tlg0018.tlg038
- Authority group
- Philo of Alexandria (catalogue association; authorship remains anonymous)
- Edition reference
- Περὶ ἀριθμῶν sive Ἀριθμητικά (fragmenta), ed. K. Staehle, Die Zahlenmystik bei Philon von Alexandreia, Leipzig: Teubner, 1931: 19–51, 53–59, 62–70, 75.
- CTS identifier
urn:cts:greekLit:tlg0018.tlg038.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4b
δέχεσθαι πέφυκεν, εἰκὼν οὖσα τοῦ μόνου πλήρους θεοῦ.
4c
de spec. leg. III § 180: ἑπόμενος δ' ἀκολουθίᾳ φύσεως κἀκεῖνο λέξω,
ὅτι μονὰς μέν ἐστιν εἰκὼν αἰτίου πρώτου.
4d
de fuga et invent. § 164: ὁ δ' ἄρα διὰ πόθον ἐπιστήμης ὑπερκύψας
ἅπαντα τὸν κόσμον ζητεῖ περὶ τοῦ κοσμοποιοῦ, τίς ἐστιν ὁ δυσόρατος οὗτος
καὶ δυστόπαστος, σῶμα ἢ ἀσώματος ἢ ὑπεράνω τι τούτων <ἢ φύσις ἁπλῆ,
οἵα μονάς,> ἢ σύγκριμα ἢ τί τῶν ὄντων.
4e
quod deus sit immort. § 82: τὸ μὲν γὰρ ἅπαξ ἔοικε τῷ ἀκράτῳ—
καὶ γὰρ τὸ <ἄκρατον μονὰς> καὶ <ἡ μονὰς ἄκρατον>—τὸ δὲ δὶς τῷ κεκρα-
μένῳ· τὸ γὰρ κεκραμένον οὐχ <ἁπλοῦν> ἅτε καὶ σύγκρισιν καὶ διάκρισιν ἐπι-
δεχόμενον· (83) μονάδας οὖν ἀκράτους ὁ θεὸς λαλεῖ.
4f
de gigant. § 52: τὸ δ' ἄνευ φωνῆς μόνῃ ψυχῇ τὸ ὂν θεωρεῖν ἐχυρώ-
τατον, ὅτι <κατὰ τὸν ἀδιαίρετον> ἵσταται <μονάδα.>
4g
de spec. leg. I § 180: εἷς γὰρ ἀντὶ δυεῖν προσάγεται, τοῦ βραβευτοῦ
δικαιώσαντος <ἀδιαιρέτῳ φύσει μονάδος> πρὸ διαιρετῆς δυάδος χρήσα-
σθαι ἐν ἀρχῇ τοῦ ἐνιαυτοῦ.
4h
de vita Mos. II § 288: μετακληθεὶς ὑπὸ τοῦ πατρός, ὃς αὐτὸν
δυάδα ὄντα, σῶμα καὶ ψυχήν <εἰς μονάδος ἀνεστοιχείου φύσιν> ὅλον
δι' ὅλων μεθαρμοζόμενος εἰς νοῦν <ἡλιοειδέστατον>·
5a
quis rer. div. heres § 189: ... μονάς, ᾗ πᾶς ἂν ἀριθμὸς εἴποι τὸ
ποιητικὸν ἐκεῖνο·
„ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι.“ (1, 97) λήγει τε γὰρ ἀναλυόμενος
ὁ κατὰ σύνθεσιν ἀπειράκις ἄπειρος ἀριθμὸς εἰς μονάδα, ἄρχεταί τε αὖ πάλιν
ἀπὸ μονάδος εἰς ἀπερίγραφον συντιθέμενος πλῆθος. διόπερ <οὐδ' ἀριθμόν,>
ἀλλὰ <στοιχεῖον> καὶ <ἀρχὴν ἀριθμοῦ> ταύτην ἔφασαν, οἷς ζητεῖν ἐπιμελές.
5c
de decal. § 102: ... ἑβδομάς, ἡ μονάδος οἰκειοτάτη καὶ <ἀρχῆς.>
5d
de praem. et poen. § 46: ἀπὸ μονάδος—<ἀρχὴ> γὰρ αὕτη.
5e
de opif. m. § 99: τὸ μὲν οὖν ἓν γεννᾷ τοὺς ἑξῆς ἅπαντας ἀριθμοὺς
ὑπ' οὐδενὸς γεννώμενον τὸ παράπαν.
6a
de opif. m. § 49: κατὰ μὲν γὰρ τὸ ἓν τάττεται τὸ λεγόμενον ἐν γεω-
μετρίᾳ σημεῖον.
6b
de opif. m. § 98: σημεῖον μὲν κατὰ μονάδα.
7
de decal. § 102ff.: ἥδε (sc. ἑβδομάς) γάρ ἐστιν ἡ ἐν ἀριθμοῖς παρ-
θένος, ἡ ἀμήτωρ φύσις, ἡ μονάδος οἰκειοτάτη καὶ ἀρχῆς, ἡ ἰδέα τῶν πλανή-
των, ἐπεὶ <καὶ τῆς ἀπλανοῦς σφαίρας μονάς>. ἐκ γὰρ μονάδος καὶ ἑβ-
δομάδος οὐρανὸς ὁ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ. (103) πέπηγε δ'
ὁ οὐρανὸς ἔκ τε τῆς ἀμερίστου φύσεως καὶ τῆς μεριστῆς· ἡ μὲν οὖν ἀμέριστος
τὴν πρώτην καὶ ἀνωτάτω καὶ <ἀπλανῆ περιφορὰν εἴληχεν, ἣν μονὰς
ἐπισκοπεῖ.>
8
de opif. m. § 49: ῥύσει μὲν ἑνὸς δυάς.
9
de opif. m. § 13: δυὰς δ' ἀρτίων (sc. ἀρχή).
10a
de opif. m. § 13: τὸ δ' ἄρτιον θῆλυ.
10b
de spec. leg. II § 58: ... θῆλυν δὲ τὸν ἄρτιον (sc. ἀριθμόν).
11a
leg. alleg. I § 3: ὅτι ἡ μὲν (sc. δυὰς) <ὕλης ἐστὶν εἰκών, διαι-
ρουμένη> καὶ <τεμνομένη> καθάπερ ἐκείνη.
11b
de spec. leg. III § 180: ἑπόμενος δ' ἀκολουθίᾳ φύσεως κἀκεῖνο
λέξω, ὅτι μονὰς μέν ἐστιν εἰκὼν αἰτίου πρώτου, <δυὰς δὲ παθητῆς> καὶ
<διαιρετῆς ὕλης>: ὃς ἂν οὖν δυάδα πρὸ μονάδος τιμήσῃ καὶ δεξιώσεται, μὴ
ἀγνοείτω 〈<τὴν〉 ὕλην> ἀποδεχόμενος μᾶλλον ἢ θεόν.
11c
de praem. et poen. § 46: στοχασταὶ μὲν οὖν οἱ <ἀπὸ τῶν γεγονότων>
τὸν ἀγένητον καὶ γεννητὴν τῶν ὅλων σπεύδοντες θεωρεῖν, ὅμοιόν τι δρῶντες
τοῖς <ἀπὸ δυάδος> μονάδος φύσιν ἐρευνῶσι, δέον ἔμπαλιν ἀπὸ μονάδος—
ἀρχὴ γὰρ αὕτη—δυάδα σκοπεῖν.
11d
de somniis II, § 70: θνῄσκει (sc. Ἀδάμ) <δυάδα τιμήσας> πρὸ
μονάδος καὶ <τὸ γενόμενον> πρὸ τοῦ πεποιηκότος ἐκθαυμάσας.
11e
de spec. leg. I § 180: εἷς γὰρ ἀντὶ δυεῖν προσάγεται (sc. μόσχος),
τοῦ βραβευτοῦ δικαιώσαντος ἀδιαιρέτῳ φύσει μονάδος πρὸ <διαιρετῆς
δυάδος> χρήσασθαι.
13a
Joh. Lydus p. 23, 21—24, 7
ὅθεν καὶ Ἄρτεμις λέγεται ἀπὸ τοῦ
ἀρτίου καὶ ὑλικοῦ ἀριθμοῦ (sc. δευ-
τέρα ἡμέρα). τὸ γὰρ ἄρτιον μέσον
διασπᾶται διαιρουμένου τοῦ ἑνός. μό-
νος δὲ ἀδιαίρετος ὁ περιττός.
ὁ μὲν γὰρ ἄρρην ἀριθμὸς
<τετράγωνος, αὐγὴ
καὶ φῶς> ἐξ ἰσότητος πλευρῶν συν-
εστώς, ὁ δὲ θῆλυς <ἑτερομήκης,
νύκτα καὶ σκότον ἔχων> διὰ τὴν
ἀνισότητα. ὁ δὲ ἑτερομήκης τὴν
μὲν ἐλάττονα πλευρὰν ἐλάττονα ἔχει
ἑνί, τὴν δὲ μείζω περιττοτέραν ἑνί.
13b
Joh. Lydus p. 24, 7—12
ὥστε ὁ δύο ἀριθμὸς οὐ καθαρός,
πρῶτον μέν, ὅτι κενός ἐστι καὶ οὐ
ναστός, τὸ δὲ μὴ πλῆρες οὐ καθα-
ρόν,
ἀρχὴ δὲ ἀπειρίας καὶ ἀνισότητος.
ἀπειρίας μὲν διὰ τὴν ὕλην, ἀνισότη-
τος δὲ διὰ τοὺς ἑτερομήκεις.
ὅθεν οἱ παλαιοὶ ὡς ὕλην καὶ ἑτερό-
τητα τὴν δυάδα παραλαμβάνουσι.
14a
de opif. m. § 49: ῥύσει μὲν ἑνὸς δυάς, ῥύσει δὲ σημείου συνίσταται
γραμμή· γραμμὴ δ' ἐστὶ μῆκος ἀπλατές.
