Ἱππῆς
Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης
- Scientific editors
- F. W. Hall, W. M. Geldart
- Edition reference
- Aristophanis Comoediae · Oxford · Clarendon Press · 1906
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Prologue 1
Δημοσθένης
1ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
2κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
3αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
4ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
5πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
Νικίας
6κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων
7αὐταῖς διαβολαῖς.
Δημοσθένης
7bὦ κακόδαιμον πῶς ἔχεις;
Νικίας
8κακῶς καθάπερ σύ.
Δημοσθένης
8bδεῦρο δὴ πρόσελθʼ, ἵνα
9ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
Δημοσθένης καὶ Νικίας
10μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
Δημοσθένης
11τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
12σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
Νικίας
13τίς οὖν γένοιτʼ ἄν;
Δημοσθένης
13bλέγε σύ.
Νικίας
13cσὺ μὲν οὖν μοι λέγε,
14ἵνα μὴ μάχωμαι.
Δημοσθένης
14bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Νικίας
16πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Δημοσθένης
15ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
Νικίας
17ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
18εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
Δημοσθένης
19μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·
20ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
Νικίας
21λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
Δημοσθένης
22καὶ δὴ λέγω μόλωμεν.
Νικίας
22bἐξόπισθε νῦν
23αὐτὸ φάθι τοῦ μόλωμεν.
Δημοσθένης
23bαὐτό.
Νικίας
23cπάνυ καλῶς.
24ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
25τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.
Δημοσθένης
26μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.
Νικίας
26bἢν
27οὐχ ἡδύ;
Δημοσθένης
27bνὴ Δία· πλήν γε περὶ τῷ δέρματι
28δέδοικα τουτονὶ τὸν οἰωνόν.
Νικίας
28bτί δαί;
Δημοσθένης
29ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
Νικίας
30κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
31θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
Δημοσθένης
32† ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς;
Νικίας
33ἔγωγε.
Δημοσθένης
33bποίῳ χρώμενος τεκμηρίῳ;
Νικίας
34ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως;
Δημοσθένης
35εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.
36βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
Νικίας
37οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,
38ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
39ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
Δημοσθένης
40λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
41ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,
42Δῆμος πυκνίτης, δύσκολον γερόντιον
43ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
44ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
45πανουργότατον καὶ διαβολώτατόν τινα.
46οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
47ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
48ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα
49κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·
50ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
51ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον.
52βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας
53ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ
54Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ
55μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
56πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
57αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην,
58ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
59ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
60δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
61ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
62ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
63τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς
64ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
65ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
66αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·
67ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον;
68εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον.
69ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
70ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
71νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,
72ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
Νικίας
73κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
Δημοσθένης
74ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·
75ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος
76τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.
77τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος
78ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,
79τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
Νικίας
80κράτιστον οὖν νῷν ἀποθανεῖν.
Δημοσθένης
80bἀλλὰ σκόπει,
81ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
Νικίας
82πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;
83βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
84ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
Δημοσθένης
85μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
86ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
Νικίας
87ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
88πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;
Δημοσθένης
89ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
90οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
91οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
92ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
93πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
94εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
95ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
96τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
Νικίας
97οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
Δημοσθένης
98ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.
99ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
100βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
Νικίας
101ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
102κλέπτων τὸν οἶνον.
Δημοσθένης
102bεἰπέ μοι Παφλαγὼν τί δρᾷ;
Νικίας
103ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος
104ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
Δημοσθένης
105ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
106σπονδήν.
Νικίας
106bλαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
Δημοσθένης
107ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
108ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.
Νικίας
109εἴπʼ, ἀντιβολῶ, τί ἔστι;
Δημοσθένης
109bτοὺς χρησμοὺς ταχὺ
110κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
111ἕως καθεύδει.
Νικίας
111bταῦτʼ. ἀτὰρ τοῦ δαίμονος
112δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
Δημοσθένης
113φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.
114τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
Νικίας
115ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
116ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
117ὅνπερ μάλιστʼ ἐφύλαττεν.
