Σφῆκες
Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης
- Scientific editors
- F. W. Hall, W. M. Geldart
- Edition reference
- Aristophanis Comoediae · Oxford · Clarendon Press · 1906
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg004.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Prologue 1
Σωσίας
1Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;
Ξανθίας
2φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
Σωσίας
3κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
4ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν;
Ξανθίας
5οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
Σωσίας
6σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ
7κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.
Ξανθίας
8ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
Σωσίας
9οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου.
Ξανθίας
10τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον.
11κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
12Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·
13καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
Σωσίας
14κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε.
15ἀτὰρ σὺ λέξον πρότερος.
Ξανθίας
15bἐδόκουν αἰετὸν
16καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
17ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
18φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,
19κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
Σωσίας
20οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
Ξανθίας
21πῶς δή;
Σωσίας
21bπροσερεῖ τις τοῖσι συμπόταις, λέγων
22τί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷ
23κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;
Ξανθίας
24οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
25ἰδόντι τοιοῦτον ἐνύπνιον;
Σωσίας
25bμὴ φροντίσῃς.
26οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.
Ξανθίας
27δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα.
28ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
Σωσίας
28bἀλλʼ ἐστὶν μέγα.
29περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
Ξανθίας
30λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
Σωσίας
31ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
32ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
33βακτηρίας ἔχοντα καὶ τριβώνια·
34κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
35δημηγορεῖν φάλαινα πανδοκεύτρια,
36ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.
Ξανθίας
37αἰβοῖ.
Σωσίας
37bτί ἔστι;
Ξανθίας
37cπαῦε παῦε, μὴ λέγε·
38ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
Σωσίας
39εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνην
40ἵστη βόειον δημόν.
Ξανθίας
40bοἴμοι δείλαιος·
41τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
Σωσίας
42ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
43χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
44εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
45ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.
Ξανθίας
46ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν.
Σωσίας
47οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
48γιγνόμενος;
Ξανθίας
48bἥκιστʼ, ἀλλʼ ἄριστον.
Σωσίας
48cπῶς;
Ξανθίας
48dὅπως;
49ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ·
50οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
51ἀρθεὶς ἀφʼ ἡμῶν ἐς κόρακας οἰχήσεται;
Σωσίας
52εἶτʼ οὐκ ἐγὼ δοὺς δύʼ ὀβολὼ μισθώσομαι
53οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;
Ξανθίας
54φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,
55ὀλίγʼ ἄτθʼ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,
56μηδὲν παρʼ ἡμῶν προσδοκᾶν λίαν μέγα,
57μηδʼ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.
58ἡμῖν γὰρ οὐκ ἔστʼ οὔτε κάρυʼ ἐκ φορμίδος
59δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,
60οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,
61οὐδʼ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης·
62οὐδʼ εἰ Κλέων γʼ ἔλαμψε τῆς τύχης χάριν,
63αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
64ἀλλʼ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
65ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,
66κωμῳδίας δὲ φορτικῆς σοφώτερον.
67ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ
68ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.
69οὗτος φυλάττειν τὸν πατέρʼ ἐπέταξε νῷν,
70ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ʼξίῃ.
71νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
72ἣν οὐδʼ ἂν εἷς γνοίη ποτʼ οὐδʼ ἂν ξυμβάλοι
73εἰ μὴ πύθοιθʼ ἡμῶν· ἐπεὶ τοπάζετε.
74Ἀμυνίας μὲν ὁ Προνάπους φήσʼ οὑτοσὶ
75εἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει.
Σωσίας
76μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται.
Ξανθίας
77οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
78ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
79εἶναι φιλοπότην αὐτόν.
Σωσίας
79bοὐδαμῶς γʼ, ἐπεὶ
80αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
Ξανθίας
81Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδης
82εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
Σωσίας
83μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος,
84ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
Ξανθίας
85ἄλλως φλυαρεῖτʼ· οὐ γὰρ ἐξευρήσετε.
86εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν.
87φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
88φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,
89ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει
90ἢν μὴ ʼπὶ τοῦ πρώτου καθίζηται ξύλου.
91ὕπνου δʼ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην.
92ἢν δʼ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ
93ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
94ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι
95τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,
96ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
97καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένον
98υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,
99ἰὼν παρέγραψε πλησίον κημὸς καλός.
100τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφη
101ὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,
102παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
103εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,
104κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
105ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.
106ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν
107ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται
108ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.
109ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
110ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.
111τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ
112μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν
113μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ.
114ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
115καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος
116ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον
117μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο.
118εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα.
119μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ
120ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.
121ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
122διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν
123νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
124ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
125ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν,
126ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν
127καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα
128ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,
129ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
130ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο.
131ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
132καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
133ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων
134ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
135ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
Βδελυκλέων
136ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
Ξανθίας
137οἴμοι.
Σωσίας
137bτί ἔστι;
Ξανθίας
137cΒδελυκλέων ἀνίσταται.
Βδελυκλέων
138οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;
139ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
140καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει
141κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται·
142σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
Σωσίας
142bταῦτʼ ὦ δέσποτα.
Βδελυκλέων
143ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;
144οὗτος τίς εἶ σύ;
Φιλοκλέων
144bκαπνὸς ἔγωγʼ ἐξέρχομαι.
Βδελυκλέων
145καπνός; φέρʼ ἴδω ξύλου τίνος σύ.
Φιλοκλέων
145bσυκίνου.
Βδελυκλέων
146νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δριμύτατος καπνῶν.
147ἀτὰρ οὐκέτʼ ἐρρήσεις γε, ποῦ ʼσθʼ ἡ τηλία;
148δύου πάλιν· φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον.
149ἐνταῦθά νυν ζήτει τινʼ ἀλλην μηχανήν.
150ἀτὰρ ἄθλιός γʼ εἴιμʼ ὡς ἕτερός γʼ οὐδεὶς ἀνήρ,
151ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.
Σωσίας
152ὅδε τὴν θύραν ὠθεῖ·
Βδελυκλέων
152bπιέζέ νυν σφόδρα,
153εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι.
154καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
155φύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
Φιλοκλέων
156τί δράσετʼ; οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοι
157δικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης;
Βδελυκλέων
158σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
Φιλοκλέων
158bὁ γὰρ θεὸς
159μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
160ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε.
Βδελυκλέων
161Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.
Φιλοκλέων
162ἴθʼ ἀντιβολῶ σʼ ἔκφρες με, μὴ διαρραγῶ.
Βδελυκλέων
163μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.
Φιλοκλέων
164διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
Βδελυκλέων
165ἀλλʼ οὐκ ἔχεις ὀδόντας.
Φιλοκλέων
165bοἴμοι δείλαιος·
166τῶς ἄν σʼ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
167ὅπως τάχιστʼ, ἢ πινάκιον τιμητικόν.
Βδελυκλέων
168ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.
Φιλοκλέων
169μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλʼ ἀποδόσθαι βούλομαι
170τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·
171νουμηνία γάρ ἐστιν.
Βδελυκλέων
171bοὔκουν κἂν ἐγὼ
172αὐτὸν ἀποδοίμην δῆτʼ ἄν;
Φιλοκλέων
172bοὐχ ὥσπερ γʼ ἐγώ.
Βδελυκλέων
173μὰ Δίʼ ἀλλʼ ἄμεινον.
Φιλοκλέων
173bἀλλὰ τὸν ὄνον ἔξαγε.
Σωσίας
174οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
175ἵνʼ αὐτὸν ἐκπέμψειας.
Βδελυκλέων
175bἀλλʼ οὐκ ἔσπασεν
176ταύτῃ γʼ· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
177ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
178ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
179κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
180βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
181Ὀδυσσέα τινʼ;
Σωσίας
181bἀλλὰ ναὶ μὰ Δία φέρει
182κάτω γε τουτονί τινʼ ὑποδεδυκότα.
Βδελυκλέων
183ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
184τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;
Φιλοκλέων
184bΟὖτις νὴ Δία.
Βδελυκλέων
185Οὖτις σύ; ποδαπός;
Φιλοκλέων
185bἼθακος Ἀποδρασιππίδου.
Βδελυκλέων
186Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.
187ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
188ἵνʼ ὑποδέδυκεν· ὥστʼ ἔμοιγʼ ἰνδάλλεται
189ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
Φιλοκλέων
190εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.
Βδελυκλέων
191περὶ τοῦ μαχεῖ νῷν δῆτα;
Φιλοκλέων
191bπερὶ ὄνου σκιᾶς.
Βδελυκλέων
192πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
Φιλοκλέων
193ἐγὼ πονηρός; οὐ μὰ Δίʼ ἀλλʼ οὐκ οἶσθα σὺ
194νῦν μʼ ὄντʼ ἄριστον· ἀλλʼ ἴσως, ὅταν φάγῃς
195ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
Βδελυκλέων
196ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.
Φιλοκλέων
197ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.
Βδελυκλέων
198ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
199ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
200καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
201καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
202ἀνύσας τι προσκύλισον.
