The Greek Library Author

Aristophanes

Βάτραχοι

Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης

Scientific editors
F. W. Hall, W. M. Geldart
Edition reference
Aristophanis Comoediae · Oxford · Clarendon Press · 1907
CTS identifier
urn:cts:greekLit:tlg0019.tlg009.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Cast List 1

Prologue 2

Ξανθίας

1Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,

2ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;

Διόνυσος

3νὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι,

4τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.

Ξανθίας

5μηδʼ ἕτερον ἀστεῖόν τι;

Διόνυσος

5bπλήν γʼ ὡς θλίβομαι.

Ξανθίας

6τί δαί; τὸ πάνυ γέλοιον εἴπω;

Διόνυσος

6bνὴ Δία

7θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς,

Ξανθίας

7bτὸ τί;

Διόνυσος

8μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.

Ξανθίας

9μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,

10εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;

Διόνυσος

11μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.

Ξανθίας

12τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,

13εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος

14εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;

Διόνυσος

16μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,

17ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,

18πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.

Ξανθίας

19ὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί,

20ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.

Διόνυσος

21εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,

22ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου

23αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,

24ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;

Ξανθίας

25οὐ γὰρ φέρω ʼγώ;

Διόνυσος

25bπῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;

Ξανθίας

26φέρων γε ταυτί.

Διόνυσος

26bτίνα τρόπον;

Ξανθίας

26cΒαρέως πάνυ.

Διόνυσος

27οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;

Ξανθίας

28οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.

Διόνυσος

29πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;

Ξανθίας

30οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.

Διόνυσος

31σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,

32ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.

Ξανθίας

33οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;

34ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.

Διόνυσος

35κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας

36ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με

37ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.

Ἡρακλῆς

38τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς

39ἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;

Διόνυσος

40ὁ παῖς.

Ξανθίας

40bτί ἔστιν;

Διόνυσος

40cοὐκ ἐνεθυμήθης;

Ξανθίας

40dτὸ τί;

Διόνυσος

41ὡς σφόδρα μʼ ἔδεισε.

Ξανθίας

41bνὴ Δία μὴ μαίνοιό γε.

Ἡρακλῆς

42οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·

43καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.

Διόνυσος

44ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.

Ἡρακλῆς

45ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων

46ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.

47τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;

48ποῖ γῆς ἀπεδήμεις;

Διόνυσος

48bἐπεβάτευον Κλεισθένει—

Ἡρακλῆς

49κἀναυμάχησας;

Διόνυσος

49bκαὶ κατεδύσαμέν γε ναῦς

50τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.

Ἡρακλῆς

51σφώ;

Διόνυσος

51bνὴ τὸν Ἀπόλλω.

Ξανθίας

51cκᾆτʼ ἔγωγʼ ἐξηγρόμην.

Διόνυσος

52καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι

53τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος

54τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.

Ἡρακλῆς

55πόθος; πόσος τις;

Διόνυσος

55bμικρὸς ἡλίκος Μόλων.

Ἡρακλῆς

56γυναικός;

Διόνυσος

56bοὐ δῆτʼ.

Ἡρακλῆς

56cἀλλὰ παιδός;

Διόνυσος

56dοὐδαμῶς.

Ἡρακλῆς

57ἀλλʼ ἀνδρός;

Διόνυσος

57bἀπαπαί.

Ἡρακλῆς

57cξυνεγένου τῷ Κλεισθένει;

Διόνυσος

58μὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·

59τοιοῦτος ἵμερός με διαλυμαίνεται.

Ἡρακλῆς

60ποῖός τις ὦδελφίδιον;

Διόνυσος

60bοὐκ ἔχω φράσαι.

61ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.

62ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;

Ἡρακλῆς

63ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.

Διόνυσος

64ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;

Ἡρακλῆς

65μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.

Διόνυσος

66τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος

67Εὐριπίδου.

Ἡρακλῆς

67bκαὶ ταῦτα τοῦ τεθνηκότος;

Διόνυσος

68κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ

69ἐλθεῖν ἐπʼ ἐκεῖνον.

Ἡρακλῆς

69bπότερον εἰς Ἅιδου κάτω;

Διόνυσος

70καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.

Ἡρακλῆς

71τί βουλόμενος;

Διόνυσος

71bδέομαι ποιητοῦ δεξιοῦ.

72οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.