14b
de opif. m. § 98: γραμμὴ δὲ κατὰ δυάδα (sc. τέτακται).
14c
de decal. § 25: τὸ μὲν γὰρ δυσὶ σημείοις περατούμενόν ἐστι γραμμή.
15
de opif. m. § 13: περιττῶν μὲν οὖν ἀριθμῶν ἀρχὴ τριάς.
16
de opif. m. § 13 ἄρρεν μὲν γὰρ ἐν τοῖς οὖσι τὸ περιττόν.
19a
de opif. m. § 49: γραμμὴ δ' ἐστὶ μῆκος ἀπλατές· πλάτους δὲ προσ-
γενομένου γίνεται ἐπιφάνεια, ἣ τέτακται κατὰ τριάδα.
19b
de opif. m. § 98: ἐπίπεδον δὲ κατὰ τριάδα τέτακται.
19c
de vita Mos. II § 115: σύμβολα τιθεὶς αὐτὰ τῶν πρώτων ἀριθμῶν,
μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, ἐπειδὴ πάντα ἐν τετράδι,
σημεῖον καὶ γραμμὴ καὶ ἐπιφάνεια καὶ στερεόν.
19d
de decal. § 26: ἀρχέτυπον ... ἐπιφανείας μὲν τρία.
20a
leg. alleg. I § 3: δυὰς μέντοι καὶ τριὰς ἐκβέβηκε τὴν κατὰ τὸ ἓν
ἀσωματότητα, ὅτι ἡ μὲν ὕλης ἐστὶν εἰκών, διαιρουμένη καὶ τεμνομένη
καθάπερ ἐκείνη, τριὰς δὲ στερεοῦ σώματος, ὅτιπερ τριχῆ τὸ στερεὸν διαιρετόν.
20b
de decal. § 24 u. 25: ἡ μὲν οὖν ἀδιάστατος (sc. φύσις) τάττεται
κατὰ σημεῖον μόνον, ἡ δὲ διαστηματικὴ κατὰ τρεῖς ἰδέας γραμμῆς καὶ
ἐπιφανείας καὶ στερεοῦ· (25) τὸ μὲν γὰρ δυσὶ σημείοις περατούμενόν ἐστι
γραμμή, τὸ δ' ἐπὶ δύο διαστατὸν ἐπιφάνεια, ῥυείσης ἐπὶ πλάτος γραμμῆς,
τὸ δ' ἐπὶ τρία στερεόν, μήκους καὶ πλάτους βάθος προσλαβόντων, ἐφ' ὧν
ἵσταται ἡ φύσις· πλείους γὰρ τριῶν διαστάσεις οὐκ ἐγέννησεν.
20c
de opif. m. § 36: τὸ γὰρ σῶμα φύσει στερεόν, ὅτιπερ καὶ τριχῆ διασ-
τατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντη διεστηκός;
21a
Joh. Lyd. p. 25, 12—16
μεγίστη δὲ ἡ τῆς τρίαδος καὶ κατ'
αἴσθησιν δύναμις. ὁ γὰρ κατ' αὐ-
τὴν ἀριθμὸς τοῖς γενητοῖς ἐπιδέδωκε
γένεσιν αὔξησιν τροφήν,
καὶ οὐχ
ἁπλῶς εἴρηται· ”τριχθὰ δὲ πάντα
δέδασται.”
Joh. Lyd. p. 28, 8—16
διὰ μὲν τοῦτο οἱ Πυθαγόρειοι τριάδα
μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχήμασι τὸ
ὀρθογώνιον τρίγωνον ὑποτίθενται
στοιχεῖον τῆς τῶν ὅλων γενέσεως.
ἓν μὲν οὖν μέτρον ἐστί, καθ' ὃ
συνέστη ὁ ἀσώματος καὶ νοητὸς κόσ-
μος.
δεύτερον δὲ μέτρον, καθ' ὃ ἐπάγη ὁ
αἰσθητὸς οὐρανός, πέμπτην λαχὼν
καὶ θειοτέραν οὐσίαν, ἄτρεπτον
καὶ ἀμετάβολον.
τρίτον δὲ καθ' ὃ ἐδημιουργήθη
τὰ ὑπὸ σελήνην, ἐκ τῶν τεσσάρων
δυνάμεων,
γένεσιν καὶ φθορὰν ἐπιδεχόμενα.
21c
de sacrif. Ab. et Cai. § 47: τριμερὴς γὰρ ὁ χρόνος ἐκ παρεληλυ-
θότος καὶ ἐνεστῶτος καὶ μέλλοντος συνεστώς.
22,col l
de opif. m. § 51
πρὸς δὲ τούτοις οὐδ' ἐκεῖνο ἀγνοη-
τέον, ὅτι πρῶτος ἀριθμῶν ὁ τέτταρα
τετράγωνός ἐστιν ἰσάκις ἴσος καὶ ὅτι
μόνος ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ
δυνάμει πέφυκε γεννᾶσθαι, συνθέσει
μὲν ἐκ δυοῖν, δυνάμει δὲ πάλιν ἐκ
τοῦ δὶς δύο πάγκαλόν τι συμφωνίας
εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν
ἄλλων ἀριθμῶν συμβέβηκεν. αὐτίκα
γοῦν ὁ ἕξ συντιθέμενος ἐκ δυοῖν
τριάδων οὐκέτι γεννᾶται πολλαπλα-
σιασθεισῶν, ἀλλ' ἕτερος, ὁ ἐννέα.
22,col r
Joh. Lyd. p. 30, 8—15
περὶ δὲ τοῦ κατ' ἀριθμὸν ἀξιώματος
ὁ τέταρτος ἀριθμὸς
τετράγωνός ἐστι. μόνος γὰρ ἰσάκις
ἴσος ἰσομερὴς ἐκ τῶν αὐτῶν καὶ συν-
θέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι,
σύνθεσιν μὲν οὖν ἐκ δυεῖν καὶ δυεῖν,
δύναμιν δὲ ἐκ τοῦ δὶς δύο,
πάγκαλόν τι συμφωνίας
εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν
ἄλλων ἀριθμῶν συμβέβηκεν.
23a,col l
de opif. m. § 47: ὁ δ' οὐρανὸς διεκοσμεῖτο αὖθις ἐν ἀριθμῷ τελείῳ
τετράδι, ἣν <δεκάδος> τῆς παντελείας οὐκ ἂν διαμάρτοι εἰς ἀφορμὴν εἶναι
λέγων καὶ <πηγήν>:
ὃ γὰρ ἐντελεχείᾳ δεκάς, τοῦτο τετρὰς
ὡς ἔοικε δυνάμει.
εἰ γοῦν οἱ ἀπὸ μονάδος ἄχρι τετρά-
δος ἑξῆς συντεθεῖεν ἀριθμοί, δεκάδα
γεννήσουσιν, ἥτις ὅρος τῆς ἀπειρίας
τῶν ἀριθμῶν ἐστι περὶ ὃν ὡς καμπ-
τῆρα εἱλοῦνται καὶ ἀνακάμπτουσι.
23a,col r
Joh. Lyd. p. 30, 15—16
ὅθεν καὶ ἀποτελεσματικὸς καλεῖται·
εἰ γὰρ ἀπὸ μονάδος μέχρι τετράδος
ἑξῆς συντεθεῖεν ἀριθμοί, δεκάδα ἀπο-
τελοῦσιν.
23b
de plant. § 123 u. 124: καλεῖται δ' ἡ τετρὰς καὶ „πᾶς“, ὅτι τοὺς
ἄχρι δεκάδος καὶ αὐτὴν δεκάδα περιέχει δυνάμει. ὅτι μὲν οὖν τοὺς πρὸ
αὐτῆς, παντί τῳ δῆλον. ὅτι δὲ καὶ τοὺς μετ' αὐτήν, ἐξ ἐπιλογισμοῦ ῥᾴδιον
ἰδεῖν. ἓν, δύο, τρία, τέτταρα συντιθέντες ὃ ἠποροῦμεν εὑρήσομεν. (124) ἐκ
μὲν γὰρ ἑνὸς καὶ τεττάρων πεντὰς ἔσται, ἐκ δὲ δυεῖν καὶ τεττάρων ἑξάς,
ἑβδομὰς δὲ ἐκ τριῶν καὶ τεττάρων· καὶ κατὰ τὴν διπλῆν σύνθεσιν ἐξ ἑνὸς
καὶ τριῶν καὶ τεττάρων ὀγδοάς, καὶ πάλιν ἐκ δυεῖν καὶ τριῶν καὶ τεττάρων
ὁ ἐννέα ἀριθμός, δεκὰς δὲ ἐκ πάντων· ἓν γὰρ καὶ δύο καὶ τρία καὶ τέτταρα
δέκα γεννᾷ. ... (125) ἄρτιον γὰρ καὶ ὁλόκληρον καὶ πλήρη, ὡς καὶ σύμ-
παντα, ὡς τύπῳ φάναι, λόγον ἔχει, διὰ τὸ δεκάδα, ἣν τετρὰς ἐγέννησε,
πρῶτον καμπτῆρα τῶν ἀπὸ μονάδος συντιθεμένων ἀριθμῶν ἑστάναι· δεκὰς
δὲ καὶ τετρὰς ”πᾶς” ἐν ἀριθμοῖς εἶναι λέγεται, ἀλλὰ δεκὰς μὲν ἀποτελέσ-
ματι, τετρὰς δὲ δυνάμει.
23c
de spec. leg. II § 40: ... καὶ πρὸς τετράδα, τὴν δεκάδος <ἀρχήν> τε
καὶ <πηγήν>.
23d
in gen. III, 12 (p. 185 A): quartus numerus cunctis numeris aptior
est, ut perfectior et perfectissimi <denarii radix ac fundamentum>.
