' ἑνὸς τοῦ

πρώτου. Τὸν Νῶε εἰπὼν δυνάμει πάντας εἴρηκε τοὺς κατὰ

τὸν οἶκον. ‖

26b

Procope: ‖ Τοιγαροῦν τῶν συνοικούντων, ὡς δεῖ,

τὴν συμφωνίαν ὁ προφήτης δηλῶν· «Ἀπίδετε», φησίν,

«εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν

ὑμᾶς».

28

«[Καὶ] ἐπήγαγε[, φησί,] πνεῦμα εἰς τὴν γῆν καὶ κεκό-

πακε τὸ ὕδωρ.»

‖ Οὐκ ‖ ἀνέμῳ ὕδωρ μειοῦται, κυμαίνει δὲ καὶ

ταράττεται. Πάλαι γὰρ ἂν τὰ μέγιστα τῶν πελαγῶν ἐξανά-

λωτο. Πνεῦμα τοίνυν τὸ θεῖόν φησιν, ᾧ [δὴ] πάντα γίνε-

ται καὶ λωφᾷ. ‖

‖ Οὐκ ἦν γὰρ εὔλογον ὕδωρ τοσοῦτον ἀνέμῳ παυθῆναι,

ἀοράτῳ δὲ καὶ θείᾳ δυνάμει.

29

Δῆλον [δέ] ἐστιν ὡς ταῖς μὲν πρώταις μʹ ἡμέραις ἄληκτος

ἡ τῆς ῥύμης τῶν ὑδάτων ὑπῆρχε φορά, ‖ ταῖς δὲ

ἄλλαις ‖ ρʹ καὶ νʹ ‖ ἔχουσα πράως οὐκέτι πρὸς αὔξησιν,

πρὸς διαμονὴν δὲ τῆς ἀναλύσεως καὶ τοῦ ὕψους συνεβάλ-

λετο. «Μεθ' ἡμέρας γάρ, φησίν, ρνʹ» «ἐπικαλυφθῆναι τάς

τε πηγὰς καὶ τοὺς καταράκτας»· ‖ ἐνήργουν ἄρα πρὸ

τῆς ἐπισχέσεως. ‖

30

‖ «Μετὰ νʹ [δὲ] καὶ ρʹ ἡμέρας ἠλαττοῦτο τὸ ὕδωρ.»

Ἆρα τὰς προειρημένας ἐν αἷς ὑψοῦτο τὸ ὕδωρ ἢ μετὰ

τοσαύτας ἑτέρας οὐκ εὔδηλον.

31

‖ Ἡ μὲν οὖν ἀρχὴ τοῦ κατακλυσμοῦ γέγονεν ‖

ἑβδόμῃ καὶ εἰκάδι τῆς ἐαρινῆς ἰσημερίας· ἡ δὲ μείωσις

‖ ἑβδόμῳ [μετὰ ταύτην] μηνί, τῇ μετοπωρινῇ ἰσημερίᾳ,

ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. ‖ [Οὗτος γὰρ πέρας μὲν τῆς

πρώτης ἰσημερίας, ἀρχὴ δὲ τῆς δευτέρας· ὥσπερ ὁ ἀπὸ

τούτου ἕβδομος, πέρας τῆς δευτέρας, ἀρχὴ δὲ τῆς πρώτης],

ἐν ᾧ καὶ τοῦ κόσμου ἡ γένεσις. ‖

34a

‖ Αἱ αἰσθήσεις θυρίσιν ἐοίκασιν. Διὰ γὰρ τούτων,

ὡσανεὶ θυρίδων, ἐπεισέρχεται τῷ νῷ ἡ κατάληψις τῶν αἰσθη-

τῶν· καὶ πάλιν ὁ νοῦς ἐκκύπτει δι' αὐτῶν. Μέρος δέ ἐστι

τῶν θυρίδων, λέγω δὴ τῶν αἰσθήσεων, ἡ ὅρασις· ἐπεὶ καὶ

ψυχῆς μάλιστα συγγενής, ὅτιπερ καὶ τῷ καλλίστῳ τῶν

ὄντων φωτὶ οἰκεία, καὶ ὑπηρέτις τῶν θείων, ἥτις καὶ τὴν εἰς

φιλοσοφίαν ὁδὸν ἔτεμε τὴν πρώτην. Θεασαμένη γὰρ ἡλίου

κίνησιν καὶ σελήνης, καὶ τὰς τῶν ἀστέρων περιόδους, καὶ

τὴν ἀπλανῆ περιφορὰν τοῦ σύμπαντος οὐρανοῦ, καὶ τὴν

παντὸς τοῦ λόγου κρείττονα τάξιν τε καὶ ἁρμονίαν, καὶ τὸν

τοῦ κόσμου μόνον ἀψευδέστατον κοσμοποιόν, διήγγειλε

τῷ ἡγεμόνι λογισμῷ ἃ εἶδεν· ὁ δὲ, ἐν ὄμματι ὀξυδερ-

κεστέρῳ θεασάμενος καὶ ταῦτα καὶ διὰ τούτων 〈τὰ〉 ἀνωτέρω

καὶ παραδειγματικὰ εἴδη καὶ τῶν ἁπάντων αἴτιον, εὐθὺς

εἰς ἔννοιαν ἦλθε θεοῦ καὶ γενέσεως καὶ προνοίας, λογισά-

μενος ὅτι ἡ ὅλη φύσις οὐκ ἀπαυτομαθεῖσα γέγονεν.

34b

Ἀμήχανον ἁρμονίαν καὶ τάξιν καὶ λόγον καὶ ἀναλογίαν

καὶ τοσαύτην συμφωνίαν καὶ τῷ ὄντι εὐδαιμονίαν ἀπαυτο-

ματισθεῖσαν γενέσθαι,

34c

ἀλλ' ἀνάγκη ποιητὴν εἶναι καὶ πατέρα, κυβερνήτην

τε καὶ ἡνίοχον, ὃς καὶ γεγέννηκεν καὶ τὰ γεννηθέντα

σῴζει.

