The Greek Library Author

Aristophanes

Νεφέλαι

Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης

Scientific editors
F. W. Hall, W. M. Geldart
Edition reference
Aristophanis Comoediae · Oxford · Clarendon Press · 1906
CTS identifier
urn:cts:greekLit:tlg0019.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Prologue 1

Στρεψιάδης

1ἰοὺ ἰού·

2ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον·

3ἀπέραντον. οὐδέποθʼ ἡμέρα γενήσεται;

4καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνος ἤκουσʼ ἐγώ·

5οἱ δʼ οἰκέται ῥέγκουσιν· ἀλλʼ οὐκ ἂν πρὸ τοῦ.

6ἀπόλοιο δῆτʼ ὦ πόλεμε πολλῶν οὕνεκα,

7ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας.

8ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίας

9ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται

10ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.

11ἀλλʼ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.

12ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος

13ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν

14διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων

15ἱππάζεταί τε καὶ ξυνωρικεύεται

16ὀνειροπολεῖ θʼ ἵππους· ἐγὼ δʼ ἀπόλλυμαι

17ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·

18οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον,

19κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼν

20ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.

21φέρʼ ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.

22τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;

23ὅτʼ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,

24εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.

Φειδιππίδης

25Φίλων ἀδικεῖς· ἔλαυνε τὸν σαυτοῦ δρόμον.

Στρεψιάδης

26τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν·

27ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.

Φειδιππίδης

28πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;

Στρεψιάδης

29ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους.

30ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;

31τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.

Φειδιππίδης

32ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

Στρεψιάδης

33ἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν,

34ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου

35ἐνεχυράσεσθαί φασιν.

Φειδιππίδης

35bἐτεὸν ὦ πάτερ

36τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην;

Στρεψιάδης

37δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.

Φειδιππίδης

38ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.

Στρεψιάδης

39σὺ δʼ οὖν κάθευδε· τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτι

40ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.

41φεῦ.

41aεἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς,

42ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα·

43ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος

44εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,

45βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.

46ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους

47ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,

48σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.

49ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ

50ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,

51ἡ δʼ αὖ μύρου κρόκου καταγλωττισμάτων,

52δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.

53οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα.

54ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ

55πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.

Θεράπων

56ἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ.

Στρεψιάδης

57οἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;

58δεῦρʼ ἔλθʼ ἵνα κλάῃς.

Θεράπων

58bδιὰ τί δῆτα κλαύσομαι;

Στρεψιάδης

59ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.

60μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί,

61ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,

62περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα·

63ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,

64Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην,

65ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην.

66τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳ

67κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.

68τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο,

69ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν,

70ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων. ἐγὼ δʼ ἔφην,

71ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,

72ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.

73ἀλλʼ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,

74ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.

75νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ

76μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,

77ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.

78ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.

79πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι; πῶς;

80Φειδιππίδη Φειδιππίδιον.

Φειδιππίδης

80bτί ὦ πάτερ;

Στρεψιάδης

81κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

Φειδιππίδης

82ἰδού. τί ἔστιν;

Στρεψιάδης

82bεἰπέ μοι, φιλεῖς ἐμέ;

Φειδιππίδης

83νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.

Στρεψιάδης

84μὴ ʼμοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον·

85οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.

86ἀλλʼ εἴπερ ἐκ τῆς καρδίας μʼ ὄντως φιλεῖς,

87ὦ παῖ πιθοῦ.

Φειδιππίδης

87bτί οὖν πίθωμαι δῆτά σοι;

Στρεψιάδης

88ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,

89καὶ μάνθανʼ ἐλθὼν ἃν ἐγὼ παραινέσω.

Φειδιππίδης

90λέγε δή, τί κελεύεις;

Στρεψιάδης

90bκαί τι πείσει;

Φειδιππίδης

90cπείσομαι

91νὴ τὸν Διόνυσον.

Στρεψιάδης

91bδεῦρό νυν ἀπόβλεπε.

92ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;

Φειδιππίδης

93ὁρῶ. τί οὖν τοῦτʼ ἐστὶν ἐτεὸν ὦ πάτερ;

Στρεψιάδης

94ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον.

95ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες, οἳ τὸν οὐρανὸν

96λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,

97κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἄνθρακες.

98οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ,

99λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.

