Ἀχαρνῆς
Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης
- Scientific editors
- F. W. Hall, W. M. Geldart
- Edition reference
- Aristophanis Comoediae · Oxford · Clarendon Press · 1906
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Prologue 1
Δικαιόπολις
1ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,
2ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·
3ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα.
4φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος;
5ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών,
6τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
7ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας
8διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.
9ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
10ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον,
11ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν.
12πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;
13ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ
14Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον.
15τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών,
16ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.
17ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι
18οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς
19ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας
20ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,
21οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω
22τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.
23οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν
24ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς
25ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,
26ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως
27ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις.
28ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν
29νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος,
30στένω κέχηνα σκορδινῶμαι πέρδομαι,
31ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,
32ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,
33στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν,
34ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω,
35οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω,
36ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.
37νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος
38βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,
39ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.
40ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.
41οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
42ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.
Κῆρυξ
43πάριτʼ ἐς τὸ πρόσθεν,
44πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.
Ἀμφίθεος
45ἤδη τις εἶπε;
Κῆρυξ
45bτίς ἀγορεύειν βούλεται;
Ἀμφίθεος
46ἐγώ.
Κῆρυξ
46bτίς ὤν;
Ἀμφίθεος
46cἈμφίθεος.
Κῆρυξ
46dοὐκ ἄνθρωπος;
Ἀμφίθεος
46eοὔ,
47ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν
48καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·
49γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
50ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ
51ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ
52σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
53ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω·
54οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.
Κῆρυξ
54bοἱ τοξόται.
Ἀμφίθεος
55ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;
Δικαιόπολις
56ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν
57τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε
58σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.
Κῆρυξ
59κάθησο, σῖγα.
Δικαιόπολις
59bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,
60ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.
Κῆρυξ
61οἱ πρέσβεις οἱ παρὰ βασιλέως.
Δικαιόπολις
62ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν
63καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν.
Κῆρυξ
64σίγα.
Δικαιόπολις
64bβαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.
Πρέσβυς
65ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν
66μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας
67ἐπʼ Εὐθυμένους ἄρχοντος.
Δικαιόπολις
67bοἴμοι τῶν δραχμῶν.
Πρέσβυς
68καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων
69πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
70ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,
71ἀπολλύμενοι.
Δικαιόπολις
71bσφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
72παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.
Πρέσβυς
73ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
74ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
75ἄκρατον οἶνον ἡδύν.
Δικαιόπολις
75bὦ Κραναὰ πόλις
76ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;
Πρέσβυς
77οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους
78τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.
Δικαιόπολις
79ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.
Πρέσβυς
80ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν·
81ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,
82κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.
Δικαιόπολις
83πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;
Πρέσβυς
84τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε.
85εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους
86ἐκ κριβάνου βοῦς.
Δικαιόπολις
86bκαὶ τίς εἶδε πώποτε
87βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
Πρέσβυς
88καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου
89παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ.
Δικαιόπολις
90ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.
Πρέσβυς
91καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,
92τὸν βασιλέως ὀφθαλμόν.
Δικαιόπολις
92bἐκκόψειέ γε
93κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.
Κῆρυξ
94ὁ βασιλέως ὀφθαλμός.
Δικαιόπολις
94bὦναξ Ἡράκλεις.
95πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;
96ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;
97ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.
Πρέσβυς
98ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον
99λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.
Ψευδαρτάβας
100ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.
Πρέσβυς
101ξυνήκαθʼ ὃ λέγει;
Δικαιόπολις
101bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Πρέσβυς
102πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.
103λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.
Ψευδαρτάβας
104οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.
Δικαιόπολις
105οἴμοι κακοδαίμων ὡς σαφῶς.
Πρέσβυς
105bτί δʼ αὖ λέγει;
Δικαιόπολις
106ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,
107εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.
Πρέσβυς
108οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.
Δικαιόπολις
109ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.
110ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.
111ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,
112ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν·
113βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)
114ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.)
115Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί,
116κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν.
117καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ
118ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.
119ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε,
120τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων
121εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;
122ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων;
Κῆρυξ
123σίγα, κάθιζε.
124τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ
125ἐς τὸ πρυτανεῖον.
Δικαιόπολις
125bταῦτα δῆτʼ οὐχ ἀγχόνη;
126κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;
127τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.
128ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
129ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;
Ἀμφίθεος
129bοὑτοσὶ πάρα.