38

‖ Σύμβολα δὲ κακίας καὶ ἀρετῆς ταῦτα, ὅ τε

κόραξ καὶ ἡ περιστερά ‖.

39

‖ Εἰ γὰρ αὐτὴ δεύτερον ἐξελθοῦσα οὐχ εὗρεν ἀνά-

παυσιν, πῶς ὁ κόραξ ‖; οὐδὲ γὰρ τὸ ζῷόν ἐστι ὑδρόβιον.

Ἀλλὰ γὰρ ‖ ἡ κακία τοῖς κυμαίνουσιν ἐφήδεται

πάθεσιν ‖· ἡ δὲ ἀρετὴ τούτων ἀποπηδᾷ πρὸς τὴν πρώτην

δυσχεράνασα θέαν, ἀνάπαυσιν καὶ βάσιν ἐν τούτοις οὐκ

ἔχουσα ‖.

41

ἀρχῇ σκληραύχενας ἴδῃ φύσεις, οὐκ ἀπογινώσκει τὴν

ἀμείνω μεταβολήν· ἀλλ' ὥσπερ ἀγαθὸς ἰατρὸς οὐκ εὐθὺς

ἐπιφέρει τὴν θεραπείαν ἅμα τῷ κατασκῆψαι τὴν νόσον,

ἀλλὰ ἀναχώρησιν τῇ φύσει δοὺς ἵνα προανατέμῃ τὴν εἰς

σωτηρίαν ὅδον, τηνικαῦτα χρῆται τοῖς ὑγιεινοῖς καὶ σωτη-

ρίοις ‖ φαρμάκοις· οὕτω καὶ ὁ σπουδαῖος λόγοις κατὰ

φιλοσοφίαν καὶ δόγμασιν. ‖

48

Chaînes: Εὐλαβὴς ὢν ὁ Νῶε ‖ ἀκόλουθον ἡγήσατο

[μετὰ τὸ κοπάσαι τὸ ὕδωρ ἀναμεῖναι τὴν τοῦ θεοῦ πρόσ-

ταξιν] ἵν' ὥσπερ χρησμοῖς ‖ εἰσελήλυθεν εἰς τὴν

κιβωτόν, χρησμοῖς πάλιν ὑπεξέλθῃ. ‖ «Εἶπεν γὰρ κύριος

ὁ θεὸς τῷ Νῶε· Ἔξελθε σὺ καὶ ἡ γυνή σου», καὶ τὰ

ἑξῆς. ‖

54a

Ἡ πρότασις ἐμφαίνει μεταμέλειαν, ἀνοίκειον πάθος

θείας δυνάμεως. Ἀνθρώποις μὲν γὰρ ἀσθενεῖς αἱ γνῶμαι καὶ

ἀβέβαιοι ὡς τὰ πράγματα πολλῆς γέμοντα ἀδηλότητος.

Θεῷ δὲ οὐδὲν ἄδηλον οὐδὲ ἀκατάληπτον· ἰσχυρογνωμονέσ-

τατος γὰρ καὶ βεβαιότατος. Πῶς οὖν, τῆς αὐτῆς ὑπούσης

αἰτίας, ἐπιστάμενος ἐξ ἀρχῆς ὅτι «ἔγκειται ἡ διάνοια τοῦ

ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος», πρῶτον

μὲν ἔφθειρεν τὸ γένος κατακλυσμῷ, μετὰ δὲ ταῦτά φησιν

μηκέτι διαφθείρειν, καίτοι διαμενούσης ἐν τῇ ψυχῇ τῆς

αὐτῆς κακίας; Λεκτέον οὖν ὅτι πᾶσα ἡ τοιάδε τῶν λόγων

ἰδέα περιέχεται ἐν τοῖς νόμοις πρὸς μάθησιν καὶ ὠφέλειαν

διδασκαλίας μᾶλλον ἢ πρὸς τὴν φύσιν τῆς ἀληθείας. Διττῶν

γὰρ ὄντων κεφαλαίων ἃ κεῖται διὰ πάσης τῆς νομοθεσίας,

ἑνὸς μὲν καθ' ὃ λέγεται «οὐχ ὡς ἄνθρωπος [ὁ θεός]»,

ἑτέρου δὲ καθ' 〈ὃ〉 «ὡς ἄνθρωπος» παιδεύειν λέγεται

υἱόν, τὸ μὲν πρότερον τῆς ἀληθείας ἐστίν· ὄντως γὰρ ὁ

θεὸς «οὐχ ὡς ἄνθρωπος», ἀλλ' οὐδὲ ὡς ἥλιος, οὐδὲ ὡς

οὐρανός, οὐδὲ ὡς κόσμος αἰσθητὸς [ἢ νοητός], ἀλλ' ὡς

θεός, εἰ καὶ τοῦτο θέμις εἰπεῖν. Ὁμοιότητα γὰρ ἢ σύγκρισιν

ἢ παραβολὴν οὐκ ἐπιδέχεται τὸ μακάριον ἐκεῖνο, μᾶλλον

δὲ μακαριότητος αὐτῆς ὑπεράνω ‖. Τὸ δὲ ὕστερον τῆς

διδασκαλίας 〈καὶ〉 ὑφηγήσεως τὸ «ὡς ἄνθρωπος», ἕνεκα

τοῦ παιδεύεσθαι τοὺς γηγενεῖς ἡμᾶς, ἵνα μὴ τὰς ὀργὰς

καὶ τὰς τιμωρίας μέχρι παντὸς ἀποτίνωμεν ἀσπόνδως

καὶ ἀσυμβάτως ἔχοντες. ‖ Τὸ οὖν «διανοηθείς» ἐπὶ

θεοῦ κυριολογεῖται τοῦ τὴν γνώμην καὶ τὴν διάνοιαν

βεβαιοτάτου. ‖

54b

‖ Χρηστὸς ὢν καὶ φιλάνθρωπος ὁ θεὸς ἐπικουφίζει

τὰ κακὰ μᾶλλον ἢ προστίθησι ταῖς συμφοραῖς.

