Θεσμοφοριάζουσαι
Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης
- Scientific editors
- F. W. Hall, W. M. Geldart
- Edition reference
- Aristophanis Comoediae · Oxford · Clarendon Press · 1907
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg008.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Prologue 1
Μνησίλοχος
1ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;
2ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.
3οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν,
4παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη;
Εὐριπίδης
5ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα
6ὄψει παρεστώς.
Μνησίλοχος
6bπῶς λέγεις; αὖθις φράσον.
7οὐ δεῖ μʼ ἀκούειν;
Εὐριπίδης
7bοὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν.
Μνησίλοχος
8οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ;
Εὐριπίδης
8bοὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ.
Μνησίλοχος
9πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.
10οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν;
Εὐριπίδης
11χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις.
Μνησίλοχος
12τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν;
Εὐριπίδης
12bεὖ ἴσθʼ ὅτι.
Μνησίλοχος
13πῶς χωρίς;
Εὐριπίδης
13bοὕτω ταῦτα διεκρίθη τότε.
14αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
15καὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
16ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο
17ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
18ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
Μνησίλοχος
19διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ;
20νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών.
21οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι.
Εὐριπίδης
22πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ.
Μνησίλοχος
22bπῶς ἂν οὖν
23πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως
24ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
Εὐριπίδης
25βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
Μνησίλοχος
25bἰδού.
Εὐριπίδης
26ὁρᾷς τὸ θύριον τοῦτο;
Μνησίλοχος
26bνὴ τὸν Ἡρακλέα
27οἶμαί γε.
Εὐριπίδης
27bσίγα νυν.
Μνησίλοχος
27cσιωπῶ τὸ θύριον;
Εὐριπίδης
28ἄκουʼ.
Μνησίλοχος
28bἀκούω καὶ σιωπῶ τὸ θύριον;
Εὐριπίδης
29ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
30ὁ τραγῳδοποιός.
Μνησίλοχος
30bποῖος οὗτος Ἁγάθων;
Εὐριπίδης
31ἔστιν τις Ἀγάθων—
Μνησίλοχος
31bμῶν ὁ μέλας ὁ καρτερός;
Εὐριπίδης
32οὔκ, ἀλλʼ ἕτερός τις· οὐχ ἑόρακας πώποτε;
Μνησίλοχος
33μῶν ὁ δασυπώγων;
Εὐριπίδης
33bοὐχ ἑόρακας πώποτε;
Μνησίλοχος
34μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι.
Εὐριπίδης
35καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως.
36ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
37θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας·
38προθυσόμενος ἔοικε τῆς ποιήσεως.
Anapests 1
Θεράπων
39εὔφημος πᾶς ἔστω λαός,
40στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
41θίασος Μουσῶν ἔνδον μελάθρων
42τῶν δεσποσύνων μελοποιῶν.
43ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
44κῦμα δὲ πόντου μὴ κελαδείτω
45γλαυκόν·
Μνησίλοχος
45bβομβάξ.
Εὐριπίδης
45cσίγα.
Μνησίλοχος
45dτι λέγει;
Θεράπων
46πτηνῶν τε γένη κατακοιμάσθω,
47θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων
48μὴ λυέσθων.
Μνησίλοχος
48bβομβαλοβομβάξ.
Θεράπων
49μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
50πρόμος ἡμέτερος—
Μνησίλοχος
50bμῶν βινεῖσθαι;
Θεράπων
51τίς ὁ φωνήσας;
Μνησίλοχος
51bνήνεμος αἰθήρ.
Θεράπων
52δρυόχους τιθέναι δράματος ἀρχάς.
53κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
54τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
55καὶ γνωμοτυπεῖ κἀντονομάζει
56καὶ κηροχυτεῖ καὶ γογγύλλει
57καὶ χοανεύει.
Μνησίλοχος
57bκαὶ λαικάζει.
Θεράπων
58τίς ἀγροιώτας πελάθει θριγκοῖς;
Μνησίλοχος
59ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ
60τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
61συγγογγύλας καὶ συστρέψας
62τουτὶ τὸ πέος χοανεῦσαι.
Iambics 2
Θεράπων
63ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.
Εὐριπίδης
64ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
65Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.
Θεράπων
66μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.
67καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν
68ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
69ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
Εὐριπίδης
70τί οὖν ἐγὼ δρῶ;
Θεράπων
70bπερίμενʼ, ὡς ἐξερχεται.
Εὐριπίδης
71ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
Μνησίλοχος
72νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
73τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
74οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
Εὐριπίδης
75ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
Μνησίλοχος
76ποῖόν τι;
Εὐριπίδης
76bτῇδε θἠμέρᾳ κριθήσεται
77εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.