Φειδιππίδης

100εἰσὶν δὲ τίνες;

Στρεψιάδης

100bοὐκ οἶδʼ ἀκριβῶς τοὔνομα·

102μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.

Φειδιππίδης

103αἰβοῖ πονηροί γʼ, οἶδα. τοὺς ἀλαζόνας

104τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,

105ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.

Στρεψιάδης

105bἢ ἢ σιώπα· μηδὲν εἴπῃς νήπιον.

106ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,

107τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.

Φειδιππίδης

108οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι

109τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.

Στρεψιάδης

110ἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶ

111ἐλθὼν διδάσκου.

Φειδιππίδης

111bκαὶ τί σοι μαθήσομαι;

Στρεψιάδης

112εἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω,

113τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα.

114τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,

115νικᾶν λέγοντά φασι τἀδικώτερα.

116ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,

117ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν

118οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί.

Φειδιππίδης

119οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν

120τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.

Στρεψιάδης

121οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει,

122οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας·

123ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας.

Φειδιππίδης

124ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέης

125ἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ.

Στρεψιάδης

126ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι,

127ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι

128αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.

129πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς

130λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;

131ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι,

132ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.

Μαθητής

133βάλλʼ ἐς κόρακας· τίς ἐσθʼ ὁ κόψας τὴν θύραν;

Στρεψιάδης

134Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.

Μαθητής

135ἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδρα

136ἀπεριμερίμνως τὴν θύραν λελάκτικας

137καὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην.

Στρεψιάδης

138σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.

139ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.

Μαθητής

140ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.

Στρεψιάδης

141λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ

142ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.

Μαθητής

143λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.

144ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτης

145ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας·

146δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν

147ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.

Στρεψιάδης

148πῶς δῆτα διεμέτρησε;

Μαθητής

148bδεξιώτατα.

149κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν

150ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,

151κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.

152ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.

Στρεψιάδης

153ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.

Μαθητής

154τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους

155φρόντισμα;

Στρεψιάδης

155bποῖον; ἀντιβολῶ κάτειπέ μοι.

Μαθητής

156ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος

157ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας

158κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.

Στρεψιάδης

159τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;

Μαθητής

160ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος

161στενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν

162βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·

163ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον

164τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.

Στρεψιάδης

165σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.

166ὦ τρισμακάριος τοῦ διεντερεύματος.

167ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην

168ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.

Μαθητής

169πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη

170ὑπʼ ἀσκαλαβώτου.

Στρεψιάδης

170bτίνα τρόπον; κάτειπέ μοι.

Μαθητής

171ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς

172καὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότος

173ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.

Στρεψιάδης

174ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.

Μαθητής

175ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.

Στρεψιάδης

176εἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;

Μαθητής

177κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν

178κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν

179ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.

Στρεψιάδης

180τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;

181ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον,

182καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.

183μαθητιῶ γάρ· ἀλλʼ ἄνοιγε τὴν θύραν.

184ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;

Μαθητής

185τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;

Στρεψιάδης

186τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.

187ἀτὰρ τί ποτʼ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;

Μαθητής

188ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.

Στρεψιάδης

188bβολβοὺς ἄρα

189ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε·

190ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί.

191τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες;

Μαθητής

192οὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.

Στρεψιάδης

193τί δῆθʼ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;

Μαθητής

194αὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται.

195ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ.

Στρεψιάδης

196μήπω γε μήπω γʼ· ἀλλʼ ἐπιμεινάντων, ἵνα

197αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.

Μαθητής

198ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα

199ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.

Στρεψιάδης

200πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι.

Μαθητής

201ἀστρονομία μὲν αὑτηί.

Στρεψιάδης

201bτουτὶ δὲ τί;

Μαθητής

202γεωμετρία.

Στρεψιάδης

202bτοῦτʼ οὖν τί ἐστι χρήσιμον;

Μαθητής

203γῆν ἀναμετρῆσαι.

Στρεψιάδης

203bπότερα τὴν κληρουχικήν;

Μαθητής

204οὔκ, ἀλλὰ τὴν σύμπασαν.

Στρεψιάδης

204bἀστεῖον λέγεις.

205τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.

Μαθητής

206αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;

207αἵδε μὲν Ἀθῆναι.