Ἡρακλῆς

73τί δʼ; οὐκ Ἰοφῶν ζῇ;

Διόνυσος

73bτοῦτο γάρ τοι καὶ μόνον

74ἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·

75οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.

Ἡρακλῆς

76εἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου

77μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν;

Διόνυσος

78οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,

79ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.

80κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢν

81κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·

82ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ.

Ἡρακλῆς

83Ἀγάθων δὲ ποῦ ʼστιν;

Διόνυσος

83bἀπολιπών μʼ ἀποίχεται,

84ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.

Ἡρακλῆς

85ποῖ γῆς ὁ τλήμων;

Διόνυσος

85bἐς Μακάρων εὐωχίαν.

Ἡρακλῆς

86ὁ δὲ Σενοκλέης;

Διόνυσος

86bἐξόλοιτο νὴ Δία.

Ἡρακλῆς

87Πυθάγγελος δέ;

Ξανθίας

87bπερὶ ἐμοῦ δʼ οὐδεὶς λόγος

88ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.

Ἡρακλῆς

89οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλια

90τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,

91Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.

Διόνυσος

92ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,

93χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,

94ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,

95ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.

96γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι

97ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.

Ἡρακλῆς

98πῶς γόνιμον;

Διόνυσος

98bὡδὶ γόνιμον, ὅστις φθέγξεται

99τοιουτονί τι παρακεκινδυνευμένον,

100αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,

101ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,

102γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.

Ἡρακλῆς

103σὲ δὲ ταῦτʼ ἀρέσκει;

Διόνυσος

103bμἀλλὰ πλεῖν ἢ μαίνομαι.

Ἡρακλῆς

104ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.

Διόνυσος

105μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.

Ἡρακλῆς

106καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.

Διόνυσος

107δειπνεῖν με δίδασκε.

Ξανθίας

107bπερὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.

Διόνυσος

108ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων

109ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους

110τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ

111ἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον,

112τούτους φράσον μοι, λιμένας ἀρτοπώλια

113πορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς

114πόλεις διαίτας πανδοκευτρίας, ὅπου

115κόρεις ὀλίγιστοι.

Ξανθίας

115bπερὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.

Ἡρακλῆς

116ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;

Διόνυσος

117μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν

118ὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·

119καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.

Ἡρακλῆς

120φέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;

121μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,

122κρεμάσαντι σαυτόν.

Διόνυσος

122bπαῦε, πνιγηρὰν λέγεις.

Ἡρακλῆς

123ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη

124ἡ διὰ θυείας.

Διόνυσος

124bἆρα κώνειον λέγεις;

Ἡρακλῆς

125μάλιστά γε.

Διόνυσος

125bψυχράν γε καὶ δυσχείμερον·

126εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.

Ἡρακλῆς

127βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;

Διόνυσος

128νὴ τὸν Δίʼ ὡς ὄντος γε μὴ βαδιστικοῦ.

Ἡρακλῆς

129καθέρπυσόν νυν ἐς Κεραμεικόν.

Διόνυσος

129bκᾆτα τί;

Ἡρακλῆς

130ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—

Διόνυσος

130bτί δρῶ;

Ἡρακλῆς

131ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,

132κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοι

133εἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν.

Διόνυσος

133bποῖ

Ἡρακλῆς

133cκάτω.

Διόνυσος

134ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.

135οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.

Ἡρακλῆς

135bτί δαί;

Διόνυσος

136ἥνπερ σὺ τότε κατῆλθες.

Ἡρακλῆς

136bἀλλʼ ὁ πλοῦς πολύς.

137εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ

138ἄβυσσον.

Διόνυσος

138bεἶτα πῶς περαιωθήσομαι;

Ἡρακλῆς

139ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρων

140ναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.

Διόνυσος

141φεῦ,

141aὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.

142πῶς ἠλθέτην κἀκεῖσε;

Ἡρακλῆς

142bΘησεὺς ἤγαγεν.

143μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία

144δεινότατα.

Διόνυσος

144bμή μʼ ἔκπληττε μηδὲ δειμάτου·

145οὐ γάρ μʼ ἀποτρέψεις.

Ἡρακλῆς

145bεἶτα βόρβορον πολὺν

146καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,

147εἴ που ξένον τις ἠδίκησε πώποτε,

148ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,

149ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθον

150ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,

151ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

Διόνυσος

152νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ

153τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.

