Εἰρήνη
Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης
- Scientific editors
- F. W. Hall, W. M. Geldart
- Edition reference
- Aristophanis Comoediae · Oxford · Clarendon Press · 1906
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg005.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Prologue 1
Οἰκέτης Α
1αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
Οἰκέτης Β
2ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ
3καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
Οἰκέτης Α
4δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
Οἰκέτης Β
5ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;
6κατέφαγεν;
Οἰκέτης Α
6bοὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας
7ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
8ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
Οἰκέτης Β
9ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
10εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.
Οἰκέτης Α
11ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
12τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
Οἰκέτης Β
12bἰδού.
13ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·
14οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.
Οἰκέτης Α
15αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,
16καὶ τρῖβʼ ἔθʼ ἑτέρας.
Οἰκέτης Β
16bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·
17οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.
Οἰκέτης Α
18αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οἰκέτης Β
19νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
20ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω,
21πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
22οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον
23ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
24ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
25φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος
26βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
27ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης
28ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
29ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
30τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ.
31ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων
32τέως ἕως σαυτὸν λάθοις διαρραγείς.
33οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,
34ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
35καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως
36ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
37τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
38μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·
39χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ
40οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
41οὐ μὴν Χαρίτων γε.
Οἰκέτης Α
41bτοῦ γάρ ἐστʼ;
Οἰκέτης Β
41cοὐκ ἔσθʼ ὅπως
42τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
Οἰκέτης Α
43οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
44νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;
45ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ
46Ἰωνικός τίς φησι παρακαθήμενος·
47δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,
48ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.
Οἰκέτης Β
49ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
Οἰκέτης Α
50ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
51καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
52καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
53καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
54ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,
55οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ.
56διʼ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων
57ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
58καί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
59κατάθου τὸ κόρημα· μὴ ʼκκόρει τὴν Ἑλλάδα.
60ἔα ἔα.
61σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
Τρυγαῖος
62ὦ Ζεῦ τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών;
63λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
Οἰκέτης Α
64τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον.
65τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε·
66ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή,
67πεύσεσθʼ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί·
68πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;
69ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
70πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν ἐς τὸν οὐρανόν,
71ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
72ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι
73εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον,
74κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν,
75καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,
76ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν,
77ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών.
78ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
79οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ ὦ γείτονες·
80ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται
81ἱππηδὸν ἐς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου.
Anapests 1
Τρυγαῖος
82ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·
83μή μοι σοβαρῶς χώρει λίαν
84εὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος,
85πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς
86ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
87καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·
88εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους
89αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
Οἰκέτης Α
90ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις.
Τρυγαῖος
91σίγα σίγα.
Οἰκέτης Α
92ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;
Τρυγαῖος
93ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
94τόλμημα νέον παλαμησάμενος.
Οἰκέτης Α
95τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις;
Τρυγαῖος
96εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον
97μηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν·
98τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν,
99τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας
100καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν
101καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.
Iambics 2
Οἰκέτης Α
102οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃς
103ὅποι πέτεσθαι διανοεῖ.
Τρυγαῖος
103bτί δʼ ἄλλο γʼ ἢ
104ὡς τὸν Δίʼ ἐς τὸν οὐρανόν;
Οἰκέτης Α
104bτίνα νοῦν ἔχων;
Τρυγαῖος
105ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι
106ἁπαξαπάντων ὅ τι ποιεῖν βουλεύεται.
Οἰκέτης Α
107ἐὰν δὲ μή σοι καταγορεύῃ;
Τρυγαῖος
107bγράψομαι
108Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
Οἰκέτης Α
109μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γʼ ἐμοῦ.
Τρυγαῖος
110οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ.
Οἰκέτης Α
110bἰοὺ ἰοὺ ἰού·
111ὦ παιδίʼ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται
112ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.
113ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρ ὦ κακοδαίμονα.
Dactyls 3
Παιδίον
114ὦ πάτερ ὦ πάτερ ἆρʼ ἔτυμός γε
115δώμασιν ἡμετέροις φάτις ἥκει,
116ὡς σὺ μετʼ ὀρνίθων προλιρὼν ἐμὲ
117ἐς κόρακας βαδιεῖ μεταμώνιος;
118ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ ὦ πάτερ, εἴ τι φιλεῖς με.
Τρυγαῖος
119δοξάσαι ἔστι κόραι, τὸ δʼ ἐτήτυμον ἄχθομαι ὑμῖν,
120ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι,
121ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
122ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ
123κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ.
Iambics 4
Παιδίον
124καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
125ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
Τρυγαῖος
126πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
Παιδίον
127τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον
128ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;
Τρυγαῖος
129ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
130μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.
Παιδίον
131ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,
132ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.