Στρεψιάδης

207bτί σὺ λέγεις; οὐ πείθομαι,

208ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.

Μαθητής

209ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.

Στρεψιάδης

210καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;

Μαθητής

211ἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς,

212ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.

Στρεψιάδης

213οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.

214ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼσθʼ;

Μαθητής

214bὅπου ʼστίν; αὑτηί.

Στρεψιάδης

215ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,

216ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.

Μαθητής

217ἀλλʼ οὐχ οἷόν τε.

Στρεψιάδης

217bνὴ Δίʼ οἰμώξεσθʼ ἄρα.

218φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;

Μαθητής

219αὐτός.

Στρεψιάδης

219bτίς αὐτός;

Μαθητής

219cΣωκράτης.

Στρεψιάδης

219dὦ Σώκρατες.

220ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.

Μαθητής

220aαὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.

Στρεψιάδης

221ὦ Σώκρατες,

222ὦ Σωκρατίδιον.

Σωκράτης

223τί με καλεῖς ὦφήμερε;

Στρεψιάδης

224πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.

Σωκράτης

225ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

Στρεψιάδης

226ἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,

227ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;

Σωκράτης

227bοὐ γὰρ ἄν ποτε

228ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,

229εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα

230λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.

231εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,

232οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳ

233ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.

234πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.

Στρεψιάδης

235τί φῄς;

236ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα;

237ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ,

238ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα.

Σωκράτης

239ἦλθες δὲ κατὰ τί;

Στρεψιάδης

239bβουλόμενος μαθεῖν λέγειν.

240ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων

241ἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.

Σωκράτης

242πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;

Στρεψιάδης

243νόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.

244ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,

245τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂν

246πράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.

Σωκράτης

247ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ

248ἡμῖν νόμισμʼ οὐκ ἔστι.

Στρεψιάδης

248bτῷ γὰρ ὄμνυτʼ; ἢ

249σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;

Σωκράτης

250βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶς

251ἅττʼ ἐστὶν ὀρθῶς;

Στρεψιάδης

251bνὴ Δίʼ εἴπερ ἔστι γε.

Σωκράτης

252καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,

253ταῖς ἡμετέραισι δαίμοσιν;

Στρεψιάδης

253bμάλιστά γε.

Σωκράτης

254κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.

Στρεψιάδης

255ἰδοὺ κάθημαι.

Σωκράτης

255bτουτονὶ τοίνυν λαβὲ

256τὸν στέφανον.

Στρεψιάδης

256bἐπὶ τί στέφανον; οἴμοι Σώκρατες

257ὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.

Σωκράτης

258οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους

259ἡμεῖς ποιοῦμεν.

Στρεψιάδης

259bεἶτα δὴ τί κερδανῶ;

Σωκράτης

260λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.

261ἀλλʼ ἔχʼ ἀτρεμί.

Parodos 2

Anapests 1

Στρεψιάδης

261bμὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·

262καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.

Anapests 2

Σωκράτης

263εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.

264ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,

265λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,

266ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.

Στρεψιάδης

267μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.

268τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.

Σωκράτης

269ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·

270εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,

271εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,

272εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,

273ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·

274ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.

Strophe 1

Χορός

275ἀέναοι Νεφέλαι

276ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,

277πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος

278ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ

280δενδροκόμους, ἵνα

281τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,

282καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα,

283καὶ ποταμῶν ζαθέων κελαδήματα,

284καὶ πόντον κελάδοντα βαρύβρομον·

285ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται

286μαρμαρέαις ἐν αὐγαῖς.

287ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον

288ἀθανάτας ἰδέας ἐπιδώμεθα

290τηλεσκόπῳ ὄμματι γαῖαν.

Anapests 4

Σωκράτης

291ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.

292ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;

Στρεψιάδης

293καὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν

294πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι·

295κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.

Anapests 5

Σωκράτης

296οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,

297ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.

Antistrophe 1

Χορός

298παρθένοι ὀμβροφόροι

300ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν

301Κέκροπος ὀψόμεναι πολυήρατον·

302οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα

303μυστοδόκος δόμος

304ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,

305οὐρανίοις τε θεοῖς δωρήματα,

306ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα,

307καὶ πρόσοδοι μακάρων ἱερώταται,

308εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,

310παντοδαπαῖς ἐν ὥραις,

311ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις,

312εὐκελάδων τε χορῶν ἐρεθίσματα,

313καὶ μοῦσα βαρύβρομος αὐλῶν.