Δημοσθένης
117bὦ σοφώτατε.
118φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν
119ἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.
120ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.
Νικίας
121ἰδού. τί φησʼ ὁ χρησμός;
Δημοσθένης
121bἑτέραν ἔγχεον.
Νικίας
122ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;
Δημοσθένης
123ὦ Βάκι.
Νικίας
123bτί ἔστι;
Δημοσθένης
123cδὸς τὸ ποτήριον ταχύ.
Νικίας
124πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
Δημοσθένης
125ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,
126τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;
Νικίας
126bτιή;
Δημοσθένης
127ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
Νικίας
128καὶ πῶς;
Δημοσθένης
128bὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
129ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
130ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
Νικίας
131εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.
Δημοσθένης
132μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
Νικίας
133δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;
Δημοσθένης
134κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
135αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.
136ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
137ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
Νικίας
138τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν
139ὑπὸ βυρσοπώλου;
Δημοσθένης
139bνὴ Δίʼ.
Νικίας
139cοἴμοι δείλαιος.
140πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;
Δημοσθένης
141ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
Νικίας
142εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν;
Δημοσθένης
142bεἴπω;
Νικίας
142cνὴ Δία.
Δημοσθένης
143ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν.
Νικίας
144ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
145φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
Δημοσθένης
146ζητῶμεν αὐτόν.
Νικίας
146bἀλλʼ ὁδὶ προσέρχεται
147ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
Δημοσθένης
147bὦ μακάριε
148ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατε
149ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
Ἀλλαντοπώλης
150τί ἔστι; τί με καλεῖτε;
Δημοσθένης
150bδεῦρʼ ἔλθʼ, ἵνα πύθῃ
151ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
Νικίας
152ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
153τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
154ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
Δημοσθένης
155ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
156ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
Ἀλλαντοπώλης
157ἰδού· τί ἔστιν;
Δημοσθένης
157bὦ μακάριʼ ὦ πλούσιε,
158ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας,
159ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
Ἀλλαντοπώλης
160τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
161πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
Δημοσθένης
162ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
163τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
Ἀλλαντοπώλης
163bὁρῶ.
Δημοσθένης
164τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
165καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
166βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
167δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.
Ἀλλαντοπώλης
168ἐγώ;
Δημοσθένης
168bσὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.
169ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
170καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
Ἀλλαντοπώλης
171καθορῶ.
Δημοσθένης
171bτί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
Ἀλλαντοπώλης
172ἔγωγε.
Δημοσθένης
172bπῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
173ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαν
174τὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.
Ἀλλαντοπώλης
175εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;
Δημοσθένης
176οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
177γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
178ἀνὴρ μέγιστος.
Ἀλλαντοπώλης
178bεἰπέ μοι καὶ πῶς ἐγὼ
179ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
Δημοσθένης
180διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
181ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
Ἀλλαντοπώλης
182οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.
Δημοσθένης
183οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
184ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
185μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
Ἀλλαντοπώλης
185bμὰ τοὺς θεοὺς
186εἰ μὴ ʼκ πονηρῶν γʼ.
Δημοσθένης
186bὦ μακάριε τῆς τύχης
187ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
Ἀλλαντοπώλης
188ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι
189πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Δημοσθένης
190τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
191ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
192ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
193ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
194ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.
Ἀλλαντοπώλης
195πῶς δῆτά φησʼ ὁ χρησμός;
Δημοσθένης
195bεὖ νὴ τοὺς θεοὺς
196καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
197ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
198γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
199δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
200κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
201αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Ἀλλαντοπώλης
202πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.
Δημοσθένης
203βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.
Ἀλλαντοπώλης
204τί δʼ ἀγκυλοχήλης ἐστίν;
Δημοσθένης
204bαὐτό που λέγει,
205ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
Ἀλλαντοπώλης
206ὁ δράκων δὲ πρὸς τί;
Δημοσθένης
206bτοῦτο περιφανέστατον.
207ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.
208εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων·
209τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
210ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
Ἀλλαντοπώλης
211τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως
212τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.
Δημοσθένης
213φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει·
214τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα
215ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ
216ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
217τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά,
218φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·
219ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
220χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
221ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·
222χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
Ἀλλαντοπώλης
222bκαὶ τίς ξύμμαχος
223γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
224δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
Δημοσθένης
225ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
226μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
227καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
228καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
229κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
230καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος,
231ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
232τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
233γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
Ἀλλαντοπώλης
234οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.
Κλέων
235οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
236ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
237τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
238οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
239ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.
Δημοσθένης
240οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα
241ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
Parodos 2
Trochees 1
Δημοσθένης
242ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
243ὦ Παναίτιʼ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
244ἅνδρες ἐγγύς. ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.
245ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
246ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
Χορὸς Ἱππεῶν
247παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
248καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
249καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.
250καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
251ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
252καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
253εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
254ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
Κλέων
255ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
256οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
257παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
Χορός
258ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
259κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
260ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,
261κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,
262καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
263εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
264καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
265πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
Κλέων
266ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι,
267ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
268ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
Χορός
269ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεται
270ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
271ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
272ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
Κλέων
273ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι.
Χορός
274καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
Κλέων
275ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
Χορός
276ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
277ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.
Κλέων
278τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν
279ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Ἀλλαντοπώλης
280ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
281ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
Δημοσθένης
282νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας
283καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Agon 3
Proagon 1
Κλέων
284ἀποθανεῖσθον αὐτίκα μάλα.
Ἀλλαντοπώλης
285τριπλάσιον κεκράξομαί σου.
Κλέων
286καταβοήσομαι βοῶν σε.
Ἀλλαντοπώλης
287κατακεκράξομαί σε κράζων.
Κλέων
288διαβαλῶ σʼ ἐὰν στρατηγῇς.
Ἀλλαντοπώλης
289κυνοκοπήσω σου τὸ νῶτον.
Κλέων
290περιελῶ σʼ ἀλαζονείαις.
Ἀλλαντοπώλης
291ὑποτεμοῦμαι τὰς ὁδούς σου.
Κλέων
292βλέψον ἔς μʼ ἀσκαρδάμυκτος.
Ἀλλαντοπώλης
293ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
Κλέων
294διαφορήσω σʼ εἴ τι γρύξει.
Ἀλλαντοπώλης
295κοπροφορήσω σʼ εἰ λαλήσεις.
Κλέων
296ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.
Ἀλλαντοπώλης
297νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
298κἀπιορκῶ γε βλεπόντων.
Κλέων
299ἀλλότρια τοίνυν σοφίζει,
300καὶ φανῶ σε τοῖς πρυτάνεσιν
301ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
302ἔχοντα κοιλίας.
Strophe 1
Χορός
303ὦ μιαρὲ καὶ βδελυρὲ † καὶ κεκράκτα †, τοῦ σοῦ θράσους
305πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέλη
306καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶ
310τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
311ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
313κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
Trochees 3
Κλέων
314οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.
Ἀλλαντοπώλης
315εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,
316ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
317τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
318καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
Δημοσθένης
319νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
320πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
321πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
Strophe 2
Χορός
323ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναίδειαν,
325ἥπερ μόνη προστατεῖ ῥητόρων;
326ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
327πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
328ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
329σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
330ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
331πανουργίᾳ τε καὶ θράσει
332καὶ κοβαλικεύμασιν.
Katakeleusmos 5
Χορός
333ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
334νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
Epirrheme 6
Ἀλλαντοπώλης
335καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.
Κλέων
336οὐκ αὖ μʼ ἐάσεις;
Ἀλλαντοπώλης
336bμὰ Δίʼ ἐπεὶ κἀγὼ πονηρός εἰμι.
Χορός
337ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.
Κλέων
338οὐκ αὖ μʼ ἐάσεις;
Ἀλλαντοπώλης
338bμὰ Δία.
