The Greek Library Author

Aristophanes

Ὄρνιθες

Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης

Scientific editors
F. W. Hall, W. M. Geldart
Edition reference
Aristophanis Comoediae · Oxford · Clarendon Press · 1906
CTS identifier
urn:cts:greekLit:tlg0019.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Prologue 1

Ἐυελπίδης

1ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;

Πισθέταιρος

2διαρραγείης· ἥδε δʼ αὖ κρώζει πάλιν.

Ἐυελπίδης

3τί ὦ πόνηρʼ ἄνω κάτω πλανύττομεν;

4ἀπολούμεθʼ ἄλλως τὴν ὁδὸν προφορουμένω.

Πισθέταιρος

5τὸ δʼ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον

6ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.

Ἐυελπίδης

7τὸ δʼ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον

8ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.

Πισθέταιρος

9ἀλλʼ οὐδʼ ὅπου γῆς ἐσμὲν οἶδʼ ἔγωγʼ ἔτι.

Ἐυελπίδης

10ἐντευθενὶ τὴν πατρίδʼ ἂν ἐξεύροις σύ που;

Πισθέταιρος

11οὐδʼ ἂν μὰ Δία γʼ ἐντεῦθεν Ἐξηκεστίδης.

Ἐυελπίδης

12οἴμοι.

Πισθέταιρος

12bσὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι.

Ἐυελπίδης

13ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,

14ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν,

15ὃς τώδʼ ἔφασκε νῷν φράσειν τὸν Τηρέα

16τὸν ἔποφʼ ὃς ὄρνις ἐγένετʼ ἐκ τῶν ὀρνέων·

17κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ

18κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.

19τὼ δʼ οὐκ ἄρʼ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.

20καὶ νῦν τί κέχηνας; ἔσθʼ ὅποι κατὰ τῶν πετρῶν

21ἡμᾶς ἔτʼ ἔξεις. οὐ γάρ ἐστʼ ἐνταῦθά τις

22ὁδός.

Πισθέταιρος

22bοὐδὲ μὰ Δίʼ ἐνταῦθά γʼ ἀτραπὸς οὐδαμοῦ.

Ἐυελπίδης

23οὐδʼ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι;

Πισθέταιρος

24οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.

Ἐυελπίδης

25τί δὴ λέγει περὶ τῆς ὁδοῦ;

Πισθέταιρος

25bτί δʼ ἄλλο γʼ ἢ

26βρύκουσʼ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;

Ἐυελπίδης

27οὐ δεινὸν οὖν δῆτʼ ἐστὶν ἡμᾶς δεομένους

28ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους

29ἔπειτα μὴ ʼξευρεῖν δύνασθαι τὴν ὁδόν;

30ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,

31νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ·

32ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται,

33ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,

34ἀστοὶ μετʼ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς

35ἀνεπτόμεσθʼ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν,

36αὐτὴν μὲν οὐ μισοῦντʼ ἐκείνην τὴν πόλιν

37τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα

38καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.

39οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆνʼ ἢ δύο

40ἐπὶ τῶν κραδῶν ᾄδουσʼ, Ἀθηναῖοι δʼ ἀεὶ

41ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.

42διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,

43κανοῦν δʼ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας

44πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,

45ὅποι καθιδρυθέντε διαγενοίμεθʼ ἄν.

46ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα

47τὸν ἔποπα, παρʼ ἐκείνου πυθέσθαι δεομἐνω,

48εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ʼπέπτετο.

Πισθέταιρος

49οὗτος.

Ἐυελπίδης

49bτί ἔστιν;

Πισθέταιρος

49cἡ κορώνη μοι πάλαι

50ἄνω τι φράζει.

Ἐυελπίδης

50bχὠ κολοιὸς οὑτοσὶ

51ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,

52κοὐκ ἔσθʼ ὅπως οὐκ ἔστιν ἐνταῦθʼ ὄρνεα.

53εἰσόμεθα δʼ αὐτίκʼ, ἢν ποιήσωμεν ψόφον.

Πισθέταιρος

54ἀλλʼ οἶσθʼ ὃ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν.

Ἐυελπίδης

55σὺ δὲ τῇ κεφαλῇ γʼ, ἵνʼ ᾖ διπλάσιος ὁ ψόφος.

Πισθέταιρος

56σὺ δʼ οὖν λίθῳ κόψον λαβών.

Ἐυελπίδης

56bπάνυ γʼ, εἰ δοκεῖ.

57παῖ παῖ.

Πισθέταιρος

57bτί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς;

58οὐκ ἀντὶ τοῦ παιδός σʼ ἐχρῆν ἐποποῖ καλεῖν;

Ἐυελπίδης

59ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.

60ἐποποῖ.

Θεράπων Ἔποπος

60bτίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην;

Ἐυελπίδης

61Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.

Θεράπων Ἔποπος

62οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.

Ἐυελπίδης

63οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν.

Θεράπων Ἔποπος

64ἀπολεῖσθον.

Ἐυελπίδης

64bἀλλʼ οὐκ ἐσμὲν ἀνθρώπω.

Θεράπων Ἔποπος

64cτί δαί;

Ἐυελπίδης

65Ὑποδεδιὼς ἔγωγε Λιβυκὸν ὄρνεον.

Θεράπων Ἔποπος

66οὐδὲν λέγεις.

Ἐυελπίδης

66bκαὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.

Θεράπων Ἔποπος

67ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;

Πισθέταιρος

68Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.

Ἐυελπίδης

69ἀτὰρ σὺ τί θηρίον ποτʼ εἶ πρὸς τῶν θεῶν;

Θεράπων Ἔποπος

70ὄρνις ἔγωγε δοῦλος.

Ἐυελπίδης

70bἡττήθης τινὸς

71ἀλεκτρυόνος;

Θεράπων Ἔποπος

71bοὐκ ἀλλʼ ὅτε περ ὁ δεσπότης

72ἔποψ ἐγένετο, τότε γενέσθαι μʼ ηὔξατο

73ὄρνιν, ἵνʼ ἀκόλουθον διάκονόν τʼ ἔχῃ.

Ἐυελπίδης

74δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;

Θεράπων Ἔποπος

75οὗτός γʼ, ἅτʼ οἶμαι πρότερον ἄνθρωπός ποτʼ ὤν,

76τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς·

77τρέχω ʼπʼ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.

78ἔτνους δʼ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας·

79τρέχω ʼπὶ τορύνην.

Ἐυελπίδης

79bτροχίλος ὄρνις οὑτοσί.

80οἶσθʼ οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότην

81ἡμῖν κάλεσον.

Θεράπων Ἔποπος

81bἀλλʼ ἀρτίως νὴ τὸν Δία

82εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.

Ἐυελπίδης

83ὅμως ἐπέγειρον αὐτόν.