Τρυγαῖος
133ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
134ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
Παιδίον
135οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
136ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
Τρυγαῖος
137ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει·
138νῦν δʼ ἃττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία,
139τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
Παιδίον
140τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
141πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
Τρυγαῖος
142ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·
143τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
Παιδίον
144λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
Τρυγαῖος
145ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν.
Παιδίον
146ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
147ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
148λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
Τρυγαῖος
149ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε.
150ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,
151μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν·
152ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
153κατωκάρα ῥίψας με βουκολήσεται.
Anapests 5
Τρυγαῖος
154ἀλλʼ ἄγε Πήγασε χώρει χαίρων,
155χρυσοχάλινον πάταγον ψαλίων
156διακινήσας φαιδροῖς ὠσίν.
157τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνεις
158τοὺς μυκτῆρας; πρὸς τὰς λαύρας.
159ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,
160κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνων
161ὀρθὸς χώρει Διὸς εἰς αὐλάς,
162ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων,
163ἀπὸ δʼ ἡμερίων σίτων πάντων.
164ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων
165ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις;
166ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξεις
167κἀπιφορήσεις τῆς γῆς πολλήν,
168κἀπιφυτεύσεις ἕρπυλλον ἄνω
169καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν
170ἐνθένδε πάθω, τοὐμοῦ θανάτου
171πέντε τάλανθʼ ἡ πόλις ἡ Χίων
172διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.
Τρυγαῖος
173οἴμʼ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.
174ὦ μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ·
175ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,
176κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.
177ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,
178καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.
179τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;
Ἑρμῆς
180πόθεν βροτοῦ με προσέβαλʼ; ὦναξ Ἡράκλεις
181τουτὶ τί ἐστι τὸ κακόν;
Τρυγαῖος
181bἱπποκάνθαρος.
Ἑρμῆς
182ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ
183καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
184πῶς δεῦρʼ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε;
185τί σοί ποτʼ ἔστʼ ὄνομʼ; οὐκ ἐρεῖς;
Τρυγαῖος
185bμιαρώτατος.
Ἑρμῆς
186ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι.
Τρυγαῖος
186bμιαρώτατος.
Ἑρμῆς
187πατὴρ δέ σοι τίς ἐστʼ;
Τρυγαῖος
187bἐμοί; μιαρώτατος.
Ἑρμῆς
188οὔτοι μὰ τὴν γῆν ἔσθʼ ὅπως οὐκ ἀποθανεῖ,
189εἰ μὴ κατερεῖς μοι τοὔνομʼ ὅ τι ποτʼ ἔστι σοι.
Τρυγαῖος
190Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,
191οὐ συκοφάντης οὐδʼ ἐραστὴς πραγμάτων.
Ἑρμῆς
192ἥκεις δὲ κατὰ τί;
Τρυγαῖος
192bτὰ κρέα ταυτί σοι φέρων.
Ἑρμῆς
193ὦ δειλακρίων πῶς ἦλθες;
Τρυγαῖος
193bὦ γλίσχρων ὁρᾷς
194ὡς οὐκέτʼ εἶναί σοι δοκῶ μιαρώτατος;
195ἴθι νυν κάλεσόν μοι τὸν Δίʼ.
Ἑρμῆς
195bἰὴ ἰὴ ἰή,
196ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν·
197φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι.
Τρυγαῖος
198ποῖ γῆς;
Ἑρμῆς
198bἰδοὺ γῆς.
Τρυγαῖος
198cἀλλὰ ποῖ;
Ἑρμῆς
198dπόρρω πάνυ;
199ὑπʼ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.
Τρυγαῖος
200πῶς οὖν σὺ δῆτʼ ἐνταῦθα κατελείφθης μόνος;
Ἑρμῆς
201τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
202χυτρίδια καὶ σανίδια κἀμφορείδια.
Τρυγαῖος
203ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;
Ἑρμῆς
204Ἕλλησιν ὀργισθέντες. εἶτʼ ἐνταῦθα μὲν
205ἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,
206ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·
207αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,
208ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
209μηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
Τρυγαῖος
210τοῦ δʼ οὕνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι.
Ἑρμῆς
211ὁτιὴ πολεμεῖν ᾑρεῖσθʼ ἐκείνων πολλάκις
212σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ
213ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·
214ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν.
215εἰ δʼ αὖ τι πράξαιτʼ ἀγαθὸν ἁττικωνικοί
216κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,
217ἐλέγετʼ ἂν ὑμεῖς εὐθύς· ἐξαπατώμεθα
218νὴ τὴν Ἀθηνᾶν, νὴ Δίʼ, οὐχὶ πειστέον·
219ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.’
Τρυγαῖος
220ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.
Ἑρμῆς
221ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι
222τὸ λοιπὸν ὄψεσθʼ.
Τρυγαῖος
222bἀλλὰ ποῖ γὰρ οἴχεται;
Ἑρμῆς
223ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ.