Ἡρακλῆς

154ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,

155ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,

156καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας

157ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.

Διόνυσος

158οὗτοι δὲ δὴ τίνες εἰσίν;

Ἡρακλῆς

158bοἱ μεμυημένοι—

Ξανθίας

159νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.

160ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.

Ἡρακλῆς

161οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.

162οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν

163ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.

164καὶ χαῖρε πόλλʼ ὦδελφέ.

Διόνυσος

164bνὴ Δία καὶ σύ γε

165ὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.

Ξανθίας

166πρὶν καὶ καταθέσθαι;

Διόνυσος

166bκαὶ ταχέως μέντοι πάνυ.

Ξανθίας

167μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα

168τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.

Διόνυσος

169ἐὰν δὲ μὴ εὕρω;

Ξανθίας

169bτότε μʼ ἄγειν.

Διόνυσος

169cκαλῶς λέγεις.

170καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,

171οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·

172ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;

Νέκρος

173πόσʼ ἄττα;

Διόνυσος

173bταυτί.

Νέκρος

173cδύο δραχμὰς μισθὸν τελεῖς;

Διόνυσος

174μὰ Δίʼ ἀλλʼ ἔλαττον.

Νέκρος

174bὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.

Διόνυσος

175ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.

Νέκρος

176εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.

Διόνυσος

177λάβʼ ἐννέʼ ὀβολούς.

Νέκρος

177bἀναβιοίην νυν πάλιν.

Ξανθίας

178ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;

179ἐγὼ βαδιοῦμαι.

Διόνυσος

179bχρηστὸς εἶ καὶ γεννάδας.

180χωρῶμεν ἐπὶ τὸ πλοῖον.

Χάρων

180bὠὸπ παραβαλοῦ.

Ξανθίας

181τουτὶ τί ἔστι;

Διόνυσος

181bτοῦτο; λίμνη νὴ Δία

182αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.

Ξανθίας

183νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.

Διόνυσος

184χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.

Χάρων

185τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;

186τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας,

187ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;

Διόνυσος

188ἐγώ.

Χάρων

188bταχέως ἔμβαινε.

Διόνυσος

188cποῖ σχήσειν δοκεῖς;

189ἐς κόρακας ὄντως;

Χάρων

189bναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.

190ἔσβαινε δή.

Διόνυσος

190bπαῖ δεῦρο.

Χάρων

190cδοῦλον οὐκ ἄγω,

191εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.

Ξανθίας

192μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.

Χάρων

193οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;

Ξανθίας

194ποῦ δῆτʼ ἀναμενῶ;

Χάρων

194bπαρὰ τὸν Αὑαίνου λίθον

195ἐπὶ ταῖς ἀναπαύλαις.

Διόνυσος

195bμανθάνεις;

Ξανθίας

195cπάνυ μανθάνω.

196οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;

Χάρων

197κάθιζʼ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.

198οὗτος τί ποιεῖς;

Διόνυσος

198bὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ

199ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;

Χάρων

200οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων;

Διόνυσος

200bἰδού.

Χάρων

201οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;

Διόνυσος

201bἰδού.

Χάρων

202οὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰς

203ἐλᾷς προθύμως;

Διόνυσος

203bκᾆτα πῶς δυνήσομαι

204ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος

205ὢν εἶτʼ ἐλαύνειν;

Χάρων

205bῥᾷστʼ· ἀκούσει γὰρ μέλη

206κάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,

Διόνυσος

206bτίνων;

Χάρων

207βατράχων κύκνων θαυμαστά.

Διόνυσος

207bκατακέλευε δή.

Χάρων

208ὦ ὀπὸπ ὦ ὀπόπ.

Trochees 1

Βάτραχοι

209βρεκεκεκὲξ κοὰξ κοάξ,

210βρεκεκεκὲξ κοὰξ κοάξ.

211λιμναῖα κρηνῶν τέκνα,

212ξύναυλον ὕμνων βοὰν

213φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,

214κοὰξ κοάξ,

215ἣν ἀμφὶ Νυσήιον

216Διὸς Διόνυσον ἐν

217Λίμναισιν ἰαχήσαμεν,

218ἡνίχʼ ὁ κραιπαλόκωμος

219τοῖς ἱεροῖσι Χύτροισι

220χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.

221βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

222ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι

223τὸν ὄρρον ὦ κοὰξ κοάξ·

224ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.