Θεράπων Ἔποπος

83bοἶδα μὲν σαφῶς

84ὅτι ἀχθέσεται, σφῷν δʼ αὐτὸν οὕνεκʼ ἐπεγερῶ.

Πισθέταιρος

85κακῶς σύ γʼ ἀπόλοιʼ, ὥς μʼ ἀπέκτεινας δέει.

Ἐυελπίδης

86οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται

87ὑπὸ τοῦ δέους.

Πισθέταιρος

87bὦ δειλότατον σὺ θηρίον,

88δείσας ἀφῆκας τὸν κολοιόν;

Ἐυελπίδης

88bεἰπέ μοι,

89σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;

Πισθέταιρος

90μὰ Δίʼ οὐκ ἔγωγε.

Ἐυελπίδης

90bποῦ γάρ ἐστʼ;

Πισθέταιρος

90cἀπέπτετο.

Ἐυελπίδης

91οὐκ ἆρʼ ἀφῆκας; ὦγάθʼ ὡς ἀνδρεῖος εἶ.

Ἔποψ

92ἄνοιγε τὴν ὕλην, ἵνʼ ἐξέλθω ποτέ.

Ἐυελπίδης

93ὦ Ἡράκλεις τουτὶ τί ποτʼ ἐστὶ τὸ θηρίον;

94τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας;

Ἔποψ

95τίνες εἰσί μʼ οἱ ζητοῦντες;

Ἐυελπίδης

95bοἱ δώδεκα θεοὶ

96εἴξασιν ἐπιτρῖψαί σε.

Ἔποψ

96bμῶν με σκώπτετον

97ὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ὦ ξένοι

98ἄνθρωπος.

Ἐυελπίδης

98bοὐ σοῦ καταγελῶμεν.

Ἔποψ

98cἀλλὰ τοῦ;

Ἐυελπίδης

99τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.

Ἔποψ

100τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται

101ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.

Ἐυελπίδης

102Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;

Ἔποψ

103ὄρνις ἔγωγε.

Ἐυελπίδης

103bκᾆτά σοι ποῦ τὰ πτερά;

Ἔποψ

104ἐξερρύηκε.

Ἐυελπίδης

104bπότερον ὑπὸ νόσου τινός;

Ἔποψ

105οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα

106πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν.

107ἀλλʼ εἴπατόν μοι σφὼ τίνʼ ἐστόν;

Ἐυελπίδης

107bνώ; βροτώ.

Ἔποψ

108ποδαπὼ τὸ γένος;

Ἐυελπίδης

108bὅθεν αἱ τριήρεις αἱ καλαί.

Ἔποψ

109μῶν ἡλιαστά;

Ἐυελπίδης

109bμἀλλὰ θατέρου τρόπου,

110ἀπηλιαστά.

Ἔποψ

110bσπείρεται γὰρ τοῦτʼ ἐκεῖ

111τὸ σπέρμʼ;

Ἐυελπίδης

111bὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.

Ἔποψ

112πράγους δὲ δὴ τοῦ δεομένω δεῦρʼ ἤλθετον;

Ἐυελπίδης

113σοὶ ξυγγενέσθαι βουλομένω.

Ἔποψ

114τίνος πέρι;

Ἐυελπίδης

114bὅτι πρῶτα μὲν ἦσθʼ ἄνθρωπος ὥσπερ νὼ ποτέ,

115κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,

116κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ·

117εἶτʼ αὖθις ὀρνίθων μεταλλάξας φύσιν

118καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,

119καὶ πάνθʼ ὅσαπερ ἄνθρωπος ὅσα τʼ ὄρνις φρονεῖς·

120ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρʼ ἀφίγμεθα,

121εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον

122ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.

Ἔποψ

123ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;

Ἐυελπίδης

124μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.

Ἔποψ

125ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.

Ἐυελπίδης

125bἐγώ;

126ἥκιστα· καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.

Ἔποψ

127ποίαν τινʼ οὖν ἥδιστʼ ἂν οἰκοῖτʼ ἂν πόλιν;

Ἐυελπίδης

128ὅπου τὰ μέγιστα πράγματʼ εἴη τοιάδε·

129ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων

130λέγοι ταδί· πρὸς τοῦ Διὸς τοὐλυμπίου

131ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία

132λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους·

133καὶ μηδαμῶς ἄλλως ποιήσῃς· εἰ δὲ μή,

134μή μοι τότε γʼ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.

Ἔποψ

135νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.

136τί δαὶ σύ;

Πισθέταιρος

136bτοιούτων ἐρῶ κἀγώ.

Ἔποψ

136cτίνων;

Πισθέταιρος

137ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται

138ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ·

139καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη

140εὑρὼν ἀπιόντʼ ἀπὸ γυμνασίου λελουμένον

141οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,

142οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.

Ἔποψ

143ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.

144ἀτὰρ ἔστι γʼ ὁποίαν λέγετον εὐδαίμων πόλις

145παρὰ τὴν ἐρυθρὰν θάλατταν.

Ἐυελπίδης

145bοἴμοι μηδαμῶς

146ἡμῖν παρὰ τὴν θάλατταν, ἵνʼ ἀνακύψεται

147κλητῆρʼ ἄγουσʼ ἕωθεν ἡ Σαλαμινία.

148Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;

Ἔποψ

149τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον

150ἐλθόνθʼ;

Ἐυελπίδης

150bὁτιὴ νὴ τοὺς θεοὺς ὅσʼ οὐκ ἰδὼν

151βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.

Ἔποψ

152ἀλλʼ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,

153ἵνα χρὴ κατοικεῖν.

Ἐυελπίδης

153bἀλλʼ ἔγωγʼ Ὀπούντιος

154οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.

155οὗτος δὲ δὴ τίς ἔσθʼ ὁ μετʼ ὀρνίθων βίος;

156σὺ γὰρ οἶσθʼ ἀκριβῶς.

Ἔποψ

156bοὐκ ἄχαρις ἐς τὴν τριβήν·

157οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.

Ἐυελπίδης

158πολλήν γʼ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.

Ἔποψ

159νεμόμεσθα δʼ ἐν κήποις τὰ λευκὰ σήσαμα

160καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.

Ἐυελπίδης

161ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.

Πισθέταιρος

161bφεῦ φεῦ·

162aἦ μέγʼ ἐνορῶ βούλευμʼ ἐν ὀρνίθων γένει,

163καὶ δύναμιν ἣ γένοιτʼ ἄν, εἰ πίθοισθέ μοι.

Ἔποψ

164τί σοι πιθώμεσθʼ;

Πισθέταιρος

164bὅ τι πίθησθε; πρῶτα μὲν

165μὴ περιπέτεσθε πανταχῇ κεχηνότες·

166ὡς τοῦτʼ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα

167ἐκεῖ παρʼ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,

168τίς ὄρνις οὗτος; ὁ Τελέας ἐρεῖ ταδί·

169ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,

170ἀτέκμαρτος, οὐδὲν οὐδέποτʼ ἐν ταὐτῷ μένων.