Τρυγαῖος
224ἐς ποῖον;
Ἑρμῆς
224bἐς τουτὶ τὸ κάτω, κἄπειθʼ ὁρᾷς
225ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,
226ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν.
Τρυγαῖος
226bεἰπέ μοι,
227ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
Ἑρμῆς
228οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας
229ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
Τρυγαῖος
230τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;
Ἑρμῆς
231τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.
232ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν
233μέλλει· θορυβεῖ γοῦν ἔνδον.
Τρυγαῖος
233bοἴμοι δείλαιος.
234φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην
235καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.
Πόλεμος
236ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,
237ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
Τρυγαῖος
238ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,
239ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
240ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν,
241ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;
Πόλεμος
242ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις
243καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
Τρυγαῖος
244τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω·
245τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς.
Πόλεμος
246ὦ Μέγαρα Μέγαρʼ ὡς ἐπιτετρίψεσθʼ αὐτίκα
247ἁπαξάπαντα καταμεμυττωτευμένα.
Τρυγαῖος
248βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα
249τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
Πόλεμος
250ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.
Τρυγαῖος
251οἵα πόλις τάλαινα διακναισθήσεται.
Πόλεμος
252φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
Τρυγαῖος
253οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
254τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.
Πόλεμος
255παῖ παῖ Κυδοιμέ.
Κύδοιμος
255bτί με καλεῖς;
Πόλεμος
255cκλαύσει μακρά.
256ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
Κύδοιμος
257ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.
258μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;
Πόλεμος
259οἴσεις ἀλετρίβανον τρέχων;
Κύδοιμος
259bἀλλʼ ὦ μέλε
260οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.
Πόλεμος
261οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;
Κύδοιμος
262ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.
Τρυγαῖος
263ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;
264ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·
265εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,
266τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
267ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.
Πόλεμος
268οὗτος.
Κύδοιμος
268bτί ἔστιν;
Πόλεμος
268cοὐ φέρεις;
Κύδοιμος
268dτὸ δεῖνα γὰρ
269ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,
270ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.
Τρυγαῖος
271εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶν
272ἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,
273ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
Πόλεμος
274οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτει
275ἀνύσας τι;
Κύδοιμος
275bταῦτʼ ὦ δέσποθʼ.
Πόλεμος
275cἧκέ νυν ταχύ.
Τρυγαῖος
276ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.
277ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
278μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν
279ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
Κύδοιμος
280οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.
Πόλεμος
281τί ἔστι; μῶν οὐκ αὖ φέρεις;
Κύδοιμος
281bἀπόλωλε γὰρ
282καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
Πόλεμος
283πῶς ὦ πανοῦργʼ;
Κύδοιμος
283bἐς τἀπὶ Θρᾴκης χωρία
284χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.
Τρυγαῖος
285εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω.
286ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί.
Πόλεμος
287ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·
288ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.
Τρυγαῖος
289νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος,
290ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας,
291ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.
292νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν
293ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν
294ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,
295πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.
296ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες
297καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι
298καὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,
299ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·
300νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
Parodos 2
Trochees 1
Χορός
301δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
302ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,
303τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·
304ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
305πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·
306οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,
307πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι
308τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
Τρυγαῖος
309οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
310τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;
Χορός
311ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
312οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.
Τρυγαῖος
313εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
314μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,
315ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.
Χορός
316οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,
317ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.
Τρυγαῖος
318ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·
319ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
Χορός
320ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,
321οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.
Τρυγαῖος
322τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν
323πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
Χορός
324ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς
325οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
Τρυγαῖος
326μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.
Χορός
327ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
Τρυγαῖος
327bφῄς γε, παύει δʼ οὐδέπω.
Χορός
328ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
Τρυγαῖος
329τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.
Χορός
330οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.
Τρυγαῖος
331ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.
Χορός
331bτουτογὶ νὴ τὸν Δία
332τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
Τρυγαῖος
333ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
Χορός
334ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.
335ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ
336μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
Τρυγαῖος
337μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·
338ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε
Pnigos 2
Τρυγαῖος
339καὶ βοᾶτε καὶ γελᾶτʼ· ἤδη
340γὰρ ἐξέσται τόθʼ ὑμῖν
341πλεῖν μένειν βινεῖν καθεύδειν,
342ἐς πανηγύρεις θεωρεῖν,
343ἑστιᾶσθαι κοτταβίζειν,
344†συβαρίζειν†
345ἰοῦ ἰοῦ κεκραγέναι.
Choral 3
Strophe 1
Χορός
346εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν ποτέ.
347πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς
348ἔλαχε Φορμίων·
349κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον,
350οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
351ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις καὶ πολὺ νεώτερον,
352ἀπαλλαγέντα πραγμάτων.
355καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι
356ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι.
357ἀλλʼ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε
360φράζε· σὲ γὰρ αὐτοκράτορʼ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.
