Λυσιστράτη
Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης
- Scientific editors
- F. W. Hall, W. M. Geldart
- Edition reference
- Aristophanis Comoediae · Oxford · Clarendon Press · 1907
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Prologue 1
Λυσιστράτη
1ἀλλʼ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
2ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ ἢ ʼς Γενετυλλίδος,
3οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
4νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
5πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.
6χαῖρʼ ὦ Καλονίκη.
Καλονίκη
6bκαὶ σύ γʼ ὦ Λυσιστράτη.
7τί συντετάραξαι; μὴ σκυθρώπαζʼ ὦ τέκνον.
8οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτη
9ἀλλʼ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
10καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
11ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
12εἶναι πανοῦργοι—
Καλονίκη
12bκαὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστράτη
13εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδε
14βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15εὕδουσι κοὐχ ἥκουσιν.
Καλονίκη
15bἀλλʼ ὦ φιλτάτη
16ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
17ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,
18ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
19κατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.
Λυσιστράτη
20ἀλλʼ ἕτερά τἄρʼ ἦν τῶνδε προὐργιαίτερα
21αὐταῖς.
Καλονίκη
21bτί δʼ ἐστὶν ὦ φίλη Λυσιστράτη,
22ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
23τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστράτη
23bμέγα.
Καλονίκη
23cμῶν καὶ παχύ;
Λυσιστράτη
24καὶ νὴ Δία παχύ.
Καλονίκη
24bκᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη
25οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
26ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον
27πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκη
28ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτη
29οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος
30ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Καλονίκη
31ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα.
Λυσιστράτη
32ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
33ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους—
Καλονίκη
34βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.
Λυσιστράτη
35Βοιωτίους τε πάντας ἐξολωλέναι.
Καλονίκη
36μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτη
37περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι
38τοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι.
39ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε
40αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
41ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονίκη
42τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
43ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,
44κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45καὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;
Λυσιστράτη
46ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,
47τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
48χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
Καλονίκη
49τίνα δὴ τρόπον ποθʼ;
Λυσιστράτη
49bὥστε τῶν νῦν μηδένα
50ἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ—
Καλονίκη
51κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.
Λυσιστράτη
52μηδʼ ἀσπίδα λαβεῖν—
Καλονίκη
52bΚιμμερικὸν ἐνδύσομαι.
Λυσιστράτη
53μηδὲ ξιφίδιον.
Καλονίκη
53bκτήσομαι περιβαρίδας.
Λυσιστράτη
54ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;
Καλονίκη
55οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.
Λυσιστράτη
56ἀλλʼ ὦ μέλʼ ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,
57ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
58ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
59οὐδʼ ἐκ Σαλαμῖνος.
Καλονίκη
59bἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτι
60ἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.
Λυσιστράτη
61οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
62πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
63γυναῖκας, οὐχ ἥκουσιν.
Καλονίκη
63bἡ γοῦν Θεογένους
64ὡς δεῦρʼ ἰοῦσα θοὐκάταιον ἤρετο.
65ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
66Lines 66 and 67 first part reassigned based on print edition.αἱδί θʼ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού,
67πόθεν εἰσίν;
Λυσιστράτη
67bἈναγυρουντόθεν.
Καλονίκη
67cνὴ τὸν Δία·
68ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
Μυρρίνη
69μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
70τί φῄς; τί σιγᾷς;
Λυσιστράτη
70bοὔ σʼ ἐπαινῶ Μυρρίνη
71ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
Μυρρίνη
72μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
73ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
Λυσιστράτη
74μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ οὕνεκα
75τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
76γυναῖκας ἐλθεῖν.
Μυρρίνη
76bπολὺ σὺ κάλλιον λέγεις.
77ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
Λυσιστράτη
78ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
79οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
80ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
81κἂν ταῦρον ἄγχοις.
Λαμπιτώ
81bμάλα γʼ οἰῶ ναὶ τὼ σιώ·
82γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
Καλονίκη
83ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
Λαμπιτώ
84ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.
Λυσιστράτη
85ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;
Λαμπιτώ
86πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
87ἵκει ποθʼ ὑμέ.
Μυρρίνη
87bνὴ μὰ Δία Βοιωτία,
88καλόν γʼ ἔχουσα τὸ πεδίον.
Καλονίκη
88bκαὶ νὴ Δία
89κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
Λυσιστράτη
90τίς δʼ ἡτέρα παῖς;
Λαμπιτώ
90bχαΐα ναὶ τὼ σιώ,
91Κορινθία δʼ αὖ.