Βάτραχοι

225βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

226ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·

227οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.

Βάτραχοι

228εἰκότως γʼ ὦ πολλὰ πράττων.

229ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι

230καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·

231προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,

232ἕνεκα δόνακος, ὃν ὑπολύριον

233ἔνυδρον ἐν λίμναις τρέφω.

235βρεκεκεκὲξ κοάξ κοάξ.

Διόνυσος

236ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,

237χὠ πρωκτὸς ἰδίει πάλαι,

238κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—

Βάτραχοι

239βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

240ἀλλʼ ὦ φιλῳδὸν γένος

241παύσασθε.

Βάτραχοι

241bμᾶλλον μὲν οὖν

242φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις

243ἐν ἁμέραισιν

244ἡλάμεσθα διὰ κυπείρου

244aκαὶ φλέω, χαίροντες ᾠδῆς

245πολυκολύμβοισι μέλεσιν,

246ἢ Διὸς φεύγοντες ὄμβρον

247ἔνυδρον ἐν βυθῷ χορείαν

248αἰόλαν ἐφθεγξάμεσθα

249πομφολυγοπαφλάσμασιν.

Διόνυσος

251βρεκεκεκὲξ κοὰξ κοάξ.

252τουτὶ παρʼ ὑμῶν λαμβάνω.

Βάτραχοι

253δεινά τἄρα πεισόμεσθα.

Διόνυσος

254δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων

255εἰ διαρραγήσομαι.

Βάτραχοι

256βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

257οἰμώζετʼ· οὐ γάρ μοι μέλει.

Βάτραχοι

258ἀλλὰ μὴν κεκραξόμεσθά γʼ

259ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν

260χανδάνῃ διʼ ἡμέρας.

Διόνυσος

261βρεκεκεκὲξ κοὰξ κοάξ.

262τούτῳ γὰρ οὐ νικήσετε.

Βάτραχοι

263οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.

Διόνυσος

264οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ

264aοὐδέποτε· κεκράξομαι γὰρ

265κἂν δέῃ διʼ ἡμέρας

265aβρεκεκεκὲξ κοὰξ κοάξ,

266ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,

267βρεκεκεκὲξ κοὰξ κοάξ.

Iambics 2

Διόνυσος

268ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.

Χάρων

269ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,

270ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.

Διόνυσος

270bἔχε δὴ τὠβολώ.

271ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.

Ξανθίας

272ἰαῦ.

Διόνυσος

272bβάδιζε δεῦρο.

Ξανθίας

272cχαῖρʼ ὦ δέσποτα.

Διόνυσος

273τί ἔστι τἀνταυθοῖ;

Ξανθίας

273bσκότος καὶ βόρβορος.

Διόνυσος

274κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι

275καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;

Ξανθίας

275bσὺ δʼ οὔ;

Διόνυσος

276νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.

277ἄγε δὴ τί δρῶμεν;

Ξανθίας

277bπροϊέναι βέλτιστα νῷν,

278ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία

279τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.

Διόνυσος

279bὡς οἰμώξεται.

280ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,

281εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.

282οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.

283ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι

284λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.

Ξανθίας

285νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.

Διόνυσος

286ποῦ ποῦ ʼστιν;

Ξανθίας

286bἐξόπισθεν.

Διόνυσος

286cἐξόπισθʼ ἴθι.

Ξανθίας

287ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.

Διόνυσος

287bπρόσθε νυν ἴθι.

Ξανθίας

288καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.

Διόνυσος

289ποῖόν τι;

Ξανθίας

289bδεινόν· παντοδαπὸν γοῦν γίγνεται

290τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ

291ὡραιοτάτη τις.

Διόνυσος

291bποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.

Ξανθίας

292ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.

Διόνυσος

293Ἔμπουσα τοίνυν ἐστί.

Ξανθίας

293bπυρὶ γοῦν λάμπεται

294ἅπαν τὸ πρόσωπον.

Διόνυσος

294bκαὶ σκέλος χαλκοῦν ἔχει;

Ξανθίας

295νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,

296σάφʼ ἴσθι.

Διόνυσος

296bποῖ δῆτʼ ἂν τραποίμην;

Ξανθίας

296cποῖ δʼ ἐγώ;

Διόνυσος

297ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.

Ξανθίας

298ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.

Διόνυσος

298bοὐ μὴ καλεῖς μʼ

299ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.