Σωσίας
202bοἴμοι δείλαιος·
203πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;
Βδελυκλέων
204ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
Σωσίας
205μῦς; οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶ
206ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
Βδελυκλέων
207οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
208ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
209σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
210τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
Σωσίας
211ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
212κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
213τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
Βδελυκλέων
214ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον
215οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
216τὸν πατέρα.
Σωσίας
216bτίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.
Βδελυκλέων
217νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
218ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί,
219λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
220ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,
221οἷς ἐκκαλοῦνται τοῦτον.
Σωσίας
221bοὐκοῦν, ἢν δέῃ,
222ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
Βδελυκλέων
223ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
224τὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ.
225ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
226ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
227πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
Σωσίας
228μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,
229πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.
Parodos 2
Prelude 1
Χορός
230χώρει πρόβαινʼ ἐρρωμένως. ὦ Κωμία βραδύνεις.
231μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος·
232νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
233ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
234Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς;
235πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ,
236ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν
237φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ
238τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον,
239κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
240ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί·
241σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
242χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳ
243ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
244ἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
245σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.
246χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
247μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
Παίς
248τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.
Χορός
249κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.
Παίς
250οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
Χορός
251τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς,
252καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
253οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι.
Παίς
254εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς,
255ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί·
256κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
257τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
Χορός
258ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
259ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι·
260κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον
261ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
262ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·
263φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.
264δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷα
265ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
266τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
267πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
268οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
269ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ
270φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδʼ ὦνδρες
271ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
272τοὐμοῦ μέλους ὑφʼ ἡδονῆς ἑρπύσῃ θύραζε.
Strophe 1
Χορός
273τί ποτʼ οὐ πρὸ θυρῶν φαίνετʼ ἄρʼ ἡμῖν ὁ γέρων οὐδʼ ὑπακούει;
274μῶν ἀπολώλεκε τὰς
275ἐμβάδας, ἢ προσέκοψʼ ἐν
275aτῷ σκότῳ τὸν δάκτυλόν που,
276εἶτʼ ἐφλέγμηνεν αὐτοῦ
276aτὸ σφυρὸν γέροντος ὄντος;
277καὶ τάχʼ ἂν βουβωνιῴη.
278ἦ μὴν πολὺ δριμύτατός γʼ ἦν τῶν παρʼ ἡμῖν,
278aκαὶ μόνος οὐκ ἂν ἐπείθετʼ,
279ἀλλʼ ὁπότʼ ἀντιβολοίη
279aτις, κάτω κύπτων ἂν οὕτω
280λίθον ἕψεις, ἔλεγεν.
Antistrophe 1
Χορός
281τάχα δʼ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετʼ
282ἐξαπατῶν καὶ λέγων
282aὡς φιλαθήναιος ἦν καὶ
283τἀν Σάμῳ πρῶτος κατείποι,
283aδιὰ τοῦτʼ ὀδυνηθεὶς
284εἶτʼ ἴσως κεῖται πυρέττων.
285ἔστι γὰρ τοιοῦτος ἁνήρ.
286ἀλλʼ ὦγάθʼ ἀνίστασο μηδʼ οὕτω σεαυτὸν
287ἔσθιε μηδʼ ἀγανάκτει.
287aκαὶ γὰρ ἀνὴρ παχὺς ἥκει
288τῶν προδόντων τἀπὶ Θρᾴκης·
289ὃν ὅπως ἐγχυτριεῖς.
290ὕπαγʼ ὦ παῖ ὕπαγε.
Strophe 2
Παίς
291ἐθελήσεις τί μοι οὖν ὦ
292πάτερ, ἤν σού τι δεηθῶ;
Χορός
293πάνυ γʼ ὦ παιδίον. ἀλλʼ εἰπέ,
294τί βούλει με πρίασθαι
295καλόν; οἶμαι δέ σʼ ἐρεῖν ἀστραγάλους
295aδήπουθεν ὦ παῖ.
Παίς
296μὰ Δίʼ ἀλλʼ ἰσχάδας ὦ παππία·
297ἥδιον γάρ.
Χορός
297bοὐκ ἂν
298μὰ Δίʼ, εἰ κρέμαισθέ γʼ ὑμεῖς.
Παίς
299μὰ Δίʼ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.
Χορός
300ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου
301τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
302ἒ ἔ. σὺ δὲ σῦκά μʼ αἰτεῖς.