Καλονίκη
91bχαΐα νὴ τὸν Δία
92δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.
Λαμπιτώ
93τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
94τὸν τᾶν γυναικῶν;
Λυσιστράτη
94bἥδʼ ἐγώ.
Λαμπιτώ
94cμύσιδδέ τοι
95ὅ τι λῇς ποθʼ ἁμέ.
Καλονίκη
95bνὴ Δίʼ ὦ φίλη γύναι,
96λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.
Λυσιστράτη
97λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ
98ἐπερήσομαί τι μικρόν.
Καλονίκη
98bὅ τι βούλει γε σύ.
Λυσιστράτη
99τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
100ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτι
101πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
Καλονίκη
102ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
103ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
Μυρρίνη
104ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
Λαμπιτώ
105ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
106πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
Λυσιστράτη
107ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
108ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
109οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,
110ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.
111ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,
112μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
Καλονίκη
112bνὴ τὼ θεώ·
113ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον
114τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
Μυρρίνη
115ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
116δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
Λαμπιτώ
117ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω
118ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.
Λυσιστράτη
119λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
120ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν
121ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
122ἀφεκτέʼ ἐστὶ—
Καλονίκη
122bτοῦ; φράσον.
Λυσιστράτη
122cποιήσετʼ οὖν;
Καλονίκη
123ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
Λυσιστράτη
124ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
125τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
126αὗται τί μοιμυᾶτε κἀνανεύετε;
127τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
128ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;
Καλονίκη
129οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Μυρρίνη
130μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Λυσιστράτη
131ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε
132ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
Καλονίκη
133ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς
134ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.
135οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.
Λυσιστράτη
136τί δαὶ σύ;
Ἄλλη
136bκἀγὼ βούλομαι διὰ τοῦ πυρός.
Λυσιστράτη
137ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
138οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
139οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
141μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν,
142ξυμψήφισαί μοι.
Λαμπιτώ
142bχαλεπὰ μὲν ναὶ τὼ σιὼ
143γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
144ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.
Λυσιστράτη
145ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
Καλονίκη
146εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις,
147ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
148γένοιτʼ ἂν εἰρήνη;
Λυσιστράτη
148bπολύ γε νὴ τὼ θεώ.
149εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι,
150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις
151γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
152στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
153ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα,
154σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.
Λαμπιτώ
155ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ
156γυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος.
Καλονίκη
157τί δʼ ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς ὦ μέλε;
Λυσιστράτη
158τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
Καλονίκη
159φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα.
160ἐὰν λαβόντες δʼ ἐς τὸ δωμάτιον βίᾳ
161ἕλκωσιν ἡμᾶς;
Λυσιστράτη
161bἀντέχου σὺ τῶν θυρῶν.
Καλονίκη
162ἐὰν δὲ τύπτωσιν;
Λυσιστράτη
162bπαρέχειν χρὴ κακὰ κακῶς.
163οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
164κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ
165ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεται
166ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
Καλονίκη
167εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
Λαμπιτώ
168καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
169παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·
170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
171πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
Λυσιστράτη
172ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.
Λαμπιτώ
173οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες,
174καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
Λυσιστράτη
175ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·
176καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
177ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
178ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
179θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
Λαμπιτώ
180παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
Λυσιστράτη
181τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ
182ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
Λαμπιτώ
183πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
Λυσιστράτη
184καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις;
185θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
186καί μοι δότω τὰ τόμιά τις.
Καλονίκη
186bΛυσιστράτη
187τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς;
Λυσιστράτη
187bὅντινα;
188εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ,
189μηλοσφαγούσας.
Καλονίκη
189bμὴ σύ γʼ ὦ Λυσιστράτη
190εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
Λυσιστράτη
191τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος;
Καλονίκη
191bεἰ λευκόν ποθεν
192ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.
Λυσιστράτη
193ποῖ λευκὸν ἵππον;
Καλονίκη
193bἀλλὰ πῶς ὀμούμεθα
194ἡμεῖς;
Λυσιστράτη
194bἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.
195θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
196μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
197ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.
Λαμπιτώ
198φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
Λυσιστράτη
199φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
Μυρρίνη
200ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.