54c

Ἀλλ' ὡσεὶ ἶσόν ἐστι τῷ κατὰ τὴν παροιμίαν λεγομένῳ

‘πλίνθον πλυνεῖν’ ἢ ‘δικτύῳ ὕδωρ κομίζειν’ τὸ κακίαν

ἐξελεῖν ἀνθρώπου ψυχῆς.

54d

Ὅρα γὰρ ὡς ἐγκεχάρακται διὰ πάντων τῇ διανοίᾳ, ‖ ὥς

φησιν, «ἐπιμελῶς» καὶ οὐ παρέργως· τουτέστι ἐγκεκόλ-

ληται καὶ προσήρμοσται. ‖ Τὸ δὲ σὺν ἐπιμελείᾳ καὶ

φροντίδι κατεσκεμμένον ἐστὶ καὶ διηγορευμένον εἰς ἀκρί-

βειαν. ‖ Καὶ τοῦτο οὐκ ὀψὲ καὶ μόλις ἀλλ' «ἐκ νεότη-

τος», μονονουχὶ λέγων ἐξ αὐτῶν τῶν σπαργάνων, ὥσπερ

τι μέρος ἡνωμένον. ‖

59

Τί ἐστιν «ἐν αἵματι ψυχῆς κρέας οὐ φάγεσθε»;

Ἔοικε διὰ τούτου δηλοῦν ὅτι ψυχῆς οὐσία αἷμά ἐστι·

ψυχῆς μέντοι τῆς αἰσθητικῆς ‖, οὐχὶ τῆς κατ' ἐξοχὴν

λεγομένης ἥτις ἐστὶ λογική τε καὶ νοερά. Τρία γὰρ μέρη

ψυχῆς· τὸ μὲν θρεπτικόν, τὸ δὲ αἰσθητικόν, τὸ δὲ λογικόν.

Τοῦ μὲν οὖν λογικοῦ τὸ θεῖον πνεῦμα οὐσία κατὰ τὸν

θεόλογον· ‖ φησὶ γὰρ ὅτι «ἐνεφύσησεν εἰς τὸ πρόσωπον

αὐτοῦ πνοὴν ζωῆς». Τοῦ δὲ αἰσθητικοῦ καὶ ζωτικοῦ

τὸ αἷμα οὐσία· λέγει γὰρ ἐν ἑτέροις ὅτι «ψυχὴ πάσης

σαρκὸς τὸ αἷμά ἐστιν». Καὶ κυριώτατα ψυχὴν σαρκὸς

αἷμα εἴρηκεν· περὶ σάρκα δὲ ἡ αἴσθησις καὶ τὸ πάθος,

οὐχ ὁ νοῦς καὶ ὁ λογισμός. Οὐ μὴν ἀλλὰ καὶ τὸ «ἐν αἵματι

ψυχῆς» μηνύει ὅτι ἕτερόν ἐστι ψυχὴ καὶ ἕτερον αἷμα,

ὡς εἶναι ψυχῆς μὲν ἀψευδῶς οὐσίαν πνεῦμα, ‖ μὴ καθ'

αὑτὸ δὲ χωρὶς αἵματος τόπον ἐπέχειν, ἀλλ' ἐμφέρεσθαι καὶ

συγκεκρᾶσθαι αἵματι. ‖

62

Διὰ τί ὡς περὶ ἑτέρου θεοῦ φησι τὸ «ἐν εἰκόνι θεοῦ ἐποίησα

τὸν ἄνθρωπον», ἀλλ' οὐχὶ τῇ ἑαυτοῦ;

Παγκάλως καὶ σοφῶς τουτὶ κεχρησμῴδηται. Θνητὸν γὰρ

οὐδὲν ἀπεικονισθῆναι πρὸς τὸν ἀνωτάτω καὶ πατέρα τῶν

ὅλων ἐδύνατο, ἀλλὰ πρὸς τὸν δεύτερον θεόν, ὅς ἐστιν ἐκείνου

λόγος. Ἔδει γὰρ τὸν λογικὸν ἐν ἀνθρώπου ψυχῇ τύπον

ὑπὸ θείου λόγου χαραχθῆναι, ἐπειδὴ ὁ πρὸ τοῦ λόγου

θεὸς κρείσσων ἐστὶν ἢ πᾶσα λογικὴ φύσις· τῷ δὲ ὑπὲρ τὸν

λόγον ἐν τῇ βελτίστῃ καί τινι ἐξαιρέτῳ καθεστῶτι ἰδέᾳ οὐδὲν

θέμις ἦν γενητὸν ἐξομοιωθῆναι. ‖

64a

Procope: ‖ [Τινὲς δέ φασι]· μήποτε ‖ παρὰ τὴν

ἶριν ἕτερα ἄττα μηνύει ‖ [τουτέστιν] ἄνεσιν καὶ ἐπίτασιν

τῶν ἐπιγείων, μήτε τῆς ἀνέσεως εἰς ἔκλυσιν ὑφιεμένης

παντελῆ καὶ ἀναρμοστίαν, μήτε τῆς ἐπιτάσεως ἄχρι ῥήξεως

ἐπιτεινομένης, ἀλλὰ μέτροις ὡρισμένοις ἑκατέρας δυνάμεως

σταθμηθείσης. Ὁ γὰρ μέγας κατακλυσμὸς ῥήξει γέγονεν,

ὡς καὶ αὐτός φησιν· «ἐρράγησαν αἱ πηγαὶ τῆς ἀβύσσου»,

ἀλλ' οὐκ ἐπιτάσει ποσῇ τινι.