Τρυγαῖος
361φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
Ἑρμῆς
362ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
Τρυγαῖος
363οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.
Ἑρμῆς
364ἀπόλωλας ὦ κακόδαιμον.
Τρυγαῖος
364bοὐκοῦν ἢν λάχω.
365Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι.
Ἑρμῆς
366ἀπόλωλας, ἐξόλωλας.
Τρυγαῖος
366bἐς τίνʼ ἡμέραν;
Ἑρμῆς
367εἰς αὐτίκα μάλʼ.
Τρυγαῖος
367bἀλλʼ οὐδὲν ἠμπόληκά πω,
368οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.
Ἑρμῆς
369καὶ μὴν ἐπιτέτριψαί γε.
Τρυγαῖος
369bκᾆτα τῷ τρόπῳ
370οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
Ἑρμῆς
371ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν
372ταύτην ἀνορύττων εὑρεθῇ;
Τρυγαῖος
373νῦν ἆρά με
373bἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;
Ἑρμῆς
374εὖ ἴσθʼ ὅτι.
Τρυγαῖος
374bἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
375δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
Ἑρμῆς
376ὦ Ζεῦ κεραυνοβρόντα.
Τρυγαῖος
376bμὴ πρὸς τῶν θεῶν
377ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
Ἑρμῆς
378οὐκ ἂν σιωπήσαιμι.
Τρυγαῖος
378bναὶ πρὸς τῶν κρεῶν,
379ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
Ἑρμῆς
380ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,
381εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
Τρυγαῖος
382μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.
Trochees 2
Τρυγαῖος
383εἰπέ μοι, τί πάσχετʼ ὦνδρες; ἕστατʼ ἐκπεπληγμένοι.
384ὦ πόνηροι μὴ σιωπᾶτʼ· εἰ δὲ μή, λακήσεται.
Antistrophe 1
Χορός
385μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
386εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐμοῦ γε κατεδηδοκώς,
387τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ νῦν πράγματι.
Τρυγαῖος
388οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ ὦναξ δέσποτα;
Χορός
390†μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,†
391ὥστε τήνδε μὴ λαβεῖν·
392ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
395εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
396καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι
397διὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
Τρυγαῖος
400ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα,
401ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
402κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.
403καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
404ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
Ἑρμῆς
405ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.
Τρυγαῖος
406ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
407ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
408τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
Ἑρμῆς
409ἵνα δὴ τί τοῦτο δρᾶτον;
Τρυγαῖος
409bὁτιὴ νὴ Δία
410ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ
411οἱ βάρβαροι θύουσι. διὰ τοῦτʼ εἰκότως
412βούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,
413ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
Ἑρμῆς
414ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην
415καὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁμαρτωλίας.
Τρυγαῖος
416ναὶ μὰ Δία. πρὸς ταῦτʼ ὦ φίλʼ Ἑρμῆ ξύλλαβε
417ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.
418καί σοι τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομεν
419πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
420μυστήριʼ Ἑρμῇ, Διιπόλειʼ, Ἀδώνια·
421ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν
422ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
423χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά. πρῶτον δέ σοι
424δῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.
Ἑρμῆς
425οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων.
Trochees 4
Ἑρμῆς
426ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες. ἀλλὰ ταῖς ἄμαις
427εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
Χορός
428ταῦτα δράσομεν· σὺ δʼ ἡμῖν ὦ θεῶν σοφώτατε
429ἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς·
430τἄλλα δʼ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.
Iambics 5
Τρυγαῖος
431ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως
432ἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
Ἑρμῆς
433σπονδὴ σπονδή·
434εὐφημεῖτε εὐφημεῖτε.
Τρυγαῖος
435σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
436Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
437χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
438τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.
Χορός
439μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
440ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.
Τρυγαῖος
441ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
Χορός
442μηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξ
443ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
Τρυγαῖος
444κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ
445ἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις
Χορός
446πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.
Τρυγαῖος
447κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,
448ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν
Χορός
449ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
Τρυγαῖος
450κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,
451ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος
Χορός
452ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.
Τρυγαῖος
453ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. ἰὴ παιὼν ἰή.
Χορός
454ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.
Τρυγαῖος
455ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
456Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.
457Ἄρει δέ;
Χορός
457bμὴ μή.
Τρυγαῖος
457cμηδʼ Ἐνυαλίῳ γε;
Χορός
457dμή.
Τρυγαῖος
458ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
Strophe 2
Ἑρμῆς
459ὦ εἶα.
Χορός
460εἶα μάλα.
Ἑρμῆς
461ὦ εἶα.
Χορός
462εἶα ἔτι μάλα.
Ἑρμῆς
463ὦ εἶα, ὦ εἶα.
Τρυγαῖος
464ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.
465οὐ ξυλλήψεσθʼ; οἷʼ ὀγκύλλεσθʼ·
466οἰμώξεσθʼ οἱ Βοιωτοί.