Ξανθίας

300Διόνυσε τοίνυν.

Διόνυσος

300bτοῦτό γʼ ἧττον θατέρου.

301ἴθʼ ᾗπερ ἔρχει.

Ξανθίας

301bδεῦρο δεῦρʼ ὦ δέσποτα.

Διόνυσος

302τί δʼ ἔστι;

Ξανθίας

302bθάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,

303ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,

304ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.

305ἥμπουσα φρούδη.

Διόνυσος

305bκατόμοσον.

Ξανθίας

305cνὴ τὸν Δία.

Διόνυσος

306καὖθις κατόμοσον.

Ξανθίας

306bνὴ Δίʼ.

Διόνυσος

306cὄμοσον.

Ξανθίας

306dνὴ Δία.

Διόνυσος

307οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.

Ξανθίας

308ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.

Διόνυσος

309οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;

310τίνʼ αἰτιάσομαι θεῶν μ' ἀπολλύναι;

Ξανθίας

311αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;

αὐλεῖ τις ἔνδοθεν̓

Διόνυσος

312οὗτος.

Ξανθίας

312bτί ἔστιν;

Διόνυσος

312cοὐ κατήκουσας;

Ξανθίας

312dτίνος;

Διόνυσος

313αὐλῶν πνοῆς.

Ξανθίας

313bἔγωγε, καὶ δᾴδων γέ με

314αὔρα τις εἰσέπνευσε μυστικωτάτη.

Διόνυσος

315ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.

Parodos 3

Lyric 1

Χορός

316Ἴακχʼ ὦ Ἴακχε.

317Ἴακχʼ ὦ Ἴακχε.

Ξανθίας

318τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι

319ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.

320ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.

Διόνυσος

321κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν

322βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.

Strophe 2

Χορός

324Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,

325Ἴακχʼ ὦ Ἴακχε,

326ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων

327ὁσίους ἐς θιασώτας,

328πολύκαρπον μὲν τινάσσων

329περὶ κρατὶ σῷ βρύοντα

330στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων

331ποδὶ τὰν ἀκόλαστον

332φιλοπαίγμονα τιμάν,

335χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν

336ὁσίοις μύσταις χορείαν.

Ξανθίας

337ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,

338ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.

Διόνυσος

339οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;

Antistrophe 3

Χορός

340†ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†,

341Ἴακχʼ ὦ Ἴακχε,

342νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.

343φλογὶ φέγγεται δὲ λειμών·

345γόνυ πάλλεται γερόντων·

346ἀποσείονται δὲ λύπας

347χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς

350ἱερᾶς ὑπὸ τιμᾶς.

351σὺ δὲ λαμπάδι † φλέγων†

352προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον

353χοροποιὸν μάκαρ ἥβαν.

Anapests 4

Χορός

354εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,

355ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,

356ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν,

357μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη,

358ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιοῦσιν,

359ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,

360ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,

361ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,

362ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει

363ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,

364ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,

365ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,

366ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,

367ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,

368κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·

369τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ

370ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν

371καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.

Strophe 5

Χορός

372χώρει νυν πᾶς ἀνδρείως

373ἐς τοὺς εὐανθεῖς κόλπους

374λειμώνων ἐγκρούων

375κἀπισκώπτων

376καὶ παίζων καὶ χλευάζων,

377ἠρίστηται δʼ ἐξαρκούντως.

Antistrophe 6

Χορός

378ἀλλʼ ἔμβα χὤπως ἀρεῖς

379τὴν Σώτειραν γενναίως

380τῇ φωνῇ μολπάζων,

381ἣ τὴν χώραν

382σῴζειν φήσʼ ἐς τὰς ὥρας,

383κἂν Θωρυκίων μὴ βούληται.

Anapests 7

Χορός

384ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν

385Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.

Strophe 8

Χορός

386Δήμητερ ἁγνῶν ὀργίων

387ἄνασσα συμπαραστάτει,

388καὶ σῷζε τὸν σαυτῆς χορόν,

389καί μʼ ἀσφαλῶς πανήμερον

390παῖσαί τε καὶ χορεῦσαι·

Antistrophe 9

Χορός

391καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-

392πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ

393τῆς σῆς ἑορτῆς ἀξίως

394παίσαντα καὶ σκώψαντα νι-

395κήσαντα ταινιοῦσθαι.

Lyric 10

Χορός

396ἄγʼ εἶα

397νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο

398ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.