Καλονίκη
201ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
Λυσιστράτη
202καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
203δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
204τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
Καλονίκη
205εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
Λαμπιτώ
206καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.
Μυρρίνη
207ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.
Καλονίκη
208μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
Λυσιστράτη
209λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·
210λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·
211ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
212οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
Καλονίκη
213οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
Λυσιστράτη
214ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.
Καλονίκη
215ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ
216ὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.
Λυσιστράτη
217οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
Καλονίκη
218οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
Λυσιστράτη
219κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
Καλονίκη
220κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—
Λυσιστράτη
221ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
Καλονίκη
222ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
Λυσιστράτη
223κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Καλονίκη
224κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Λυσιστράτη
225ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
Καλονίκη
226ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—
Λυσιστράτη
227κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Καλονίκη
228κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Λυσιστράτη
229οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Καλονίκη
230οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Λυσιστράτη
231οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Καλονίκη
232οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Λυσιστράτη
233ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
Καλονίκη
234ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
Λυσιστράτη
235εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Καλονίκη
236εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Λυσιστράτη
237συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι;
Μυρρίνη
237bνὴ Δία.
Λυσιστράτη
238φέρʼ ἐγὼ καθαγίσω τήνδε.
Καλονίκη
238bτὸ μέρος γʼ ὦ φίλη,
239ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
Λαμπιτώ
240τίς ὡλολυγά;
Λυσιστράτη
240bτοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
241αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ
242ἤδη κατειλήφασιν. ἀλλʼ ὦ Λαμπιτοῖ
243σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει,
244τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε·
245ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει
246ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
Καλονίκη
247οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει
248τοὺς ἄνδρας εὐθύς;
Λυσιστράτη
248bὀλίγον αὐτῶν μοι μέλει.
249οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ
250ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας
251ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.
Καλονίκη
252μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂν
253ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.
Parodos 2
Χορὸς γερόντων
254χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς
255κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.
Strophe 1
Χορὸς γερόντων
256ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,
259ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ ὦ Στρυμόδωρʼ ἀκοῦσαι
260γυναῖκας, ἃς ἐβόσκομεν
261κατʼ οἶκον ἐμφανὲς κακόν,
262κατὰ μὲν ἅγιον ἔχειν βρέτας,
263κατὰ δʼ ἀκρόπολιν ἐμὰν λαβεῖν
264μοχλοῖς δὲ καὶ κλῄθροισι
265τὰ προπύλαια πακτοῦν;
Χορὸς γερόντων
266ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,
267ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,
268ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον,
269μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
270πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
Antistrophe 1
Χορὸς γερόντων
273οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἐμοῦ ζῶντος ἐγχανοῦνται·
274ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,
275ἀπῆθεν ἀψάλακτος, ἀλλʼ
276ὅμως Λακωνικὸν πνέων
277ᾤχετο θὤπλα παραδοὺς ἐμοί,
278σμικρὸν ἔχων πάνυ τριβώνιον,
279πινῶν ῥυπῶν ἀπαράτιλτος,
280ἓξ ἐτῶν ἄλουτος.
Tetrameters 3
Χορὸς γερόντων
281οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς
282ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
283τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς
284ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
285μή νυν ἔτʼ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
Strophe 2
Χορὸς γερόντων
286ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ
287λοιπόν ἐστι χωρίον
288τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω·
289χὤπως ποτʼ ἐξαμπρεύσομεν
290τοῦτʼ ἄνευ κανθηλίου.
291ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον·
292ἀλλʼ ὅμως βαδιστέον,
293καὶ τὸ πῦρ φυσητέον,
294μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
295φῦ φῦ.
295aἰοὺ ἰοὺ τοῦ καπνοῦ.
Antistrophe 2
Χορὸς γερόντων
296ὡς δεινὸν ὦναξ Ἡράκλεις
297προσπεσόν μʼ ἐκ τῆς χύτρας
298ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει·
299κἄστιν γε Λήμνιον τὸ πῦρ
300τοῦτο πάσῃ μηχανῇ.
301οὐ γὰρ ἄν ποθʼ ὧδʼ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.
302σπεῦδε πρόσθεν ἐς πόλιν
303καὶ βοήθει τῇ θεῷ.
304ἢ πότʼ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν;
305φῦ φῦ.
305aἰοὺ ἰοὺ τοῦ καπνοῦ.
Tetrameters 6
Χορὸς γερόντων
306τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.
307οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,
308τῆς ἀμπέλου δʼ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες
309ἅψαντες εἶτʼ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;
310κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,
311ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.
312θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ.
313τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;
314ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
315σὸν δʼ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακʼ ἐξεγείρειν,
316τὴν λαμπάδʼ ἡμμένην ὅπως πρώτιστʼ ἐμοὶ προσοίσεις.
317δέσποινα Νίκη ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶν
318τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.
Lyric 7
Χορὸς Γυναικῶν
319λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες
320ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.
Strophe 3
Χορὸς Γυναικῶν
321πέτου πέτου Νικοδίκη,
322πρὶν ἐμπεπρῆσθαι Καλύκην
323τε καὶ Κρίτυλλαν περιφυσήτω
324†ὑπό τε νόμων † ἀργαλέων
325ὑπό τε γερόντων ὀλέθρων.
326ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ.
327νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία
328μόλις ἀπὸ κρήνης ὑπʼ ὄχλου καὶ θορύβου καὶ πατάγου
329χυτρείου,
330δούλαισιν ὠστιζομένη
331στιγματίαις θʼ, ἁρπαλέως
332ἀραμένη ταῖσιν ἐμαῖς
333δημότισιν καομέναις
334φέρουσʼ ὕδωρ βοηθῶ.
Antistrophe 3
Χορὸς Γυναικῶν
335ἤκουσα γὰρ τυφογέροντας
336ἄνδρας ἔρρειν, στελέχη
337φέροντας ὥσπερ βαλανεύσοντας
338ἐς πόλιν ὡς τριτάλαντον βάρος,
339δεινότατʼ ἀπειλοῦντας ἐπῶν
340ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν·
341ἃς ὦ θεὰ μή ποτʼ ἐγὼ πιμπραμένας ἴδοιμι,
342ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ
343πολίτας,
344ἐφʼ οἷσπερ ὦ χρυσολόφα
345πολιοῦχε σὰς ἔσχον ἕδρας.
346καί σε καλῶ ξύμμαχον ὦ
347Τριτογένειʼ, εἴ τις ἐκείνας
348ὑποπίμπρησιν ἀνήρ,
349φέρειν ὕδωρ μεθʼ ἡμῶν.
Tetrameters 10
Χορὸς Γυναικῶν
350ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι·
351οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.
Χορὸς γερόντων
352τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
353ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
Χορὸς Γυναικῶν
354τί βδύλλεθʼ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
355καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.
Χορὸς γερόντων
356ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
357οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;
Χορὸς Γυναικῶν
358θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἂν
359ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μʼ ἐμποδίζῃ.
Χορὸς γερόντων
360εἰ νὴ Δίʼ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς
361ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
Χορὸς Γυναικῶν
362καὶ μὴν ἰδοὺ παταξάτω τις· στᾶσʼ ἐγὼ παρέξω,
363κοὐ μή ποτʼ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
Χορὸς γερόντων
364εἰ μὴ σιωπήσει, θενών σου ʼκκοκκιῶ τὸ γῆρας.
Χορὸς Γυναικῶν
365ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
Χορὸς γερόντων
366τί δʼ ἢν σποδῶ τοῖς κονδύλοις; τί μʼ ἐργάσει τὸ δεινόν;
Χορὸς Γυναικῶν
367βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερʼ ἐξαμήσω.
Χορὸς γερόντων
368οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής·
369οὐδὲν γὰρ οὕτω θρέμμʼ ἀναιδές ἐστιν ὡς γυναῖκες.
Χορὸς Γυναικῶν
370αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη.
Χορὸς γερόντων
371τί δʼ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρʼ ὕδωρ ἔχουσʼ ἀφίκου;
Χορὸς Γυναικῶν
372τί δαὶ σὺ πῦρ ὦ τύμβʼ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;
Χορὸς γερόντων
373ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
Χορὸς Γυναικῶν
374ἐγὼ δέ γʼ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
Χορὸς γερόντων
375τοὐμὸν σὺ πῦρ κατασβέσεις;
Χορὸς Γυναικῶν
375bτοὔργον τάχʼ αὐτὸ δείξει.
Χορὸς γερόντων
376οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
Χορὸς Γυναικῶν
377εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.
Χορὸς γερόντων
378ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;
Χορὸς Γυναικῶν
378bκαὶ ταῦτα νυμφικόν γε.