Κλέων
338cναὶ μὰ Δία.
Ἀλλαντοπώλης
338dμὰ τὸν Ποσειδῶ.
339ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
Κλέων
340οἴμοι διαρραγήσομαι.
Ἀλλαντοπώλης
340bκαὶ μὴν ἐγὼ οὐ παρήσω.
Χορός
341πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
Κλέων
342τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
Ἀλλαντοπώλης
343ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
Κλέων
344ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
345ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
346ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
347εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
348τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
349ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,
350ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.
Ἀλλαντοπώλης
351τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
352ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
Κλέων
353ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς
354θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου
355οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
Ἀλλαντοπώλης
356ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
357καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
358λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
Χορός
359τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων·. ἓν δʼ οὐ προσίεταί με,
360τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
Κλέων
361ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
Ἀλλαντοπώλης
362ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
Κλέων
363ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
Ἀλλαντοπώλης
364ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
Κλέων
365ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.
Χορός
366νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς.
Pnigos 7
Κλέων
367οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ.
Ἀλλαντοπώλης
368διώξομαί σε δειλίας.
Κλέων
369ἡ βύρσα σου θρανεύσεται.
Ἀλλαντοπώλης
370δερῶ σε θύλακον κλοπῆς.
Κλέων
371διαπατταλευθήσει χαμαί.
Ἀλλαντοπώλης
372περικόμματʼ ἔκ σου σκευάσω.
Κλέων
373τὰς βλεφαρίδας σου παρατιλῶ.
Ἀλλαντοπώλης
374τὸν πρηγορεῶνά σοὐκτεμῶ.
Δημοσθένης
375καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷ
376πάτταλον μαγειρικῶς
377ἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν
378τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
379σκεψόμεσθʼ εὖ κἀνδρικῶς
380κεχηνότος
381τὸν πρωκτὸν εἰ χαλαζᾷ.
Antistrophe 1
Χορός
384ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων
385ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼ
386ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ ἀλλʼ ἔπιθι καὶ στρόβει,
387μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
388ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
390δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
Trochees 9
Ἀλλαντοπώλης
391ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
392κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
393νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
394ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
Κλέων
395οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
396καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
Antistrophe 2
Χορός
398ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι
399τοῦ χρώματος τοῦ παρεστηκότος.
400εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
401καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
402ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι
403δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,
404εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
405ᾄσαιμι γὰρ τότʼ ἂν μόνον,
406πῖνε πῖνʼ ἐπὶ συμφοραῖς.
Antikatakeleusmos 11
Χορός
407τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην
408ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
Antepirrheme 12
Κλέων
409οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
410ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.
Ἀλλαντοπώλης
411ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς
412ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
413ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν
414ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
Κλέων
415ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν
416κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
Ἀλλαντοπώλης
417καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος.
418ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
419σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.
420οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
Χορός
421ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·
422ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
Ἀλλαντοπώλης
423καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,
424ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
425ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·
426οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει.
Χορός
427εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω·
428ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
Κλέων
429ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
430ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
431ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
Ἀλλαντοπώλης
432ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτʼ ἀφήσω
433κατὰ κῦμʼ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
Δημοσθένης
434κἄγωγʼ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
Κλέων
435οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
436κλέψας Ἀθηναίων.
Δημοσθένης
436bἄθρει καὶ τοῦ ποδὸς παρίει·
437ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
Ἀλλαντοπώλης
438σὲ δʼ ἐκ Ποτειδαίας ἔχοντʼ εὖ οἶδα δέκα τάλαντα.
Κλέων
439τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
Χορός
440ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει·
Pnigos 13
Χορός
441τὸ πνεῦμʼ ἔλαττον γίγνεται.
Κλέων
442φεύξει γραφὰς
442aἑκατονταλάντους τέτταρας.
Ἀλλαντοπώλης
443σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν,
444κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
Κλέων
445ἐκ τῶν ἀλιτηρίων σέ φημι
446γεγονέναι τῶν τῆς θεοῦ.