23e
de vita Mos. II § 84: καὶ τετράδα, τὴν δεκάδος οὐσίαν.
23f
de decal. § 26: (ὧν) ἡ σύνθεσις ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ τεττά-
ρων ἀποτελεῖ δεκάδα.
24a
de opif. m. § 48: περιέχει δ' ἡ τετρὰς καὶ τοὺς λόγους τῶν κατὰ
μουσικὴν συμφωνιῶν, τῆς τε διὰ τεττάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν καὶ
προσέτι δὶς διὰ πασῶν, ἐξ ὧν σύστημα τὸ τελειότατον ἀπογεννᾶται· τῆς
μὲν οὖν διὰ τεττάρων ὁ λόγος ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλά-
σιος δὲ τῆς διὰ πασῶν, τετραπλάσιος δὲ τῆς δὶς διὰ πασῶν. οὓς ἅπαντας ἡ
τετρὰς ἔχει περιλαβοῦσα, τὸν μὲν ἐπίτριτον ἐν τῷ τέσσαρα πρὸς τρία, τὸν
δ' ἡμιόλιον ἐν τῷ τρία πρὸς δύο, τὸν δὲ διπλάσιον ἐν τῷ δύο πρὸς ἓν ἢ τέσ-
σαρα πρὸς δύο, τὸν δὲ τετραπλάσιον ἐν τῷ τέσσαρα πρὸς ἕν.
24b
de vita Mos. II § 115: πάντα ἐν τετράδι ... καὶ αἱ κατὰ μουσικὴν
ἄρισται συμφωνίαι, ἥ τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ καὶ ἡ διὰ πέντε
ἐν ἡμιολίῳ καὶ ἡ διὰ πασῶν ἐν διπλασίῳ καὶ ἡ δὶς διὰ πασῶν ἐν τετραπλα-
σίῳ.
25a
de opif. m. § 51: πρὸς δὲ τούτοις οὐδ' ἐκεῖνο ἀγνοητέον, ὅτι πρῶ-
τος ἀριθμῶν ὁ τέτταρα τετράγωνός ἐστιν ἰσάκις ἴσος, <μέτρον δικαιο-
σύνης> καὶ <ἰσότητος>.
25b
de plant. § 121 u. 122: πρεσβύτατός τε αὖ τετραγώνων ὁ ἀριθμὸς
ὢν ἐν ὀρθαῖς γωνίαις, ὡς τὸ κατὰ γεωμετρίαν δηλοῖ σχῆμα, ἐξετάζεται· αἱ
δ' εἰσὶν ὀρθότητος λόγου σαφῆ δείγματα, πηγὴ δὲ ἀέναος ἀρετῶν ὁ ὀρθὸς
λόγος. (122) ἀνάγκη μέντοι τὰς τοῦ τετραγώνου πλευρὰς ἴσας εἶναι· δι-
καιοσύνην δὲ ἰσότης τὴν ἔξαρχον καὶ ἡγεμονίδα τῶν ἀρετῶν ἔτεκεν· <ὥστε
ἰσότητος> καὶ <δικαιοσύνης> καὶ πάσης ἀρετῆς χωρὶς τῶν ἄλλων <ἐπιδείκ-
νυται τὸν ἀριθμὸν εἶναι σύμβολον>.
26a
de opif. m. § 49 u. 50: ἔστι δὲ καὶ δύναμις ἄλλη τετράδος λεχθῆναί
τε καὶ νοηθῆναι θαυμασιωτάτη. πρώτη γὰρ αὕτη τὴν τοῦ στερεοῦ φύσιν
ἔδειξε, τῶν πρὸ αὐτῆς ἀριθμῶν τοῖς ἀσωμάτοις ἀνακειμένων· κατὰ μὲν γὰρ
τὸ ἓν τάττεται τὸ λεγόμενον ἐν γεωμετρίᾳ σημεῖον, κατὰ δὲ τὰ δύο γραμμή,
διότι ῥύσει μὲν ἑνὸς δυάς, ῥύσει δὲ σημείου συνίσταται γραμμή. γραμμὴ
δ' ἐστὶ μῆκος ἀπλατές· πλάτους δὲ προσγενομένου γίνεται ἐπιφάνεια, ἣ
τέτακται κατὰ τριάδα· ἐπιφανείᾳ δὲ πρὸς τὴν τοῦ στερεοῦ φύσιν ἑνὸς δεῖ
τοῦ βάθους, ὃ προστεθὲν τριάδι γίνεται τετράς. ὅθεν καὶ μέγα χρῆμα συμ-
βέβηκεν εἶναι τὸν ἀριθμὸν τοῦτον, ὃς ἐκ τῆς ἀσωμάτου καὶ νοητῆς οὐσίας
ἤγαγεν εἰς ἔννοιαν ἡμᾶς τριχῆ διαστατοῦ σώματος τοῦ φύσει πρῶτον
αἰσθητοῦ.
(50) ὁ δὲ μὴ συνεὶς τὸ λεγόμενον ἔκ τινος παιδιᾶς εἴσεται πάνυ συνήθους.
<οἱ καρυατίζοντες> εἰώθασι τρία ἐν ἐπιπέδῳ κάρυα προτιθέντες ἐπιφέρειν
ἕν, σχῆμα πυραμοειδὲς ἀπογεννῶντες· τὸ μὲν οὖν ἐν ἐπιπέδῳ τρίγωνον
ἵσταται μέχρι τριάδος, τὸ δ' ἐπιτεθὲν τετράδα μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχή-
μασι πυραμίδα γεννᾷ, στερεὸν ἤδη σῶμα.
26d
de decal. § 26: στερεοῦ (sc. ἀρχέτυπος) δὲ τέσσαρα.
27a
de opif. m. § 52: πολλαῖς δὲ καὶ ἄλλαις κέχρηται δυνάμεσι τετράς,
ἃς ἀκριβέστερον καὶ ἐν τῷ περὶ αὐτῆς ἰδίῳ λόγῳ προσυποδεικτέον. ἀπόχρη
δὲ κἀκεῖνο προσθεῖναι, ὅτι καὶ τῇ <τοῦ παντὸς> οὐρανοῦ τε καὶ κόσμου
<γενέσει> γέγονεν ἀρχή· τὰ γὰρ τέτταρα στοιχεῖα, ἐξ ὧν τόδε τὸ πᾶν ἐδη-
μιουργήθη, καθάπερ ἀπὸ πηγῆς ἐρρύη τῆς ἐν ἀριθμοῖς τετράδος.
27b
de plant. § 120: τάς τε γοῦν τοῦ παντὸς ῥίζας, ἐξ ὧν ὁ κόσμος,
τέτταρας εἶναι συμβέβηκε, γῆν, ὕδωρ, ἀέρα, πῦρ.
28a
de opif. m. § 52: καὶ πρὸς τούτοις αἱ ἐτήσιοι ὧραι τέτταρες <αἱ
ζῴων καὶ φυτῶν αἴτιαι γενέσεως>, τετραχῆ τοῦ ἐνιαυτοῦ διανεμηθέν-
τος εἰς χειμῶνα καὶ ἔαρ καὶ θέρος καὶ μετόπωρον.
28b
de plant. § 120: καὶ τὰς ἐτησίους ὥρας ἰσαρίθμους, χειμῶνα καὶ
θέρος καὶ τὰς μεθορίους, ἔαρ τε καὶ μετόπωρον.
29
Joh. Lyd. p. 29, 7—11
καὶ οὕτω μὲν ἐπὶ τοῦ νοητοῦ, οὐδὲν
δὲ ἧττον κἀπὶ τοῦ αἰσθητοῦ ἐστι
συνιδεῖν
ἐν ταῖς τῶν ζῴων γενέσεσι· πρῶτον
μὲν γάρ ἐστι <σπέρματος κατα-
βολή>,
δεύτερον δὲ ἡ εἰς τὰ γένη <δια-
νομή>,
τρίτον <αὔξησις>
καὶ τέταρτον <τελείωσις>.
32a,col l
de opif. m. § 62
νομίσας οὐδὲν οὕτως ἕτερον ἑτέρῳ
συγγενὲς ὡς ζῴοις πεντάδα. διαφέ-
ρει γὰρ ἔμψυχα ἀψύχων οὐδενὶ μᾶλ-
λον ἢ αἰσθήσει· πενταχῆ δὲ τμητὸν
αἴσθησις, εἰς ὅρασιν, εἰς ἀκοήν, εἰς
γεῦσιν, εἰς ὄσφρησιν, εἰς ἁφήν.
32a
ἑκάστῃ μέντοι προσένειμεν ὁ ποιῶν καὶ ἐξαιρέτους ὕλας καὶ κριτήριον
ἴδιον, ᾧ δικάσει τὰ ὑποπίπτοντα· χρώματα μὲν [ἡ] ὅρασις, φωνὰς δὲ ἀκοή,
χυλοὺς δὲ γεῦσις, καὶ ὄσφρησις ἀτμούς, μαλακότητας δὲ καὶ σκληρότητας
καὶ ὅσα θερμὰ ἢ ψυχρὰ λειότητάς τε καὶ τραχύτητας ἁφή.
32a,col r
Joh. Lyd. p. 31, 12—14
συγγενὴς γὰρ
ἡ πεντὰς τῇ αἰσθήσει, ἥτις πεντα-
χῶς τέμνεται
εἰς ὅρασιν, ἀκοήν,
γεῦσιν, ὄσφρησιν καὶ ἁφήν.