Ἔποψ

171νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.

172τί ἂν οὖν ποιοῖμεν;

Πισθέταιρος

172bοἰκίσατε μίαν πόλιν.

Ἔποψ

173ποίαν δʼ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;

Πισθέταιρος

174ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος,

175βλέψον κάτω.

Ἔποψ

175bκαὶ δὴ βλέπω.

Πισθέταιρος

175cβλέπε νῦν ἄνω.

Ἔποψ

176βλέπω.

Πισθέταιρος

176bπερίαγε τὸν τράχηλον.

Ἔποψ

176cνὴ Δία

177ἀπολαύσομαί τί γʼ, εἰ διαστραφήσομαι.

Πισθέταιρος

178εἶδές τι;

Ἔποψ

178bτὰς νεφέλας γε καὶ τὸν οὐρανόν.

Πισθέταιρος

179οὐχ οὗτος οὖν δήπου ʼστὶν ὀρνίθων πόλος;

Ἔποψ

180πόλος; τίνα τρόπον;

Πισθέταιρος

180bὥσπερ ἂν εἴποι τις τόπος.

181ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται

182ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.

183ἢν δʼ οἰκίσητε τοῦτο καὶ φάρξηθʼ ἅπαξ,

184ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.

185ὥστʼ ἄρξετʼ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,

186τοὺς δʼ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.

Ἔποψ

187πῶς;

Πισθέταιρος

187bἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.

188εἶθʼ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα

189Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,

190οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,

191ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,

192διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους

193τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.

Ἔποψ

194ἰοὺ ἰού·

194aμὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,

195μὴ ʼγὼ νόημα κομψότερον ἤκουσά πω·

196ὥστʼ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,

197εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.

Πισθέταιρος

198τίς ἂν οὖν τὸ πρᾶγμʼ αὐτοῖς διηγήσαιτο;

Ἔποψ

198bσύ.

199ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ

200ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.

Πισθέταιρος

201πῶς δῆτʼ ἂν αὐτοὺς ξυγκαλέσειας;

Ἔποψ

201bῥᾳδίως.

202δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλʼ ἐς τὴν λόχμην,

203ἔπειτʼ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,

204καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος

205ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.

Πισθέταιρος

206ὦ φίλτατʼ ὀρνίθων σὺ μή νυν ἕσταθι·

207ἀλλʼ ἀντιβολῶ σʼ ἄγʼ ὡς τάχιστʼ ἐς τὴν λόχμην

208ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.

Parodos 2

Monody 1

Ἔποψ

209ἄγε σύννομέ μοι παῦσαι μὲν ὕπνου,

210λῦσον δὲ νόμους ἱερῶν ὕμνων,

211οὓς διὰ θείου στόματος θρηνεῖς

212τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν·

213ἐλελιζομένης δʼ ἱεροῖς μέλεσιν

214γένυος ξουθῆς

215καθαρὰ χωρεῖ διὰ φυλλοκόμου

216μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας,

217ἵνʼ ὁ χρυσοκόμας Φοῖβος ἀκούων

218τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων

219ἐλεφαντόδετον φόρμιγγα θεῶν

220ἵστησι χορούς· διὰ δʼ ἀθανάτων

221στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ

222θεία μακάρων ὀλολυγή.

(ἁὐλεἶ)

Πισθέταιρος

223ὦ Ζεῦ βασιλεῦ τοῦ φθέγματος τοὐρνιθίου·

224οἶον κατεμελίτωσε τὴν λόχμην ὃλην.

Ἐυελπίδης

225οὗτος.

Πισθέταιρος

225bτί ἔστιν;

225cοὐ σιωπήσει;

Ἐυελπίδης

225dτί δαί;

Πισθέταιρος

226οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.

Monody 2

Ἔποψ

227ἐποποῖ ποποποποποποποῖ,

228ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ,

229ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων·

230ὅσοι τʼ εὐσπόρους ἀγροίκων γύας

231νέμεσθε, φῦλα μυρία κριθοτράγων

232σπερμολόγων τε γένη

233ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν·

234ὅσα τʼ ἐν ἄλοκι θαμὰ

235βῶλον ἀμφιτιττυβίζεθʼ ὧδε λεπτὸν

236ἡδομένᾳ φωνᾷ·

237τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό.

238ὅσα θʼ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ

239κλάδεσι νομὸν ἔχει,

240τά τε κατʼ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα,

242ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν·

243τριοτὸ τριοτὸ τοτοβρίξ·

244οἵ θʼ ἑλείας παρʼ αὐλῶνας ὀξυστόμους

245ἐμπίδας κάπτεθʼ, ὅσα τʼ εὐδρόσους γῆς τόπους

246ἔχετε λειμῶνά τʼ ἐρόεντα Μαραθῶνος, ὄρνις

248πτερυγοποίκιλός τʼ ἀτταγᾶς ἀτταγᾶς.

250ὧν τʼ ἐπὶ πόντιον οἶδμα θαλάσσης

251φῦλα μετʼ ἀλκυόνεσσι ποτῆται,

252δεῦρʼ ἴτε πευσόμενοι τὰ νεώτερα,

253πάντα γὰρ ἐνθάδε φῦλʼ ἀθροΐζομεν

254οἰωνῶν ταναοδείρων.

255ἥκει γὰρ τις δριμὺς πρέσβυς

256καινὸς γνώμην

257καινῶν τʼ ἔργων ἐγχειρητής.

258ἀλλʼ ἴτʼ ἐς λόγους ἅπαντα,

259δεῦρο δεῦρο δεῦρο δεῦρο.

Χορός

260τοροτοροτοροτοροτίξ.

261κικκαβαῦ κικκαβαῦ.

262τοροτοροτοροτορολιλιλίξ.

Πισθέταιρος

263ὁρᾷς τινʼ ὄρνιν;

Ἐυελπίδης

263bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·

264καίτοι κέχηνά γʼ ἐς τὸν οὐρανὸν βλέπων.

Πισθέταιρος

265ἄλλως ἄρʼ οὕποψ, ὡς ἔοικʼ, ἐς τὴν λόχμην

266ἐσβὰς ἐπῷζε χαραδριὸν μιμούμενος.

Lyric 3

Ὄρνις Τις

267τοροτὶξ τοροτίξ.

Πισθέταιρος

268ὦγάθʼ ἀλλʼ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.

Ἐυελπίδης

269νὴ Δίʼ ὄρνις δῆτα. τίς ποτʼ ἐστίν; οὐ δήπου ταὧς;

Πισθέταιρος

270οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὑτοσί;

Ἔποψ

271οὗτος οὐ τῶν ἠθάδων τῶνδʼ ὧν ὁρᾶθʼ ὑμεῖς ἀεί,

272ἀλλὰ λιμναῖος.