Anapests 7

Στρεψιάδης

314πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗται

315αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;

Σωκράτης

316ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·

317αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν

318καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.

Στρεψιάδης

319ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται,

320καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,

321καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·

322ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.

Σωκράτης

323βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσας

324ἡσυχῇ αὐτάς.

Στρεψιάδης

324bφέρε ποῦ; δεῖξον.

Σωκράτης

324cχωροῦσʼ αὗται πάνυ πολλαὶ

325διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.

Στρεψιάδης

325bτί τὸ χρῆμα;

326ὡς οὐ καθορῶ.

Σωκράτης

326bπαρὰ τὴν εἴσοδον.

Στρεψιάδης

326cἤδη νυνὶ μόλις οὕτως.

Σωκράτης

327νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.

Στρεψιάδης

328νὴ Δίʼ ἔγωγʼ, ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.

Σωκράτης

329ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθʼ οὐδʼ ἐνόμιζες;

Στρεψιάδης

330μὰ Δίʼ ἀλλʼ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.

Σωκράτης

331οὐ γὰρ μὰ Δίʼ οἶσθʼ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,

332Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας,

333κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας,

334οὐδὲν δρῶντας βόσκουσʼ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.

Στρεψιάδης

335ταῦτʼ ἄρʼ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν,

336πλοκάμους θʼ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,

337εἶτʼ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,

338ὄμβρους θʼ ὑδάτων δροσερᾶν Νεφελᾶν· εἶτʼ ἀντʼ αὐτῶν κατέπινον

339κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τʼ ὀρνίθεια κιχηλᾶν.

Σωκράτης

340διὰ μέντοι τάσδʼ οὐχὶ δικαίως;

Στρεψιάδης

340bλέξον δή μοι, τί παθοῦσαι,

341εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;

342οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται.

Σωκράτης

342bφέρε ποῖαι γάρ τινές εἰσιν;

Στρεψιάδης

343οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,

344κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.

Σωκράτης

345ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι.

Στρεψιάδης

345bλέγε νυν ταχέως ὅ τι βούλει.

Σωκράτης

346ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,

347ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;

Στρεψιάδης

347bνὴ Δίʼ ἔγωγʼ. εἶτα τί τοῦτο;

Σωκράτης

348γίγνονται πάνθʼ ὅ τι βούλονται· κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην

349ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,

350σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.

Στρεψιάδης

351τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;

Σωκράτης

352ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.

Στρεψιάδης

353ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,

354ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.

Σωκράτης

355καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.

Choral 3

Anapests 1

Στρεψιάδης

356χαίρετε τοίνυν ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,

357οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.

Χορός

358χαῖρʼ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,

359σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις·

360οὐ γὰρ ἂν ἄλλῳ γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν

361πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,

362ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,

363κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσωπεῖς.

Στρεψιάδης

364ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.

Σωκράτης

365αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος.

Στρεψιάδης

366ὁ Ζεὺς δʼ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;

Σωκράτης

367ποῖος Ζεύς; οὐ μὴ ληρήσεις· οὐδʼ ἔστι Ζεύς.

Στρεψιάδης

367bτί λέγεις σύ;

368ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων.

Σωκράτης

369αὗται δήπου· μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω.

370φέρε ποῦ γὰρ πώποτʼ ἄνευ Νεφελῶν ὕοντʼ ἤδη τεθέασαι;

371καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν.

Στρεψιάδης

372νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας·

373καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.

374ἀλλʼ ὅστις ὁ βροντῶν ἐστι φράσον· τοῦτό με ποιεῖ τετρεμαίνειν.

Σωκράτης

375αὗται βροντῶσι κυλινδόμεναι.

Στρεψιάδης

375bτῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν;

Σωκράτης

376ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,

377κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι

378εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.

Στρεψιάδης

379ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;

Σωκράτης

380ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος.

Στρεψιάδης

380bΔῖνος; τουτί μʼ ἐλελήθειν,

381ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.

382ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.

Σωκράτης

383οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ

384ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;

Στρεψιάδης

385φέρε τουτὶ τῷ χρὴ πιστεύειν;

Σωκράτης

385bἀπὸ σαυτοῦ ʼγώ σε διδάξω.

386ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθης

387τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;

Στρεψιάδης

388νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακται

389χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν·

390ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ,

391χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.

Σωκράτης

392σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·

393τὸν δʼ Ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;

Στρεψιάδης

394ταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.

395ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,

396καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;

397τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησʼ ἐπὶ τοὺς ἐπιόρκους.

Σωκράτης

398καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,

399εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησεν

400οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι·

401ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων

402καὶ τὰς δρῦς τὰς μεγάλας· τί μαθών; οὐ γὰρ δὴ δρῦς γʼ ἐπιορκεῖ.

Στρεψιάδης

403οὐκ οἶδʼ· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός;

Σωκράτης

404ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,

405ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκης

406ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,

407ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.

Στρεψιάδης

408νὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν

409ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτʼ οὐκ ἔσχων ἀμελήσας·

410ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ

411τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.

Χορός

412ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρʼ ἡμῶν,

413ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει,

414εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν

415ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθʼ ἑστὼς μήτε βαδίζων,

416μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς,

417οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,

418καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,

419νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.

Στρεψιάδης

420ἀλλʼ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης

421καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,

422ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμʼ ἄν.

Σωκράτης

423ἄλλο τι δῆτʼ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,

424τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;

Στρεψιάδης

425οὐδʼ ἂν διαλεχθείην γʼ ἀτεχνῶς τοῖς ἄλλοις οὐδʼ ἂν ἀπαντῶν·

426οὐδʼ ἂν θύσαιμʼ, οὐδʼ ἂν σπείσαιμʼ, οὐδʼ ἐπιθείην λιβανωτόν.

Χορός

427λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις

428ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.

Στρεψιάδης

429ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,

430τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.

Χορός

431ἀλλʼ ἔσται σοι τοῦτο παρʼ ἡμῶν· ὥστε τὸ λοιπόν γʼ ἀπὸ τουδὶ

432ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.

Στρεψιάδης

433μὴ ʼμοί γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,

434ἀλλʼ ὅσʼ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.

Χορός

435τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.

436ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.

Στρεψιάδης

437δράσω ταῦθʼ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει

438διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέτριψεν.

439νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται

440τουτὶ τοὐμὸν σῶμʼ αὐτοῖσιν

441παρέχω, τύπτειν πεινῆν διψῆν

442αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν,

443εἴπερ τὰ χρέα διαφευξοῦμαι,

444τοῖς τʼ ἀνθρώποις εἶναι δόξω

445θρασὺς εὔγλωττος τολμηρὸς ἴτης

446βδελυρὸς ψευδῶν συγκολλητὴς

447εὑρησιεπὴς περίτριμμα δικῶν

448κύρβις κρόταλον κίναδος τρύμη

449μάσθλης εἴρων γλοιὸς ἀλαζὼν

450κέντρων μιαρὸς στρόφις ἀργαλέος

451ματιολοιχός·

452ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες,

453δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν,

454κεἰ βούλονται

455νὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴν

456τοῖς φροντισταῖς παραθέντων.

Lyric 2

Χορός

457λῆμα μὲν πάρεστι τῷδέ γʼ

458οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον. ἴσθι δʼ ὡς

459ταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκες

460ἐν βροτοῖσιν ἕξεις.

Στρεψιάδης

461τί πείσομαι;

Χορός

462τὸν πάντα χρόνον μετʼ ἐμοῦ

463ζηλωτότατον βίον ἀνθρώπων διάξεις.

Στρεψιάδης

465ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼ

467ὄψομαι;

Χορός

467bὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,

470βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν

471πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,

475ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.

Anapests 3

Χορός

476ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,

477καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.

Episode 4

Σωκράτης

478ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,

479ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς

480ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.

Στρεψιάδης

481τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;

Σωκράτης

482οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.

483ἦ μνημονικὸς εἶ;

Στρεψιάδης

483bδύο τρόπω νὴ τὸν Δία·

484ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ·

485ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.

Σωκράτης

486ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;

Στρεψιάδης

487λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.

Σωκράτης

488πῶς οὖν δυνήσει μανθάνειν;

Στρεψιάδης

488bἀμέλει καλῶς.