32b
de plant. § 133: καὶ διὰ τοῦτο μέντοι τὸν καρπὸν τοῦ πέμπτου (sc. ἔτους)
ἡμῖν ἀνατίθησιν, ὅτι αἰσθήσεως πεντὰς ἀριθμὸς οἰκεῖος καί, εἰ δεῖ τἀληθὲς
εἰπεῖν, τὸ τρέφον τὸν νοῦν ἡμῶν ἐστιν αἴσθησις, ἢ δι' ὀφθαλμῶν τὰς χρω-
μάτων καὶ σχημάτων ποιότητας εὐτρεπίζουσα ἢ δι' ὤτων παντοδαπὰς τὰς
τῶν φωνῶν ἰδιότητας ἢ διὰ μυκτηρίων ὀσμὰς ἢ χυλοὺς διὰ στόματος ἢ
μαλακότητας εὐενδέτους καὶ σκληρότητας ἀντιτύπους ἢ λειότητας καὶ
τραχύτητας, 〈ψυχρότητας〉 τε αὖ καὶ θερμότητας διὰ τῆς ἀνὰ πᾶν τὸ σῶμα
σκιδναμένης δυνάμεως ἣν ἔθος ὀνομάζειν ἁφήν.
32c
de vita Mos. II § 81: ἡ πεντὰς αἰσθήσεων ἀριθμός ἐστιν.
32g
de migr. Abr. § 201: τὴν πεντάδα τῶν αἰσθήσεων
33a,col l
de opif. m. § 13
τῶν τε γὰρ ἀπὸ μονάδος πρῶτος τέ-
λειός ἐστιν ἰσούμενος τοῖς ἑαυτοῦ
μέρεσι καὶ συμπληρούμενος ἐξ αὐ-
τῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ
δυάδος, ἕκτου δὲ μονάδος.
33a,col r
Ioh. Lyd. p. 32, 8—11
τῶν γὰρ ἀπὸ μονάδος μόνος τέ-
λειός ἐστι τοῖς ἑαυτοῦ
μέρεσι, συμπληρούμενος ἐκτῶν αὐ-
τῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ
δυάδος, ἕκτου δὲ μονάδος.
33b
leg. alleg. I § 3: ὅταν οὖν λέγῃ „συνετέλεσεν ἕκτῃ ἡμέρᾳ τὰ ἔργα“,
νοητέον ὅτι οὐ πλῆθος ἡμερῶν παραλαμβάνει, τέλειον δὲ ἀριθμὸν τὸν ἕξ,
ἐπειδὴ πρῶτος ἴσος ἐστὶ τοῖς ἑαυτοῦ μέρεσιν, ἡμίσει καὶ τρίτῳ καὶ ἕκτῳ.
33c
de spec. leg. II § 177: ... ἑξάδος, ἥτις ἐστὶν ἀρχὴ τελειότητος,
ἐκ τῶν ἰδίων συμπληρουμένη μερῶν, οἷς ἐξισοῦται.
33e
de opif. m. § 89: ὁ σύμπας κόσμος ἐτελειώθη κατὰ τὴν ἑξάδος
ἀριθμοῦ τελείου φύσιν.
33f
leg. alleg. I § 15: ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἕξ.
34a,col l
de opif. m. § 13
καὶ ὡς ἔπος εἰπεῖν ἄρρην τε καὶ θῆ-
λυς εἶναι πέφυκε κἀκ τῆς ἑκατέρου
δυνάμεως ἥρμοσται. ἄρρεν μὲν γὰρ
ἐν τοῖς οὖσι τὸ περιττόν, τὸ δ' ἄρ-
τιον θῆλυ· περιττῶν μὲν οὖν ἀριθ-
μῶν ἀρχὴ τριάς, δυὰς δ' ἀρτίων, ἡ
δ' ἀμφοῖν δύναμις ἑξάς.
34a,col r
Joh. Lyd. p. 32, 11—14
καὶ ἁπλῶς εἰπεῖν ἄρρην τε καὶ θῆ-
λυς εἶναι πέφυκεν, (ὡς καὶ αὐτὴ
Ἀφροδίτη τὴν τοῦ ἄρρενος τήν τε
τοῦ θήλεος ἔχουσα φύσιν καὶ διὰ
τοῦτο παρὰ τοῖς θεολόγοις ἀρρενό-
θηλυς καλουμένη.)
34b
de spec. leg. II § 58: ἑξὰς μὲν γὰρ ἀρτιοπέριττος ἀριθμός, ἐκ τοῦ
δὶς τρία παγείς, ἔχων ἄρρενα μὲν τὸν περιττόν, θῆλυν δὲ τὸν ἄρτιον, ἐξ ὧν
<αἱ γενέσεις> κατὰ φύσεως θεσμοὺς ἀκινήτους.
35a,col l
de opif. m. § 13
τάξει δὲ ἀριθμὸς οἰκεῖον. ἀριθμῶν
δὲ φύσεως νόμοις γεννητικώτατος
ὁ ἕξ.
35a,col r
Joh. Lyd. p. 32, 4
ὁ γὰρ ἕξ· ἀριθμὸς γεννητικώτατός
ἐστιν.
35b
de decal. § 159: ἑβδόμην δὲ λέγω καὶ τὴν σὺν ἑξάδι τῇ γονιμω-
τάτῃ καὶ τὴν ἄνευ ἑξάδος.
35c
de spec. leg. II § 177 ... διπλασιασθείσης ἑξάδος, τῆς γονιμωτάτης.
36a
Joh. Lyd. p. 32, 4—8
ὁ γὰρ ἕξ ἀριθμὸς
γεννητικώτατός ἐστιν ὡς
ἀρτιοπέριττος, μετέχων καὶ τῆς δρα-
στικῆς οὐσίας κατὰ
τὸν περιττὸν
καὶ τῆς ὑλικῆς κατὰ τὸν ἄρτιον.
ὅθεν καὶ ἀρχαῖοι
γάμον καὶ ἁρμονίαν
αὐτὸν ἐκάλεσαν.
37
leg. alleg. I, § 3: καὶ ἀπὸ ἑτερομήκους συνίσταται τοῦ δὶς τρία.
38a
leg. alleg. I § 4: οὐ μὴν ἀλλὰ καὶ συγγενής ἐστι ταῖς τῶν ὀργανι-
κῶν ζῴων κινήσεσιν· ἑξαχῆ γὰρ τὸ ὀργανικὸν σῶμα πέφυκε κινεῖσθαι,
πρόσω καὶ κατόπιν, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ εὐώνυμα.
38b
leg. alleg. I § 12: πάλιν αὖ σώματος ἑπτὰ κινήσεις, ὀργανικαὶ μὲν ἕξ.
39
de opif. m. § 90: τὴν δ' ἑβδομάδος φύσιν οὐκ οἶδ' εἴ τις ἱκανῶς ἂν
ὑμνῆσαι δύναιτο παντὸς οὖσαν λόγου κρείττονα. οὐ μὴν ὅτι θαυμασιωτέρα
τῶν περὶ αὐτῆς λεγομένων ἐστί, διὰ τοῦθ' ἡσυχαστέον, ἀλλ' ἐπιτολμητέον
εἰ καὶ μὴ πάντα μηδὲ τὰ κυριώτατα οἷόν τε, τὰ γοῦν ταῖς ἡμετέραις δια-
νοίαις ἐφικτὰ δηλῶσαι.
40
de opif. m. § 91: διχῶς ἑβδομὰς λέγεται, ἡ μὲν ἐντὸς δεκάδος, ἥτις
ἑπτάκις μονάδι μόνῃ μετρεῖται συνεστῶσα ἐκ μονάδων ἑπτά, ἡ δ' ἐκτὸς
δεκάδος, ἀριθμὸς οὗ πάντως ἀρχὴ μονὰς κατὰ τοὺς διπλασίους ἢ τριπλα-
σίους ἢ συνόλως ἀναλογοῦντας ἀριθμούς, ὡς ἔχει ὁ ἑξήκοντα τέσσαρα καὶ
ὁ ἑπτακόσια εἰκοσιεννέα, ὁ μὲν κατὰ τὸν ἀπὸ μονάδος διπλάσιον παραυξη-
θείς, ὁ δ' αὖ κατὰ τὸν τριπλάσιον. ἑκάτερον δὲ εἶδος οὐ παρέργως ἐπι-
σκεπτέον.
41a
de opif. m. § 92—94: τὸ μὲν δὴ δεύτερον ἐμφανεστάτην ἔχει
προνομίαν· ἀεὶ γὰρ ὁ ἀπὸ μονάδος συντιθέμενος ἐν διπλασίοις ἢ τριπλα-
σίοις ἢ συνόλως ἀναλογοῦσιν ἕβδομος ἀριθμὸς κύβος τε καὶ τετράγωνός
ἐστιν, ἀμφότερα τὰ εἴδη περιέχων τῆς τε ἀσωμάτου καὶ σωματικῆς οὐσίας,
τῆς μὲν ἀσωμάτου κατὰ τὴν ἐπίπεδον ἣν ἀποτελοῦσι τετράγωνοι, τῆς δὲ
σωματικῆς κατὰ τὴν στερεὰν ἣν ἀποτελοῦσι κύβοι.
(93) σαφεστάτη δ' οἱ λεχθέντες ἀριθμοὶ πίστις· αὐτίκα ὁ ἀπὸ μονάδος
ἐν διπλασίονι λόγῳ παραυξηθεὶς ἕβδομος, ὁ τέσσαρα καὶ ἑξήκοντα, τετράγω-
νος μέν ἐστιν ὀκτὼ ὀκτάκις πολυπλασιασθέντων, κύβος δὲ τεσσάρων ἐπὶ
τέσσαρα τετράκις· καὶ πάλιν ὁ ἐν τριπλασίονι λόγῳ παραυξηθεὶς ἀπὸ
μονάδος ἕβδομος, ὁ ἑπτακόσια εἰκοσιεννέα, τετράγωνος μὲν πολυπλασιασθέν-
τος ἐφ' αὑτὸν τοῦ ἑπτὰ καὶ εἴκοσι, κύβος δὲ τοῦ ἐννέα ἐφ' αὑτὸν ἐννάκις.