64b

Bs Mosq et Procope: ‖ Οὔκ ἐστι ὅπλον τὸ τόξον

ἀλλ' ὄργανον ὅπλου βέλους τοῦ τιτρώσκοντος· τὸ δὲ

βέλος ἀφιέμενον διὰ τοῦ τόξου μέρους καθικνεῖται τοῦ

πόρρω καὶ μακράν, ἀπαθοῦς τοῦ πλησίον καὶ ἐγγὺς

διαμένοντος· ὅπερ γίνεται σημεῖον τοῦ μηδέποτε τὴν σύμπα-

σαν κατακλυσθῆναι. Οὐδὲ γάρ τι βέλος εἰς ἅπαντα τόπον

ἐχώρει, ἀλλὰ μόνον τὸν ἐκ διαστήματος.

64c

Chaînes: Ἐστὶν οὖν θεοῦ δύναμις ἀόρατος συμβολικῶς

τὸ τόξον, ἥτις ἐνυπάρχουσα τῷ ἀέρι καὶ ἀνειμένῳ κατὰ

τὰς αἰθρίας καὶ ἐπιτεινομένῳ κατὰ τὰς νεφώσεις, οὐκ

ἐᾷ τὰ νέφη ὅλα δι' ὅλων εἰς ὕδωρ ἀναλύεσθαι, τὸ μὴ

γενέσθαι κατὰ πάσης τῆς γῆς κατακλυσμὸν φυλαττομένη.

Κυβερνᾷ γὰρ καὶ ἡνιοχεῖ τὴν πύκνωσιν τοῦ ἀέρος τότε

μάλιστα πεφυκότος ἀπαυχενίζειν καὶ ἐξυβρίζειν διὰ

πλησμονῆς κόρον. ‖

65

Εἰ δὲ μνησθεὶς τετάρτου τοῦ Χαναὰν ἐπήνεγκε· «τρεῖς

οὗτοι υἱοὶ τοῦ Νῶε», δέον[, φασίν,] εἰπεῖν τέσσαρες, οὐκ

ἀλόγως· διὰ γὰρ τὴν ὁμοιοτροπίαν, εἰς ἓν συλλαμβάνει τῷ

πατρὶ τὸν υἱόν. ‖

[Οἱ καί φασιν] ὡς εἰκότως νῦν τοῦ Χὰμ ὑπογράφει τὴν

γενεάν, εἰς ἔμφασιν τοῦ ὅτι πατὴρ ἤδη γεγονώς, τὸν ἑαυτοῦ

πατέρα οὐκ ἐτίμησεν οὐδὲ μετέδωκε τῷ γεννήσαντι ὧν ἂν

παρὰ τοῦ παιδὸς ἠξίου τυχεῖν. ‖

[Καὶ ὡς νεωτεροποιὸν πρὸς ἁμαρτίαν ἐκάλεσεν εἰκότως

νεώτερον.]

Ἐπίτηδες δὲ ἴσως ἐμνήσθη καὶ τοῦ Χαναὰν τοῦ τῶν

Χαναναίων οἰκιστοῦ πόρρωθεν ἐλέγχων τὸ δυσγενές· ὧν

τὴν γῆν ἀφελὼν τῷ θεοφιλεῖ παρέσχε λαῷ. ‖

66

Ἐξομοιοῖ [δὲ] τὸν Νῶε τῷ πρώτῳ διαπλασθέντι ἀνθρώπῳ.

Ἐξῆλθε γὰρ ἑκάτερος, ὁ μὲν τοῦ παραδείσου, ὁ δὲ τῆς

κιβωτοῦ. Ἄρχει γεωργίας ‖ ἑκάτερος μετὰ κατακλυσ-

μόν· καὶ γὰρ ἐν τῇ τοῦ κόσμου πρώτῃ γενέσει τρόπον τινὰ

κατεκέκλυστο ἡ γῆ· οὐ γὰρ ἂν ἔλεγε· «συναχθήτω τὸ

ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά». ‖

68a

Procope: [Εἴποι δ' ἄν τις ἐκ τῶν ῥητῶν ὡς] οὐδὲ

τὸν οἶνον ὅλον ἀλλ' «ἐκ τοῦ οἴνου» πίνει δι' ἐγκράτειαν

δι' ἣν ἐμέτρει τὴν χρῆσιν, τοῦ ἀκρατοῦς οὐκ ἀπαλλαττο-

μένου τῶν συμποσίων πρὶν ὅλον ἐκπιεῖν τὸν ἄκρατον.

Εἶτα καὶ τῷ μεθύειν ἡ γραφὴ νῦν ἀντὶ τῆς οἰνώσεως

κέχρηται. ‖

68b

Florilège et Procope: Διττὸν γὰρ τὸ μεθύειν· ἓν μὲν

τὸ ληρεῖν παρ' οἶνον, ὅπερ ἐστὶ ἁμάρτημα καὶ φαύλου

ἴδιον, ἕτερον δὲ τὸ οἰνοῦσθαι, ὅπερ καὶ εἰς σοφὸν πίπτει.

71a

Procope: [Τοῦ δὲ Χὰμ] αὔξει τὸ ἔγκλημα, πρῶτον μὲν

[ἐκ τοῦ περιϊδεῖν], δεύτερον δ' ἐκ τοῦ εἰπεῖν· [καὶ] οὐχ ἑνὶ

μόνῳ τῶν ἀδελφῶν ‖ ἀλλ' ἀμφοτέροις· εἰ δὲ καὶ πλείους

ἦσαν, ἅπασιν ἐξελάλησεν ἂν ‖ διαχλευάζων πρᾶγμα

‖ οὐ χλεύης ἀλλ' αἰδοῦς καὶ εὐλαβείας ἄξιον ὄν. Εἶτα

οὐκ ἔνδον ἀλλ' «ἔξω διήγγειλεν».