Ἐυελπίδης

272bβαβαὶ καλός γε καὶ φοινικιοῦς.

Ἔποψ

273εἰκότως γε· καὶ γὰρ ὄνομʼ αὐτῷ ʼστὶ φοινικόπτερος.

Ἐυελπίδης

274οὗτος ὦ σέ τοι.

Πισθέταιρος

274bτί βωστρεῖς;

Ἐυελπίδης

274cἕτερος ὄρνις οὑτοσί.

Πισθέταιρος

275νὴ Δίʼ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.

276τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;

Ἔποψ

277ὄνομα τούτῳ Μῆδός ἐστο.

Πισθέταιρος

277bΜῆδος; ὦναξ Ἡράκλεις·

278εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;

Ἐυελπίδης

279ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.

Πισθέταιρος

280τί τὸ τέρας τουτί ποτʼ ἐστίν; οὐ σὺ μόνος ἄρʼ ἦσθʼ ἔποψ,

281ἀλλὰ χοὖτος ἕτερος;

Ἔποψ

281bοὑτοσὶ μέν ἐστι Φιλοκλέους

282ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις

283Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.

Πισθέταιρος

284Καλλίας ἄρʼ οὗτος οὕρνις ἐστίν· ὡς πτερορρυεῖ.

Ἐυελπίδης

285ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται,

286αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.

Πισθέταιρος

287ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.

288τίς ὀνομάξεταί ποθʼ οὗτος;

Ἔποψ

288bοὑτοσὶ κατωφαγᾶς.

Πισθέταιρος

289ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;

Ἐυελπίδης

290πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;

Πισθέταιρος

291ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων;

292ἦ ʼπὶ τὸν δίαυλον ἦλθον;

Ἔποψ

292bὥσπερ οἱ Κᾶρες μὲν οὖν

293ἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα.

Πισθέταιρος

294ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν

295ὀρνέων;

Ἐυελπίδης

295bὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,

296οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον.

Ἔποψ

297οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,

298οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών.

Πισθέταιρος

299τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς;

Ἔποψ

299bὅστις ἐστί; κειρύλος.

Πισθέταιρος

300κειρύλος γάρ ἐστιν ὄρνις;

Ἔποψ

300bοὐ γάρ ἐστι Σποργίλος;

301χαὐτηί γε γλαῦξ.

Ἐυελπίδης

301bτί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν;

Ἔποψ

302κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ

303νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις

304πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήνη δρύοψ.

Πισθέταιρος

305ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων·

306οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.

307ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι

308καὶ βλέπουσιν ἐς σὲ κἀμέ.

Ἐυελπίδης

308bτοῦτο μὲν κἀμοὶ δοκεῖ.

Χορός

310ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃς

311ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;

Ἔποψ

312οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.

Χορός

313τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲ

315πρὸς ἐμὲ φίλον ἔχων;

Ἔποψ

316κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.

317ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ.

Χορός

318ποῦ; πᾷ; πῶς φῄς;

Ἔποψ

320φήμʼ ἀπʼ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο·

321ἥκετον δʼ ἔχοντε πρέμνον πράγματος πελωρίου.

Χορός

322ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ʼτράφην ἐγώ,

323πῶς λέγεις;

Ἔποψ

323bμήπω φοβηθῇς τὸν λόγον.

Χορός

323cτί μʼ ἠργάσω;

Ἔποψ

324ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.

Χορός

325καὶ δέδρακας τοῦτο τοὔργον;

Ἔποψ

325bκαὶ δεδρακώς γʼ ἥδομαι.

Χορός

326κἀστὸν ἤδη που παρʼ ἡμῖν;

Ἔποψ

326bεἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ.

Agon 3

Strophe 1

Χορός

327ἔα ἔα,

328προδεδόμεθʼ ἀνόσιά τʼ ἐπάθομεν·

329ὃς γὰρ φίλος ἦν ὁμότροφά θʼ ἡμῖν

330ἐνέμετο πεδία παρʼ ἡμῖν,

331παρέβη μὲν θεσμοὺς ἀρχαίους,

332παρέβη δʼ ὅρκους ὀρνίθων·

333ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τʼ ἐμὲ παρὰ

334γένος ἀνόσιον, ὅπερ ἐξότʼ ἐγένετʼ ἐπʼ ἐμοὶ

335πολέμιον ἐτράφη.

Katakeleusmenos 2

Χορός

336ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος·

337τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην

338διαφορηθῆναί θʼ ὑφʼ ἡμῶν.

Πισθέταιρος

338bὡς ἀπωλόμεσθʼ ἄρα.

Epirrheme 3

Ἐυελπίδης

339αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.

340ἐπὶ τί γάρ μʼ ἐκεῖθεν ἦγες;

Πισθέταιρος

340bἵνʼ ἀκολουθοίης ἐμοί.

Ἐυελπίδης

341ἵνα μὲν οὖν κλάοιμι μεγάλα.

Πισθέταιρος

341bτοῦτο μὲν ληρεῖς ἔχων

342κάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ʼκκοπῇς;

Antistrophe 4

Χορός

343ἰὼ ἰώ,

344ἔπαγʼ ἔπιθʼ ἐπίφερε πολέμιον

345ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ

346ἐπίβαλε περί τε κύκλωσαι·

347ὡς δεῖ τώδʼ οἰμώζειν ἄμφω

348καὶ δοῦναι ῥύγχει φορβάν.

349οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον

350οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται

351τώδʼ ἀποφυγόντε με.

Antikatakeleusmenos 5

Χορός

352ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.

353ποῦ ʼσθʼ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας.

Antepirrheme 6

Ἐυελπίδης

354τοῦτʼ ἐκεῖνο· ποῖφύγω δύστηνος;

Πισθέταιρος

354bοὗτος οὐ μενεῖς;

Ἐυελπίδης

355ἵνʼ ὑπὸ τούτων διαφορηθῶ;

Πισθέταιρος

355bπῶς γὰρ ἂν τούτους δοκεῖς

356ἐκφυγεῖν;

Ἐυελπίδης

356bοὐκ οἶδʼ ὅπως ἄν.

Πισθέταιρος

356cἀλλʼ ἐγώ τοί σοι λέγω,

357ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.

Ἐυελπίδης

358τί δὲ χύτρα νώ γʼ ὠφελήσει;

Πισθέταιρος

358bγλαῦξ μὲν οὐ πρόσεισι νῷν.

Ἐυελπίδης

359τοῖς δὲ γαμψώνυξι τοισδί;

Πισθέταιρος

359bτὸν ὀβελίσκον ἁρπάσας

360εἶτα κατάπηξον πρὸ σαυτοῦ.