Ἑρμῆς
467εἶά νυν.
Τρυγαῖος
468εἶα ὦ.
Χορός
469ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.
Τρυγαῖος
470οὔκουν ἕλκω κἀξαρτῶμαι
471κἀπεμπίπτω καὶ σπουδάζω;
Χορός
472πῶς οὖν οὐ χωρεῖ τοὔργον;
Τρυγαῖος
473ὦ Λάμαχʼ ἀδικεῖς ἐμποδὼν καθήμενος.
474οὐδὲν δεόμεθʼ ὦνθρωπε τῆς σῆς μορμόνος.
Ἑρμῆς
475οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι
476ἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,
477καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
Τρυγαῖος
478ἀλλʼ οἱ Λάκωνες ὦγάθʼ ἕλκουσʼ ἀνδρικῶς.
Χορός
479ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου,
480μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ.
Ἑρμῆς
481οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμως
482γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,
483ὑπὸ τοῦ γε λιμοῦ νὴ Δίʼ ἐξολωλότες.
Τρυγαῖος
484οὐδὲν ποιοῦμεν ὦνδρες· ἀλλ ὁμοθυμαδὸν
485ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.
Antistrophe 2
Ἑρμῆς
486ὦ εἶα.
Τρυγαῖος
487εἶα μάλα.
Ἑρμῆς
488ὦ εἶα.
Τρυγαῖος
489εἶα νὴ Δία.
Χορός
490μικρόν γε κινοῦμεν.
Τρυγαῖος
491οὔκουν δεινὸν
492τοὺς μὲν τείνειν τοὺς δʼ ἀντισπᾶν;
493πληγὰς λήψεσθʼ ὦργεῖοι.
Ἑρμῆς
494εἶά νυν.
Τρυγαῖος
495εἶα ὦ.
Χορός
496ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
Τρυγαῖος
497ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες
498τῆς εἰρήνης σπᾶτʼ ἀνδρείως.
Χορός
499ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.
Ἑρμῆς
500ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;
501μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·
502πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
503καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
504ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·
505οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
506ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,
507πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
Χορός
508ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.
Ἑρμῆς
509χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
Χορός
510χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
Τρυγαῖος
511οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
Strophe 3
Χορός
512ἄγε νυν ἄγε πᾶς.
Ἑρμῆς
513καὶ μὴν ὁμοῦ ʼστιν ἤδη.
Χορός
514μή νυν ἀνῶμεν ἀλλʼ ἐπεντείνωμεν
515ἀνδρικώτερον.
Ἑρμῆς
516ἤδη ʼστὶ τοῦτʼ ἐκεῖνο.
Χορός
517ὦ εἶα νῦν, ὦ εἶα πᾶς.
518ὦ εἶα εἶα εἶα εἶα εἶα εἶα.
519ὦ εἶα εἶα εἶα εἶα εἶα πᾶς.
Τρυγαῖος
520ὦ πότνια βοτρυόδωρε τί προσείπω σʼ ἔπος;
521πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον
522ὅτῳ προσείπω σʼ; οὐ γὰρ εἶχον οἴκοθεν.
523ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.
524οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία,
525οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,
526γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.
Ἑρμῆς
527μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
Τρυγαῖος
528ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
529τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
530ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,
531αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,
532ἐπυλλίων Εὐριπίδου—
Ἑρμῆς
532bκλαύσἄρα σὺ
533ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται
534αὕτη ποιητῇ ῥηματίων δικανικῶν.
Τρυγαῖος
535κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,
536† κόλπου † γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,
537δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,
538ἄλλων τε πολλῶν κἀγαθῶν—
Ἑρμῆς
539ἴθι νυν ἄθρει
539bοἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις
540διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι,
541καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι
542ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
Τρυγαῖος
543καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει
544τὰ πρόσωφʼ, ἵνα γνῷς τὰς τέχνας.
Ἑρμῆς
544bαἰβοῖ τάλας,
Τρυγαῖος
545ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς
546τίλλονθʼ ἑαυτόν;
Ἑρμῆς
546bὁ δέ γε τὰς σμινύας ποιῶν
547κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ʼκεινουί.
Τρυγαῖος
548ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
549καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;
Ἑρμῆς
550ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
Τρυγαῖος
551ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι
552τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν
Trochees 9
Τρυγαῖος
553ὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·
554ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.
555ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
Χορός
556ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
557ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,
558τάς τε συκᾶς, ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος,
559ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
Τρυγαῖος
560νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ,
561ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·
562εἶθʼ ὅπως Λιταργιοῦμεν οἴκαδʼ ἐς τὰ χωρία,
563ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
Ἑρμῆς
564ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται
565καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
Τρυγαῖος
566νὴ Δίʼ ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρʼ ἐξωπλισμένη,
567αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.
568ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.