Μνησίλοχος
78καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια
79μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα,
80ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση.
Εὐριπίδης
81τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.
82αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
83κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
84ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ.
Μνησίλοχος
84bτιὴ τί δή;
Εὐριπίδης
85ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
Μνησίλοχος
86νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις.
87ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
Εὐριπίδης
88Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
89ἐς Θεσμοφόροιν ἐλθεῖν.
Μνησίλοχος
89bτί δράσοντʼ; εἰπέ μοι.
Εὐριπίδης
90ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ
91λέξονθʼ ὑπὲρ ἐμοῦ.
Μνησίλοχος
91bπότερα φανερῶς ἢ λάθρᾳ;
Εὐριπίδης
92λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
Μνησίλοχος
93τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·
94τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
Εὐριπίδης
95σίγα.
Μνησίλοχος
95bτί δʼ ἔστιν;
Εὐριπίδης
95cἉγάθων ἐξέρχεται.
Μνησίλοχος
96καὶ ποῖός ἐστιν;
Εὐριπίδης
96bοὗτος οὑκκυκλούμενος.
Μνησίλοχος
97ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ
98ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ.
Εὐριπίδης
99σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται.
Μνησίλοχος
100μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;
Lyric 3
Ἀγάθων
101ἱερὰν χθονίαις δεξάμεναι
102λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
103πατρίδι χορεύσασθε βοάν.
Χορὸς Ἀγάθωνος
104τίνι δαιμόνων ὁ κῶμος;
105λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
106δαίμονας ἔχει σεβίσαι.
Ἀγάθων
107ἄγε νυν ὄλβιζε Μοῦσα
108χρυσέων ῥύτορα τόξων
109Φοῖβον, ὃς ἱδρύσατο χώρας
110γύαλα Σιμουντίδι γᾷ.
Χορὸς Ἀγάθωνος
111χαῖρε καλλίστας ἀοιδᾶς
112Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς
113γέρας ἱερὸν προφέρων.
Ἀγάθων
114τάν τʼ ἐν ὄρεσι δρυογόνοισι
115κόραν ἀείσατʼ
116Ἄρτεμιν ἀγροτέραν.
Χορὸς Ἀγάθωνος
117ἕπομαι κλῄζουσα σεμνὸν
118γόνον ὀλβίζουσα Λατοῦς
119Ἄρτεμιν ἀπειρολεχῆ.
Ἀγάθων
120Λατώ τε κρούματά τʼ Ἀσιάδος
121ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων
122διανεύματα Χαρίτων†.
Χορὸς Ἀγάθωνος
123σέβομαι Λατώ τʼ ἄνασσαν
124κίθαρίν τε ματέρʼ ὕμνων
125ἄρσενι βοᾷ δόκιμον,
126τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
127ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν
128ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.
129χαῖρʼ ὄλβιε παῖ Λατοῦς.
Iambics 4
Μνησίλοχος
130ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες
131καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
132καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου
133ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
134καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον
135ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
136ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;
137τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος
138λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
139τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
140τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
141τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
142καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
143ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία;
144τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους
145ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι;
Ἀγάθων
146ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
147ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·
148ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ.
149χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
150ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
151αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα,
152μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.
Μνησίλοχος
153οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;
Ἀγάθων
154ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματι
155ἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα,
156μίμησις ἤδη ταῦτα συνθηρεύεται.
Μνησίλοχος
157ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
158ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
Ἀγάθων
159ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
160ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτι
161Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
162κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
163ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς,
164καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
165αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο·
166διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.
167ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.
Μνησίλοχος
168ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
169ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
170ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.
Ἀγάθων
171ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ
172ἐμαυτὸν ἐθεράπευσα.
Μνησίλοχος
172bπῶς πρὸς τῶν θεῶν;
Εὐριπίδης
173παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
174ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.
Μνησίλοχος
175μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως.
Εὐριπίδης
176ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.
Ἀγάθων
176bλέγε.
Εὐριπίδης
177Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
178πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
179ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
180ἱκέτης ἀφῖγμαι πρὸς σέ.
Ἀγάθων
180bτοῦ χρείαν ἔχων;
Εὐριπίδης
181μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον
182τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
Ἀγάθων
183τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;
Εὐριπίδης
184ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
185ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
186ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
187μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
Ἀγάθων
188ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
Εὐριπίδης
189ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·
190ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,
191σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος
192γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
Ἀγάθων
193Εὐριπίδη—
Εὐριπίδης
193bτί ἔστιν;
Ἀγάθων
193cἐποίησάς ποτε,
194χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
Εὐριπίδης
195ἔγωγε.