Χορὸς γερόντων
379ἤκουσας αὐτῆς τοῦ θράσους;
Χορὸς Γυναικῶν
379bἐλευθέρα γάρ εἰμι.
Χορὸς γερόντων
380σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς.
Χορὸς Γυναικῶν
380bἀλλʼ οὐκέθʼ ἡλιάζει.
Χορὸς γερόντων
381ἔμπρησον αὐτῆς τὰς κόμας.
Χορὸς Γυναικῶν
381bσὸν ἔργον ὦχελῷε.
Χορὸς γερόντων
382οἴμοι τάλας.
Χορὸς Γυναικῶν
382bμῶν θερμὸν ἦν;
Χορὸς γερόντων
383ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
Χορὸς Γυναικῶν
384ἄρδω σʼ ὅπως ἂν βλαστάνῃς.
Χορὸς γερόντων
385ἀλλʼ αὖός εἰμʼ ἤδη τρέμων.
Χορὸς Γυναικῶν
386οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
Episode 3
Πρόβουλος
387ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
388χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
389ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
390οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
391ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος
392πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη
393αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος
394ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων·
395ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους
396κόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετο
397ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
398τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.
Χορὸς γερόντων
399τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;
400αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων
401ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
402σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
Πρόβουλος
403νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
404ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
405ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
406τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα.
407οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·
408ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
409ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
410ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
411ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα·
412σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
413ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.
414ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
415νεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν·
416ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
417τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
418ἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίας
419ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.
420τοιαῦτʼ ἀπήντηκʼ ἐς τοιαυτὶ πράγματα,
421ὅτε γʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
422κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
423ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
424ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
425ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.
426τί κέχηνας ὦ δύστηνε; ποῖ δʼ αὖ σὺ βλέπεις,
427οὐδὲν ποιῶν ἀλλʼ ἢ καπηλεῖον σκοπῶν;
428οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
429ἐντεῦθεν ἐκμοχλεύσετʼ; ἐνθενδὶ δʼ ἐγὼ
430ξυνεκμοχλεύσω.
Λυσιστράτη
430bμηδὲν ἐκμοχλεύετε·
431ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
432οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
Πρόβουλος
433ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;
434ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
Λυσιστράτη
435εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
436ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
Πρόβουλος
437ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
438καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
Γυνὴ Α
439εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
440τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
Πρόβουλος
441ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;
442ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
Γυνὴ Β
443εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν
444ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
Πρόβουλος
445τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
446παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.
Γυνὴ Γ
447εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
448ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
Πρόβουλος
449οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.
450ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα
451ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
452ξυνταξάμενοι.
Λυσιστράτη
452bνὴ τὼ θεὼ γνώσεσθʼ ἄρα
453ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι
454μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
Πρόβουλος
455ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.
Λυσιστράτη
456ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,
457ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
458ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
459οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;
460οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;
461παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
Πρόβουλος
462οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
Λυσιστράτη
463ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
464ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
465χολὴν ἐνεῖναι;
Πρόβουλος
465bνὴ τὸν Ἀπόλλω καὶ μάλα
466πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.
Agon 4
Prelude 1
Χορὸς γερόντων
467ὦ πόλλʼ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,
468τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;
469οὐκ οἶσθα λουτρὸν οἷον αἵδʼ ἡμᾶς ἔλουσαν ἄρτι
470ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτʼ ἄνευ κονίας;
Χορὸς Γυναικῶν
471ἀλλʼ ὦ μέλʼ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
472τὴν χεῖρʼ· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.
473ἐπεὶ ʼθέλω ʼγὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,
474λυποῦσα μηδένʼ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,
475ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
Strophe 1
Χορὸς γερόντων
476ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;
477ουʼ γὰρ ἔτʼ ἀνεκτὰ τάδε γʼ, ἀλλὰ βασανιστέον
478τόδε σοι τὸ πάθος μετʼ ἐμοῦ
480ὅ τι βουλόμεναί ποτε τὴν
481Κραναὰν κατέλαβον, ἐφʼ ὅ τι τε
482μεγαλόπετρον ἄβατον ἀκρόπολιν
483ἱερὸν τέμενος.
Katakeleusmenos 3
Χορὸς γερόντων
484ἀλλʼ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,
485ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.
Epirrheme 4
Πρόβουλος
486καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
487ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.
Λυσιστράτη
488ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.