Antistrophe 2
Παίς
303ἄγε νυν ὦ πάτερ ἢν μὴ
304τὸ δικαστήριον ἅρχων
305καθίσῃ νῦν, πόθεν ὠνησόμεθʼ
306ἄριστον; ἔχεις ἐλπίδα
307χρηστήν τινα νῷν ἢ
308πόρον Ἕλλας ἱρὸν εὑρεῖν;
Χορός
309ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
310μὰ Δίʼ οὐκ ἔγωγε νῷν οἶδʼ
311ὁπόθεν γε δεῖπνον ἔσται.
Παίς
312τί με δῆτʼ ὦ μελέα μῆτερ ἔτικτες;
Χορός
313ἵνʼ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
Παίς
314ἀνόνητον ἄρʼ ὦ θυλάκιόν σʼ εἶχον ἄγαλμα.
315ἒ ἔ. πάρα νῷν στενάζειν.
Monody 6
Φιλοκλέων
316φίλοι, τήκομαι μὲν
317πάλαι διὰ τῆς ὀπῆς
317aὑμῶν ὑπακούων.
318ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼ
318aᾄδειν. τί ποιήσω;
319τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ
320βούλομαί γε πάλαι μεθʼ ὑμῶν
321ἐλθὼν ἐπὶ τοὺς καδίσκους
322κακόν τι ποιῆσαι.
323ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
324ἤ με ποίησον καπνὸν ἐξαίφνης
325ἢ Προξενίδην ἢ τὸν Σέλλου
326τοῦτον τὸν ψευδαμάμαξυν.
327τόλμησον ἄναξ χαρίσασθαί μοι,
328πάθος οἰκτίρας· ἤ με κεραυνῷ
329διατινθαλέῳ σπόδισον ταχέως,
330κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας
331εἰς ὀξάλμην ἔμβαλε θερμήν·
332ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ
333τὰς χοιρίνας ἀριθμοῦσι.
Agon 3
Strophe 1
Χορός
334τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων
334aκἀποκλῄων τῇ θύρᾳ; λέξον·
335πρὸς εὔνους γὰρ φράσεις.
Proepirrheme 2
Φιλοκλέων
336οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
337οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.
Χορός
338τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
339καὶ τίνα πρόφασιν ἔχων;
Φιλοκλέων
340οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,
341ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.
Strophe 2
Χορός
342τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖν
342aὁ Δημολογοκλέων ὅδʼ,
343ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν
343aἀληθές. οὐ γὰρ ἄν ποθʼ
344οὗτος ἁνὴρ τοῦτʼ ἐτόλμησεν
344aλέγειν, εἰ
345μὴ ξυνωμότης τις ἦν.
Katakeleusmenos 4
Χορός
346ἀλλʼ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
347ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
Epirrheme 5
Φιλοκλέων
348τίς ἂν οὖν εἴη; ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·
349οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
Χορός
350ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι,
351εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;
Φιλοκλέων
352πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι.
353ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δʼ οὐκ ἔστι γενέσθαι.
Χορός
354μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
355ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.
Φιλοκλέων
356οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.
357ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ,
Pnigos 6
Φιλοκλέων
358κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι
359φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
360ἄνδρες ὁπλῖται διαταξάμενοι
361κατὰ τὰς διόδους σκοπιωροῦνται,
362τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις
363ὥσπερ με γαλῆν κρέα κλέψασαν
364τηροῦσιν ἔχοντʼ ὀβελίσκους.
Antistrophe 1
Χορός
365ἀλλὰ καὶ νῦν ἐκπόριζε
366μηχανὴν ὅπως τάχισθʼ· ἕως
366aγάρ, ὦ μελίττιον.
Antiproepirrheme 8
Φιλοκλέων
367διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
368ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
Χορός
369ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
370ἀλλʼ ἔπαγε τὴν γνάθον.
Φιλοκλέων
371διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
372ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
Antistrophe 2
Χορός
373μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
374ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ
374aτι, ποιήσω δακεῖν τὴν
375καρδίαν καὶ τὸν περὶ ψυχῆς
376δρόμον δραμεῖν, ἵνʼ εἰδῇ
377μὴ πατεῖν τὰ
378τοῖν θεοῖν ψηφίσματα.
Antikatakeleusmenos 10
Χορός
379ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
380δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
Antepirrheme 11
Φιλοκλέων
381ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μʼ ἐσκαλαμᾶσθαι
382κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.
Χορός
383ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
384ὥστʼ οὐ δυνατόν σʼ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.
Φιλοκλέων
385δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ,
386ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις.
Χορός
387οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλʼ ὦ βέλτιστε καθίει
388σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
Φιλοκλέων
389ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,
390τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·
391ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθʼ ἵνα ταῦτʼ ἀκροῷο,
392κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
393ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον·
394κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω.