Δικαιόπολις
130ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς
131σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ
132καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·
133ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.
Κῆρυξ
134προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
Θέωρος
134bὁδί.
Δικαιόπολις
135ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.
Θέωρος
136χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν—
Δικαιόπολις
137μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.
Θέωρος
138εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην
139καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον,
140ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.
141τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·
142καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
143ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ
144ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί.
145ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,
146ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,
147καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·
148ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων
149στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν,
150ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.
Δικαιόπολις
151κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι
152ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
Θέωρος
153καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
154ἔπεμψεν ὑμῖν.
Δικαιόπολις
154bτοῦτο μέν γʼ ἤδη σαφές.
Κῆρυξ
155οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.
Δικαιόπολις
156τουτὶ τί ἐστι τὸ κακόν;
Θέωρος
156bὈδομάντων στρατός.
Δικαιόπολις
157ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
158τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;
Θέωρος
159τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
160καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.
Δικαιόπολις
161τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
162ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς
163ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
164ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
165οὐ καταβαλεῖτε τὰ σκόροδʼ;
Θέωρος
165bὦ μόχθηρε σὺ
166οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.
Δικαιόπολις
167ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με
168ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;
169ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
170τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι
171διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.
Κῆρυξ
172τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.
173οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.
Δικαιόπολις
174οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
175ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.
176χαῖρʼ Ἀμφίθεε.
Ἀμφίθεος
176bμήπω γε πρίν γʼ ἂν στῶ τρέχων·
177δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.
Δικαιόπολις
178τί δʼ ἔστʼ;
Ἀμφίθεος
178bἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
179ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες
180Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι
181ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
182ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε
183σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
184κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·
185ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.
Δικαιόπολις
186οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;
Ἀμφίθεος
187ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
188αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.
Δικαιόπολις
189αἰβοῖ.
Ἀμφίθεος
189bτί ἔστιν;
Δικαιόπολις
189cοὐκ ἀρέσκουσίν μʼ ὅτι
190ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.
Ἀμφίθεος
191σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.
Δικαιόπολις
192ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
193ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.
Ἀμφίθεος
194ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες
195κατὰ γῆν τε καὶ θάλατταν.
Δικαιόπολις
195bὦ Διονύσια,
196αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος
197καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,
198κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.
199ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
200χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.
201ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
202ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.
Ἀμφίθεος
203ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.
Parodos 2
Trochees 1
Χορός
204τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου
205τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον
206ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,
207εἴ τις οἶδʼ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.
Strophe 1
Χορός
208ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλας
210τῶν ἐτῶν τῶν ἐμῶν·
211οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίον
215ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ
216σπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενος
217ἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
Trochees 3
Χορός
219νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,
220καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,
221οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ
222μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.
Antistrophe 1
Χορός
225ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,
226οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·
230κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ
231ὀξὺς ὀδυνηρὸς ἐπίκωπος, ἵνα
232μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
Trochees 5
Χορός
234ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε
235καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·
236ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.
Δικαιόπολις
237εὐφημεῖτε, εὐφημεῖτε.
Χορός
238σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;
239οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς
240ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται.
Lyric-Scene 3
Δικαιόπολις
241εὐφημεῖτε, εὐφημεῖτε.
242προΐτω σʼ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·
243ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
244κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵνʼ ἀπαρξώμεθα.
Θυγάτηρ
245ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,
246ἵνʼ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
Δικαιόπολις
247καὶ μὴν καλόν γʼ ἔστʼ· ὦ Διόνυσε δέσποτα
248κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
249πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
250ἀγαγεῖν τυχηρῶς τὰ κατʼ ἀγροὺς Διονύσια,
251στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι
252καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
253ἄγʼ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς
254οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
255ὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶς
256σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
257πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
258μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
259ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέος
260ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου·
261ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·
262σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα.
Lyric 1
Δικαιόπολις
263Φαλῆς ἑταῖρε Βακχίου
264ξύγκωμε νυκτοπεριπλάνητε
265μοιχὲ παιδεραστά,
266ἕκτῳ σʼ ἔτει προσεῖπον ἐς
267τὸν δῆμον ἐλθὼν ἄσμενος,
268σπονδὰς ποιησάμενος ἐμαυτῷ,
269πραγμάτων τε καὶ μαχῶν
270καὶ Λαμάχων ἀπαλλαγείς.
271πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς,
272κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόρον
273τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως
274μέσην λαβόντʼ ἄραντα καταβαλόντα
275καταγιγαρτίσʼ ὦ
276Φαλῆς Φαλῆς.
277ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης
278ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον·
279ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.
Parodos 4
Lyric 1
Χορός
280οὗτος αὐτός ἐστιν, οὗτος.
281βάλλε βάλλε βάλλε βάλλε,
282παῖε παῖε τὸν μιαρόν.
283οὐ βαλεῖς; οὐ βαλεῖς;
Strophe 1
Δικαιόπολις
284Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
Χορός
285σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.
Δικαιόπολις
286ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;
Χορός
288τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
290ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
291σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.
Δικαιόπολις
293ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.
Χορός
295σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.
Δικαιόπολις
296μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.
Χορός
298οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·
300ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ
301κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.
Trochees 3
Χορός
302σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
303ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
Δικαιόπολις
305ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,
306τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.
Χορός
307πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ
308οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;
Δικαιόπολις
309οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
310οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.
Χορός
311οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
312ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;
Δικαιόπολις
313οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ
314πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.
Χορός
315τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,
316εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
Δικαιόπολις
317κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
318ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
Χορός
319εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
320μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;
Δικαιόπολις
321οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
322οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;
Χορός
323οὐκ ἀκουσόμεσθα δῆτα.
Δικαιόπολις
323bδεινά τἄρα πείσομαι.
Χορός
324ἐξολοίμην, ἢν ἀκούσω.
Δικαιόπολις
324bμηδαμῶς ὦχαρνικοί.
Χορός
325ὡς τεθνήξων ἴσθι νυνί.
Δικαιόπολις
325bδήξομἄρʼ ὑμᾶς ἐγώ.
326ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
327ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
Χορός
328εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
329τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
330τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;
Δικαιόπολις
331βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
332εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.
Χορός
333ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.
334ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.
Antistrophe 1
Δικαιόπολις
335ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.
Χορός
336ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;
Δικαιόπολις
337οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
Χορός
338ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
339† αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος·
340ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.
Δικαιόπολις
341τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
Χορός
342οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.
Δικαιόπολις
343ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
Χορός
344ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;
345ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
346ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
Lyric-Scene 5
Δικαιόπολις
347ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,
348ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι,
349καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.
350ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν
351ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.
352δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι
353τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν
354ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,
355ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν
356ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω·
357καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.
Strophe 1
Χορός
358τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,
360ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;
363πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.
364ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
365θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.
Iambics 2
Δικαιόπολις
366ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
367ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.
368ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι,
369λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.
370καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους
371τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,
372ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν
373ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·
374κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι·
375τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι
376οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
377αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
378ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
379εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον
380διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου
381κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ
382ἀπωλόμην μολυνοπραγμονούμενος.
383νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
384ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
Antistrophe 1
Χορός
385τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;
386λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου
390σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν·
391ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,
392ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.
Iambics 4
Δικαιόπολις
393ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
394καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.
395παῖ παῖ.
Κηφισόφων
395bτίς οὗτος,
Δικαιόπολις
395cἔνδον ἔστʼ Εὐριπίδης;
Κηφισόφων
396οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
Δικαιόπολις
397πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;
Κηφισόφων
397bὀρθῶς ὦ γέρον.
398ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
399οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ
400τραγῳδίαν.
Δικαιόπολις
400bὦ τρισμακάριʼ Εὐριπίδη,
401ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
402ἐκκάλεσον αὐτόν.
Κηφισόφων
402bἀλλʼ ἀδύνατον.
Δικαιόπολις
402cἀλλʼ ὅμως·
403οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.
404Εὐριπίδη, Εὐριπίδιον,
405ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί·
406Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
Εὐριπίδης
407ἀλλʼ οὐ σχολή.
Δικαιόπολις
408ἀλλʼ ἐκκυκλήθητʼ.
Εὐριπίδης
408bἀλλʼ ἀδύνατον.
Δικαιόπολις
408cἀλλʼ ὅμως.
Εὐριπίδης
409ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.
Δικαιόπολις
410Εὐριπίδη,
Εὐριπίδης
410bτί λέλακας;
Δικαιόπολις
410cἀναβάδην ποιεῖς,
411ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
412ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,
413ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
414ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,
415δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
416δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
417αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
Εὐριπίδης
418τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
419ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
Δικαιόπολις
420οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.