Πρόβουλος
489διὰ τἀργύριον πολεμοῦμεν γάρ;
Λυσιστράτη
489bκαὶ τἄλλα γε πάντʼ ἐκυκήθη.
490ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,
491ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων
492ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.
Πρόβουλος
493ἀλλὰ τί δράσεις;
Λυσιστράτη
493bτοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.
Πρόβουλος
494ὑμεῖς ταμιεύσετε τἀργύριον;
Λυσιστράτη
494bτί δὲ δεινὸν τοῦτο νομίζεις;
495οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
Πρόβουλος
496ἀλλʼ οὐ ταὐτόν.
Λυσιστράτη
496bπῶς οὐ ταὐτόν;
Πρόβουλος
496cπολεμητέον ἔστʼ ἀπὸ τούτου.
Λυσιστράτη
497ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
Πρόβουλος
497bπῶς γὰρ σωθησόμεθʼ ἄλλως;
Λυσιστράτη
498ἡμεῖς ὑμᾶς σώσομεν.
Πρόβουλος
498bὑμεῖς;
Λυσιστράτη
498cἡμεῖς μέντοι.
Πρόβουλος
498dσχέτλιόν γε.
Λυσιστράτη
499ὡς σωθήσει, κἂν μὴ βούλῃ.
Πρόβουλος
499bδεινόν γε λέγεις.
Λυσιστράτη
499cἀγανακτεῖς.
500ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως.
Πρόβουλος
500bνὴ τὴν Δήμητρʼ ἄδικόν γε.
Λυσιστράτη
501σωστέον ὦ τᾶν.
Πρόβουλος
501bκεἰ μὴ δέομαι;
Λυσιστράτη
501cτοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.
Πρόβουλος
502ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;
Λυσιστράτη
503ἡμεῖς φράσομεν.
Πρόβουλος
503bλέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,
Λυσιστράτη
503cἀκροῶ δή,
504καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
Πρόβουλος
504bἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ
505ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.
Γυνὴ Α
505bκλαύσει τοίνυν πολὺ μᾶλλον.
Πρόβουλος
506τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.
Λυσιστράτη
506bταῦτα ποιήσω.
507ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †
508ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε.
509οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.
510ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι
511ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·
512εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι,
513τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
514ἐν τῷ δήμῳ τήμερονὑμῖν; τίδὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ.
515οὐ σιγήσει; κἀγὼ ἐσίγων.
Γυνὴ Α
515bἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων.
Πρόβουλος
516κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας.
Λυσιστράτη
516bτοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων.
517ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν·
518εἶτʼ ἠρόμεθʼ ἄν· πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως;
519ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω,
520ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· πόλεμος δʼ ἄνδρεσσι μελήσει.
Πρόβουλος
521ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος.
Λυσιστράτη
521bπῶς ὀρθῶς ὦ κακόδαιμον,
522εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
523ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
524οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δίʼ οὐ δῆτʼ, εἶφʼ ἕτερός τις·
525μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
526ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
527ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι
528κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
Πρόβουλος
529ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
Λυσιστράτη
529bσιώπα.
Πρόβουλος
530σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
531περὶ τὴν κεφαλήν; μή νυν ζῴην.
Pnigos 5
Λυσιστράτη
531bἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,
532παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
533ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
534κᾆτα σιώπα
535καὶ τοῦτον τὸν καλαθίσκον.
536κᾆτα ξαίνειν ξυζωσάμενος
537κυάμους τρώγων·
538πόλεμος δὲ γυναιξὶ μελήσει.
Antiprelude 6
Χορὸς Γυναικῶν
539αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
540ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
Antistrophe 1
Χορὸς Γυναικῶν
541ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη,
542†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†·
543ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι
544μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς
545ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
546ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
547ἀρετὴ φρόνιμος.
Antikatakeleusmenos 8
Χορὸς Γυναικῶν
549ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
550χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.
Antepirrheme 9
Λυσιστράτη
551ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη
552ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
553κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
554οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
Πρόβουλος
555τί ποιησάσας;
Λυσιστράτη
555bἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
556ἀγοράζοντας καὶ μαινομένους.
Γυνὴ Α
556bνὴ τὴν Παφίαν Ἀφροδίτην.
Λυσιστράτη
557νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως
558περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
Πρόβουλος
559νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους.
Λυσιστράτη
559bκαὶ μὴν τό γε πρᾶγμα γέλοιον,
560ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους.
Γυνὴ Α
561νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππου
562ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·
563ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,
564ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.