Ἐυελπίδης

360bτοῖσι δʼ ὀφθαλμοῖσι τί;

Πισθέταιρος

361ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.

Ἐυελπίδης

362ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·

363ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς.

Χορός

364ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος· οὐ μέλλειν ἐχρῆν.

365ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.

Ἔποψ

366εἰπέ μοι τί μέλλετʼ ὦ πάντων κάκιστα θηρίων

367ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι

368τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;

Χορός

369φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;

370ἢ τίνας τεισαίμεθʼ ἄλλους τῶνδʼ ἂν ἐχθίους ἔτι;

Ἔποψ

371εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,

372καὶ διδάξοντές τι δεῦρʼ ἥκουσιν ὑμᾶς χρήσιμον;

Χορός

373πῶς δʼ ἂν οἵδʼ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε

374ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;

Ἔποψ

375ἀλλʼ ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.

376ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου

377οὐ μάθοις ἂν τοῦθʼ, ὁ δʼ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.

378αὐτίχʼ αἱ πόλεις παρʼ ἀνδρῶν γʼ ἔμαθον ἐχθρῶν κοὐ φίλων

379ἐκπονεῖν θʼ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς·

380τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.

Χορός

381ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,

382χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.

Πισθέταιρος

383οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγʼ ἐπὶ σκέλος.

Ἔποψ

384καὶ δίκαιόν γʼ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.

Χορός

385ἀλλὰ μὴν οὐδʼ ἄλλο σοί πω πρᾶγμʼ ἐνηντιώμεθα.

Antipnigos 7

Πισθέταιρος

386μᾶλλον εἰρήνην ἄγουσι νὴ Δίʼ, ὥστε τὴν χύτραν

387τώ τε τρυβλίω καθίει·

388καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,

389περιπατεῖν ἔχοντας ἡμᾶς

390τῶν ὅπλων ἐντός, παρʼ αὐτὴν

391τὴν χύτραν ἄκραν ὁρῶντας

392ἐγγύς· ὡς οὐ φευκτέον νῷν.

Ἐυελπίδης

393ἐτεὸν ἢν δʼ ἄρʼ ἀποθάνωμεν,

394κατορυχθησόμεσθα ποῦ γῆς;

Πισθέταιρος

395ὁ Κεραμεικὸς δέξεται νώ.

396δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,

397φήσομεν πρὸς τοὺς στρατηγοὺς

398μαχομένω τοῖς πολεμίοισιν

399ἀποθανεῖν ἐν Ὀρνεαῖς.

Choral 4

Anapests 1

Χορός

400ἄναγʼ ἐς τάξιν πάλιν ἐς ταὐτόν,

401καὶ τὸν θυμὸν κατάθου κύψας

402παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης·

403κἀναπυθώμεθα τούσδε τίνες ποτὲ

404καὶ πόθεν ἔμολον

405† ἐπὶ τίνα τʼ ἐπίνοιαν. †

406ἰὼ ἔποψ σέ τοι καλῶ.

Lyric 2

Ἔποψ

407καλεῖς δὲ τοῦ κλύειν θέλων;

Χορός

408τίνες ποθʼ οἵδε καὶ πόθεν;

Ἔποψ

409ξείνω σοφῆς ἀφʼ Ἑλλάδος.

Χορός

410τύχη δὲ ποία κομίζει

411ποτʼ αὐτὼ πρὸς ὄρνιθας

412ἐλθεῖν;

Ἔποψ

412bἔρως

413βίου διαίτης τε καὶ

414σοῦ ξυνοικεῖν τέ σοι

415καὶ ξυνεῖναι τὸ πᾶν.

Χορός

416τί φῄς;

416aλέγουσι δὴ τίνας λόγους;

Ἔποψ

417ἄπιστα καὶ πέρα κλύειν.

Χορός

418ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιον

419μονῆς, ὅτῳ πέποιθʼ

419aἐμοὶ ξυνὼν

420κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ

421φίλοισιν ὠφελεῖν ἔχειν;

Ἔποψ

422λέγει μέγαν τινʼ ὄλβον οὔτε

423λεκτὸν οὔτε πιστόν· ὡς

424σὰ γὰρ τὰ πάντα ταῦτα καὶ

425τὸ τῇδε καὶ τὸ κεῖσε καὶ

426τὸ δεῦρο προσβιβᾷ λέγων.

Χορός

427πότερα μαινόμενος;

Ἔποψ

428ἄφατον ὡς φρόνιμος.

Χορός

429ἔνι σοφόν τι φρενί;

Ἔποψ

430πυκνότατον κίναδος,

431σόφισμα κύρμα τρῖμμα παιπάλημʼ ὅλον.

Χορός

432λέγειν λέγειν κέλευέ μοι.

433κλύων γὰρ ὧν σύ μοι λέγεις

434λόγων ἀνεπτέρωμαι.

Episode 5

Ἔποψ

435ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν

436ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ

437ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου·

438σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼ

439φράσον, δίδαξον.

Πισθέταιρος

439bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,

440ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶ

441ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,

441aὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ

442μήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν —

Χορός

442bοὔτι που

443τόν —; οὐδαμῶς.

Πισθέταιρος

443bοὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.

Χορός

444διατίθεμαι ʼγώ.

Πισθέταιρος

444bκατόμοσόν νυν ταῦτά μοι.

Χορός

445ὄμνυμʼ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς

446καὶ τοῖς θεαταῖς πᾶσιν.

Πισθέταιρος

446bἔσται ταυταγί.

Χορός

447εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.

Κῆρυξ

448ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ

449ἀνελομένους θὤπλʼ ἀπιέναι πάλιν οἴκαδε,

450σκοπεῖν δʼ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.

Agon 6

Strophe 1

Χορός

451δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον

452πέφυκεν ἄνθρωπος· σὺ δʼ ὅμως λέγε μοι.

453τάχα γὰρ τύχοις ἂν

454χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ

455δύναμίν τινα μείζω

456παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου·

457σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν.

458ὃ γὰρ ἂν σὺ τύχῃς μοι

459ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.

Katakeleusmos 2

Χορός

460ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,

461λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.

Epirrheme 3

Πισθέταιρος

462καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,

463ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον· καταχεῖσθαι

464κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.

Ἐυελπίδης

464bδειπνήσειν μέλλομεν; ἢ τί;

Πισθέταιρος

465μὰ Δίʼ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,

466ὅ το τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγῶ,

467οἵτινες ὄντες πρότερον βασιλῆς —

Χορός

467bἡμεῖς βασιλῆς; τίνος;

Πισθέταιρος

467cὑμεῖς

468πάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,

469ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,

470καὶ γῆς.

Χορός

470bκαὶ γῆς;

Πισθέταιρος

470cνὴ τὸν Ἀπόλλω.