Ἀγάθων
195bμή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
196ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.
197ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
198τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
199φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
Μνησίλοχος
200καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ
201οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
Εὐριπίδης
202τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
Ἀγάθων
203κάκιον ἀπολοίμην ἂν ἢ σύ.
Εὐριπίδης
203bπῶς;
Ἀγάθων
203cὅπως;
204δοκῶν γυναικῶν ἔργα νυκτερείσια
205κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
Μνησίλοχος
206ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν.
207ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.
Εὐριπίδης
208τί οὖν; ποιήσεις ταῦτα;
Ἀγάθων
208bμὴ δόκει γε σύ.
Εὐριπίδης
209ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης.
Μνησίλοχος
210ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.
Εὐριπίδης
211πῶς οὖν ποιήσω δῆτα;
Μνησίλοχος
211bτοῦτον μὲν μακρὰ
212κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.
Εὐριπίδης
213ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
214ἀπόδυθι τουτὶ θοἰμάτιον.
Μνησίλοχος
214bκαὶ δὴ χαμαί.
215ἀτὰρ τί μέλλεις δρᾶν μʼ;
Εὐριπίδης
215bἀποξυρεῖν ταδί,
216τὰ κάτω δʼ ἀφεύειν.
Μνησίλοχος
216bἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ.
217ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε.
Εὐριπίδης
218Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
219χρῆσόν τί νυν ἡμῖν ξυρόν.
Ἀγάθων
219bαὐτὸς λάμβανε
220ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.
Εὐριπίδης
220bγενναῖος εἶ.
221κάθιξε· φύσα τὴν γνάθον τὴν δεξιάν.
Μνησίλοχος
222ὤμοι.
Εὐριπίδης
222bτί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,
223ἢν μὴ σιωπᾷς.
Μνησίλοχος
223bἀτταταῖ ἰατταταῖ.
Εὐριπίδης
224οὗτος σὺ ποῖ θεῖς;
Μνησίλοχος
224bἐς τὸ τῶν σεμνῶν θεῶν·
225οὐ γὰρ μὰ τὴν Δήμητρά γʼ ἐνταυθοῖ μενῶ
226τεμνόμενος.
Εὐριπίδης
226bοὔκουν καταγέλαστος δῆτʼ ἔσει
227τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
Μνησίλοχος
228ὀλίγον μέλει μοι.
Εὐριπίδης
228bμηδαμῶς πρὸς τῶν θεῶν
229προδῷς με· χώρει δεῦρο.
Μνησίλοχος
229bκακοδαίμων ἐγώ.
Εὐριπίδης
230ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει;
Μνησίλοχος
231μυμῦ.
Εὐριπίδης
231bτί μύξεις; πάντα πεποίηται καλῶς.
Μνησίλοχος
232οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.
Εὐριπίδης
233μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
234βούλει θεᾶσθαι σαυτόν;
Μνησίλοχος
234bεἰ δοκεῖ, φέρε.
Εὐριπίδης
235ὁρᾷς σεαυτόν;
Μνησίλοχος
235bοὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη.
Εὐριπίδης
236ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.
Μνησίλοχος
237οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.
Εὐριπίδης
238ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.
239ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
Μνησίλοχος
240ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι.
241οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
242πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†
Εὐριπίδης
243θάρρει.
Μνησίλοχος
243bτί θαρρῶ καταπεπυρπολημένος;
Εὐριπίδης
244ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
245ἀποπεπόνηκας.
Μνησίλοχος
245bφῦ ἰοὺ τῆς ἀσβόλου.
246αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
Εὐριπίδης
247μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.
Μνησίλοχος
248οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
Εὐριπίδης
249Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
250ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
251καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.
Ἀγάθων
252λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ.
Μνησίλοχος
252bτί οὖν λάβω;
Ἀγάθων
253ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
Μνησίλοχος
254νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου.
255σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.
Εὐριπίδης
255bἰδού.
Μνησίλοχος
256ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
Εὐριπίδης
257κεκρυφάλου δεῖ καὶ μίτρας.
Ἀγάθων
257bἡδὶ μὲν οὖν
258κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
Εὐριπίδης
259νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ.
Μνησίλοχος
260ἆρʼ ἁρμόσει μοι;
Εὐριπίδης
260bνὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει.
261φέρʼ ἔγκυκλον·
Ἀγάθων
261bτουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος.
Εὐριπίδης
262ὑποδημάτων δεῖ.