Βδελυκλέων
395οὗτος ἐγείρου.
Ξανθίας
395bτί τὸ πρᾶγμʼ;
Βδελυκλέων
395cὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.
Ξανθίας
396μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
Βδελυκλέων
396bμὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ
397αὑτὸν δήσας.
Ξανθίας
397bὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
Βδελυκλέων
398ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
399ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
Φιλοκλέων
400οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
401ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
402πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;
Choral 4
Strophe 1
Χορός
403εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
404ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
405νῦν ἐκεῖνο νῦν ἐκεῖνο
406τοὐξύθυμον, ᾧ κολαζόμεσθα,
407κέντρον †ἐντέτατʼ ὀξύ†.
408ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,
409θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε,
410καὶ κελεύετʼ αὐτὸν ἥκειν
411ὡς ἐπʼ ἄνδρα μισόπολιν
412ὄντα κἀπολούμενον, ὅτι
413τόνδε λόγον ἐσφέρει,
414μὴ δικάζειν δίκας.
Βδελυκλέων
415ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε.
Χορός
416νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ.
Βδελυκλέων
416bὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι.
Χορός
417ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
418ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
419κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
Trochees 2
Ξανθίας
420Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;
Βδελυκλέων
421οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
Χορός
422καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε
423δεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο,
424ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
425ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
Ξανθίας
426τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα·
427ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
Χορός
428ἀλλʼ ἀφίει τὸν ἄνδρʼ· εἰ δὲ μή, φήμʼ ἐγὼ
429τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
Φιλοκλέων
430εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
431οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι,
432οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
Βδελυκλέων
433ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
434καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
435εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
436ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
Χορός
437εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
Φιλοκλέων
438ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
439περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον,
440οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα;
Χορός
441εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
442δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
443πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
444διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
445καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,
446ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ· ἀλλὰ τούτοις γʼ οὐκ ἔνι
447οὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
Φιλοκλέων
448οὐκ ἀφήσεις οὐδὲ νυνί μʼ ὦ κάκιστον θηρίον,
449οὐδʼ ἀναμνησθεὶς ὅθʼ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
450προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρʼ εὖ κἀνδρικῶς,
451ὥστε σε ζηλωτὸν εἶναι; σὺ δʼ ἀχάριστος ἦσθʼ ἄρα.
452ἀλλʼ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
Χορός
453ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσετον καλὴν δίκην,
454οὐκέτʼ ἐς μακρὰν ἵνʼ εἰδῆθʼ οἷός ἐστʼ ἀνδρῶν τρόπος
455ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
Βδελυκλέων
456παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
Ξανθίας
457ἀλλὰ δρῶ τοῦτʼ· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
Σωσίας
458οὐχὶ σοῦσθʼ; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.
Ξανθίας
459καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
460ἆρʼ ἐμέλλομέν ποθʼ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
Antistrophe 3
Βδελυκλέων
461ἀλλὰ μὰ Δίʼ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
462εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
Χορός
463ἆρα δῆτʼ οὐκ αὐτὰ δῆλα
464τοῖς πένησιν, ἡ τυραννὶς
465†ὡς λάθρᾳ γʼ ἐλάνθανʼ ὑπιοῦσά με,†
466εἰ σύ γʼ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
467τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
468οὔτε τινʼ ἔχων πρόφασιν
469οὔτε λόγον εὐτράπελον,
470αὐτὸς ἄρχων μόνος;
Βδελυκλέων
471ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
472ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
Χορός
473σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
475καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
476στεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;
Trochees 4
Βδελυκλέων
477νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
478μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
Trochees 5
Χορός
480οὐδὲ μὴν οὐδʼ ἐν σελίνῳ σοὐστὶν οὐδʼ ἐν πηγάνῳ·
481τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
482ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλʼ ὅταν ξυνήγορος
483ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
Βδελυκλέων
484ἆρʼ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
485ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν διʼ ἡμέρας;
Χορός
486οὐδέποτέ γʼ, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
487ὅστις ἡμῶν ἐπὶ τυραννίδʼ ὧδʼ ἐστάλης.
Βδελυκλέων
488ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
489ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ,
490ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν·
491νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
492ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
493ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ,
494εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·
495ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ
496ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
497ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
498εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι,
499ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;
Ξανθίας
500κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
501ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι
502ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
Βδελυκλέων
503ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
504τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
505ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
506ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
507ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
Φιλοκλέων
508νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα
509ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·
510οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν
511δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
Βδελυκλέων
512νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
513ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
514ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.