Εὐριπίδης
421τὰ τοῦ τυφλοῦ Φοίνικος;
Δικαιόπολις
421bοὐ Φοίνικος, οὔ·
422ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
Εὐριπίδης
423ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
424ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
Δικαιόπολις
425οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.
Εὐριπίδης
426ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,
427ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;
Δικαιόπολις
428οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν
429χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
Εὐριπίδης
430οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.
Δικαιόπολις
430bναὶ Τήλεφον·
431τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
Εὐριπίδης
432ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
433κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
434μεταξὺ τῶν Ἰνοῦς.
Κηφισόφων
434bἰδοὺ ταυτὶ λαβέ.
Δικαιόπολις
435ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,
436ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
437Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί,
438κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
439τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
440δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,
441εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·
442τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,
443τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
444ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
Εὐριπίδης
445δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.
Δικαιόπολις
446εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.
447εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
448ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
Εὐριπίδης
449τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.
Δικαιόπολις
450ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,
451πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ
452γλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδη
453δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
Εὐριπίδης
454τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;
Δικαιόπολις
455χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.
Εὐριπίδης
456λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.
Δικαιόπολις
457φεῦ·
457aεὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.
Εὐριπίδης
458ἄπελθε νῦν μοι.
Δικαιόπολις
458bμἀλλά μοι δὸς ἓν μόνον
459κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.
Εὐριπίδης
460φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.
Δικαιόπολις
461οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.
462ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον
463δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
Εὐριπίδης
464ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·
465ἄπελθε ταυτηνὶ λαβών.
Δικαιόπολις
465bἀπέρχομαι.
466καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
467ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·
468τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·
469ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
Εὐριπίδης
470ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.
Δικαιόπολις
471ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν
472ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
473οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην
474ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
475Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον,
476κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,
477πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
478σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
Εὐριπίδης
479ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.
Δικαιόπολις
480ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.
481ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,
482μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
483πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.
484ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
485ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία
486ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
487παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.
488τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.
Lyric-Scene 6
Strophe 1
Χορός
490τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν
491ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,
492ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα
493ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
494ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,
495ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.
Iambics 2
Δικαιόπολις
496μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι,
497εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν
498μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
500τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.
501ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
502οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι
503ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
504αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών,
505κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι
506ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·
507ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·
508τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
509ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
510καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς
511σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·
512κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα.
513ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,
514τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
515ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω,
516μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,
517ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα,
518ἄτιμα καὶ παράσημα καὶ παράξενα,
519ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·
520κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον
521ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,
522ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.
523καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,
524πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
525νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
526κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
527ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·
528κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη
529Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
530ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος
531ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,
532ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
533ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ
534μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν.
535ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην,
536Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως
537μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·
538κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.
539κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.
540ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε.
541φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
542ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
543καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·
544καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
545τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα
546θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
547μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,
548στοᾶς στεναχούσης, σιτίων μετρουμένων,
549ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
550σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις,
551στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·
552τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων,
553τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
554αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
555ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον
556οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.
Ἡμιχόριον Α
557ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
558ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
559καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;
Ἡμιχόριον Β
560νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει
561δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
Ἡμιχόριον Α
562εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;
563ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
Ἡμιχόριον Β
564οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς
565τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.
Strophe 2
Ἡμιχόριον Α
566ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,
567βοήθησον ὦ γοργολόφα φανείς,
568ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·
569εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ
570τειχομάχας ἀνήρ, βοηθησάτω
571τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.
Λάμαχος
572πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
573ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
574τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;
Δικαιόπολις
575ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.
Ἡμιχόριον Α
575aὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
576ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;
Λάμαχος
577οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;
Δικαιόπολις
578ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
579εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
Λάμαχος
580τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;
Δικαιόπολις
580bοὐκ οἶδά πω·
581ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
582ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.
Λάμαχος
583ἰδού.
Δικαιόπολις
583bπαράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.
Λάμαχος
584κεῖται.
Δικαιόπολις
584bφέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.
Λάμαχος
585τουτὶ πτίλον σοι.
Δικαιόπολις
585bτῆς κεφαλῆς νύν μου λαβοῦ,
586ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.
Λάμαχος
587οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
588πτίλον γάρ ἐστιν—
Δικαιόπολις
588bεἰπέ μοι τίνος ποτὲ
589ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;
Λάμαχος
590οἴμʼ ὡς τεθνήξεις.