Σωκράτης

489ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν

490περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.

Στρεψιάδης

491τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;

Σωκράτης

492ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.

493δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.

494φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;

Στρεψιάδης

494bτύπτομαι,

495ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,

496εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.

Σωκράτης

497ἴθι νυν κατάθου θοἰμάτιον.

Στρεψιάδης

497bἠδίκηκά τι;

Σωκράτης

498οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.

Στρεψιάδης

499ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι.

Σωκράτης

500κατάθου. τί ληρεῖς;

Στρεψιάδης

500bεἰπὲ δή νύν μοι·

Σωκράτης

500cτὸ τί;

Στρεψιάδης

501ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,

502τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;

Σωκράτης

503οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.

Στρεψιάδης

504οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.

Σωκράτης

505οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶ

506ἀνύσας τι δευρὶ θᾶττον;

Στρεψιάδης

506bἐς τὼ χεῖρέ νυν

507δός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικʼ ἐγὼ

508εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.

Σωκράτης

509χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;

Parabasis 5

Prelude 1

Χορός

510ἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείας

511οὕνεκα ταύτης.

512εὐτυχία γένοιτο τἀνθρώπῳ,

513ὅτι προήκων

514ἐς βαθὺ τῆς ἡλικίας

515νεωτέροις τὴν φύσιν αὑτοῦ

516πράγμασιν χρωτίζεται

517καὶ σοφίαν ἐπασκεῖ.

Parabasis 2

Χορός

518ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως

519τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.

520οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός,

521ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς

522καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,

523πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι

524ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν

525ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτʼ οὖν ὑμῖν μέμφομαι

526τοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην.

527ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.

528ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,

529ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην,

530κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,

531ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο,

532ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·

533ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῖν γνώμης ἔσθʼ ὅρκια.

534νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδία

535ζητοῦσʼ ἦλθʼ, ἤν που ʼπιτύχῃ θεαταῖς οὕτω σοφοῖς·

536γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.

537ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθʼ· ἥτις πρῶτα μὲν

538οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον

539ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵνʼ ᾖ γέλως·

540οὐδʼ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχʼ εἵλκυσεν,

541οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ

542τύπτει τὸν παρόντʼ ἀφανίζων πονηρὰ σκώμματα,

543οὐδʼ εἰσῇξε δᾷδας ἔχουσʼ, οὐδʼ ἰοὺ ἰοὺ βοᾷ,

544ἀλλʼ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσʼ ἐλήλυθεν.

545κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,

546οὐδʼ ὑμᾶς ζητῶ ʼξαπατᾶν δὶς καὶ τρὶς ταὔτʼ εἰσάγων,

547ἀλλʼ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,

548οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·

549ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισʼ ἐς τὴν γαστέρα,

550κοὐκ ἐτόλμησʼ αὖθις ἐπεμπηδῆσʼ αὐτῷ κειμένῳ.

551οὗτοι δʼ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,

552τοῦτον δείλαιον κολετρῶσʼ ἀεὶ καὶ τὴν μητέρα.

553Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν

554ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,

555προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν

556Φρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν.

557εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,

558ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,

559τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

560ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω·

561ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν,

562ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.

Strophe 3

Χορός

563ὑψιμέδοντα μὲν θεῶν

564Ζῆνα τύραννον ἐς χορὸν

565πρῶτα μέγαν κικλήσκω·

566τόν τε μεγασθενῆ τριαίνης ταμίαν,

567γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν·

568καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼ

570Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων·

571τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις

572ἀκτῖσιν κατέχει

573γῆς πέδον μέγας ἐν θεοῖς

574ἐν θνητοῖσί τε δαίμων.

Epirrheme 4

Χορός

575ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.

576ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον·

577πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,

578δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε,

579αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος

580μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν.

581εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα

582ἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν

583κἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς·

584ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιος

585τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας

586οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.

587ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν

588τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς

589ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν.

590ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν·

591ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς

592εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,

593αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,

594ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.

Antistrophe 5

Χορός

595ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ

596Δήλιε Κυνθίαν ἔχων

597ὑψικέρατα πέτραν,

598ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις

600οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν,

601ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς

602αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα,

603Παρνασσίαν θʼ ὃς κατέχων

604πέτραν σὺν πεύκαις σελαγεῖ

605Βάκχαις Δελφίσιν ἐμπρέπων,

606κωμαστὴς Διόνυσος.