Ἀλλαντοπώλης
447τὸν πάππον εἶναί φημί σου
448τῶν δορυφόρων —
Κλέων
448bποίων; φράσον.
Ἀλλαντοπώλης
449τῶν Βυρσίνης τῆς Ἱππίου.
Κλέων
450κόβαλος εἶ.
Ἀλλαντοπώλης
450bπανοῦργος εἶ.
Χορός
451παῖʼ ἀνδρικῶς.
Κλέων
451bἰοὺ ἰού,
452τύπτουσί μʼ οἱ ξυνωμόται.
Χορός
453παῖʼ αὐτὸν ἀνδρειότατα, καὶ
454γάστριζε καὶ τοῖς ἐντέροις
455καὶ τοῖς κόλοις,
456χὤπως κολᾷ τὸν ἄνδρα.
Sphragis 14
Χορός
457ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων,
458καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
459ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν.
460πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
Episode 4
Κλέων
461ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν
462τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην
463γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.
Χορός
464οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
Ἀλλαντοπώλης
465οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.
466πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
467ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
468καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα
469ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
Χορός
470εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.
Ἀλλαντοπώλης
471καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,
472καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον
473διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
474ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.
Κλέων
475ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν
476ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
477καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
478καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
479καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
Ἀλλαντοπώλης
480πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
Κλέων
481ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
Χορός
482ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
483νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
484ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·
485θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,
486ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
487ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
Ἀλλαντοπώλης
488ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας
489καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
Δημοσθένης
490ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
491ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
Ἀλλαντοπώλης
492ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
Δημοσθένης
493ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
Ἀλλαντοπώλης
493bτί δαί;
Δημοσθένης
494ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
495καὶ σπεῦδε ταχέως.
Ἀλλαντοπώλης
495bταῦτα δρῶ.
Δημοσθένης
495cμέμνησό νυν
496δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
497χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.
Parabasis 5
Prelude 1
Χορός
498ἄλλʼ ἴθι χαίρων, καὶ πράξειας
499κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
500Ζεὺς ἀγοραῖος· καὶ νικήσας
501αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
502ἔλθοις στεφάνοις κατάπαστος.
503ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν
504τοῖς ἀναπαίστοις,
505ὦ παντοίας ἤδη Μούσης
506πειραθέντες καθʼ ἑαυτούς.
Parabasis 2
Χορός
507εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
508ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
509οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής,
510ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια,
511καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
512ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας
513καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν,
514ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ
515οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων
516κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
517πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
518ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
519καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
520τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,
521ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
522πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
523καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
524οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης,
525ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·
526εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ
527διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
528ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
529ᾆσαι δʼ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε,
530καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος.
531νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε,
532ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος
533τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
534ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δʼ ἀπολωλώς,
535ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,
536καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
537οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
538ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
539ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
540χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δʼ οὐχί.
541ταῦτʼ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
542ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
543κᾆτʼ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
544κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
545ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει,
546αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις
Pnigos 3
Χορός
547θόρυβον χρηστὸν ληναΐτην,
548ἵνʼ ὁ ποιητὴς ἀπίῃ χαίρων
549κατὰ νοῦν πράξας,
550φαιδρὸς λάμποντι μετώπῳ.
Strophe 4
Χορός
551ἵππιʼ ἄναξ Πόσειδον, ᾧ
552χαλκοκρότων ἵππων κτύπος
553καὶ χρεμετισμὸς ἁνδάνει
554καὶ κυανέμβολοι θοαὶ
555μισθοφόροι τριήρεις,
556μειρακίων θʼ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν
557καὶ βαρυδαιμονούντων,
558δεῦρʼ ἔλθʼ ἐς χορὸν ὦ χρυσοτρίαινʼ ὦ
560δελφίνων μεδέων Σουνιάρατε,
561ὦ Γεραίστιε παῖ Κρόνου,
562Φαρμίωνί τε φίλτατʼ ἐκ
563τῶν ἄλλων τε θεῶν Ἀθηναίοις
564πρὸς τὸ παρεστός.