Ἀγάθων
262bτἀμὰ ταυτὶ λάμβανε.
Μνησίλοχος
263ἆρʼ ἁρμόσει μοι;
Εὐριπίδης
263bχαλαρὰ γοῦν χαίρεις φορῶν.
Ἀγάθων
264σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει,
265εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω.
Εὐριπίδης
266ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
267τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι
268γυναικιεῖς εὖ καὶ πιθανῶς.
Μνησίλοχος
268bπειράσομαι.
Εὐριπίδης
269βάδιζε τοίνυν.
Μνησίλοχος
269bμὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
270ὀμόσῃς ἐμοί—
Εὐριπίδης
270bτί χρῆμα;
Μνησίλοχος
270cσυσσώσειν ἐμὲ
271πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
Εὐριπίδης
272ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.
Μνησίλοχος
273τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
Εὐριπίδης
274ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
Μνησίλοχος
275μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,
276ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.
Εὐριπίδης
277ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
278σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
279ἐγὼ δʼ ἄπειμι.
Μνησίλοχος
279bδεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου.
280ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
281ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος.
282ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
283ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
284ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε
285τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
286δέσποινα πολυτίμητε Δήμητερ φίλη
287καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
288θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
289καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
290πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου,
291καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
292ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων
293ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.
294δούλοις γὰρ οὐκ ἔξεστʼ ἀκούειν τῶν λόγων.
Parodos 2
Prologue 1
Κηρύκαινα
295εὐφημία ʼστω, εὐφημία ʼστω. εὔχεσθε τοῖν
296Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ
297Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ
300τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν
301τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα
302ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων
305τυχηρῶς δʼ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν
306τήν τʼ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
307τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην
310νικᾶν. ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά.
311ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.
Lyric 2
Χορός
312δεχόμεθα καὶ θεῶν γένος
313λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς
314φανέντας ἐπιχαρῆναι.
315Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
316Δῆλον ὃς ἔχεις ἱεράν,
317καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι
318χρυσόλογχε πόλιν οἰκοῦσα
319περιμάχητον, ἐλθὲ δεῦρο.
320καὶ πολυώνυμε θηροφόνη παῖ
321Λατοῦς χρυσώπιδος ἔρνος,
322σύ τε πόντιε σεμνὲ Πόσειδον
323ἁλιμέδον προλιπὼν
324μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον,
325Νηρέος ἐναλίου τε κόραι
326Νύμφαι τʼ ὀρείπλαγκτοι.
327χρυσέα τε φόρμιγξ
328ἰαχήσειεν ἐπʼ εὐχαῖς
329ἡμετέραις· τελέως δʼ
330ἐκκλησιάσαιμεν Ἀθηναίων
330aεὐγενεῖς γυναῖκες.
Κηρύκαινα
331εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
332καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
333καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
334καὶ ταῖσι Δηλίαισι τοῖς τʼ ἄλλοις θεοῖς,
335εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
336τῷ τῶν γυναικῶν ἢ ʼπικηρυκεύεται
337Εὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶ
338τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ
339ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
340ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
341προαγωγὸς οὖσʼ ἐνετρύλλισεν τῷ δεσπότῃ
342ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
343ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
344καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
345ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
346ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον,
347κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
348ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
349κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
350ἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
351εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
Χορός
352ξυνευχόμεσθα τέλεα μὲν
353πόλει τέλεα δὲ δήμῳ
354τάδʼ εὔγματα γενέσθαι,
355τὰ δʼ ἄρισθʼ ὅσαις προσήκει
356νικᾶν λεγούσαις· ὁπόσαι δʼ
357ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
358ὅρκους τοὺς νενομισμένους
360κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
361ἢ ψηφίσματα καὶ νόμον
362ζητοῦσʼ ἀντιμεθιστάναι,
363τἀπόρρητά τε τοῖσιν ἐχθροῖς
364τοῖς ἡμετέροις λέγουσʼ,
365ἢ Μήδους ἐπάγουσι γῇ
366κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
367ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.
368ἀλλʼ ὦ παγκρατὲς
369Ζεῦ ταῦτα κυρώσειας, ὥσθʼ
370ἡμῖν θεοὺς παραστατεῖν
371καίπερ γυναιξὶν οὔσαις.
Lyric-Scene 3
Κηρύκαινα
373ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε
374τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει,
375Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη·
376ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ
377τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή,
378καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
379ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ
379bἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;
Γυνὴ Α
380ἐγώ.
Κηρύκαινα
380bπερίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
Χορός
381σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
382ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.
Γυνὴ Α
383φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
384λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ
385βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον
386προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ
387Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
388καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά.
389τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
390ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ
391εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
392τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
393τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
394τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν·
395ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
396ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως
397μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
398δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ
399ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ
400τοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃ
401γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ
402σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
403ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα;
404οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼ
405κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει,
406τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης.
407εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
408ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν.
409ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·
410πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας
411ἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρων
412γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ
413δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
414εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
415σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
416τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
417τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
418καὶ ταῦτα μὲν ξυγγνώσθʼ. ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ
419αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν
420ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτʼ ἔτι
421ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια
422αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα
423Λακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους.
424πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύραν
425ποιησαμέναισι δακτύλιον τριωβόλου,
426νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
427ἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδια
428ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
429ὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
430ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
431ὅπως ἀπολεῖται. ταῦτʼ ἐγὼ φανερῶς λέγω,
432τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
Strophe 1
Χορός
434οὔπω ταύτης ἤκουσα
435πολυπλοκωτέρας γυναικὸς
436οὐδὲ δεινότερον λεγούσης.
437πάντα γὰρ λέγει δίκαια,
438†πάσας δʼ ἰδέας ἐξήτασεν,
439πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε†
439aποικίλους λόγους ἀνηῦρεν
440εὖ διεζητημένους·
440aὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν
441Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
441aἂν αὐτόν, ὡς ἐγᾦμαι,
442πᾶσιν ὑμῖν
442aἄντικρυς μηδὲν λέγειν.
Γυνὴ Β
443ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
444τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ·
445ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
446ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
447παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
448στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις.
449τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην·
450νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
451τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·
452ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.
453νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
454τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·
455ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά,
456ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
457ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
458πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
Strophe 2
Χορός
459ἕτερον αὖ τι λῆμα τοῦτο
460κομψότερον ἔτʼ ἢ τὸ πρότερον
460aἀναπέφηνεν.
461οἷα κατεστωμύλατο
462οὐκ ἄκαιρα, φρένας ἔχουσα
463καὶ πολύπλοκον νόημʼ, οὐδʼ
464ἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα.
465δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν
465aτὸν ἄνδρα
465bπεριφανῶς δοῦναι δίκην.
Μνησίλοχος
466τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
467Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά,
468οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν.
469καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων,
470μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
471ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·
472αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου.
473τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα
474βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία
475κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
476ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
477ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν
478δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
479ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος,
480ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
481οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν·
482κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.
483ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι;
484στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη·
485ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι. βάδιζέ νυν·
486κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον·
487ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
488ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην
489παρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης.
490ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης·
491οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
492σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει·
493οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα
494τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα,
495ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
496μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς,
497οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
498ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω,
499ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
500†ὑπʼ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον
501τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
502ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ
503δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον·
504ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος·
505τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
506ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον·
507εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ,
508ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ
509τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν·
510χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν
511ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν.
512εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον,
513θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,
514λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν,
515τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον
516τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.
517ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
518ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα,
519οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;
Antistrophe 1
Χορός
520τουτὶ μέντοι θαυμαστόν,
521ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
522χἤτις ἐξέθρεψε χώρα
523τήνδε τὴν θρασεῖαν οὕτω.
524τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
525κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς
526οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
527οὐδὲ τολμῆσαί ποτʼ ἄν.
528ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη·
529τὴν παροιμίαν δʼ ἐπαινῶ
529aτὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ
530παντί νου χρὴ
530aμὴ δάκῃ ῥητωρ ἀθρεῖν.
Katakeleusmenos 4
Χορός
531ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
532οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.
Epirrheme 5
Γυνὴ Α
533οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
534ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,
535ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
536ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς
537αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
538ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
539γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
Μνησίλοχος
540μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης
541παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
542εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
543διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;
Γυνὴ Α
544οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
545ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
546ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
547ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
548οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
Μνησίλοχος
549ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
550τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας.
Γυνὴ Α
551ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος
552ἡμᾶς ἁπάσας αὖθις αὖ.
Μνησίλοχος
552bκαὶ νὴ Δίʼ οὐδέπω γε
553εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;
Γυνὴ Α
554ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.
Μνησίλοχος
555μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
556ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
557ἔπειτα σιφωνίζομεν τὸν οἶνον.
Γυνὴ Α
557bἐπιτριβείης.
Μνησίλοχος
558ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
559ἔπειτα τὴν γαλῆν φαμεν—
Γυνὴ Α
559bτάλαινʼ ἐγώ· φλυαρεῖς.