Φιλοκλέων
515ἐξαμαρτάνω δικάζων;
Βδελυκλέων
515bκαταγελώμενος μὲν οὖν
516οὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
517ἀλλὰ δουλεύων λέληθας.
Φιλοκλέων
517bπαῦε δουλείαν λέγων,
518ὅστις ἄρχω τῶν ἁπάντων.
Βδελυκλέων
518bοὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖς
519οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,
520ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα.
Φιλοκλέων
521πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω.
Βδελυκλέων
521bκαὶ μὴν ἐγώ.
522ἄφετέ νυν ἅπαντες αὐτόν.
Φιλοκλέων
522bκαὶ ξίφος γέ μοι δότε.
523ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
Βδελυκλέων
524εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς;
Φιλοκλέων
525μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.
Agon 5
Strophe 1
Χορός
526νῦν δὴ τὸν ἐκ θἠμετέρου
527γυμνασίου δεῖ τι λέγειν
528καινόν, ὅπως φανήσει —
Βδελυκλέων
529ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
530ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
Χορός
531μὴ κατὰ τὸν νεανίαν
532τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
533σοι μέγας ἐστὶν ἁγὼν
534καὶ περὶ τῶν ἁπάντων,
535εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτός
536σʼ ἐθέλει κρατῆσαι.
Βδελυκλέων
537καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ.
Φιλοκλέων
538τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
Χορός
540οὐκέτι πρεσβυτῶν ὄχλος
541χρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ·
542σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖς
543θαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶν
545κελύφη.
Katakeleusmenos 2
Χορός
546ἀλλʼ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν
547τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
Epirrheme 3
Φιλοκλέων
548καὶ μὴν εὐθύς γʼ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
549τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.
550τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ,
551ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;
552ὃν πρῶτα μὲν ἕρποντʼ ἐξ εὐνῆς τηροῦσʼ ἐπὶ τοῖσι δρυφάκτοις
553ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτʼ εὐθὺς προσιόντι
554ἐμβάλλει μοι τὴν χεῖρʼ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν·
555ἱκετεύουσίν θʼ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες·
556ʼοʼἴκτιρόν μʼ ὦ πάτερ, αἰτοῦμαί σʼ, εἰ καὐτὸς πώποθʼ ὑφείλου
557ἀρχὴν ἄρξας ἢ ʼπὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων·ʼ
558ὃς ἔμʼ οὐδʼ ἂν ζῶντʼ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.
Βδελυκλέων
559τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.
Φιλοκλέων
560εἶτʼ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς
561ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,
562ἀλλʼ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.
563φέρʼ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμʼ ἐνταῦθα δικαστῇ;
564οἱ μέν γʼ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
565κακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν· †
566οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δʼ Αἰσώπου τι γέλοιον·
567οἱ δὲ σκώπτουσʼ, ἵνʼ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.
568κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάριʼ εὐθὺς ἀνέλκει
569τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δʼ ἀκροῶμαι·
570τὰ δὲ συγκύψανθʼ ἅμα βληχᾶται· κἄπειθʼ ὁ πατὴρ ὑπὲρ αὐτῶν
571ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι·
572εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις·
573εἰ δʼ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.
574χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπʼ ἀνεῖμεν.
575ἆρʼ οὐ μεγάλη τοῦτʼ ἔστʼ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;
Βδελυκλέων
576δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην·
577καὶ τἀγαθά μοι μέμνησʼ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.
Φιλοκλέων
578παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι.
579κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν
580ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.
581κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα
582ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησʼ ἀπιοῦσι.
583κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδʼ ἐπίκληρον,
584κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ
585καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ,
586ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ.
587καὶ ταῦτʼ ἀνυπεύθυνοι δρῶμεν, τῶν δʼ ἄλλων οὐδεμἴ ἀρχή.
Βδελυκλέων
588τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω·
589τῆς δʼ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.
Φιλοκλέων
590ἔτι δʼ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμʼ ἀπορήσῃ
591ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι·
592εἶτʼ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς
593οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.
594κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτʼ ἐνίκησεν, ἐὰν μὴ
595εἴπῃ τὰ δικαστήριʼ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας·
596αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,
597ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.
598σὺ δὲ τὸν πατέρʼ οὐδʼ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτʼ ἔδρασας.
599ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
600τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδιʼ ἡμῶν περικωνεῖ.
601σκέψαι μʼ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,
602ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
Βδελυκλέων
603ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
604πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.