Πρόβουλος
565πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ
566ἐν ταῖς χώραις καὶ διαλῦσαι;
Λυσιστράτη
566bφαύλως πάνυ.
Πρόβουλος
566cπῶς; ἀπόδειξον.
Λυσιστράτη
567ὥσπερ κλωστῆρʼ, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,
568ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε,
569οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
570διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δʼ ἐκεῖσε.
Πρόβουλος
571ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ
572παύσειν οἴεσθʼ ὦ ἀνόητοι;
Λυσιστράτη
572bκἂν ὑμῖν γʼ εἴ τις ἐνῆν νοῦς,
573ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθʼ ἂν ἅπαντα.
Πρόβουλος
574πῶς δή; φέρʼ ἴδω.
Λυσιστράτη
574bπρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ
575ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης
576ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι,
577καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς
578ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι·
579εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας
580καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν,
581κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι·
582καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδʼ εἰσὶν ἄποικοι,
583διαγιγνώσκειν ὅτι ταῦθʼ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται
584χωρὶς ἕκαστον· κᾆτʼ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας
585δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι
586τολύπην μεγάλην κᾆτʼ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.
Πρόβουλος
587οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν,
588αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;
Λυσιστράτη
588bκαὶ μὴν ὦ παγκατάρατε
589πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι
590κἀκπέμψασαι παῖδας ὁπλίτας.
Πρόβουλος
590bσίγα, μὴ μνησικακήσῃς.
Λυσιστράτη
591εἶθʼ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,
592μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε,
593περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.
Πρόβουλος
594οὔκουν χἄνδρες γηράσκουσιν;
Λυσιστράτη
594bμὰ Δίʼ ἀλλʼ οὐκ εἶπας ὅμοιον.
595ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν·
596τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ʼπιλάβηται,
597οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
Antipnigos 10
Πρόβουλος
598ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς—
Λυσιστράτη
599σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
600†χωρίον ἐστί·† σορὸν ὠνήσει·
601μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
602λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
Γυνὴ Α
603καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ.
Γυνὴ Β
604καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
Λυσιστράτη
605τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν·
606ὁ Χάρων σε καλεῖ,
607σὺ δὲ κωλύεις ἀνάγεσθαι.
Episode 5
Πρόβουλος
608εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ;
609νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
610ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
Λυσιστράτη
611μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
612ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ
613ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα.
Choral 6
Trochees 1
Χορὸς γερόντων
614οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος,
615ἀλλʼ ἐπαποδυώμεθʼ ἄνδρες τουτῳὶ τῷ πράγματι.
616ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
Strophe 1
Χορὸς γερόντων
617πραγμάτων μοι δοκεῖ,
618καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
620καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
621δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
622τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
623καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,
625ἔνθεν ἔζων ἐγώ.
Trochees 3
Χορὸς γερόντων
626δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν,
627καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
628καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
629οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
630ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.
631ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι
632καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,
633ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
634ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεται
635τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
Antistrophe 1
Χορὸς Γυναικῶν
636οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται.
637ἀλλὰ θώμεσθʼ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.
638ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν
639τῇ πόλει χρησίμων·
640εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.
641ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν·
642εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
645κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·
646κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼ
647ἰσχάδων ὁρμαθόν·
Trochees 5
Χορὸς Γυναικῶν
648ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
649εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
650ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων.
651τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω,
652τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶ
653τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
654εἶτʼ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,
655ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.
656ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
657τῷδέ γʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
Strophe 2
Χορὸς γερόντων
658ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶ
660πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
661ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.
662ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ
663ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐν ἐντεθριῶσθαι πρέπει.
665ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι,
666νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
670πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
Trochees 7
Χορὸς γερόντων
672εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
673οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
674ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι
675ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμἁς ὥσπε, Ἀρτεμισία.
676ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
677ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
678κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει,
679ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
680ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον
681ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
Antistrophe 2
Χορὸς Γυναικῶν
683εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
684λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
685τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον.
686ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,
687ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
688νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ
690κυάμους μέλανας.
691ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
695αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
Trochees 9
Χορὸς Γυναικῶν
696οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
697ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
698οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
699ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
700ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
701τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων,
702παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν·
703οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
704κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
705τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
Episode 7
Χορὸς Γυναικῶν
706ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
707τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
Λυσιστράτη
708κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
709ποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω.