Antepirrheme 6

Χορός

607ἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα,

608ἡ σελήνη συντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι,

609πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·

610εἶτα θυμαίνειν ἔφασκε· δεινὰ γὰρ πεπονθέναι

611ὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς.

612πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν,

613ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,

614μὴ πρίῃ παῖ δᾷδʼ, ἐπειδὴ φῶς σεληναίας καλόν.

615ἄλλα τʼ εὖ δρᾶν φησιν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέρας

616οὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν·

617ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε

618ἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,

619τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.

620κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε·

621πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,

622ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα,

623σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολος

624τῆτες ἱερομνημονεῖν, κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶν

625τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται

626κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.

Lyric-Scene 6

Σωκράτης

627μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα

628οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδένα

629οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα·

630ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων

631ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴν

632αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.

633ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;

Στρεψιάδης

634ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις.

Σωκράτης

635ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.

Στρεψιάδης

635bἰδού.

Σωκράτης

636ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν

637ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι.

638πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;

Στρεψιάδης

639περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε

640ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.

Σωκράτης

641οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον

642ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;

Στρεψιάδης

643ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.

Σωκράτης

644οὐδὲν λέγεις ὦνθρωπε.

Στρεψιάδης

644bπερίδου νυν ἐμοί,

645εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.

Σωκράτης

646ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.

647ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.

Στρεψιάδης

648τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;

Σωκράτης

649πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,

650ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν

651κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.

Στρεψιάδης

652κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ.

Σωκράτης

652bεἰπὲ δή.

Στρεψιάδης

653τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;

654πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.

Σωκράτης

655ἀγρεῖος εἶ καὶ σκαιός.

Στρεψιάδης

655bοὐ γὰρ ᾠζυρὲ

656τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.

Σωκράτης

656bτί δαί;

Στρεψιάδης

657ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.

Σωκράτης

658ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,

659τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα.

Στρεψιάδης

660ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι·

661κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.

Σωκράτης

662ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς

663ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.

Στρεψιάδης

664πῶς δὴ φέρʼ;

Σωκράτης

664bὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.

Στρεψιάδης

665νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;

Σωκράτης

666ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.

Στρεψιάδης

667ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·

668ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου

669διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.

Σωκράτης

670ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον

671ἄρρενα καλεῖς θήλειαν οὖσαν.

Στρεψιάδης

671bτῷ τρόπῳ

672ἄρρενα καλῶ ʼγὼ κάρδοπον;

Σωκράτης

672bμάλιστά γε,

673ὥσπερ γε καὶ Κλεώνυμον.

Στρεψιάδης

673bπῶς δή; φράσον.

Σωκράτης

674ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.

Στρεψιάδης

675ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ,

676ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο.

677ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;

Σωκράτης

677bὅπως;

678τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.

Στρεψιάδης

679τὴν καρδόπην θήλειαν;

Σωκράτης

679bὀρθῶς γὰρ λέγεις.

Στρεψιάδης

680ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη.

Σωκράτης

681ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,

682ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.

Στρεψιάδης

683ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν.

Σωκράτης

683bεἰπὲ δή.

Στρεψιάδης

684Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.

Σωκράτης

685ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;

Στρεψιάδης

685bμυρία.

686Φιλόξενος Μελησίας Ἀμυνίας.

Σωκράτης

687ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα.

Στρεψιάδης

688οὐκ ἄρρενʼ ὑμῖν ἐστιν;

Σωκράτης

688bοὐδαμῶς γʼ, ἐπεὶ

689πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;

Στρεψιάδης

690ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία.

Σωκράτης

691ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.

Στρεψιάδης

692οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;

693ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;

Σωκράτης

694οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ —

Στρεψιάδης

694bτί δρῶ;

Σωκράτης

695ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.

Στρεψιάδης

696μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή,

697χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.

Σωκράτης

698οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.

Στρεψιάδης

698bκακοδαίμων ἐγώ,

699οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.

Strophe 1

Χορός

700φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν

701στρόβει πυκνώσας.

702ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς,

703ἐπʼ ἄλλο πήδα

705νόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων.