Φιλοκλέων
605ὃ δέ γʼ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ʼγὼ ʼπελελήσμην,
606ὅταν οἴκαδʼ ἴω τὸν μισθὸν ἔχων, κἄπειθʼ ἥκονθʼ ἅμα πάντες
607ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με
608ἀπονίζῃ καὶ τὼ πόδʼ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ
609καὶ παππίζουσʼ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,
610καὶ τὸ γύναιόν μʼ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ,
611κἄπειτα καθεζομένη παρʼ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί,
612ἔντραγε τουτί· τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ
613ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότʼ ἄριστον παραθήσει
614καταρασάμενος καὶ τονθορύσας. ἀλλʼ ἢν μή μοι ταχὺ μάξῃ,
615τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν.
616κἂν οἶνόν μοι μὴ ʼγχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδʼ ἐσκεκόμισμαι
617οἴνου μεστόν, κᾆτʼ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς
618βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.
620ἆρʼ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,
Pnigos 4
Φιλοκλέων
621ὅστις ἀκούω ταὔθʼ ἅπερ ὁ Ζεύς;
622ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,
623πᾶς τίς φησιν τῶν παριόντων,
624οἷον βροντᾷ τὸ δικαστήριον,
625ὦ Ζεῦ βασιλεῦ.
626κἂν ἀστράψω, ποππύζουσιν
627κἀγκεχόδασίν μʼ οἱ πλουτοῦντες
627aκαὶ πάνυ σεμνοί.
628καὶ σὺ δέδοικάς με μάλιστʼ αὐτός·
629νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δʼ
630ἀπολοίμην εἴ σε δέδοικα.
Antistrophe 5
Χορός
631οὐπώποθʼ οὕτω καθαρῶς
632οὐδενὸς ἠκούσαμεν οὐδὲ
633ξυνετῶς λέγοντος.
Φιλοκλέων
634οὔκ, ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω ῥᾳδίως τρυγήσειν.
635καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.
Χορός
636ὡς δʼ ἐπὶ πάντʼ ἐλήλυθεν
637κοὐδὲν παρῆλθεν, ὥστʼ ἔγωγʼ
638ηὐξανόμην ἀκούων,
639κἀν μακάρων δικάζειν
640αὐτὸς ἔδοξα νήσοις,
641ἡδόμενος λέγοντι.
Φιλοκλέων
642ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.
Βδελυκλέων
643ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.
Χορός
644δεῖ δέ σε παντοίας πλέκειν
645εἰς ἀπόφυξιν παλάμας.
646τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
646aχαλεπὸν νεανίᾳ
647μὴ πρὸς ἐμοῦ λέγοντι.
Antikatakeleusmenos 6
Χορός
648πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
649ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
Antepirrheme 7
Βδελυκλέων
650χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ʼπὶ τρυγῳδοῖς
651ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
652ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —
Φιλοκλέων
652bπαῦσαι καὶ μὴ πατέριζε.
653εἰ μὴ γὰρ ὅπως δουλεύω ʼγώ, τουτὶ ταχέως με διδάξεις,
654οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μʼ ἀπέχεσθαι.
Βδελυκλέων
655ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον·
656καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλʼ ἀπὸ χειρός,
657τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα·
658κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
659πρυτανεῖα μέταλλʼ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
660τούτων πλήρωμα τάλαντʼ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.
661ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
662ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
663γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
Φιλοκλέων
664οὐδʼ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρʼ ἐγίγνεθʼ ὁ μισθός.
Βδελυκλέων
665μὰ Δίʼ οὐ μέντοι.
Φιλοκλέων
665bκαὶ ποῖ τρέπεται δὴ ʼπειτα τὰ χρήματα τἄλλα;
Βδελυκλέων
666ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
667ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί. σὺ γὰρ ὦ πάτερ αὐτοὺς
668ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.
669κᾆθʼ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
670ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
671δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω.
672σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
673οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον
674ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν,
675σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
676ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια
677φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν·
678σοὶ δʼ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δʼ ἐφʼ ὑγρᾷ πιτυλεύσας,
679οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
Φιλοκλέων
680μὰ Δίʼ ἀλλὰ παρʼ Εὐχαρίδου καὐτὸς τρεῖς γʼ ἄγλιθας μετέπεμψα.
681ἀλλʼ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
Βδελυκλέων
682οὐ γὰρ μεγάλη δουλεία ʼστὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
683αὐτούς τʼ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
684σοὶ δʼ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων
685καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.
686καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μʼ ἀπάγχει,
687ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
688ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
689ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν
690ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται·
691αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·
692καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ,
693ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε
694ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε·
695σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
Φιλοκλέων
696ταυτί με ποιοῦσʼ; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
697καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς.