71b

Chaînes et Procope: Ὅπερ ἐμφαίνει ‖ τὸ μὴ ἀκη-

κοέναι μόνους τοὺς ἀδελφοὺς ἀλλὰ καὶ τοὺς περιεστῶτας

ἔξω ἄνδρας ὁμοῦ καὶ γυναῖκας. ‖

72

‖ Ὁ εὐχερὴς καὶ ἀπερίσκεπτος τὰ ἐπ' εὐθείας καὶ

πρὸ ὀφθαλμῶν μόνον ὁρᾷ· ὁ δὲ φρόνιμος [καὶ] τὰ κατόπιν,

τουτέστι τὰ μέλλοντα. Ὥσπερ γὰρ τὰ ὀπίσω τῶν ἔμπροσθεν

ὑστερίζει, οὕτω καὶ τὰ μέλλοντα τῶν ἐνεστώτων, ὧν τὴν

θεωρίαν ὁ ἀστεῖος μέτεισι, Λυγκέως 〈δίκην〉 πάντοθεν

ὀμματωθείς. Πᾶς οὖν σοφός, οὐκ ἄνθρωπος ἀλλὰ νοῦς,

‖ καταθεώμενος καὶ περιαθρῶν περιπέφρακται πρὸς τὰ

ἐνεστῶτα καὶ τὰ ἀδοκήτως κατασπιλάζοντα.

74

‖ Νεώτερον ὀνομάζει τὸν Χὰμ μέσον ὄντα ‖.

‖ Νεώτερον οὐ τὸν ἡλικίᾳ καὶ χρόνῳ ἀλλὰ τὸν ψυχῇ.

Νεωτεροποιὸν γὰρ ἡ κακία, πολιὸν μάθημα ἢ πρεσβύτατον

δέξασθαι μὴ δυναμένη. ‖

3

3

‖ [Ἀτόπως δρῶσιν] ὅσοι ἐκ μέρους ἑνὸς κρίνουσι

τὸ ὅλον, ἀλλὰ μὴ τοὐναντίον ἐκ τοῦ ὅλου τὸ μέρος· οὕτω

γὰρ ἄμεινον καὶ ὄνομα καὶ πρᾶγμα δοκιμάζοιτο ἄν. Ἔστιν

οὖν ἡ θεία νομοθεσία τρόπον τινὰ ζῷον ἡνωμένον, ἣν ὅλην

δι' ὅλων χρὴ μεγάλοις ὄμμασι περισκοπεῖν καὶ τὸ βούλημα

τῆς συμπάσης γραφῆς ἀκριβῶς καὶ τηλαυγῶς περιαθρεῖν,

μὴ κατακόπτοντας τὴν ἁρμονίαν μηδὲ τὴν ἕνωσιν διαρ-

τῶντας· ἑτερόμορφα γὰρ καὶ ἑτεροειδῆ φανεῖται τῆς κοινωνίας

στερούμενα. ‖

7

‖ Πᾶσα ἡ ὑπὸ τὴν σελήνην φύσις μεστὴ πολέμων

καὶ κακῶν ἐμφυλίων ἐστὶ καὶ ξένων. ‖

8

‖ Ἕνεκα μὲν τῶν φαύλων, οὐδὲ μία πόλις ἠρέμησεν

ἄν· διαμένουσι δὲ ἀστασίαστοι δι' ἑνὸς ἢ δευτέρου δικαίου

συνοικοῦντος, οὗ ἡ ἀρετὴ τὰς πολιτικὰς νόσους ἰᾶται,

γέρας ἀπονέμοντος τοῦ φιλαρέτου θεοῦ καλοκἀγαθίας,

τὸ μὴ μόνον αὐτὸν ἀλλὰ καὶ τοὺς πλησιάζοντας ὠφελεῖν.

11a

Chaînes: Ἐναργῶς ἀφθαρσίαν ψυχῆς αἰνίττεται μετοι-

κιζομένης ἀπὸ τοῦ θνητοῦ σώματος ‖. Τὸ γὰρ τῷ

τελευτῶντι φάσκειν «ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου»

τί ἕτερον ἢ ζωὴν ἑτέραν παρίστησι τὴν ἄνευ σώματος,

καθ' ἣν ψυχὴν μόνην συμβαίνει ζῆν ‖; Πατέρας δὲ

Ἀβραὰμ οὐ δήπου τοὺς γεννήσαντας αὐτὸν πάππους

καὶ προγόνους παρείληφεν· οὐ γὰρ πάντες ἐπαινετοὶ

γεγόνασιν. ‖ Ἀλλ' ἔοικεν αἰνίττεσθαι πατέρας ‖

οὓς ἑτέρωθι καλεῖν ἀγγέλους εἴωθεν. [Εἰ δὲ καὶ τοὺς περὶ

τὸν Ἄβελ καὶ Ἐνὼς καὶ Σὴθ καὶ Ἐνὼχ καὶ Νῶε φήσεις,

οὐχ ἁμαρτήσῃ τοῦ πρέποντος.] ‖

11b

Chaînes: ‖ Μακρὸν γὰρ αἰῶνα τείνουσι μυρίοι τῶν

ἀφρόνων, καλὸν δὲ καὶ σπουδαῖον μόνος ὁ φρονήσεως

ἐραστής.