Δικαιόπολις
590bμηδαμῶς ὦ Λάμαχε·
591οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,
592τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.
Λάμαχος
593ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;
Δικαιόπολις
594ἐγὼ γάρ εἰμι πτωχός;
Λάμαχος
594bἀλλὰ τίς γὰρ εἶ;
Δικαιόπολις
595ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,
596ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,
597σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.
Λάμαχος
598ἐχειροτόνησαν γάρ με —
Δικαιόπολις
598bκόκκυγές γε τρεῖς.
599ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
600ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,
601νεανίας δʼ οἵους σὺ διαδεδρακότας,
602τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
603Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
604ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,
605Γερητοθεοδώρους Διομειαλαζόνας,
606τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.
Λάμαχος
607ἐχειροτονήθησαν γάρ.
Δικαιόπολις
607bαἴτιον δὲ τί
608ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,
609τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη
610ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ; †
611ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.
612τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;
613εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;
614οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος,
615οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,
616ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
617ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
Λάμαχος
618ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;
Δικαιόπολις
619οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
Λάμαχος
620ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
621ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
622καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
Δικαιόπολις
623ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
624ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
625πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
Parabasis 7
Prelude 1
Χορός
626ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
627περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
Parabasis 2
Χορός
628ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
629οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
630διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,
631ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,
632ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
633φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,
634παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
635μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας.
636πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες
637πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,
638εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
639εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,
640ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.
641ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,
642καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.
643τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες
644ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
645ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.
646οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,
647ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
648ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,
649εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
650τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι
651καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
652διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
653καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
654οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
655ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια·
656φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι,
657οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,
658οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
Pnigos 3
Χορός
659πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
660καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.
661τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον
662ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ
663περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
664δειλὸς καὶ λακαταπύγων.
Strophe 4
Χορός
665δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.
668οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
670ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,
673οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
674οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον
675ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
Epirrhema 5
Χορός
676οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·
677οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
678γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
679οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
680ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
681οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
682οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·
683τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
684οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
685ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,
686ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·
687κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν
688ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
689ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται,
690εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,
691οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.
Antistrophe 6
Χορός
692ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
695πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο-
696μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
697ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
698εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,
700νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.
702πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
Antepirrhema 7
Χορός
703τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην
704ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,
705τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ;
706ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν
707ἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,
708ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης,
709οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,
710ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα,
711κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους,
712περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
713ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν,
714ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ
715τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος,
716τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.
717κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
718τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.
Episode 8
Δικαιόπολις
719ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
720ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοις
721ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
722ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
723ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
724τρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν.
725ἐνταῦθα μήτε συκοφάντης εἰσίτω
726μήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ.
727ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμην
728μέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
Μεγαρεύς
729ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
730ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.
731ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,
732ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.
733ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·
734πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;
Lyric 1
Κόρα
735πεπρᾶσθαι πεπρᾶσθαι.
Μεγαρεύς
736ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους
737ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
738ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,
739χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
740περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.
741ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός·
742ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδις
743ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.
744ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
745κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε.
746ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε
747χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.
748ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·
749Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;
Δικαιόπολις
750τί; ἀνὴρ Μεγαρικός;
Μεγαρεύς
750bἀγορασοῦντες ἵκομες.
Δικαιόπολις
751πῶς ἔχετε;
Μεγαρεύς
751bδιαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.
Δικαιόπολις
752ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.
753τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;
Μεγαρεύς
753bοἷα δή.
754ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
755ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει,
756ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.
Δικαιόπολις
757αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.
Μεγαρεύς
757bσά μάν;
Δικαιόπολις
758τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;
Μεγαρεύς
759παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.
Δικαιόπολις
760ἅλας οὖν φέρεις;
Μεγαρεύς
760bοὐχ ὑμὲς αὐτῶν ἄρχετε;
Δικαιόπολις
761οὐδὲ σκόροδα;
Μεγαρεύς
761bποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,
762ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
763πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.
Δικαιόπολις
764τί δαὶ φέρεις;
Μεγαρεύς
764bχοίρως ἐγώνγα μυστικάς.
Δικαιόπολις
765καλῶς λέγεις· ἐπίδειξον.
Μεγαρεύς
765bἀλλὰ μὰν καλαί.
766ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.