(94) καὶ ἀεὶ τὸν ἕβδομον ποιούμενός τις ἀντὶ μονάδος ἀρχὴν καὶ παραύ-
ξων κατὰ τὴν αὐτὴν ἀναλογίαν ἄχρις ἑβδομάδος εὑρήσει πάντως τὸν παραυ-
ξηθέντα κύβον τε καὶ τετράγωνον. ἀπὸ γοῦν τοῦ ἑξηκοντατέσσαρα ὁ συν-
τεθεὶς ἐν διπλασίονι λόγῳ γεννήσει ἕβδομον τὸν τετρακισχίλια καὶ ἐνενη-
κονταέξ, τετράγωνον ὁμοῦ καὶ κύβον, τετράγωνον μὲν αὐτὸν πλευρὰν ἔχοντα
τὸν ἑξηκοντατέσσαρα, κύβον δὲ τὸν ἑκκαίδεκα.
41b
de opif. m. § 106: λέγεται δὲ κἀκεῖνο πρὸς διασύστασιν ἑβδομάδος
ὡς θαυμαστὴν ἐχούσης ἐν τῇ φύσει τάξιν, ἐπεὶ συνέστηκεν ἐκ τριῶν καὶ
τεττάρων· τὸν μὲν τρίτον ἀπὸ μονάδος, εἰ διπλασιάζοι τις, εὑρήσει τετρά-
γωνον, τὸν δὲ τέταρτον κύβον, τὸν δ' ἐξ ἀμφοῖν ἕβδομον κύβον ὁμοῦ καὶ
τετράγωνον· ὁ μὲν οὖν ἀπὸ μονάδος τρίτος ἐν διπλασίονι λόγῳ, 〈τέτταρα〉,
τετράγωνός ἐστιν, ὁ δὲ τέταρτος, ὀκτώ, κύβος, ὁ δὲ ἕβδομος, τέσσαρα πρὸς
τοῖς ἑξήκοντα, κύβος ὁμοῦ καὶ τετράγωνος· ὡς εἶναι <τελεσφόρον> ὄντως τὸν
ἕβδομον ἀριθμόν, ἀμφοτέρας τὰς ἰσότητας καταγγέλλοντα τήν τ' ἐπίπεδον
διὰ τετραγώνου κατὰ τὴν πρὸς τριάδα συγγένειαν καὶ τὴν στερεὰν διὰ κύ-
βου κατὰ τὴν πρὸς τετράδα οἰκειότητα· ἐκ τριάδος δὲ καὶ τετράδος ἑβδομάς.
42
de opif. m. § 95: μεταβατέον δὲ καὶ ἐπὶ θάτερον ἑβδομάδος εἶδος
τὸ περιεχόμενον ἐν δεκάδι, θαυμαστὴν ἐπιδεικνύμενον καὶ οὐκ ἐλάττονα τοῦ
προτέρου φύσιν.
43a
de opif. m. § 99 u. 100: τοσοῦτο δ' ἐν ἑβδομάδι πέφυκεν εἶναι τὸ
ἱεροπρεπές, ὥστ' ἐξαίρετον ἔχει λόγον παρὰ τοὺς ἐν δεκάδι πάντας
ἀριθμούς· ἐκείνων γὰρ οἱ μὲν γεννῶσιν οὐ γεννώμενοι, οἱ δὲ γεννῶνται μέν,
οὐ γεννῶσι δέ, οἱ δὲ ἀμφότερα καὶ γεννῶσι καὶ γεννῶνται· τὸ μὲν οὖν ἓν
γεννᾷ τοὺς ἑξῆς ἅπαντας ἀριθμοὺς ὑπ' οὐδενὸς γεννώμενον τὸ παράπαν·
τὰ δ' ὀκτὼ γεννᾶται μὲν ὑπὸ τοῦ δὶς τέσσαρα, γεννᾷ δ' οὐδένα τῶν ἐν
δεκάδι· ὁ δ' αὖ τέσσαρα τὴν ἀμφοῖν καὶ γονέων καὶ ἐκγόνων ἔχει τάξιν·
γεννᾷ μὲν γὰρ τὸν ὀκτὼ δὶς γενόμενος, γεννᾶται δὲ ὑπὸ τοῦ δὶς δύο.
43a,col l
(100) μόνος δ' ὡς ἔφην ὁ ἑπτὰ οὔτε
γεννᾶν πέφυκεν οὔτε γεννᾶσθαι· δι'
ἣν αἰτίαν <οἱ μὲν ἄλλοι φιλόσοφοι>
τὸν ἀριθμὸν τοῦτον ἐξομοιοῦσι τῇ
<ἀμήτορι> Νίκῃ καὶ Παρθένῳ, ἣν
ἐκ τῆς τοῦ Διὸς κεφαλῆς ἀναφῆναι
λόγος ἔχει.
43a,col r
Joh. Lyd. p. 33, 14—15
ὀρθῶς οὖν <ἀμήτορα> τὸν ἑπτὰ ἀριθ-
μὸν ὁ <Φιλόλαος> προσηγόρευσε· μό-
νος γὰρ οὔτε γεννᾶν οὔτε γεννᾶσθαι
πέφυκε.
43b
leg. alleg. I § 15: οἵ τε ἐντὸς δεκάδος ἀριθμοὶ ἢ γεννῶνται ἢ
γεννῶσι τοὺς ἐντὸς δεκάδος καὶ αὐτήν, ἡ δὲ ἑβδομὰς οὔτε γεννᾷ τινα τῶν
ἐντὸς δεκάδος ἀριθμῶν οὔτε γεννᾶται ὑπό τινος· παρὸ μυθεύοντες οἱ <Πυθα-
γόρειοι τῇ ἀειπαρθένῳ> καὶ <ἀμήτορι> αὐτὴν ἀπεικάζουσιν, ὅτι οὔτε ἀπ-
εκυήθη οὔτε ἀποτέξεται.
43c
de vit. Mos. II § 210: εὕρισκε γὰρ αὐτὴν τὸ μὲν πρῶτον <ἀμήτορα>,
γενεᾶς τῆς θήλεος ἀμέτοχον, ἐκ μόνου πατρὸς σπαρεῖσαν ἄνευ σπορᾶς καὶ
γεννηθεῖσαν ἄνευ κυήσεως· ἔπειτα δ' οὐ ταῦτα μόνον κατεῖδεν, ὅτι παγκάλη
καὶ ἀμήτωρ, ἀλλ' ὅτι καὶ <ἀειπάρθενος>, οὔτ' ἐκ μητρὸς οὔτε μήτηρ οὔτ' ἐκ
φθορᾶς οὔτε φθαρησομένη.
43d
Joh. Lyd. p. 43, 2—5
ὁ γὰρ κατ' αὐτὴν ἀριθμὸς ἀμιγής ἐστι
καὶ ἀμήτωρ, μήτε γεννῶν μήτε γεννώ-
μενος ὡς ἕκαστος τῶν ἐν τῇ δεκάδι
ἀριθμῶν. ὅθεν καὶ <οἱ Πυθαγόρειοι
Ἀθηνᾷ> τὴν ἑπτάδα ἀνατίθενται.
43e
de spec. leg. II, 56: ἣν οἱ μὲν ὠνόμασαν <παρθένον> εἰς τὴν ὑπερ-
βάλλουσαν ἁγνείαν ἀπιδόντες αὐτῆς, οἱ δὲ αὐτοὶ καὶ <ἀμήτορα> σπαρεῖσαν ἐκ
μόνου τοῦ πατρὸς τῶν ὅλων, ἰδέαν τῆς ἄρρενος γενεᾶς, ἀμέτοχον τῆς πρὸς
γυναικῶν· <ἀνδρειότατος> γὰρ καὶ <ἀλκιμώτατος> ὁ ἀριθμός, πρὸς ἀρχὴν
καὶ ἡγεμονίαν εὖ πεφυκώς.
43f
quis rer. div. heres § 170: τέταρτος δὲ ὁ περὶ τῆς <ἀειπαρθένου>
καὶ <ἀμήτορος> ἑβδομάδος (sc. θεσμός).
43g
quis rer. div. heres § 216: τὸ γὰρ ἓν καὶ μόνον καὶ καθαρὸν ὄν-
τως ἑβδομάδα τὴν <ἀμήτορα> γεγέννηκεν ἐξ ἑαυτοῦ μόνου, μὴ προσχρησά-
μενον ὕλῃ τὸ παράπαν.
43h
de vita contempl. § 65: ... ἁγνὴν γὰρ καὶ <ἀειπάρθενον> ἴσασιν
43i
de exsecrat. § 153: οἳ τὰς <παρθένους> ἑβδομάδας ὑπερορίους ...
ἀπήλασαν.
43k
de decal. § 102: ἥδε γάρ ἐστιν ἡ ἐν ἀριθμοῖς <παρθένος, ἡ ἀμήτωρ>
φύσις, ἡ μονάδος οἰκειοτάτη καὶ ἀρχῆς.
44a,col l
de opif. m. § 100
οἱ δὲ Πυθαγόρειοι τῷ ἡγεμόνι τῶν
συμπάντων (sc. ἐξομοιοῦσι).
τὸ γὰρ μήτε γεννῶν μήτε γεννώμε-
νον ἀκίνητον μένει· ἐν κινήσει γὰρ
ἡ γένεσις, ἐπεὶ 〈καὶ τὸ γεννῶν〉 καὶ
τὸ γεννώμενον οὐκ ἄνευ κινήσεως,
τὸ μὲν ἵνα γεννήσῃ, τὸ δὲ ἵνα γεννη-
θῇ· μόνον δ' οὔτε κινοῦν οὔτε κινού-
μενον ὁ πρεσβύτερος ἄρχων καὶ ἡγε-
μών, οὗ λέγοιτ' ἂν προσηκόντως εἰ-
κὼν ἑβδομάς· μαρτυρεῖ δέ μου τῷ
λόγῳ καὶ Φιλόλαος ἐν τούτοις· ”ἔστι
γάρ, φησίν, ἡγεμὼν καὶ ἄρχων ἁπάν-
των θεὸς εἷς, ἀεὶ ὤν, μόνιμος, ἀκί-
νητος, αὐτὸς αὑτῷ ὅμοιος, ἕτερος
τῶν ἄλλων.”