11c

Procope: ‖ Ἄπεισι δὲ πρὸς ἐκείνους οὐκ ἐν γήρει

μακρῷ, ἐν ᾧ πολλοὶ καὶ τῶν πονηρῶν τοῦ σώματος ἀπο-

λύονται, ἀλλ' «ἐν γήρει καλῷ». ‖

12

‖ [Καὶ οὕτω μὲν ἐπὶ τοῦ νοητοῦ, οὐδὲν δὲ ἧττον κἀπὶ

τοῦ αἰσθητοῦ ἐστι συνιδεῖν] ἐν ταῖς τῶν ζῴων γενέσεσι·

πρῶτον [μὲν γάρ] ἐστι σπέρματος καταβολή, δεύτερον

[δὲ] ἡ εἰς τὰ γένη διανομή, τρίτον ‖ αὔξησις, καὶ τέταρτον

‖ τελείωσις. ‖

18

‖ «Σάρρα [δὲ] ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν [αὐτῷ]».

Στεῖρα ἡ τοῦ ἔθνους μήτηρ εἰσάγεται, πρῶτον μὲν ἵνα

παράδοξος ἡ τῶν ἐγγόνων σπορὰ φαίνηται θαυματουργη-

θεῖσα, δεύτερον δὲ ὑπὲρ τοῦ μὴ συνουσίᾳ μᾶλλον ἀνδρὸς

ἀλλ' ἐπιφροσύνῃ θεοῦ συλλαμβάνειν τε καὶ τίκτειν. Τὸ γὰρ

στεῖραν οὖσαν ἀποκύειν οὐ γεννήσεως ἀλλὰ θείας δυνά-

μεως ἔργον ἦν.

20a

‖ Ἴσον ἐστὶ τὸ μὴ ζηλότυπον ὁρᾶν ἀστῆς καὶ γαμετῆς

καὶ συγγενίδος ἐν ταὐτῷ, τὴν ἀτεκνίαν αὐτῆς ἐπανορθουμένης

διὰ θεραπαίνης, ἣν ἔχουσα παλλακίδα τοῦ ἀνδρὸς ἀποφαίνει.

Οὐ μὴν ἀλλὰ καὶ φιλανδρίας ὑπερβολὴ διασημαίνεται·

20b

ἐπειδὴ γὰρ στεῖρα εἶναι ἐδόκει, οὐκ ἐδικαίωσε τὸν τοῦ

ἀνδρὸς οἶκον ἐν ἀπαιδίᾳ καταλιπεῖν, τὸ ἐκείνου λυσιτελὲς

πρὸ τῆς ἰδίας ἀσφαλείας τιθεμένη. ‖

21

Ἐπισφραγίζεται ὁ θεολόγος τὸν γάμον τῶν ὁσίων διὰ

τοὺς ἀκρατεῖς· οὗτοι γάρ, ἕνεκα παλλακίδων αἷς ἐπεμά-

νησαν, ὀλιγωροῦσι τῶν ἀστῶν. Διόπερ εἰσάγει τὸν σπου-

δαῖον τότε βεβαιότατον ἄνδρα τῆς γαμετῆς, ὅτε παλλακίδι

χρῆσθαι παρήγγελλον οἱ καιροί· καὶ τότε παγιωτέραν

γυναῖκα τὴν ἀστήν, ὅτε παρεισῆλθεν ἑτέρα. Πρὸς μὲν γὰρ

τὴν παλλακίδα μίξις ἦν σωμάτων ἕνεκεν γενέσεως

παίδων, πρὸς δὲ τὴν γαμετὴν ἕνωσις ψυχῆς ἁρμοζομένης

ἔρωτι οὐρανίῳ. ‖

22

‖ «Καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς».

Κατὰ καιρὸν κυρίαν ἐκάλεσεν ὅτε ‖ παρὰ τῆς θεραπαίνης

ἠλάττωται ‖. Τοῦτο δὲ ‖ καὶ εἰς πάντα διατείνει τοῦ

βίου τὰ πράγματα. Κυριώτερος γὰρ ὁ φρόνιμος πένης

ἄφρονος πλουσίου, καὶ ὁ ἄδοξος ἐνδόξου, καὶ ὁ νοσῶν

ὑγιαίνοντος. Τὰ μὲν γὰρ σὺν φρονήσει, πάντα ‖ κύρια·

τὰ δὲ ἐν ἀφροσύνῃ, δοῦλα καὶ ἄκυρα. ‖ Οὐκ εἶπε δὲ

‘ἠτίμασε τὴν κυρίαν αὐτῆς’, ἀλλ' «ἠτιμάσθη ἡ κυρία»·

‖ οὐ γὰρ ἐθέλει κατηγορεῖν, δηλῶσαι δὲ τὸ συμβεβηκός.

23

‖ «Ἀδικοῦμαι ἐκ σοῦ». ‖

Τὸ «ἐκσοῦ» [οὐκ ἀντὶ τοῦ «ὑπὸ σοῦ» φασιν· οὐ γὰρ

κατηγορεῖ τοῦ Ἀβραὰμ] ἣ διὰ πάσης αὐτὸν ἦγε τιμῆς καὶ

κύριον ὀνομάζουσα· ἄμεμπτον γὰρ οἴεται δεῖν τηρεῖν τὸν

ἀγαθὸν καὶ ὑπὸ τῆς γαμετῆς. [Ἀλλ' ἔστι χρονικὸν τῷ ἑξῆς

συναπτόμενον]· «ἐξ οὗ» [σοι καὶ ἀφ' οὗ] χρόνου «[ἐγὼ]

δέδωκα τὴν παιδίσκην μου». ‖

24

[Ὁ δὲ σοφὸς ὄντως] Ἀβραὰμ «ἰδού», φησίν, «ἡ παι-

δίσκη σου». ‖

Ἔπαινον ἔχει τὸ ῥητὸν τοῦ σοφοῦ μήτε γυναῖκα μήτε

γαμετὴν ἀλλὰ παιδίσκην εἰπόντος τῆς γαμετῆς τὴν ἐξ

αὐτοῦ κύουσαν. ‖

26

Οὐ πᾶσα ψυχὴ δέχεται νουθεσίαν· ἀλλ' ἡ μὲν ἵλεως

ἀγαπᾷ τοὺς ἐλέγχους καὶ τοῖς παιδεύουσι μᾶλλον οἰκειοῦται,

ἡ δὲ ἐχθρὰ μισεῖ καὶ ἀποστρέφεται καὶ ἀποδιδράσκει, τοὺς

πρὸς ἡδονὴν λόγους τῶν ὠφελεῖν δυναμένων προκρίνουσα.