Βδελυκλέων
698σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
699ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι,
700ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς
701οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι
702ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον.
703βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι,
704ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθʼ ὅταν οὗτός γʼ ἐπισίξῃ
705ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.
706εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
707εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι·
708τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,
709δύο μυριάδʼ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
710καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ,
711ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
712νῦν δʼ ὥσπερ ἐλαολόγοι χωρεῖθʼ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
Φιλοκλέων
713οἴμοι τί πέπονθʼ; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,
714καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλʼ ἤδη μαλθακός εἰμι.
Βδελυκλέων
715ἀλλʼ ὁπόταν μὲν δείσωσʼ αὐτοί, τὴν Εὔβοιαν διδόασιν
716ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους
717ποριεῖν· ἔδοσαν δʼ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,
718καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.
Antipnigos 8
Βδελυκλέων
719ὧν οὕνεκʼ ἐγώ σʼ ἀπέκλῃον ἀεὶ
720βόσκειν ἐθέλων καὶ μὴ τούτους
721ἐγχάσκειν σοι στομφάζοντας.
722καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
723ὅ τι βούλει σοι,
724πλὴν κωλακρέτου γάλα πίνειν.
Sphragis 9
Χορός
725ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
726οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·
727ὥστʼ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
728ἀλλʼ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
Choral 6
Strophe 1
Χορός
729πιθοῦ πιθοῦ λόγοισι, μηδʼ ἄφρων γένῃ
730μηδʼ ἀτενὴς ἄγαν ἀτεράμων τʼ ἀνήρ.
731εἴθʼ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
732εἶναί τις ὅστις τοιαῦτʼ ἐνουθέτει.
733σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
734ξυλλαμβάνει τοῦ πράγματος,
735καὶ δῆλός ἐστιν εὖ ποιῶν·
736σὺ δὲ παρὼν δέχου.
Anapests 2
Βδελυκλέων
737καὶ μὴν θρέψω γʼ αὐτὸν παρέχων
738ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
739λείχειν, χλαῖναν μαλακήν, σισύραν,
740πόρνην, ἥτις τὸ πέος τρίψει
740aκαὶ τὴν ὀσφῦν.
741ἀλλʼ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
742τοῦτʼ οὐ δύναταί με προσέσθαι.
Antistrophe 3
Χορός
743νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθʼ, οἶς
744τότʼ ἐπεμαίνετʼ· ἔγνωκε γὰρ ἀρτίως,
745λογίζεταί τʼ ἐκεῖνα πάνθʼ ἁμαρτίας
746ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
747νῦν δʼ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
748καὶ σωφρονεῖ μέντοι μεθιστὰς
748aἐς τὸ λοιπὸν τὸν τρόπον
749πιθόμενός τέ σοι.
Anapests 4
Φιλοκλέων
750ἰώ μοί μοι.
Βδελυκλέων
750bοὗτος τί βοᾷς;
Φιλοκλέων
751μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
752κείνων ἔραμαι, κεῖθι γενοίμαν,
753ἵνʼ ὁ κῆρύξ φησι, ʼτίς ἀψήφιστος; ἀνιστάσθω.ʼ
754κἀπισταίην ἐπὶ τοῖς κημοῖς
755ψηφιζομένων ὁ τελευταῖος.
756σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;
757πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
758μή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖς
759κλέπτοντα Κλέωνα λάβοιμι.
Episode 7
Βδελυκλέων
760ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
Φιλοκλέων
761τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός.
Βδελυκλέων
762ποίου; φέρʼ ἴδω.
Φιλοκλέων
762bτοῦ μὴ δικάζειν. τοῦτο δὲ
763Ἅιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.
Βδελυκλέων
764σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
765ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδε
766αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
Φιλοκλέων
767περὶ τοῦ; τί ληρεῖς;
Βδελυκλέων
767bταὔθʼ ἅπερ ἐκεῖ πράττεται·
768ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
769ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
770πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε.
771καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
772ἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·
773ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·
774ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
775οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
Φιλοκλέων
776τουτί μʼ ἀρέσκει.
Βδελυκλέων
776bπρὸς δὲ τούτοις γʼ, ἢν δίκην
777λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
778δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
Φιλοκλέων
779πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
780ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;
Βδελυκλέων
781πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
782ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
783μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.
Φιλοκλέων
784ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,
785τὸν μισθὸν ὁπόθεν λήψομαι.
Βδελυκλέων
785bπαρʼ ἐμοῦ.
Φιλοκλέων
785cκαλῶς,
786ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.
787αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος
788ὁ…
789ἐλθὼν…
790κ…
The complete text is available when the reading interface loads.