Δικαιόπολις
767τουτὶ τί ἦν τὸ πρᾶγμα;
Μεγαρεύς
767bχοῖρος ναὶ Δία.
Δικαιόπολις
768τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;
Μεγαρεύς
768bΜεγαρικά.
769ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;
Δικαιόπολις
769bοὐκ ἔμοιγε φαίνεται.
Μεγαρεύς
770οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας·
771οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
772αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
773αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.
Δικαιόπολις
774ἀλλʼ ἔστιν ἀνθρώπου γε.
Μεγαρεύς
774bναὶ τὸν Διοκλέα
775ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;
776ἦ λῇς ἀκοῦσαι φθεγγομένας;
Δικαιόπολις
776bνὴ τοὺς θεοὺς
777ἔγωγε.
Μεγαρεύς
777bφώνει δὴ τὺ ταχέως χοιρίον.
778οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;
779πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
Κόρη
780κοῒ κοΐ.
Μεγαρεύς
781αὕτα ʼστὶ χοῖρος;
Δικαιόπολις
781bνῦν γε χοῖρος φαίνεται.
782ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
Μεγαρεύς
782bπέντʼ ἑτῶν,
783σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.
Δικαιόπολις
784ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.
Μεγαρεύς
784bσά μάν;
785πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;
Δικαιόπολις
785bκέρκον οὐκ ἔχει.
Μεγαρεύς
786νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα
787ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
788ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.
Δικαιόπολις
789ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.
Μεγαρεύς
790ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.
791αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
792κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
Δικαιόπολις
793ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.
Μεγαρεύς
794οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
795καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς
796ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.
Δικαιόπολις
797ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
Μεγαρεύς
798ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.
Δικαιόπολις
799τί δʼ ἐσθίει μάλιστα;
Μεγαρεύς
799bπάνθʼ ἅ κα διδῷς.
800αὐτὸς δʼ ἐρώτη.
Δικαιόπολις
800bχοῖρε χοῖρε.
Κόρα
800cκοῒ κοΐ.
Δικαιόπολις
801τρώγοις ἂν ἐρεβίνθους;
Κόρα
801bκοῒ κοῒ κοΐ.
Δικαιόπολις
802τί δαί; φιβάλεως ἰσχάδας;
Κόρα
802bκοῒ κοΐ.
Δικαιόπολις
803τί δαὶ σύ; τρώγοις ἄν;
Κόρα
803bκοῒ κοῒ κοΐ.
Δικαιόπολις
804ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
805ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων
806τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
807οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.
808ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.
Μεγαρεύς
809ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
810ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.
Δικαιόπολις
811νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·
812πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.
Μεγαρεύς
813τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
814τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.
Δικαιόπολις
815ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.
Μεγαρεύς
815bταῦτα δή.
816Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
817οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.
Συκοφάντης
818ὦνθρωπε ποδαπός;
Μεγαρεύς
818bχοιροπώλας Μεγαρικός.
Συκοφάντης
819τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
820πολέμια καὶ σέ.
Μεγαρεύς
820bτοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν
821ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.
Συκοφάντης
822κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;
Μεγαρεύς
823Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.
Δικαιόπολις
824ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,
825τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;
826τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
Συκοφάντης
827οὐ γὰρ φανῶ τοὺς πολεμίους;
Δικαιόπολις
827bκλάων γε σύ,
828εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.
Μεγαρεύς
829οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.
Δικαιόπολις
830θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου
831τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
832καὶ χαῖρε πόλλʼ.
Μεγαρεύς
832bἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.
Δικαιόπολις
833πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.
Μεγαρεύς
834ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
835παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.
Choral 9
Strophe 1
Χορός
836εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει
837τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ
838ἐν τἀγορᾷ καθήμενος·
839κἂν εἰσίῃ τις Κτησίας
840ἢ συκοφάντης ἄλλος, οἰμώζων
841καθεδεῖται·
Strophe 2
Χορός
842οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,
843οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,
844οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·
845χλαῖναν δʼ ἔχων φανὴν δίει
846κοὐ ξυντυχών σʼ Ὑπέρβολος
847δικῶν ἀναπλήσει·
Strophe 3
Χορός
848οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
849Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,
850ὁ περιπόνηρος Ἀρτέμων,
851ὁ ταχὺς ἄγαν τὴν μουσικήν,
852ὄζων κακὸν τῶν μασχαλῶν
853πατρ…
The complete text is available when the reading interface loads.