Χορός

470dτουτὶ μὰ Δίʼ οὐκ ἐπεπύσμην.

Πισθέταιρος

471ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας,

472ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,

473προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνῄσκειν·

474γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν

475ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.

Ἐυελπίδης

476ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.

Πισθέταιρος

477οὔκουν δῆτʼ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,

478ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθʼ ἡ βασιλεία;

Ἐυελπίδης

479νὴ τὸν Ἀπόλλω· πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν·

480οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.

Πισθέταιρος

481ὡς δʼ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,

482ἀλλʼ ὄρνιθες, κἀβασίλευον, πόλλʼ ἐστὶ τεκμήρια τούτων.

483αὐτίκα δʼ ὑμῖν πρῶτʼ ἐπιδείξω τὸν ἀλεκτρυόνʼ, ὡς ἐτυράννει

484ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,

485ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτʼ ἐκείνης.

Ἐυελπίδης

486διὰ ταῦτʼ ἄρʼ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει

487ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.

Πισθέταιρος

488οὕτω δʼ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστʼ ἔτι καὶ νῦν

489ὑπὸ τῆς ῥώμης τῆς τότʼ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,

490ἀναπηδῶσιν πάντες ἐπʼ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι

491σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί·

492οἱ δὲ βαδίζουσʼ ὑποδησάμενοι νύκτωρ.

Ἐυελπίδης

492bἐμὲ τοῦτό γʼ ἐρώτα.

493χλαῖναν γὰρ ἀπώλεσʼ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.

494ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,

495κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρʼ ᾖσεν·

496κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω

497ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον·

498κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δʼ ἀπέβλισε θοἰμάτιόν μου.

Πισθέταιρος

499ἰκτῖνος δʼ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.

Χορός

500τῶν Ἑλλήνων;

Πισθέταιρος

500bκαὶ κατέδειξέν γʼ οὗτος πρῶτος βασιλεύων

501προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.

Ἐυελπίδης

501bνὴ τὸν Διόνυσον, ἐγὼ γοῦν

502ἐκυλινδούμην ἰκτῖνον ἰδών· κᾆθʼ ὕπτιος ὢν ἀναχάσκων

503ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδʼ ἀφεῖλκον.

Πισθέταιρος

504Αἰγύπτου δʼ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν·

505χὠπόθʼ ὁ κόκκυξ εἴποι κόκκυ, τότʼ ἂν οἱ Φοίνικες ἅπαντες

506τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.

Ἐυελπίδης

507τοῦτʼ ἄρʼ ἐκεῖνʼ ἦν τοὔπος ἀληθῶς· κόκκυψωλοὶ πεδίονδε.

Πισθέταιρος

508ἦρχον δʼ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστʼ εἴ τις καὶ βασιλεύοι

509ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,

510ἐπὶ τῶν σκήπτρων ἐκάθητʼ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.

Ἐυελπίδης

511τουτὶ τοίνυν οὐκ ᾔδη ʼγώ· καὶ δῆτά μʼ ἐλάμβανε θαῦμα,

512ὁπότʼ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,

513ὁ δʼ ἄρʼ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.

Πισθέταιρος

514ὃ δὲ δεινότατόν γʼ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων

515αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,

516ἡ δʼ αὖ θυγάτηρ γλαῦχʼ, ὁ δʼ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.

Ἐυελπίδης

517νὴ τὴν Δήμητρʼ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτʼ ἄρʼ ἔχουσιν;

Πισθέταιρος

518ἵνʼ ὅταν θύων τις ἔπειτʼ αὐτοῖς ἐς τὴν χεῖρʼ, ὡς νόμος ἐστίν,

519τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.

520ὤμνυ τʼ οὐδεὶς τότʼ ἂν ἀνθρώπων θεόν, ἀλλʼ ὄρνιθας ἅπαντες·

521Λάμπων δʼ ὄμνυσʼ ἔτι καὶ νυνὶ τὸν χῆνʼ, ὅταν ἐξαπατᾷ τι.

522οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τʼ ἐνόμιζον,

Pnigos 4

Πισθέταιρος

523νῦν δʼ ἀνδράποδʼ ἠλιθίους Μανᾶς·

524ὥσπερ δʼ ἤδη τοὺς μαινομένους

525βάλλουσʼ ὑμᾶς, κἀν τοῖς ἱεροῖς

526πᾶς τις ἐφʼ ὑμῖν ὀρνιθευτὴς

527ἵστησι βρόχους παγίδας ῥάβδους

528ἕρκη νεφέλας δίκτυα πηκτάς·

529εἶτα λαβόντες πωλοῦσʼ ἁθρόους·

530οἱ δʼ ὠνοῦνται βλιμάζοντες·

531κοὐδʼ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,

532ὀπτησάμενοι παρέθενθʼ ὑμᾶς,

533ἀλλʼ ἐπικνῶσιν τυρὸν ἔλαιον

534σίλφιον ὄξος καὶ τρίψαντες

535κατάχυσμʼ ἕτερον γλυκὺ καὶ λιπαρόν,

536κἄπειτα κατεσκέδασαν θερμὸν

537τοῦτο καθʼ ὑμῶν

538αὐτῶν ὥσπερ κενεβρείων.

Antistrophe 5

Χορός

539πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους

540ἤνεγκας ἄνθρωφʼ. ὡς ἐδάκρυσά γʼ ἐμῶν

541πατέρων κάκην, οἳ

542τάσδε τὰς τιμὰς προγόνων παραδόντων

543ἐπʼ ἐμοῦ κατέλυσαν.

544σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν

545ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.

546ἀναθεὶς γὰρ ἐγώ σοι

547τὰ νεοττία κἀμαυτὸν οἰκήσω.

Antikatakeleusmos 6

Χορός

548ἀλλʼ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,

549εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.

Antepirrheme 7

Πισθέταιρος

550καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,

551κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ

552περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.

Ἔποψ

553ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.

Πισθέταιρος

554κἄπειτʼ ἢν τοῦτʼ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δίʼ ἀπαιτεῖν·

555κἂν μὲν μὴ φῇ μηδʼ ἐθελήσῃ μηδʼ εὐθὺς γνωσιμαχήσῃ,

556ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν

557διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,

558ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον

559καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δʼ ἐπίωσʼ, ἐπιβάλλειν

560σφραγῖδʼ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσʼ ἔτʼ ἐκείνας.

561τοῖς δʼ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,

562ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,

563κἄπειτα θεοῖς ὕστερον αὖθις· προσνείμασθαι δὲ πρεπόντως

564τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθʼ ἕκαστον·

565ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν·

566ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν·

567ἢν δʼ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας·

568κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστʼ ὀρχίλος ὄρνις,

569ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.

Ἐυελπίδης

570ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ μέγας Ζάν.