Χορὸς Γυναικῶν
710τί φῄς; τί φῄς;
Λυσιστράτη
711ἀληθῆ, ἀληθῆ.
Χορὸς Γυναικῶν
712τί δʼ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.
Λυσιστράτη
713ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
Χορὸς Γυναικῶν
714μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
Λυσιστράτη
715βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
Χορὸς Γυναικῶν
716ἰὼ Ζεῦ.
Λυσιστράτη
717τί Ζῆνʼ ἀυτεῖς; ταῦτα δʼ οὖν οὕτως ἔχει.
718ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
719οἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.
720τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν
721κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,
722τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
723τὴν δʼ αὐτομολοῦσαν, τὴν δʼ ἐπὶ στρούθου †μίαν†
724ἤδη πέτεσθαι διανοουμένην κάτω
725ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
726πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδε
727ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
728αὕτη σὺ ποῖ θεῖς;
Γυνὴ Α
728bοἴκαδʼ ἐλθεῖν βούλομαι.
729οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
730ὑπὸ τῶν σέων κατακοπτόμενα.
Λυσιστράτη
730bποίων σέων;
731οὐκ εἶ πάλιν;
Γυνὴ Α
731bἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼ
732ὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.
Λυσιστράτη
733μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.
Γυνὴ Α
734ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ;
Λυσιστράτη
734bἢν τούτου δέῃ.
Γυνὴ Β
735τάλαινʼ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,
736ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ.
Λυσιστράτη
736bαὕθἠτέρα
737ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
738χώρει πάλιν δεῦρʼ.
Γυνὴ Β
738bἀλλὰ νὴ τὴν Φωσφόρον
739ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.
Λυσιστράτη
740μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,
741ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.
Γυνὴ Γ
742ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου,
743ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.
Λυσιστράτη
744τί ταῦτα ληρεῖς;
Γυνὴ Γ
744bαὐτίκα μάλα τέξομαι.
Λυσιστράτη
745ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές.
Γυνὴ Γ
745bἀλλὰ τήμερον.
746ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη
747ἀπόπεμψον ὡς τάχιστα.
Λυσιστράτη
747bτίνα λόγον λέγεις;
748τί τοῦτʼ ἔχεις τὸ σκληρόν;
Γυνὴ Γ
748bἄρρεν παιδίον.
Λυσιστράτη
749μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον
750ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.
751ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν
752κυεῖν ἔφασκες;
Γυνὴ Γ
752bκαὶ κυῶ γε νὴ Δία.
Λυσιστράτη
753τί δῆτα ταύτην εἶχες;
Γυνὴ Γ
753bἵνα μʼ εἰ καταλάβοι
754ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν
755ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
Λυσιστράτη
756τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.
757οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
Γυνὴ Γ
758ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,
759ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
Γυνὴ Α
760ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι
761ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.
Λυσιστράτη
762ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
763ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει
764ποθεῖν ἐκείνους; ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι
765ἄγουσι νύκτας. ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί,
766καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον,
767ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
768μὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.
Γυνὴ Α
769λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει.
Λυσιστράτη
769bσιγᾶτε δή.
770ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,
771τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,
772παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει
773Ζεὺς ὑψιβρεμέτης—
Γυνὴ Α
773bἐπάνω κατακεισόμεθʼ ἡμεῖς;
Λυσιστράτη
774ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν
775ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει
776ὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι.
Γυνὴ Α
777σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ.
Λυσιστράτη
777bὦ πάντες θεοί,
778μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
779ἀλλʼ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ
780ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
Lyric-Scene 8
Strophe 1
Χορὸς γερόντων
781μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼ
782αὐτὸς ἔτι παῖς ὤν.
785οὕτως ἦν νεανίσκος Μελανίων τις,
786ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν,
787κἀν τοῖς ὄρεσιν ᾤκει·
788κᾆτʼ ἐλαγοθήρει
790πλεξάμενος ἄρκυς,
791καὶ κύνα τινʼ εἶχεν,
792κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους.
793οὕτω τὰς γυναῖκας ἐβδελύχθη
795ʼκʼεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττον
796τοῦ Μελανίωνος οἱ σώφρονες.
γέρων
797βούλομαί σε γραῦ κύσαι—
Γυνή
798κρόμμυόν τἄρʼ οὐκ ἔδει.
γέρων
The complete text is available when the reading interface loads.