569ὥστʼ ἔγωγʼ ἤδη ʼπιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν
570καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.
Pnigos 10
Τρυγαῖος
571ἀλλʼ ἀναμνησθέντες ὦνδρες
572τῆς διαίτης τῆς παλαιᾶς,
573ἣν παρεῖχʼ αὕτη ποθʼ ἡμῖν,
574τῶν τε παλασίων ἐκείνων
575τῶν τε σύκων τῶν τε μύρτων,
576τῆς τρυγός τε τῆς γλυκείας
577τῆς ἰωνιᾶς τε τῆς πρὸς
578τῷ φρέατι τῶν τʼ ἐλαῶν
579ὧν ποθοῦμεν,
580ἀντὶ τούτων τήνδε νυνὶ
581τὴν θεὸν προσείπατε.
Antistrophe 2
Χορός
582χαῖρε χαῖρʼ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη.
585σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι
587ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ὦ ποθουμένη
588πᾶσιν ὁπόσοι γεωργὸν βίον ἐτρίβομεν.
590μόνη γὰρ ἡμᾶς ὠφέλεις.
591πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτʼ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.
595τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.
596ὥστε σὲ τά τʼ ἀμπέλια καὶ τὰ νέα συκίδια
597τἄλλα θʼ ὁπόσʼ ἔστι φυτὰ
600προσγελάσεται λαβόντʼ ἄσμενα.
Katakeleusmos 12
Χορός
601ἀλλὰ ποῦ ποτʼ ἦν ἀφʼ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον
602ἥδε; τοῦθʼ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε.
Epirrheme 13
Ἑρμῆς
603ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε
604ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο.
605πρῶτα μὲν γὰρ †αὐτῆς ἦρξεν† Φειδίας πράξας κακῶς·
606εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης,
607τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,
608πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν.
609ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος,
610ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
611πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε.
612ὡς δʼ ἅπαξ †τὸ πρῶτον ἄκουσʼ† ἐψόφησεν ἄμπελος
613καὶ πίθος πληγεὶς ὑπʼ ὀργῆς ἀντελάκτισεν πίθῳ,
614οὐκέτʼ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δʼ ἠφανίζετο.
Τρυγαῖος
615ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ʼγὼ ʼπεπύσμην οὐδενός,
616οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
Χορός
617οὐδʼ ἔγωγε πλήν γε νυνί. ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν,
618οὖσα συγγενὴς ἐκείνου. πολλά γʼ ἡμᾶς λανθάνει.
Ἑρμῆς
619κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
620ἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας,
621πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι,
622κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
623οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι
624τήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν·
625κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·
626αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναι
627οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
Τρυγαῖος
628ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου
629ἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.
Χορός
630νὴ Δίʼ ὦ μέλʼ ἐνδίκως γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθον
631ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
Ἑρμῆς
632κᾆτα δʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,
633τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,
634ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
635ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ
636τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,
637τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,
638πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,
639τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,
640αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου.
641εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε·
642ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,
643ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν.
644οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ οἱ ξένοι
645χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα,
646ὥστʼ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς ἂν
647ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε. ταῦτα δʼ ἦν ὁ δρῶν
648βυρσοπώλης.
Τρυγαῖος
648bπαῦε παῦʼ ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε,
649ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπερ ἔστʼ εἶναι κάτω·
650οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.
Pnigos 14
Τρυγαῖος
651ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον,
652κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη,
653καὶ λάλος καὶ συκοφάντης
654καὶ κύκηθρον καὶ τάρακτρον,
655ταῦθʼ ἁπαξάπαντα νυνὶ
656τοὺς σεαυτοῦ λοιδορεῖς.
Episode 4
Τρυγαῖος
657ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.
Ἑρμῆς
658ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·
659ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
Τρυγαῖος
660ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
Ἑρμῆς
661εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.
662ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.
663εἶεν, ἀκούω. ταῦτʼ ἐπικαλεῖς; μανθάνω.
664ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.
665ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ
666σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
667ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
Τρυγαῖος
668ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·
669ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.
Ἑρμῆς
670ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
671ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,
672χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
Τρυγαῖος
673εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
Ἑρμῆς
674ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
675ὁ Κλεώνυμος;
Τρυγαῖος
675bψυχήν γʼ ἄριστος πλήν γʼ ὅτι
676οὐκ ἦν ἄρʼ οὗπέρ φησιν εἶναι τοῦ πατρός.
677εἰ γάρ ποτʼ ἐξέλθοι στρατιώτης, εὐθέως
678ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
Ἑρμῆς
679ἔτι νῦν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
680ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ʼν τῇ πυκνί.
Τρυγαῖος
681Ὑπέρβολος νῦν τοῦτʼ ἔχει τὸ χωρίον.
682αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;
Ἑρμῆς
683ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσʼ ὅτι
684αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.