Iambics 2

Στρεψιάδης

707ἀτταταῖ ἀτταταῖ.

Χορός

708τί πάσχεις; τί κάμνεις;

Στρεψιάδης

709ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος

710δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι,

711καὶ τὰς πλευρὰς δαρδάπτουσιν

712καὶ τὴν ψυχὴν ἐκπίνουσιν

713καὶ τοὺς ὄρχεις ἐξέλκουσιν

714καὶ τὸν πρωκτὸν διορύττουσιν,

715καί μʼ ἀπολοῦσιν.

Χορός

716μή νυν βαρέως ἄλγει λίαν.

Στρεψιάδης

717καὶ πῶς; ὅτε μου

718φροῦδα τὰ χρήματα, φρούδη χροιά,

719φρούδη ψυχή, φρούδη δʼ ἐμβάς·

720καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς

721φρουρᾶς ᾄδων

722ὀλίγου φροῦδος γεγένημαι.

Σωκράτης

723οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;

Στρεψιάδης

723bἐγώ;

724νὴ τὸν Ποσειδῶ.

Σωκράτης

724bκαὶ τί δῆτʼ ἐφρόντισας;

Στρεψιάδης

725ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.

Σωκράτης

726ἀπολεῖ κάκιστʼ.

Στρεψιάδης

726bἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως.

Σωκράτης

727οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.

728ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς

729κἀπαιόλημʼ.

Στρεψιάδης

729bοἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι

730ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;

Σωκράτης

731φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.

732οὗτος καθεύδεις;

Στρεψιάδης

732bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

Σωκράτης

733ἔχεις τι;

Στρεψιάδης

733bμὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ.

Σωκράτης

733cοὐδὲν πάνυ;

Στρεψιάδης

734οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.

Σωκράτης

735οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;

Στρεψιάδης

736περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.

Σωκράτης

737αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.

Στρεψιάδης

738ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,

739περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.

Σωκράτης

740ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα

741λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,

742ὀρθῶς διαιρῶν καὶ σκοπῶν.

Στρεψιάδης

742bοἴμοι τάλας.

Σωκράτης

743ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,

744ἀφεὶς ἄπελθε, καὶ κατὰ τὴν γνώμην πάλιν

745κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.

Στρεψιάδης

746ὦ Σωκρατίδιον φίλτατον.

Σωκράτης

746bτί ὦ γέρον;

Στρεψιάδης

747ἔχω τόκου γνώμην ἀποστερητικήν.

Σωκράτης

748ἐπίδειξον αὐτήν.

Στρεψιάδης

748bεἰπὲ δή νύν μοι —

Σωκράτης

748cτὸ τί;

Στρεψιάδης

749γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν

750καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ

751αὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον,

752ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —

Σωκράτης

753τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ;

Στρεψιάδης

753bὅ τι;

754εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ,

755οὐκ ἂν ἀποδοίην τοὺς τόκους.

Σωκράτης

755bὁτιὴ τί δή;

Στρεψιάδης

756ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.

Σωκράτης

757εὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.

758εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,

760ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.

Στρεψιάδης

761ὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον.

Σωκράτης

762μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,

763ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα

764λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.

Στρεψιάδης

765ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην,

766ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.

Σωκράτης

766bποίαν τινά;

Στρεψιάδης

767ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον

768ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,

769ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;

Σωκράτης

769bτὴν ὕαλον λέγεις;

Στρεψιάδης

770ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών,

770aὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,

771ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον

772τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;

Σωκράτης

773σοφῶς γε νὴ τὰς Χάριτας.

Στρεψιάδης

773bοἴμʼ ὡς ἥδομαι

774ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.

Σωκράτης

775ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.

Στρεψιάδης

775bτὸ τί;

Σωκράτης

776ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην

777μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.

Στρεψιάδης

778φαυλότατα καὶ ῥᾷστʼ.

Σωκράτης

778bεἰπὲ δή.

Στρεψιάδης

778cκαὶ δὴ λέγω.

779εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,

780πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων.

Σωκράτης

781οὐδὲν λέγεις.

Στρεψιάδης

781bνὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ

782οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.

Σωκράτης

783ὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι.

Στρεψιάδης

784ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.

Σωκράτης

785ἀλλʼ…

786ἐπε…

The complete text is available when the reading interface loads.