Μνησίλοχος
560οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
561οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,
562οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—
Γυνὴ Α
562bἐξόλοιο.
Μνησίλοχος
563ἁχαρνικὴ τὸν πατέρα.
Γυνὴ Α
563bταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;
Μνησίλοχος
564οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
565τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
Γυνὴ Α
566οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
567ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.
Μνησίλοχος
567bοὐ δὴ μὰ Δία σύ γʼ ἅψει.
Γυνὴ Α
568καὶ μὴν ἰδού.
Μνησίλοχος
568bκαὶ μὴν ἰδού.
Γυνὴ Α
568cλαβὲ θοἰμάτιον Φιλίστη.
Μνησίλοχος
569πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—
Γυνὴ Α
569bτί δράσεις;
Μνησίλοχος
570τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.
Χορός
571παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
572ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
573σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.
Episode 4
Κλεισθένης
574φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·
575ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις·
576γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
577καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
578ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,
579ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα
580σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
581ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
Χορός
582τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,
583ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Κλεισθένης
584Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα
585αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.
Χορός
586πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
Κλεισθένης
587ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
588ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
Χορός
589καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
Κλεισθένης
590ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης
591καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
Μνησίλοχος
592πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ
593ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
594οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.
Κλεισθένης
595ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
596εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
Χορός
597τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
598ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
599ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
600λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
601καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν
602ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
Κλεισθένης
603φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;
Μνησίλοχος
603bποῖ τις τρέψεται;
Κλεισθένης
604ζητητέαι γάρ ἐστε.
Μνησίλοχος
604bκακοδαίμων ἐγώ.
Γυνὴ Α
605ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή.
Κλεισθένης
606γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;
Χορός
607γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει.
Κλεισθένης
608ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
609ἔχουσα;
Γυνὴ Α
609bτίτθη νὴ Δίʼ ἐμή.
Μνησίλοχος
609cδιοίχομαι.
Κλεισθένης
610αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν;
Μνησίλοχος
611ἔασον οὐρῆσαί μʼ.
Κλεισθένης
611bἀναίσχυντός τις εἶ.
612σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε.
Χορός
613ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·
614μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.
Κλεισθένης
615πολύν γε χρόνον οὐρεῖς σύ.
Μνησίλοχος
615bνὴ Δίʼ ὦ μέλε·
616στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
Κλεισθένης
617τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;
Μνησίλοχος
618τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;
Κλεισθένης
618bεἰπέ μοι,
619τίς ἔστʼ ἀνήρ σοι;
Μνησίλοχος
619bτὸν ἐμὸν ἄνδρα πυνθάνει;
620τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
Κλεισθένης
621τὸν δεῖνα; ποῖον;
Μνησίλοχος
621bἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε
622τὸν δεῖνα τὸν τοῦ δεῖνα—
Κλεισθένης
622bληρεῖν μοι δοκεῖς.
623ἀνῆλθες ἤδη δεῦρο πρότερον;
Μνησίλοχος
623bνὴ Δία
624ὁσέτη γε.
Κλεισθένης
624bκαὶ τίς σοὐστὶ συσκηνήτρια;
Μνησίλοχος
625ἡ δεῖνʼ ἔμοιγʼ.
Κλεισθένης
625bοἴμοι τάλας, οὐδὲν λέγεις.
Γυνὴ Α
626ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
627ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,
628ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι
629ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
Μνησίλοχος
630φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.
Γυνὴ Α
631τί δὲ μετὰ τοῦτο δεύτερον;
Μνησίλοχος
631bπροὐπίνομεν.
Γυνὴ Α
632ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;
Μνησίλοχος
633σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.
Γυνὴ Α
634οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·
635ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.
Κλεισθένης
635bτί οὖν ποιῶ;
Γυνὴ Α
636ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
Μνησίλοχος
637κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
Κλεισθένης
638χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.
Γυνὴ Α
639ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
640καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
Μνησίλοχος
641στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
Γυνὴ Α
642νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
Κλεισθένης
643ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;
Γυνὴ Α
644τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.
Κλεισθένης
645καὶ ποῦ ʼστιν;
Γυνὴ Α
645bαὖθις ἐς τὸ πρόσθεν οἴχεται.
Κλεισθένης
646οὐκ ἐνγεταυθί.
Γυνὴ Α
646bμἀλλὰ δεῦρʼ ἥκει πάλιν.
Κλεισθένης
647ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω
648τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
Γυνὴ Α
649ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου
650ἡμῖν ἐλοιδορεῖτο.