Τρυγαῖος
685ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν
686ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
687τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
Ἑρμῆς
688πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.
Τρυγαῖος
689εὐβουλότεροι γενησόμεθα.
Ἑρμῆς
689bτρόπῳ τίνι;
Τρυγαῖος
690ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν
691ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
692νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
Ἑρμῆς
692aὢ ὤ,
693οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου.
Τρυγαῖος
693bτὰ τί;
Ἑρμῆς
694πάμπολλα καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·
695πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.
Τρυγαῖος
696εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.
Ἑρμῆς
696bτὸ τί;
Τρυγαῖος
697ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
Ἑρμῆς
698Σιμωνίδης; πῶς;
Τρυγαῖος
698bὅτι γέρων ὢν καὶ σαπρὸς
699κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.
Ἑρμῆς
700τί δαί; Κρατῖνος ὁ σοφὸς ἔστιν;
Τρυγαῖος
700bἀπέθανεν
701ὅθʼ οἱ Λάκωνες ἐνέβαλον.
Ἑρμῆς
701bτί παθών;
Τρυγαῖος
701cὅ τι;
702ὼρακιάσας· οὐ γὰρ ἐξηνέσχετο
703ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
704χἄτερα πόσʼ ἄττʼ οἴει γεγενῆσθʼ ἐν τῇ πόλει;
705ὥστʼ οὐδέποτʼ ὦ δέσποινʼ ἀφησόμεσθά σου.
Ἑρμῆς
706ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
707γυναῖκα σαυτῷ τήνδε· κᾆτʼ ἐν τοῖς ἀγροῖς
708ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
Τρυγαῖος
709ὦ φιλτάτη δεῦρʼ ἐλθὲ καὶ δός μοι κύσαι.
710ἆρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ
711ὦ δέσποθʼ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;
Ἑρμῆς
712οὐκ εἴ γε κυκεῶνʼ ἐπιπίοις βληχωνίαν.
713ἀλλʼ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
714ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτʼ ἦν.
Τρυγαῖος
715ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,
716ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,
717ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.
718ἀλλʼ ὦ φίλʼ Ἑρμῆ χαῖρε πολλά.
Ἑρμῆς
718bκαὶ σύ γε
719ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.
Τρυγαῖος
720ὦ κάνθαρʼ οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα.
Ἑρμῆς
721οὐκ ἐνθάδʼ ὦ τᾶν ἔστι.
Τρυγαῖος
721bποῖ γὰρ οἴχεται;
Ἑρμῆς
722ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
Τρυγαῖος
723πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;
Ἑρμῆς
724τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
Τρυγαῖος
725πῶς δῆτʼ ἐγὼ καταβήσομαι;
Ἑρμῆς
725bθάρρει, καλῶς·
726τῃδὶ παρʼ αὐτὴν τὴν θεόν.
Τρυγαῖος
726bδεῦρʼ ὦ κόραι
727ἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
728ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.
Parabasis 5
Prelude 1
Χορός
729ἀλλʼ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
730τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα
731περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.
732ἀλλὰ φυλάττετε ταῦτʼ ἀνδρείως· ἡμεῖς δʼ αὖ τοῖσι θεαταῖς
733ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.
Parabasis 2
Χορός
734χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς
735αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις·
736εἰ δʼ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος
737κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται,
738ἄξιος εἶναί φησʼ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.
739πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν
740ἐς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας,
741τούς θʼ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους
742ἐξήλασʼ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν
743τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,
744οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,
745ἵνʼ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτʼ ἀνέροιτο,
746ὦ κακόδαιμον τί τὸ δέρμʼ ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέν σοι
747ἐς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;
748τοιαῦτʼ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματʼ ἀγεννῆ
749ἐποίησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσʼ οἰκοδομήσας
750ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις,
751οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας,
752ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει,
753διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους,
754καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,
755οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
756ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
757περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
758φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
759τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζων
760ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. ὧν οὕνεκα νυνὶ
761ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.
762καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν
763παῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,
764παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
Pnigos 3
Χορός
765πρὸς ταῦτα χρεὼν εἶναι μετʼ ἐμοῦ
766καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας·
767καὶ τοῖς φαλακροῖσι παραινοῦμεν
768ξυσπουδάζειν περὶ τῆς νίκης.
769πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ
770κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις,
771φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ
772τῶν τρωγαλίων, καὶ μἀφαίρει
773γενναιοτάτου τῶν ποιητῶν
773bἀνδρὸς τὸ μέτωπον ἔχοντος.
Strophe 1
Χορός
775Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετʼ ἐμοῦ
776τοῦ φίλου χόρευσον,
777κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας
780καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει.
781ἢν δέ σε Καρκίνος ἐλθὼν
782ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,
785μήθʼ ὑπάκουε μήτʼ ἔλθῃς
786συνέριθος αὐτοῖς,
787ἀλλὰ νόμιζε πάντας
788ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς
790ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας.
791καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ ὃ παρʼ ἐλπίδας
795εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.
Antistrophe 1
Χορός
797τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων
798τὸν σοφὸν ποιητὴν
800ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν
801ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ ʼχῃ Μόρσιμος
802μηδὲ Μελάνθιος, οὗ δὴ
805πικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ
806ἡνίκα τῶν τραγῳδῶν
807τὸν χορὸν εἶχον ἁδελφός
808τε και αὐτός, ἄμφω
810Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι,
811γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι·
815ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ
816Μοῦσα θεὰ μετʼ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
Lyric-Scene 6
Τρυγαῖος
819ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.
820ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
821μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. ἔμοιγέ τοι
822ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,
823ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
Οἰκέτης
824ὦ δέσποθʼ ἥκεις;
Τρυγαῖος
824bὡς ἐγὼ ʼπυθόμην τινός.
Οἰκέτης
825τί δʼ ἔπαθες;
Τρυγαῖος
825bἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν
826διεληλυθώς.
Οἰκέτης
826bἴθι νυν κάτειπέ μοι—
Τρυγαῖος
826cτὸ τί;
Οἰκέτης
827ἄλλον τινʼ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα
828πλανώμενον πλὴν σαυτόν;
Τρυγαῖος
828bοὔκ, εἰ μή γέ που
829ψυχὰς δύʼ ἢ τρεῖς διθυραμβοδιδασκάλων.
Οἰκέτης
830τί δʼ ἔδρων;
Τρυγαῖος
830bξυνελέγοντʼ ἀναβολὰς ποτώμεναι
831τὰς ἐνδιαεριαυερινηχέτους τινάς.
Οἰκέτης
832οὐκ ἦν ἄρʼ οὐδʼ ἃ λέγουσι, κατὰ τὸν ἀέρα
833ὡς ἀστέρες γιγνόμεθʼ, ὅταν τις ἀποθάνῃ;
Τρυγαῖος
834μάλιστα.
Οἰκέτης
834bκαὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;
Τρυγαῖος
835Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι
836ἐνθάδε τὸν ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέως
837ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
Οἰκέτης
838τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες,
839οἳ καόμενοι θέουσιν;
Τρυγαῖος
839bἀπὸ δείπνου τινὲς
840τῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων,
841ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
842ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών,
843καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ,
844στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
845καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν·
846ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
Οἰκέτης
847πόθεν δʼ ἔλαβες ταύτας;
Τρυγαῖος
847bὁπόθεν; ἐκ τοὐρανοῦ.
Οἰκέτης
848οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,
849εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.
Τρυγαῖος
850οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.
851ἄγε νυν ἴωμεν.
Οἰκέτης
851bεἰπέ μοι, δῶ καταφαγεῖν
852ταύτῃ τι;
Τρυγαῖος
852bμηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖν
853οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ
854παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
Οἰκέτης
855λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.
Strophe 1
Χορός
856εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης,
857ὅσα γʼ ὧδʼ ἰδεῖν,
858τὰ νῦν τάδε πράττει.
Τρυγαῖος
859τί δῆτʼ ἐπειδὰν νυμφίον μʼ ὁρᾶτε λαμπρὸν ὄντα;
Χορός
860ζηλωτὸς ἔσει, γέρον,
861αὖθις νέος ὢν πάλιν,
862μύρῳ κατάλειπτος.
Τρυγαῖος
863οἶμαι. τί δῆθʼ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
Χορός
864εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
Τρυγαῖος
865οὔκουν δικαίως; ὅστις εἰς
865aὄχημα κανθάρου ʼπιβὰς
866ἔσωσα τοὺς Ἕλληνας, ὥστʼ
866aἐν τοῖς ἀγροῖσιν αὐτοὺς
867ἅπαντας ὄντας ἀσφαλῶς
867aβινεῖν τε καὶ καθεύδειν.
Iambics 2
Οἰκέτης
868ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·
869ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.
870καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.
Τρυγαῖος
871ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν
872ἀνύσαντε τῇ βουλῇ.
Οἰκέτης
872bτίς αὑτηί;
Τρυγαῖος
872cτί φῄς;
873αὕτη Θεωρία ʼστίν.
Οἰκέτης
873bἣν ἡμεῖς ποτε
874ἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες;
Τρυγαῖος
875σάφʼ ἴσθι, κἀλήφθη γε μόλις.
Οἰκέτης
875bὦ δέσποτα
876ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
Τρυγαῖος
877εἶεν, τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;
878τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
879οὗτος τί περιγράφεις;
Οἰκέτης
879bτὸ δεῖνʼ εἰς Ἴσθμια
880σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
Τρυγαῖος
881οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·
882καταθήσομαι γὰρ αὐτὸς…
Οἰ…
The complete text is available when the reading interface loads.