27

‖ Σοῦρ τεῖχος [ἢ εὐθυσμός]. ‖

29

[Φίλω〈νος〉]. —Τὸ ἀνυπόκριτον ἦθος ἐπαινετόν, καὶ

φίλον ἡ ἀλήθεια. Διὸ καὶ νῦν ἄξιον ἀποδέχεσθαι τὸ ἀψευδὲς

τῆς διανοίας ὁμολογούσης ὃ πέπονθεν, ὅτι τὸ πρόσωπον,

λέγω δὲ τὴν φαντασίαν τῆς ἀρετῆς καὶ σοφίας, καταπέ-

πληκται. Τὸ ἐξουσιαστικὸν καὶ βασιλικὸν εἶδος αὐτῆς

τέθηπεν, ὡς μὴ ὑπομένειν τὸ μέγεθος καὶ ὕψος θεωρεῖν

ἀλλ' ἀποδιδράσκειν. Ἔνιοι γὰρ οὐ μίσει τῷ πρὸς ἀρετὴν

φεύγουσιν αὐτὴν ἀλλ' αἰδοῖ, κρίνοντες ἑαυτοὺς ἀναξίους

τῇ δεσποίνῃ συμβιοῦν.

30a

‖ Τὸ ὑποτάττεσθαι τοῖς κρείττοσιν ὠφελιμώτατον

30b

Ὁ μαθὼν ἄρχεσθαι καὶ ἄρχειν εὐθὺς μανθάνει· οὐδὲ

γάρ, εἰ πάσης γῆς καὶ θαλάττης τὸ κράτος ἀνάψαιτό τις,

ἄρχων ἂν εἴη πρὸς ἀλήθειαν, εἰ μὴ μάθοι καὶ προπαιδευθείη

τὸ ἄρχεσθαι.

38a

‖ Ὁ γὰρ ἓξ [ἀριθμὸς γεννητικώτατός] ἐστιν ὡς

ἀρτιοπέριττος, μετέχων καὶ τῆς δραστικῆς οὐσίας κατὰ τὸν

περιττὸν καὶ τῆς ὑλικῆς ‖ κατὰ τὸν ἄρτιον. Ὅθεν καὶ

ἀρχαῖοι γάμον καὶ ἁρμονίαν αὐτὸν ἐκάλεσαν. ‖

38b

‖ [Μακαρία] φύσις ἡ ἐπὶ παντὶ χαίρουσα καὶ μηδενὶ

δυσαρεστοῦσα τῶν ἐν τῷ κόσμῳ τὸ παράπαν, ἀλλ' εὐαρε-

στοῦσα τοῖς γινομένοις ὡς καλῶς καὶ συμφερόντως γινο-

μένοις.

43

Πατὴρ ἐκλεκτὸς ἤχους [ἢ πατὴρ ἔθνων].

48

‖ Οἴησις, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἐστὶν ἐκκοπὴ

προκοπῆς· ὁ γὰρ κατοιόμενος βελτίωσιν οὐκ ἀνέχεται. ‖

49a

‖ Κατὰ γὰρ τοὺς Πυθαγορικούς, ὁμολογία [καὶ

πειθὼ] ἡ ὀκτὼ καλεῖται. ‖ Πρῶτος γάρ ἐστι κύβος

‖ τὴν τοῦ παντὸς αἰσθητοῦ ἰδέαν περιέχων κατά τε μῆκος

καὶ πλάτος καὶ βάτος, καὶ καλῶς ὁμολογία καλοῖτ' ἄν·

ἐν αὐτῷ γὰρ τὰ περιττὰ τοῖς ἀρτίοις ὡμολόγησαν. ‖

49b

‖ Ὁ γὰρ ἓξ ἀριθμὸς γεννητικώτατός ἐστιν ὡς

ἀρτιοπέριττος, [μετέχων καὶ τῆς δραστικῆς οὐσίας κατὰ

τὸν περιττὸν καὶ τῆς ὑλικῆς κατὰ τὸν ἄρτιον]. Ὅθεν

καὶ ἀρχαῖοι γάμον καὶ ἁρμονίαν αὐτὸν ἐκάλεσαν. ‖

52

Οὐδὲν τῶν ἀκουσίων ἔνοχον ἀποφαίνει ὁ νόμος ὁπότε καὶ

τῷ φόνον ἀκούσιον δράσαντι συγγινώσκει. ‖ Τὸ δὲ ὀκτὼ

ἡμερῶν μετὰ γέννησιν βρέφος εἰ μὴ περιτέτμηται, τί ἀδικεῖ

ὡς καὶ θανάτου τιμωρίαν ὑπομένειν; Ἔνιοι μὲν οὖν φήσου-

σιν ἀναφορικὸν εἶναι τὸν τῆς ἑρμηνείας τρόπον ἐπὶ τοὺς

γονεῖς, ἐκείνους [κολάζειν] οἴεται [δεῖν ὡς] ὠλιγωρη-

κότας τῆς τοῦ νόμου διατάξεως· ἔνιοι δὲ ὅτι, ὑπερβολῇ

χρώμενος, κατὰ τοῦ βρέφους, ὅσα τὸ δοκεῖν, ἠγανάκτησεν,

ἵνα τοῖς τελείοις καταλύουσι τὸν νόμον ἀπαραίτητος

ἐπάγηται τιμωρία. ‖

58

‖ «Ναὶ ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν».