Μνησίλοχος
650bκακοδαίμων ἐγώ,
651εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
Γυνὴ Α
652ἄγε δὴ τί δρῶμεν;
Κλεισθένης
652bτουτονὶ φυλάττετε
653καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
654ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
Choral 5
Anapests 1
Χορός
655ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
656ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας
657ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
658τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
Trochees 2
Χορός
659εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
660καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ
661μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,
662ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.
Χορός
663εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ,
664εἴ τις ἐν τόποις ἑδραῖος
664aἄλλος αὖ λέληθεν ὤν.
665πανταχῇ δὲ ῥῖψον ὄμμα,
666καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
667πάντʼ ἀνασκόπει καλῶς.
Strophe 1
Χορός
668ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
668aδώσει τε δίκην καὶ πρὸς τούτῳ
669τοῖς ἄλλοις ἀνδράσιν ἔσται
670παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων
671ἀθέων τε τρόπων·
672φήσει δʼ εἶναί τε θεοὺς φανερῶς,
673δείξει τʼ ἤδη
674πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας
675†δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα
676μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
677κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται·
678αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
680†μανίαισ† φλέγων λύσσῃ παράκοπος,
681†εἴ τι δρῴη†
682πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
683ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν
685θεὸς ἀποτίνεται.
686ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
687οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.
Episode 6
Γυνὴ Α
689ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
690τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
691ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
Μνησίλοχος
692κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,
693ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων
694πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
695καθαιματώσει βωμόν.
Γυνὴ Α
695bὦ τάλαινʼ ἐγώ.
696γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν
697στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
698τέκνου με περιόψεσθʼ ἀποστερουμένην;
Choral 7
Lyric 1
Χορός
699ἔα ἔα.
700ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι
701νεοχμὸν αὖ τέρας;
702ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
703οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
Trochees 2
Μνησίλοχος
704οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
Χορός
705ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;
Γυνὴ Α
706δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.
Antistrophe 1
Χορός
707τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
708τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;
Μνησίλοχος
709κοὔπω μέντοι γε πέπαυμαι.
Χορός
710ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ
711ἀποδρὰς λέξεις
712οἷον δράσας διέδυς ἔργον,
713λήψει δὲ κακόν.
Μνησίλοχος
714τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
Χορός
715τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
716ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
Μνησίλοχος
717μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.
Χορός
719ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως
720ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους
721ἐπʼ ἀθέοις ἔργοις·
722καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
723τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον
725ἐπέχει τύχη.
726ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων,
727καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.
Episode 8
Γυνὴ Α
728ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.
729κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον.
Μνησίλοχος
730ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν
731ἀπόδυθι ταχέως· τοῦ θανάτου δʼ ὦ παιδίον
732μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
733τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθʼ ἡ κόρη
734οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
735ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
736κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
737ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δʼ αὖ κακόν,
738κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
Γυνὴ Α
739παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.
Μνησίλοχος
740παράβαλλε δῆτα· σὺ δʼ ἀπόκριναί μοι τοδί,
741τουτὶ τεκεῖν φῄς;
Γυνὴ Α
741bκαὶ δέκα μῆνας αὔτʼ ἐγὼ
742ἤνεγκον.
Μνησίλοχος
742bἤνεγκας σύ;
Γυνὴ Α
742cνὴ τὴν Ἄρτεμιν.
Μνησίλοχος
743πρικότυλον ἢ πῶς; εἰπέ μοι.
Γυνὴ Α
743bτί μʼ ἠργάσω;
744ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον
745τυννοῦτον ὄν.
Μνησίλοχος
745bτυννοῦτο;
Γυνὴ Α
745cμικρὸν νὴ Δία.
Μνησίλοχος
746πόσʼ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;
Γυνὴ Α
747σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
748ἀλλʼ ἀπόδος αὐτό.
Μνησίλοχος
748bμὰ τὸν Ἀπόλλω τουτονί.
Γυνὴ Α
749ἐμπρήσομεν τοίνυν σε.
Μνησίλοχος
749bπάνυ γʼ ἐμπίμπρατε·
750αὕτη δʼ ἀποσφαγήσεται μάλʼ αὐτίκα.
Γυνὴ Α
751μὴ δῆθʼ, ἱκετεύω σʼ· ἀλλʼ ἔμʼ ὅ τι χρῄζεις ποίει
752ὑπέρ γε τούτου.
Μνησίλοχος
752bφιλότεκνός τις εἶ φύσει.
753ἀλλʼ οὐδὲν ἧττον ἥδʼ ἀποσφαγήσεται
Γυνὴ Α
754οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,
755ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.