Χορός

571καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,

572οἳ πετόμεσθα πτέρυγάς τʼ ἔχομεν;

Πισθέταιρος

572bληρεῖς· καὶ νὴ Δίʼ ὅ γʼ Ἑρμῆς

573πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.

574αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δίʼ Ἔρως γε·

575Ἥρην δέ γʼ Ὅμηρος ἔφασκʼ ἰκέλην εἶναι τρήρωνι πελείῃ.

Ἐυελπίδης

576ὁ Ζεὺς δʼ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;

Πισθέταιρος

577ἢν δʼ οὖν ὑμᾶς μὲν ὑπʼ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,

578τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν

579καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμʼ αὐτῶν ἀνακάψαι·

580κἄπειτʼ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.

Ἐυελπίδης

581οὐκ ἐθελήσει μὰ Δίʼ, ἀλλʼ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.

Πισθέταιρος

582οἱ δʼ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,

583καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ·

584εἶθʼ ὅ γʼ Ἀπόλλων ἰατρός γʼ ὢν ἰάσθω· μισθοφορεῖ δέ.

Ἐυελπίδης

585μὴ πρίν γʼ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστʼ ἀποδῶμαι.

Πισθέταιρος

586ἢν δʼ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,

587ἀγάθʼ αὐτοῖσιν πάντα παρέσται.

Ἔποψ

587bλέγε δή μοι τῶν ἀγαθῶν ἕν.

Πισθέταιρος

588πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,

589ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.

590εἶθʼ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,

591ἀλλʼ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.

Ἔποψ

592πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρʼ ἐρῶσιν.

Πισθέταιρος

593τὰ μέταλλʼ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,

594τάς τʼ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,

595ὥστʼ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.

Ἔποψ

595bπῶς οὐκ ἀπολεῖται;

Πισθέταιρος

596προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ·

597νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται· νυνὶ πλεῖ, κέρδος ἐπέσται.

Ἐυελπίδης

598γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρʼ ὑμῖν.

Πισθέταιρος

599τοὺς θησαυρούς τʼ αὐτοῖς δείξουσʼ οὓς οἱ πρότεροι κατέθεντο

600τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες,

601οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρʼ ὄρνις.

Ἐυελπίδης

602πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.

Ἔποψ

603πῶς δʼ ὑγιείαν δώσουσʼ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;

Πισθέταιρος

604ἢν εὖ πράττωσʼ, οὐχ ὑγιεία μεγάλη τοῦτʼ ἐστί; σάφʼ ἴσθι,

605ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.

Ἔποψ

606πῶς δʼ ἐς γῆράς ποτʼ ἀφίξονται; καὶ γὰρ τοῦτʼ ἔστʼ ἐν Ὀλύμπῳ·

607ἢ παιδάριʼ ὄντʼ ἀποθνῄσκειν δεῖ;

Πισθέταιρος

607bμὰ Δίʼ ἀλλὰ τριακόσιʼ αὐτοῖς

608ἔτι προσθήσουσʼ ὄρνιθες ἔτη.

Ἔποψ

608bπαρὰ τοῦ;

Πισθέταιρος

608cπαρʼ ὅτου; παρʼ ἑαυτῶν.

609οὐκ οἶσθʼ ὅτι πέντʼ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;

Ἐυελπίδης

610αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.

Pnigos 8

Πισθέταιρος

611οὐ γὰρ πολλῷ;

612πρῶτον μέν γʼ οὐχὶ νεὼς ἡμᾶς

613οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,

614οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,

615ἀλλʼ ὑπὸ θάμνοις καὶ πρινιδίοις

616οἰκήσουσιν. τοῖς δʼ αὖ σεμνοῖς

617τῶν ὀρνίθων δένδρον ἐλάας

618ὁ νεὼς ἔσται· κοὐκ ἐς Δελφοὺς

619οὐδʼ εἰς Ἄμμωνʼ ἐλθόντες ἐκεῖ

620θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροις

621καὶ τοῖς κοτίνοις στάντες ἔχοντες

622κριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖς

623ἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶν

624διδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖν

625παραχρῆμʼ ἔσται

626πυροὺς ὀλίγους προβαλοῦσιν.

Lyric-Scene 7

Anapests 1

Χορός

627ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,

628οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην.

Lyric 2

Χορός

629ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις

630ἐπηπείλησα καὶ κατώμοσα,

631ἢν σὺ παρʼ ἐμὲ θέμενος

632ὁμόφρονας λόγους δικαίους

633ἀδόλους ὁσίους

634ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ

Anapests 3

Χορός

635φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον

636θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.

Lyric 4

Χορός

637ἀλλʼ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθʼ ἡμεῖς·

638ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντʼ ἀνάκειται.

Episode 8

Ἔποψ

639καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν ἔτι

640ὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,

641ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δέ γε

641aεἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴν

642καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,

643καὶ τοὔνομʼ ἡμῖν φράσατον.

Πισθέταιρος

643bἀλλὰ ῥᾴδιον.

644ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ

645Εὐελπίδης Κριῶθεν.

Ἔποψ

645bἀλλὰ χαίρετον

646ἄμφω.

Πισθέταιρος

646bδεχόμεθα.

Ἔποψ

646cδεῦρο τοίνυν εἴσιτον.

Πισθέταιρος

647ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.

Ἔποψ

647bἴθι.

Πισθέταιρος

648ἀτὰρ τὸ δεῖνα, δεῦρʼ ἐπανάκρουσαι πάλιν.

649φέρʼ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ

650ξυνεσόμεθʼ ὑμῖν πετομένοις οὐ πετομένω;

Ἔποψ

651καλῶς.

Πισθέταιρος

651bὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις

652ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχʼ, ὡς

653φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.

Ἔποψ

654μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,

655ὃ διατραγόντʼ ἔσεσθον ἐπτερωμένω.

Πισθέταιρος

656οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία

657καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.

Anapests 1

Χορός

658οὗτος σὲ καλῶ, σὲ λέγω.

Anapests 2

Ἔποψ

658bτί καλεῖς;

Anapests 3

Χορός

658cτούτους μὲν ἄγων μετὰ σαυτοῦ

659ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις

660κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης.

Πισθέταιρος

661ὦ τοῦτο μεντοι νὴ Δίʼ αὐτοῖσιν πιθοῦ·

662ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.

Ἐυελπίδης

663ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα

664καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.

Ἔποψ

665ἀλλʼ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη

666ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.

Πισθέταιρος

667ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλὸν τοὐρνίθιον,

668ὡς δʼ ἁπαλόν, ὡς δὲ λευκόν.

Ἐυελπίδης

668bἆρά γʼ οἶσθʼ ὅτι

669ἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως;

Πισθέταιρος

670ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.

Ἐυελπίδης

671ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.

Πισθέταιρος

672ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.

Ἐυελπίδης

673ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴ

674ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν.