44a,col r
Joh. Lyd. p. 33, 8—9
οἵ γε μὴν Πυθαγόρειοι τῷ ἡγεμόνι
τοῦ παντὸς τὴν ἑβδόμην ἀνατίθεν-
ται.
p. 33, 16—34, 3
τὸ δὲ μήτε γεννῶν μήτε γεννώμενον
ἀκίνητον· ἐν κινήσει γὰρ
ἡ γέννησις,
τὸ μέν, ἵνα γεννήσῃ, τὸ δέ, ἵνα γεννη-
θῇ·
τοιοῦτος δὲ ὁ θεός,
ὡς καὶ αὐτὸς ὁ ῥήτωρ ὁ Ταραντῖ-
νος· φησὶ δὲ οὕτως· „ἔστι
γὰρ ἡγεμὼν καὶ ἄρχων ἁπάντων εἷς
ἀεὶ ὢν θεός, μόνιμος ἀκίνητος αὐτὸς
ἑαυτῷ ὅμοιος.“
45a
leg. alleg. I § 15: ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἕξ καὶ μονάδι
κατά τινα λόγον ὁ αὐτός.
45b
quod deus sit immort. § 11: πῶς οὖν ἑπτὰ τετοκέναι φησίν, εἰ
μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει, οὐ μόνον ἐν ἀριθμοῖς,
ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς;
... § 13: τὴν μὲν οὖν στεῖραν ... ἑβδομάδι τὴν ἰσότιμον μονάδα τίκτειν
εἰκὸς ἦν.
46,col l
de opif. m. § 95 u. 96
αὐτίκα συνέστηκε τὰ ἑπτὰ ἐξ ἑνὸς
καὶ δυοῖν καὶ τεττάρων ἐχόντων δύο
λόγους ἁρμονικωτάτους, τόν τε δι-
πλάσιον καὶ τετραπλάσιον, τὸν μὲν
τὴν διὰ πασῶν συμφωνίαν, τὸν δὲ
τετραπλάσιον τὴν δὶς διὰ πασῶν
ἀποτελοῦντα. περιέχει δὲ καὶ διαιρέ-
σεις ἄλλας ζυγάδην τρόπον τινὰ συν-
εστώσας ἑβδομάς· διαιρεῖται γὰρ πρῶ-
τον μὲν εἰς μονάδα καὶ ἑξάδα, ἔπειτα
εἰς δυάδα καὶ πεντάδα, καὶ τελευ-
ταῖον εἰς τριάδα καὶ τετράδα. (§ 96)
μουσικωτάτη δὲ καὶ ἡ τούτων ἀνα-
λογία τῶν ἀριθμῶν· τὰ μὲν γὰρ
46
ἕξ πρὸς ἓν ἔχει λόγον ἑξαπλάσιον, ὁ δ' ἑξαπλάσιος λόγος τὸ μέγιστον ἐν
τοῖς οὖσι ποιεῖ διάστημα, ᾧ διέστηκε τὸ ὀξύτατον ἀπὸ τοῦ βαρυτάτου,
καθάπερ ἀποδείξομεν, ὅταν ἀπὸ τῶν ἀριθμῶν μετέλθωμεν ἐπὶ τὸν ἐν
ἁρμονίαις λόγον· τὰ δὲ πέντε πρὸς δύο πλείστην ἐν ἁρμονίᾳ δύναμιν ἐπιδεί-
κνυται σχεδὸν ἐνάμιλλον τῇ διὰ πασῶν, ὅπερ τῇ κανονικῇ θεωρίᾳ σαφέστατα
παρίσταται. τὰ δὲ τέσσαρα πρὸς τρία τὴν πρώτην ἁρμονίαν ἀποτελεῖ τὴν
ἐπίτριτον, ἥτις ἐστὶ διὰ τεσσάρων.
46,col r
Joh. Lyd. p. 34, 9—15
ἡ τοίνυν ἑβδομὰς συνέστηκεν ἐξ
ἑνὸς καὶ δυοῖν καὶ τεττάρων, ἔχουσα
δύο λόγους ἁρμονικωτάτους, τόν τε
διπλάσιον καὶ τὸν τετραπλάσιον.
ἔχει δὲ καὶ διαιρέσεις ζυγάδην τρό-
πον τινὰ συνεστώσας· διαιρεῖται γὰρ
πρῶτον εἰς μονάδα καὶ ἑξάδα, ἔπειτα
εἰς πεντάδα καὶ δυάδα, καὶ τελευ-
ταῖον εἰς τριάδα καὶ τετράδα· μουσι-
κωτάτη δὲ ἡ τούτων τῶν ἀριθμῶν
ἀναλογία.
47a
de opif. m. § 107—110: ἔστι δὲ οὐ <τελεσφόρος> μόνον ἀλλὰ καὶ ὡς
ἔπος εἰπεῖν <ἁρμονικωτάτη> καὶ τρόπον τινὰ πηγὴ τοῦ καλλίστου δια-
γράμματος, ὃ πάσας μὲν τὰς ἁρμονίας, τὴν διὰ τεττάρων, τὴν διὰ πέντε, τὴν
διὰ πασῶν, πάσας δὲ τὰς ἀναλογίας, τὴν ἀριθμητικήν, τὴν γεωμετρικήν,
ἔτι δὲ τὴν ἁρμονικὴν περιέχει. τὸ δὲ πλινθίον συνέστηκεν ἐκ τῶν δὲ τῶν
ἀριθμῶν, ἓξ ὀκτὼ ἐννέα δώδεκα·
ὁ μὲν ὀκτὼ πρὸς ἕξ ἐν ἐπιτρίτῳ λόγῳ, καθ' ὃν ἡ διὰ τεττάρων ἁρμονία
ἐστίν· ὁ δὲ ἐννέα πρὸς ἕξ ἐν ἡμιολίῳ, καθ' ὃν ἡ διὰ πέντε· ὁ δὲ δώδεκα πρὸς
ἕξ ἐν διπλασίονι, καθ' ὃν ἡ διὰ πασῶν.
(§ 108): <ἔχει δὲ ὡς> ἔλεγον <καὶ τὰς ἀναλογίας πάσας·
ἀριθμητικὴν> μὲν ἐκ τῶν ἕξ καὶ ἐννέα καὶ δώδεκα· οἷς γὰρ ὑπερέχει
ὁ μέσος τοῦ πρώτου τρισίν, τούτοις ὑπερέχεται ὑπὸ τοῦ τελευταίου.
<γεωμετρικὴν> δὲ ἐκ τῶν τεσσάρων· ὃν γὰρ λόγον ἔχει τὰ ὀκτὼ πρὸς ἕξ,
τοῦτον τὰ δώδεκα πρὸς ἐννέα· ὁ δὲ λόγος ἐπίτριτος·
<ἁρμονικὴν> δὲ ἐκ τριῶν, τοῦ ἕξ καὶ ὀκτὼ καὶ δώδεκα.
(§ 109): ἁρμονικῆς δ' ἀναλογίας διττὴ κρίσις· μία μέν, ὅταν ὃν λόγον
ἔχει ὁ ἔσχατος πρὸς τὸν πρῶτον τοῦτον ἔχῃ ἡ ὑπεροχὴ ᾗ ὑπερέχει ὁ ἔσχατος
τοῦ μέσου πρὸς τὴν ὑπεροχὴν ᾗ ὑπερέχεται ὑπὸ τοῦ μέσου ὁ πρῶτος. ἐναρ-
γεστάτην δὲ πίστιν λάβοι τις ἂν ἐκ τῶν προκειμένων ἀριθμῶν, τοῦ ἕξ καὶ
ὀκτὼ καὶ δώδεκα· ὁ μὲν γὰρ τελευταῖος τοῦ πρώτου διπλάσιος, ἡ δ' ὑπεροχὴ
πάλιν διπλασία· τὰ μὲν γὰρ δώδεκα τῶν ὀκτὼ τέτταρσιν ὑπερέχει, τὰ δὲ
ὀκτὼ τῶν ἕξ δυσί· τὰ δὲ τέσσαρα τῶν δυοῖν διπλάσια. (§ 110) ἑτέρα δὲ
βάσανος τῆς ἁρμονικῆς ἀναλογίας, ὅταν ὁ μέσος τῶν ἄκρων ἴσῳ μορίῳ 〈καὶ〉
ὑπερέχῃ καὶ ὑπερέχηται· ὁ γὰρ ὄγδοος μέσος ὢν ὑπερέχει μὲν τοῦ πρώτου
τρίτῳ μορίῳ· ὑφαιρεθέντων γὰρ τῶν ἕξ, τὰ λοιπὰ δύο τρίτον ἐστὶ τοῦ πρώ-
του· ὑπερέχεται δ' ὑπὸ τοῦ τελευταίου τῷ ἴσῳ· εἰ γὰρ ὑφαιρεθείη τῶν δώ-
δεκα τὰ ὀκτώ, τὰ λοιπὰ τέσσαρα γίνεται τοῦ τελευταίου τρίτον.
§ 111: ταῦτα μὲν ἀναγκαίως περὶ σεμνότητος, ἣν ἔχει τὸ διάγραμμα ἢ
πλινθίον ἢ ὅτι χρὴ καλεῖν, προειρήσθω.
47b
de vita Mos. II § 210: ἑορτάζει δὲ γῆ καὶ τὰ ἐν γῇ γανύμενα καὶ
ἐνευφραινόμενα τῇ <παναρμονίῳ> ἑβδομάδι.