‖ Ἡ ὁμολογία, φησίν, ἡ ἐμή, κατάφασίς ἐστιν ἀκραι-

φνής, ἀμιγὴς ἀρνήσεως, καὶ ἡ σὴ πίστις οὐκ ἀμφίβολος

ἀλλ' ἀνενδοίαστος, αἰδοῦς καὶ ἐντροπῆς μετέχουσα. Ὅθεν

ὃ προείληφας γενησόμενον διὰ τὴν πρὸς ἐμὲ πίστιν, γενήσεται

πάντως. Τοῦτο γὰρ μηνύει τὸ «ναί».

61

‖ Ὁ γὰρ τῶν δεκατριῶν ἀριθμὸς συνέστηκεν ἐκ τῶν

πρώτων δυοῖν τετραγώνων, τοῦ τέσσαρα καὶ τοῦ ἐννέα—

ἀρτίου τε καὶ περιττοῦ—πλευρὰς ἐχόντων τοῦ μὲν ἀρτίου

τὸ ὑλικὸν εἶδος δυάδα, τοῦ δὲ περιττοῦ τὴν δραστήριον

ἰδέαν ‖ τριάδα· οὗτος [οὖν ὁ ἀριθμὸς] ἡ μεγιστὴ καὶ

τελειοτατὴ τῶν ἑορτῶν γέγονε τοῖς ἀρχαιοῖς ἐπιτήρησις. ‖

4

8a

‖ Μεγίστη δὲ ἡ τῆς τριάδος καὶ κατ' αἴσθησιν

δύναμις· ὁ γὰρ κατ' αὐτὴν ἀριθμὸς τοῖς γεννητοῖς ἐπι-

δέδωκε γένεσιν, αὔξησιν, τροφήν. Καὶ οὐχ ἁπλῶς εἴρηται·

«τριχθὰ δὲ πάντα δέδασται».

8b

[Διὰ μὲν τοῦτο] οἱ Πυθαγόρειοι τριάδα μὲν ἐν ἀριθμοῖς,

ἐν δὲ σχήμασι τὸ ὀρθογώνιον τρίγωνον ὑποτίθενται στοιχεῖον

τῆς τῶν ὅλων γενέσεως. Ἓν μὲν οὖν μέτρον ἐστί, καθ' ὃ

συνέστη ὁ ἀσώματος καὶ νοητὸς κόσμος· δεύτερον δὲ μέτρον,

καθ' ὃ ἐπάγη ὁ αἰσθητὸς οὐρανός, πέμπτην λαχὼν καὶ

θειοτέραν οὐσίαν, ἄτρεπτον καὶ ἀμετάβολον· τρίτον δέ,

καθ' ὃ ἐδημιουργήθη τὰ ὑπὸ σελήνην ἐκ τῶν τεσσάρων

δυνάμεων ‖, γένεσιν καὶ φθορὰν ἐπιδεχόμενα. ‖

8c

‖ Τὸ ἀμυήτοις ἐκλαλεῖν μυστήρια καταλύοντός ἐστι

τοὺς θεσμοὺς τῆς ἱερωτάτης τελετῆς. ‖

20

‖«Συμπροπέμπων αὐτούς».

‖Μόλις διαζεύγνυται δυσαποσπάστως ἔχων ὡς βού-

λεσθαι καὶ ‖ ἀποδημεῖν. ‖ Ἄμεινον δὲ τοῦ ‘πέμπειν’

τὸ ‘παραπέμπειν’, κοινωνικώτατον ἦθος ἐμφαῖνον. ‖

23

‖ Ἑρμηνεύεται τύφλωσις ἢ στείρωσις. ‖

30

Τῷ μὲν Ἀβραὰμ φαίνονται τρεῖς καὶ μεσημβρίας· τῷ δὲ

Λὼτ δύο καὶ ἑσπέρας. Φυσικώτατα διαφορὰν εἰσηγεῖται

[ὁ νόμος] τελείου καὶ προκόπτοντος. Ὁ μὲν οὖν τέλειος

τριάδα φαντασιοῦται [ἐν ἀσκίῳ φωτὶ καὶ μεσημβρινῷ],

μεστὴν καὶ ἄκενον καὶ πληρεστάτην οὐσίαν· ὁ δὲ δυάδα,

διαίρεσιν καὶ τομὴν καὶ κενὸν ἔχουσαν [ἐν ἑσπερινῷ

σκότει]. ‖

33a

‖ Στενοχωρεῖται πᾶς ἔφρων θλιβόμενος ὑπὸ φιλαρ-

γυρίας καὶ φιλοδοξίας καὶ φιληδονίας καὶ τῶν ὁμοιοτρόπων·

ἅπερ οὐκ ἐᾷ τὴν διάνοιαν ἐν εὐρυχωρίᾳ διάγειν.

33b

Πάγκαλον οὖν δόγμα ὅτι τῷ μὲν σοφῷ πάντα ἀναπέ-

παυται τὰ ἐν κόσμῳ, πρὸς ἐνδιαίτημά τε καὶ θέαν τῶν

κατὰ μέρος, τῷ δὲ μὴ τοιούτῳ οὐδὲ ἴδιος οἶκος ἀλλ' οὐδὲ

ὁ νοῦς αὐτός, φυρόμενος καὶ ὑβριζόμενος ὑπὸ τῶν ὥσπερ

εἰς πανδοχεῖον…

40

The complete text is available when the reading interface loads.