Ἔποψ

675ἴωμεν.

Πισθέταιρος

675bἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.

Parabasis 9

Prelude 1

Χορός

676ὦ φίλη, ὦ ξουθή,

677ὦ φίλτατον ὀρνέων

678πάντων, ξύννομε τῶν ἐμῶν

679ὕμνων, ξύντροφʼ ἀηδοῖ,

680ἦλθες ἦλθες ὤφθης,

681ἡδὺν φθόγγον ἐμοὶ φέρουσʼ.

682ἀλλʼ ὦ καλλιβόαν κρέκουσʼ

683αὐλὸν φθέγμασιν ἠρινοῖς,

684ἄρχου τῶν ἀναπαίστων.

Parabasis 2

Χορός

685ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,

686ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλʼ ἀμενηνά,

687ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι,

688προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν,

689τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν,

690ἵνʼ ἀκούσαντες πάντα παρʼ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων.

691φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τʼ Ἐρέβους τε Χάους τε

692εἰδότες ὀρθῶς, Προδίκῳ παρʼ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν.

693Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς,

694γῆ δʼ οὐδʼ ἀὴρ οὐδʼ οὐρανὸς ἦν· Ἐρέβους δʼ ἐν ἀπείροσι κόλποις

695τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,

696ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,

697στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.

698οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν

699ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.

700πρότερον δʼ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα·

701ξυμμιγνυμένων δʼ ἑτέρων ἑτέροις γένετʼ οὐρανὸς ὠκεανός τε

702καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. ὦδε μέν ἐσμεν

703πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δʼ ὡς ἐσμὲν Ἔρωτος

704πολλοῖς δῆλον· πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν·

705πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας

706διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί,

707ὁ μὲν ὄρτυγα δοὺς ὁ δὲ πορφυρίωνʼ ὁ δὲ χῆνʼ ὁ δὲ Περσικὸν ὄρνιν.

Parabasis 3

Χορός

708πάντα δὲ θνητοῖς ἐστὶν ἀφʼ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.

709πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος χειμῶνος ὀπώρας·

710σπείρειν μέν, ὅταν γέρανος κρώζουσʼ ἐς τὴν Λιβύην μεταχωρῇ.

711καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν,

712εἶτα δʼ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ.

713ἰκτῖνος δʼ αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει,

714ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών,

715ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι.

716ἐσμὲν δʼ ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων.

717ἐλθόντες γὰρ πρῶτον ἐπʼ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,

718πρός τʼ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.

719ὄρνιν τε νομίζετε πάνθʼ ὅσαπερ περὶ μαντείας διακρίνει·

720φήμη γʼ ὑμῖν ὄρνις ἐστί, πταρμόν τʼ ὄρνιθα καλεῖτε,

721ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντʼ ὄρνιν, ὄνον ὄρνιν.

722ἆρʼ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων;

Pnigos 4

Χορός

723ἢν οὖν ἡμᾶς νομίσητε θεούς,

724ἕξετε χρῆσθαι μάντεσι Μούσαις

725αὔραις ὥραις χειμῶνι θέρει

726μετρίῳ πνίγει· κοὐκ ἀποδράντες

727καθεδούμεθʼ ἄνω σεμνυνόμενοι

728παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς·

729ἀλλὰ παρόντες δώσομεν ὑμῖν

730αὐτοῖς, παισίν, παίδων παισίν,

731πλουθυγιείαν

732εὐδαιμονίαν βίον εἰρήνην

733νεότητα γέλωτα χοροὺς θαλίας

734γάλα τʼ ὀρνίθων. ὥστε παρέσται

735κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν·

736οὕτω πλουτήσετε πάντες.

Strophe 1

Χορός

737Μοῦσα λοχμαία,

738τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίγξ,

739ποικίλη, μεθʼ ἧς ἐγὼ

740νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,

741τιὸ τιὸ τιὸ τιοτίγξ,

742ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,

743τιὸ τιὸ τιὸ τιοτίγξ,

744διʼ ἐμῆς γένυος ξουθῆς μελέων

745Πανὶ νόμους ἱεροὺς ἀναφαίνω

746σεμνά τε μητρὶ χορεύματʼ ὀρείᾳ,

747τοτοτοτοτοτοτοτοτοτίγξ,

748ἔνθεν ὡστερεὶ μέλιττα

749Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶ

750φέρων γλυκεῖαν ᾠδάν.

751τιὸ τιὸ τιὸ τιοτίγξ.

Epirrheme 6

Χορός

752εἰ μετʼ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται

753διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.

755ὅσα γάρ ἐστιν ἐνθάδʼ αἰσχρὰ τῷ νόμῳ κρατούμενα,

756ταῦτα πάντʼ ἐστὶν παρʼ ἡμῖν τοῖσιν ὄρνισιν καλά.

757εἰ γὰρ ἐνθάδʼ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,

758τοῦτʼ ἐκεῖ καλὸν παρʼ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ

759προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ.

760εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,

761ἀτταγᾶς οὗτος παρʼ ἡμῖν ποικίλος κεκλήσεται.

762εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,

763φρυγίλος ὄρνις ἐνθάδʼ ἔσται, τοῦ Φιλήμονος γένους.

764εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,

765φυσάτω πάππους παρʼ ἡμῖν, καὶ φανοῦνται φράτερες.

766εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας

767βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον·

768ὡς παρʼ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.

Antistrophe 7

Χορός

769τοιάδε κύκνοι,

770τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ,

771συμμιγῆ βοὴν ὁμοῦ

772πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω,

773τιὸ τιὸ τιὸ τιοτίγξ,

774ὄχθῳ ἐφεζόμενοι παρʼ Ἕβρον ποταμόν,

775τιὸ τιὸ τιὸ τιοτίγξ,

776διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά·

777πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν,

778κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη,

779τοτοτοτοτοτοτοτοτοτίγξ·

780πᾶς δʼ ἐπεκτύπησʼ Ὄλυμπος·

781εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιάδες δὲ μέλος Χάριτες

782Μοῦσαί τʼ ἐπωλόλυξαν.

783τιὸ τιὸ τιὸ τιοτίγξ.

Antepirrheme 8

Χορός

785οὐδέν ἐστʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦσαι πτερά.

786αὐτίχʼ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος,

787εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,

788ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,

789κᾆτʼ ἂν ἐμπλησθεὶς ἐφʼ ἡμᾶς αὖθις αὖ κατέπτετο.

790εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν,

791οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλʼ ἀνέπτετο,

792κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο·

793εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,

794κᾆθʼ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,

795οὗτος ἂν πάλιν παρʼ ὑμῶν πτερυγίσας ἀνέπτετο,

796εἶτα…

797ἆρʼ…

The complete text is available when the reading interface loads.