48
de opif. m. § 97: ἐπιδείκνυται δὲ καὶ ἕτερον κάλλος αὑτῆς ἑβδομὰς
ἱερώτατον νοηθῆναι. συνεστῶσα γὰρ ἐκ τριάδος καὶ τετράδος τὸ ἐν τοῖς
οὖσιν ἀκλινὲς καὶ ὀρθὸν φύσει παρέχεται· ὃν δὲ τρόπον, δηλωτέον.
τὸ ὀρθογώνιον τρίγωνον, ὅπερ ἐστὶν ἀρχὴ ποιοτήτων, ἐξ ἀριθμῶν συν-
έστηκε τοῦ τρία καὶ τέσσαρα καὶ πέντε· τὰ δὲ τρία καὶ τέσσαρα, ἅπερ
ἐστὶν ἑβδομάδος οὐσία, τὴν ὀρθὴν γωνίαν ἀποτελεῖ· ἡ μὲν γὰρ ἀμβλεῖα καὶ
ὀξεῖα τὸ ἀνώμαλον καὶ ἄτακτον καὶ ἄνισον ἐμφαίνουσιν· ἀμβλυτέρα γὰρ
καὶ ὀξυτέρα γίνεται ἑτέρα ἑτέρας· ὀρθὴ δ' οὐκ ἐπιδέχεται σύγκρισιν οὐδ'
ὀρθοτέρα γίνεται παρ' ἑτέραν, ἀλλ' ἐν ὁμοίῳ μένει τὴν ἰδίαν φύσιν οὔποτ'
ἀλλάττουσα. εἰ δὴ τὸ μὲν ὀρθογώνιον τρίγωνον σχημάτων καὶ ποιοτήτων
ἐστὶν ἀρχή, τούτου δὲ τὸ ἀναγκαιότατον, τὴν ὀρθὴν γωνίαν, ἡ οὐσία τῆς
ἑβδομάδος παρέχεται, τριὰς ὁμοῦ καὶ τετράς, νομίζοιτ' ἂν εἰκότως ἥδε
πηγὴ παντὸς σχήματος καὶ πάσης ποιότητος.
49a
de opif. m. § 98: πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο λέγοιτ' ἂν δεόντως,
ὅτι τὰ μὲν τρία ἐπιπέδου σχήματός ἐστιν ἀριθμός—ἐπειδὴ σημεῖον μὲν
κατὰ μονάδα, γραμμὴ δὲ κατὰ δυάδα, ἐπίπεδον δὲ κατὰ τριάδα τέτακται—,
τὰ δὲ τέσσαρα στερεοῦ κατὰ τὴν τοῦ ἑνὸς πρόσθεσιν, βάθους ἐπιπέδῳ προστε-
θέντος· ἐξ οὗ δῆλόν ἐστιν ὅτι ἡ τῆς ἑβδομάδος οὐσία γεωμετρίας καὶ στερεο-
μετρίας ἀρχὴ καὶ συνελόντι φράσαι ἀσωμάτων ὁμοῦ καὶ σωμάτων.
49b
de opif. m. § 106: ὡς εἶναι <τελεσφόρον> ὄντως τὸν ἕβδομον ἀριθ-
μόν, ἀμφοτέρας τὰς ἰσότητας καταγγέλλοντα τήν τ' ἐπίπεδον διὰ τετραγώ-
νου κατὰ τὴν πρὸς τριάδα συγγένειαν καὶ τὴν στερεὰν διὰ κύβου κατὰ τὴν
πρὸς τετράδα οἰκειότητα· ἐκ τριάδος δὲ καὶ τετράδος ἑβδομάς.
49c
de opif. m. § 102: <καλεῖται δ' ἡ ἑβδομὰς> ὑπὸ τῶν κυρίως τοῖς
ὀνόμασιν εἰωθότων χρῆσθαι <καὶ τελεσφόρος>, ἐπειδὴ ταύτῃ τελεσφορεῖται
τὰ σύμπαντα. τεκμηριώσαιτο δ' ἄν τις ἐκ τοῦ πᾶν σῶμα ὀργανικὸν τρισὶ
μὲν κεχρῆσθαι διαστάσεσι, μήκει πλάτει καὶ βάθει, τέτταρσι δὲ πέρασι,
σημείῳ καὶ γραμμῇ καὶ ἐπιφανείᾳ καὶ στερεῷ, δι' ὧν συντεθέντων ἀποτε-
λεῖται ἑβδομάς· ἀμήχανον δ' ἦν τὰ σώματα ἑβδομάδι μετρεῖσθαι κατὰ τὴν
ἐκ διαστάσεων τριῶν καὶ περάτων τεττάρων σύνθεσιν, εἰ μὴ συνέβαινε τὰς
τῶν πρώτων ἀριθμῶν ἰδέας ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ τεττάρων, οἷς
θεμελιοῦται δεκάς, ἑβδομάδος φύσιν περιέχειν· οἱ γὰρ λεχθέντες ἀριθμοὶ
τέσσαρας μὲν ἔχουσιν ὅρους, τὸν πρῶτον, τὸν δεύτερον, τὸν τρίτον, τὸν
τέταρτον, διαστάσεις δὲ τρεῖς· πρώτη μὲν διάστασις ἡ ἀπὸ τοῦ ἑνὸς ἐπὶ
τὰ δύο, δευτέρα δὲ ἡ ἀπὸ τῶν δυοῖν ἐπὶ τὰ τρία, τρίτη δὲ ἡ ἀπὸ τῶν τριῶν
ἐπὶ τὰ τέσσαρα.
50a
de opif. m. § 101: ἐν μὲν οὖν τοῖς νοητοῖς τὸ ἀκίνητον καὶ ἀπαθὲς ἐπι-
δείκνυται ἑβδομάς, ἐν δὲ τοῖς αἰσθητοῖς μεγάλην καὶ συνεκτικωτάτην δύναμιν.
50b,col l
de opif. m. § 111: τοσαύτας ἰδέας καὶ ἔτι πλείους ἑβδομὰς ἐν ἀσω-
μάτοις καὶ νοητοῖς ἐπιδείκνυται.
διατείνει δ' αὐτῆς ἡ φύσις καὶ ἐπὶ
τὴν ὁρατὴν ἅπασαν οὐσίαν, οὐρανὸν
καὶ γῆν, τὰ πέρατα τοῦ παντός,
φθάσασα. τί γὰρ οὐ <φιλέβδομον> τῶν ἐν τῷ κόσμῳ μέρος, ἔρωτι καὶ
πόθῳ δαμασθὲν ἑβδομάδος;
50b,col r
Joh. Lyd. p. 34, 16—17
διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ
τὴν ὁρατὴν ἅπασαν οὐσίαν, οὐρα-
νὸν καὶ γῆν.
50c
leg. alleg. I § 8: χαίρει δὲ ἡ φύσις ἑβδομάδι.
51a,col l
de opif. m. § 112
αὐτίκα τὸν οὐρανόν φασιν ἑπτὰ διε-
ζῶσθαι κύκλοις, ὧν ὀνόματα εἶναι
τάδε· ἀρκτικόν, ἀνταρκτικόν, θερι-
νὸν τροπικόν, χειμερινὸν τροπικόν,
ἰσημερινόν, ζῳδιακόν, καὶ προσέτι
γαλαξίαν. ὁ γὰρ ὁρίζων πάθος ἐστὶν
ἡμέτερον, ὡς ἂν ὀξυωπίας ἔχῃ τις ἢ τοὐναντίον, ἀποτεμνομένης τῆς αἰσθή-
σεως τοτὲ μὲν ἐλάττω, τοτὲ δὲ μείζω περιγραφήν.
51a,col r
Joh. Lyd. p. 34, 17—20
αὐτίκα γοῦν οὐρανόν φασιν ἑπτὰ
διεζῶσθαι κύκλοις, ὧν ὀνόματα τά-
δε· ἀρκτικός, ἀνταρκτικός, θερι-
νός, χειμερινός, ἰσημερινός, ζῳδια-
κός, καὶ προσέτι γαλαξίας.
52a
de opif. m. § 113: οἵ γε μὴν πλάνητες, ἡ ἀντίρροπος στρατιὰ τῇ
τῶν ἀπλανῶν, ἑπτὰ διακοσμοῦνται τάξεσι, πλείστην ἐπιδεικνύμενοι συμπά-
θειαν πρὸς ἀέρα καὶ γῆν· τὸν μὲν γὰρ εἰς τὰς ἐτησίους ἐπικαλουμένας ὥρας
τρέπουσι καὶ μεταβάλλουσι καθ' ἑκάστην μυρίας ὅσας ἐμποιοῦντες μετα-
βολὰς νηνεμίαις, αἰθρίαις, νεφώσεσι, βίαις ἐξαισίοις πνευμάτων· πάλιν τε
ποταμοὺς πλημμυροῦσι καὶ μειοῦσι καὶ πεδία λιμνάζουσι καὶ τοὐναντίον
ἀφαυαίνουσι· καὶ πελαγῶν ἐργάζονται τροπὰς ἐξαναχωρούντων ἢ παλιρ-
ροίαις χρωμένων· εὐρεῖς γὰρ ἔστιν ὅτε κόλποι θαλάττης ὑποσυρείσης ἀμπώ-
τεσι βαθὺς ἐξαίφνης αἰγιαλός εἰσι καὶ μικρὸν ὕστερον ἀναχυθείσης πελάγη
βαθύτατα οὐ βραχείαις ὁλκάσιν ἀλλὰ μυριοφόροις ναυσὶν ἐμπλεόμενα· καὶ
μὲν δὴ τὰ ἐπίγεια πάντα, ζῷά τε αὖ καὶ φυτὰ καρποὺς γεννῶντα, αὔξουσι
καὶ τελεσφοροῦσι τὴν ἐν ἑκάστοις φύσιν δολιχεύειν παρασκευάζοντες, ὡς
νέα παλαιοῖς ἐπανθεῖν καὶ ἐπακμάζειν πρὸς χορηγίας ἀφθόνους τῶν δεο-
μένων.