Μνησίλοχος
756ὕπεχʼ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
Γυνὴ Α
757κακῶς ἀπόλοιʼ, ὡς φθονερὸς εἶ καὶ δυσμενής.
Μνησίλοχος
758τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
Γυνὴ Α
759τί τῆς ἱερείας γίγνεται;
Μνησίλοχος
759bτουτί. λαβέ.
Γυνὴ Γ
760ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;
761τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο;
Γυνὴ Α
762ὁ πανοῦργος οὗτος. ἀλλʼ ἐπειδήπερ πάρει,
763φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
764τοῖσιν πρυτάνεσιν ἃ πεποίηχʼ οὗτος φράσω.
Μνησίλοχος
765ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας;
766τίς πεῖρα, τίς ἐπίνοιʼ; ὁ μὲν γὰρ αἴτιος
767κἄμʼ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα
768οὐ φαίνεταί πω. φέρε τίνʼ οὖν ἂν ἄγγελον
769πέμψαιμʼ ἐπʼ αὐτόν; οἶδʼ ἐγὼ καὶ δὴ πόρον
770ἐκ τοῦ Παλαμήδους· ὡς ἐκεῖνος, τὰς πλάτας
771ῥίψω γράφων. ἀλλʼ οὐ πάρεισιν αἱ πλάται.
772πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται πόθεν; πόθεν;
773τί δʼ ἂν εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶν
774γράφων διαρρίπτοιμι; βέλτιον πολύ.
775ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖνʼ ἦν ξύλον.
Lyric 1
Μνησίλοχος
776ὦ χεῖρες ἐμαὶ
777ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.
778ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,
779δέξασθε σμίλης ὁλκοὺς
780κήρυκας ἐμῶν μόχθων· οἴμοι
781τουτὶ τὸ ῥῶ μοχθηρόν·
782χώρει χώρει. ποίαν αὔλακα;
783βάσκετʼ ἐπείγετε πάσας καθʼ ὁδοὺς
784κείνᾳ ταύτᾳ· ταχέως χρή.
Parabasis 9
Parabasis 1
Χορός
785ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι,
786καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλʼ ἀγορεύει,
787ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,
788ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν,
789εἰ κακόν ἐσμεν, τί γαμεῖθʼ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
790κἀπαγορεύετε μήτʼ ἐξελθεῖν μήτʼ ἐκκύψασαν ἁλῶναι,
791ἀλλʼ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
792κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθʼ εὕρητʼ αὐτὸ θύρασιν,
793μανίας μαίνεσθʼ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς
794ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετʼ ἔνδον.
795κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,
796πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
797κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι·
798κἂν αἰσχυνθεῖσʼ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
799αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως
800ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι.
801βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
802ὑμεῖς δʼ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
803παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομʼ ἑκάστου.
804Ναυσιμάχης μέν γʼ ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
805καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς.
806πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
807καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδʼ ἐγχειρεῖ πολεμίζειν.
808ἀλλʼ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
809παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐδʼ αὐτὸς τοῦτό γε φήσεις.
810οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθʼ εἶναι.
811οὐδʼ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
812ἐς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλʼ ἢν τὰ μέγισθʼ ὑφέληται
813φορμὸν πυρῶν τἀνδρὸς κλέψασʼ, αὐθημερὸν αὔτʼ ἀπέδωκεν.
Pnigos 2
Χορός
814ἀλλʼ ἡμεῖς ἂν πολλοὺς τούτων
815ἀποδείξαιμεν ταῦτα ποιοῦντας.
816καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
817ὄντας μᾶλλον καὶ λωποδύτας
818καὶ βωμολόχους κἀνδραποδιστάς.
819καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
820χείρους ἡμῶν εἰσιν σῴζειν·
821ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
822τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι
823τὸ σκιάδειον·
824τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοις
825ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
826ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
827πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμων
828ἐν ταῖς στρατιαῖς
829ἔρριπται τὸ σκιάδειον.
Epirrheme 3
Χορός
830πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν
831τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον.
832χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
833ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
834προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
835ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·
836εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
837ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
838ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
839τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
840τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην
841λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
842καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι
843καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον,
844ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί,
845ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.
Episode 10
Μνησίλοχος
846ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.
847τί δῆτʼ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθʼ ὅπως
848οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.
849τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
850ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
851πάντως ὑπάρχει μοι γυναικεία στολή.
Γυνὴ Γ
852τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
853πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως
854ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
Μνησίλοχος
855Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
856ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
857λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
Γυνὴ Γ
The complete text is available when the reading interface loads.