Epirrheme 5
Χορός
565εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
566ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
567οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ
568πανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν·
569οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοῦς ἐναντίους ἰδὼν
570ἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας·
571εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,
572τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι,
573ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδʼ ἂν εἷς
574τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·
575νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,
576οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει
577προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
578καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
579ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
580μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.
Antistrophe 6
Χορός
581Ὦ πολιοῦχε Παλλάς, ὦ
582τῆς ἱερωτάτης ἁπασῶν
583πολέμῳ τε καὶ ποιηταῖς
584δυνάμει θʼ ὑπερφερούσης
585μεδέουσα χώρας,
586δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν
587ἐν στρατιαῖς τε καὶ μάχαις
588ἡμετέραν ξυνεργὸν
589Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
590τοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει.
591νῦν οὖν δεῦρο φάνηθι· δεῖ
592γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ
593τέχνῃ πορίσαι σε νίκην
594εἴπερ ποτὲ καὶ νῦν.
Antepirrheme 7
Χορός
595ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι.
596ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα
597ξυνδιήνεγκαν μεθʼ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
598ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
599ὡς ὅτʼ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
600πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·
601εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
602ἐμβαλόντες ἀνεβρύαξαν, ἱππαπαῖ, τίς ἐμβαλεῖ;
603ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;
604ἐξεπήδων τʼ ἐς Κόρινθον· εἶτα δʼ οἱ νεώτεροι
605ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα·
606ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
607εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·
608ὥστʼ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
609δεινά γʼ ὦ Πόσειδον εἰ μήτʼ ἐν βυθῷ δυνήσομαι
610μήτε γῇ μήτʼ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.
Lyric-Scene 6
Χορός
611ὦ φίλτατʼ ἀνδρῶν καὶ νεανικώτατε.
612ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
613καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
614ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.
Ἀλλαντοπώλης
615τί δʼ ἄλλο γʼ εἰ μὴ Νικόβουλος ἐγενόμην;
Strophe 1
Χορός
616νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
617ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
618ἐργασάμενʼ, εἴθʼ ἐπέλθοις
619ἅπαντά μοι σαφῶς·
620ὡς ἐγώ μοι δοκῶ
621κἂν μακρὰν ὁδὸν διελθεῖν
622ὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστε
623θαρρήσας λέγʼ, ὡς, ἅπαντες
623aἡδόμεσθά σοι.
Iambics 2
Ἀλλαντοπώλης
624καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων.
625εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην·
626ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη
627τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
628κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγων
629πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη
630ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα,
631κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν.
632κἄγωγʼ ὅτε δὴ γʼνων ἐνδεχομένην τοὺς λόγους
633καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
634ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δʼ ἐγώ,
635Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,
636ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
637νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
638φωνήν τʼ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι
639ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
640κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν
641τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα
642ἀνέκραγον· ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
643εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
644ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
645οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας.
646τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
647εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα
648αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
649ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
650τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
651οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.
652ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
653οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
654γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ
655ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
656εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.
657ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
658κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος,
659διακοσίαισι βουσὶν ὑπερηκόντισα,
660τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
661εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
662αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.
663ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
664ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
665κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
666οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
667ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
668ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
669πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων.
670οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·
671νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε
672ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.
673οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.
674ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
675εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
676ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν
677ἅπαντα τά τε γήτεἰ ὅσʼ ἦν ἐν τἀγορᾷ·
678ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
679ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
680οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
681ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
682ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
Antistrophe 3
Χορός
683πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
684ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
685μείζοσι κεκασμένον
686καὶ δόλοισι ποικίλοις
687ῥήμασίν θʼ αἱμύλοις.
688ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε
689τἀπίλοιπʼ ἄριστα·
690συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους
690aἐπίστασαι πάλαι.