de spec. leg. I § 16: οἱ γὰρ ἰδόντες <ἡλίου> μὲν προσόδοις καὶ ἀναχωρή-
σεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν
γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται, σελήνην δ' ὑπηρέτιν
καὶ διάδοχον ἡλίου νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν
μεθ' ἡμέραν ἥλιος, καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τὰ ἐπίγεια συμ-
πάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας,
πλάνον ἐπλανήθησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς ὑποτοπή-
σαντες.
de spec. leg. II § 143: ἃς δὲ παρέχεται τοῖς ἐπὶ γῆς ἅπασιν ὠφελείας
<σελήνη>, τί χρὴ διεξιόντα μηκύνειν; ἐμφανεῖς γὰρ αἱ πίστεις. ἢ οὐχὶ ταῖς
αὐξήσεσιν αὐτῆς ἀναχέονται ποταμοὶ καὶ πηγαὶ καὶ μειοῦνται πάλιν μειώ-
σεσι καὶ πελάγη τοτὲ μὲν ἐξαναχωρεῖ καὶ ἀμπωτίζοντα ὑποσύρεται τοτὲ
δ' ἐξαπιναίως ἐπιτρέχει κατὰ παλίρροιαν, ὅτε ἀὴρ αἰθρίαις καὶ νεφώσεσι καὶ
ταῖς ἄλλαις μεταβολαῖς παντοίας ἐνδέχεται τροπάς, καρποί τε οἱ σπαρτῶν
καὶ δένδρων αὔξονται καὶ τελεσφοροῦνται σελήνης περιόδοις τιθηνουμένης
ἕκαστα τῶν φυομένων καὶ πεπαινούσης ἐνδρόσοις καὶ μαλακωτάταις αὔ-
ραις; (§ 144) ἀλλ' οὐχὶ καιρός, ὅπερ ἔφην, μακρηγορεῖν ἔπαινον σελήνης, διεξιόν-
τα καὶ καταριθμούμενον ἃς παρέχεται ζῴοις καὶ τοῖς ἐπὶ γῆς ἅπασιν ὠφελείας.
52b
leg. alleg. I § 8: πλάνητές τε γὰρ ἑπτὰ γεγόνασιν, ἀντίρροποι τῇ
κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ φορᾷ.
52c
de spec. leg. II § 57: ὅσα γὰρ τῶν ἐν αἰσθητοῖς ἄριστα, δι' ὧν αἱ
ἐτήσιοι ὧραι καὶ τῶν καιρῶν αἱ περίοδοι τεταγμένως ἀποτελοῦνται, μετέ-
σχηκεν ἑβδομάδος, λέγω δὲ πλάνητας ἑπτὰ καὶ ἄρκτον καὶ πλειάδα καὶ σε-
λήνης αὐξομένης τε καὶ μειουμένης ἀνακυκλήσεις καὶ τῶν ἄλλων τὰς ἐναρ-
μονίους καὶ παντὸς λόγου κρείττους περιφοράς.
52d
de decal. § 102: τὴν μέντοι προνομίαν, ἧς ἐν τοῖς οὖσιν ἑβδομὰς
ἠξίωται, δηλοῦσιν οἱ περὶ τὰ μαθήματα διατρίψαντες, ἐπιμελῶς πάνυ καὶ
πεφροντισμένως αὐτὴν ἐξιχνεύσαντες· ἥδε γάρ ἐστιν ἡ ἐν ἀριθμοῖς παρθέ-
νος, ἡ ἀμήτωρ φύσις, ἡ μονάδος οἰκειοτάτη καὶ ἀρχῆς, ἡ ἰδέα τῶν πλανήτων,
ἐπεὶ καὶ τῆς ἀπλανοῦς σφαίρας μονάς· ἐκ γὰρ μονάδος καὶ ἑβδομάδος οὐρα-
νὸς ὁ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ. (§ 103) πέπηγε δ' ὁ οὐρανὸς ἔκ τε
τῆς ἀμερίστου φύσεως καὶ τῆς μεριστῆς· ἡ μὲν οὖν ἀμέριστος τὴν πρώτην καὶ
ἀνωτάτω καὶ ἀπλανῆ περιφορὰν εἴληχεν, ἣν μονὰς ἐπισκοπεῖ, ἡ δὲ μεριστὴ τὴν
καὶ δυνάμει καὶ τάξει δευτέραν, ἧς ἐπιτροπεύει ἑβδομάς, ἥτις ἑξαχῇ διανεμη-
θεῖσα τοὺς ἐπικαλουμένους ἑπτὰ πλάνητας εἰργάσατο. (Plato Timaios 36 D).
53a
de opif. m. § 114: ἄρκτος γε μήν, ἥν φασι πλωτήρων εἶναι προπομ-
πόν, ἐξ ἑπτὰ ἀστέρων συνέστηκεν· εἰς ἣν ἀφορῶντες κυβερνῆται τὰς ἐν
θαλάττῃ μυρίας ὁδοὺς ἀνέτεμον ἀπίστῳ πράγματι καὶ μείζονι ἢ κατὰ φύσιν
ἀνθρωπίνην ἐπιθέμενοι· στοχασμῷ γὰρ τῶν εἰρημένων ἀστέρων τὰς πρὶν
ἀδηλουμένας χώρας ἀνεῦρον, νήσους μὲν οἱ τὴν ἤπειρον οἰκοῦντες, νησιῶται
δὲ ἠπείρους· ἔδει γὰρ ὑπὸ τοῦ καθαρωτάτου τῆς οὐσίας οὐρανοῦ ζῴῳ τῷ
θεοφιλεστάτῳ γῆς ὁμοῦ καὶ θαλάττης ἀναδειχθῆναι τοὺς μυχοὺς ἀνθρώπων
γένει.
53b
leg. alleg. I § 8: καὶ ἄρκτος ἑπτὰ ἄστροις συμπληροῦται, κοινωνίας
καὶ ἑνώσεως ἀνθρώπων, οὐκ ἐπιμιξίας αὐτὸ μόνον, οὖσα αἰτία.
54
de opif. m. § 115: πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὁ τῶν πλειάδων χορὸς
ἀστέρων ἑβδομάδι συμπεπλήρωται, ὧν αἱ ἐπιτολαὶ καὶ ἀποκρύψεις μεγάλων
ἀγαθῶν αἴτιαι γίνονται πᾶσι· δυομένων μὲν γὰρ αὔλακες ἀνατέμνονται πρὸς
σπόρον· ἡνίκα δ' ἂν μέλλωσιν ἐπιτέλλειν, ἄμητον εὐαγγελίζονται, καὶ ἐπι-
τείλασαι χαίροντας γεωπόνους πρὸς συγκομιδὴν τῶν ἀναγκαίων ἐγείρουσιν·
οἱ δ' ἄσμενοι τὰς τροφὰς ἀποτίθενται πρὸς τὴν καθ' ἑκάστην ἡμέραν
χρῆσιν.
55
de opif. m. § 116: ὅ τε μέγας ἡγεμὼν ἡμέρας, ἥλιος, διττὰς καθ'
ἕκαστον ἐνιαυτὸν ἀποτελῶν ἰσημερίας, ἔαρι καὶ μετοπώρῳ, τὴν μὲν ἐαρινὴν
ἐν κριῷ, τὴν δὲ μετοπωρινὴν ἐν ζυγῷ, ἐναργεστάτην παρέχεται πίστιν τοῦ
περὶ τὴν ἑβδόμην θεοπρεποῦς· ἑκατέρα γὰρ τῶν ἰσημεριῶν ἑβδόμῳ γίνεται
μηνί, (καθ' ἃς καὶ ἑορτάζειν διείρηται νόμῳ τὰς μεγίστας καὶ δημοτελεστά-
τας ἑορτάς, ἐπειδήπερ ἀμφοτέραις τὰ ὅσα ἐκ γῆς τελειογονεῖται, ἔαρι μὲν
ὁ τοῦ σίτου καρπὸς καὶ τῶν ἄλλων ὅσα σπαρτά, μετοπώρῳ δὲ ὁ τῆς ἀμπέλου
καὶ τῶν ἄλλων πλείστων ἀκροδρύων).
56a
de opif. m. § 101: *** οἷς τὰ ἐπίγεια πάντα πέφυκε βελτιοῦσθαι,
σελήνης τε περιόδοις. ὃν δὲ τρόπον, ἐπισκεπτέον. ἀπὸ μονάδος συντεθεὶς
ἑξῆς ὁ ἑπτὰ ἀριθμὸς γεννᾷ τὸν ὀκτὼ καὶ εἴκοσι τέλειον καὶ τοῖς αὑτοῦ μέ-
ρεσιν ἰσούμενον· ὁ δὲ γεννηθεὶς ἀριθμὸς ἀποκαταστατικός ἐστι σελήνης,
ἀφ' οὗ ἤρξατο σχήματος λαμβάνειν αὔξησιν αἰσθητῶς, εἰς ἐκεῖνο κατὰ μείω-
σιν ἀνακαμπτούσης· αὔξεται μὲν γὰρ ἀπὸ τῆς πρώτης μηνοειδοῦς ἐπιλάμ-
ψεως ἄχρι διχοτόμου ἡμέραις ἑπτά, εἶθ' ἑτέραις τοσαύταις πλησιφαὴς γίνεται
καὶ πάλιν ὑποστρέφει διαυλοδρομοῦσα τὴν αὐτὴν ὁδόν, ἀπὸ μὲν τῆς πλησι-
φαοῦς ἐπὶ τὴν διχότομον ἑπτὰ…
νοε…
The complete text is available when the reading interface loads.