Iambics 4
Ἀλλαντοπώλης
691καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
692ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
693ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
Κλέων
694εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ
695ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
Ἀλλαντοπώλης
696ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
697ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
Κλέων
698οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγω
699ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
Ἀλλαντοπώλης
700ἣν μὴ κʼφάγῃς; ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίω
701κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
Κλέων
702ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
Ἀλλαντοπώλης
703ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σʼ ἐγὼ
704ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Κλέων
705ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
Ἀλλαντοπώλης
706ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
707ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; ἐπὶ βαλλαντίῳ;
Κλέων
708ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
Ἀλλαντοπώλης
709ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
Κλέων
710ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
Ἀλλαντοπώλης
711κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.
Κλέων
712ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
713ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.
Ἀλλαντοπώλης
714ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
Κλέων
715ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
Ἀλλαντοπώλης
716κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
717μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
718αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.
Κλέων
719καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς
720δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
Ἀλλαντοπώλης
721χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
Κλέων
722οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
723ἴωμεν ἐς τὸν δῆμον.
Ἀλλαντοπώλης
723bοὐδὲν κωλύει·
724ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
Κλέων
725ὦ Δῆμε δεῦρʼ ἔξελθε.
Ἀλλαντοπώλης
725bνὴ Δίʼ ὦ πάτερ
726ἔξελθε δῆτʼ.
Κλέων
726bὦ Δημίδιον ὦ φίλτατον
727ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
Δῆμος
728τίνες οἱ βοῶντες; οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
729τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
730τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;
Κλέων
730bδιὰ σὲ τύπτομαι
731ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
Δῆμος
731bτιή;
Κλέων
732ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.
Δῆμος
733σὺ δʼ εἶ τίς ἐτεόν;
Ἀλλαντοπώλης
733bἀντεραστὴς τουτουί,
734ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν,
735ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
736ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
737ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
738τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
739σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
740καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
Κλέων
741εὖ γὰρ ποιῶ τὸν δῆμον.
Ἀλλαντοπώλης
741bεἰπέ νυν τί δρῶν;
Κλέων
742ὅ τι; †τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, †
743πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
Ἀλλαντοπώλης
744ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου
745ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.
Κλέων
746καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίαν
747ὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
748εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
Ἀλλαντοπώλης
749ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.
Δῆμος
750οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
751ἀλλʼ ἐς τὸ πρόσθε. χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.
Ἀλλαντοπώλης
752οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρων
753οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
754ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
755κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
Agon 7
Strophe 1
Χορός
756νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
757καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
758ὅτοισι τόνδʼ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ
759κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
760πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
Katakeleusmos 2
Χορός
761ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
762τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
Epirrheme 3
Κλέων
763τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
764εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
765βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
766ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·
767εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,
768ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
Ἀλλαντοπώλης
769κἄγωγʼ ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
770ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,
771ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
772καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.
Κλέων
773καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
774ὃς πρῶτα μὲν ἡνίκʼ ἐβούλευον σοὶ χρήματα πλεῖστʼ ἀπέδειξα
775ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δʼ ἄγχων τοὺς δὲ μεταιτῶν,
776οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
Ἀλλαντοπώλης
777τοῦτο μὲν ὦ Δῆμʼ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.
778ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
779ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω,
780ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
781σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
782καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
783ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
784οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλʼ ἐπαναίρου,
785κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
Δῆμος
786ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
787τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
Κλέων
788ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
Ἀλλαντοπώλης
789καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Κλέων
790καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
791ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
Ἀλλαντοπώλης
792καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς φιδάκναισι
793καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
794ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
795τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις
796ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
Κλέων
797ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
798ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
799ἢν ἀναμείνῃ· πάντως δʼ αὐτὸν θρέψω γʼὼ καὶ θεραπεύσω,
800ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
Ἀλλαντοπώλης
801οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον
802σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
803ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
804ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
805ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
806καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
807γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
808εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
809ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
Κλέων
810οὔκουν δεινὸν ταυτί σε…
811πρὸς…
The complete text is available when the reading interface loads.