Strophe 11

Χορός

399Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς

400ἥδιστον εὑρών, δεῦρο συνακολούθει

401πρὸς τὴν θεὸν

402καὶ δεῖξον ὡς ἄνευ πόνου

403πολλὴν ὁδὸν περαίνεις.

404Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

Strophe 12

Χορός

405σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι

406κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον

407καὶ τὸ ῥάκος,

408κἀξηῦρες ὥστʼ ἀζημίους

409παίζειν τε καὶ χορεύειν.

410Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

Strophe 13

Χορός

411καὶ γὰρ παραβλέψας τι μειρακίσκης

412νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου

413συμπαιστρίας

414χιτωνίου παραρραγέν-

415τος τιτθίον προκύψαν.

416Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

Lyric 14

Διόνυσος

417ἐγὼ δʼ ἀεί πως φιλακόλου-

418θός εἰμι καὶ μετʼ αὐτῆς

419παίζων χορεύειν βούλομαι.

Ξανθίας

419bκἄγωγε πρός.

Strophe 15

Χορός

420βούλεσθε δῆτα κοινῇ

421σκώψωμεν Ἀρχέδημον;

422ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.

Strophe 16

Χορός

423νυνὶ δὲ δημαγωγεῖ

424ἐν τοῖς ἄνω νεκροῖσι,

425κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.

Strophe 17

Χορός

426τὸν Κλεισθένους δʼ ἀκούω

427ἐν ταῖς ταφαῖσι πρωκτὸν

428τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·

Strophe 18

Χορός

429κἀκόπτετʼ ἐγκεκυφώς,

430κἄκλαε κἀκεκράγει

431Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.

Strophe 19

Χορός

432καὶ Καλλίαν γέ φασι

433τοῦτον τὸν Ἱπποβίνου

434κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.

Strophe 20

Διόνυσος

435ἔχοιτʼ ἂν οὖν φράσαι νῷν

436Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;

437ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.

Strophe 21

Χορός

438μηδὲν μακρὰν ἀπέλθῃς,

439μηδʼ αὖθις ἐπανέρῃ με,

440ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.

Lyric 22

Διόνυσος

441αἴροιʼ ἂν αὖθις ὦ παῖ.

Anapests 23

Ξανθίας

442τουτὶ τί ἦν τὸ πρᾶγμα;

443ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.

Χορός

444χωρεῖτε

445νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος

446παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·

447ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,

448οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.

Strophe 24

Χορός

449χωρῶμεν ἐς πολυρρόδους

450λειμῶνας ἀνθεμώδεις,

451τὸν ἡμέτερον τρόπον

452τὸν καλλιχορώτατον

453παίζοντες, ὃν ὄλβιαι

454Μοῖραι ξυνάγουσιν.

Antistrophe 25

Χορός

455μόνοις γὰρ ἡμῖν ἥλιος

456καὶ φέγγος ἱλαρόν ἐστιν,

457ὅσοι μεμυήμεθʼ εὐ-

457aσεβῆ τε διήγομεν

458τρόπον περὶ τοὺς ξένους

459καὶ τοὺς ἰδιώτας.

Lyric-Scene 4

Διόνυσος

460ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;

461πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;

Ξανθίας

462οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,

463καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.

Διόνυσος

464παῖ παῖ.

Ἄιακος

464bτίς οὗτος;

Διόνυσος

464cἩρακλῆς ὁ καρτερός.

Ἄιακος

465ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ

466καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,

467ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερον

468ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,

469ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·

470τοία Στυγός σε μελανοκάρδιος πέτρα

471Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς

472φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,

473ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου

474διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται

475Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου

476αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω

477διασπάσονται Γοργόνες Τειθράσιαι,

478ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.

Ξανθίας

479οὗτος τί δέδρακας;

Διόνυσος

479bἐγκέχοδα· κάλει θεόν.

Ξανθίας

480ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ

481πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;

Διόνυσος

481bἀλλʼ ὡρακιῶ.

482ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.

Ξανθίας

483ἰδοὺ λαβέ, προσθοῦ.

Διόνυσος

483bποῦ ʼστιν;

Ξανθίας

483cὦ χρυσοῖ θεοὶ

484ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;

Διόνυσος

484bδείσασα γὰρ

485ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.

Ξανθίας

486ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.

Διόνυσος

486bἐγώ;

487πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;

488οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.

Ξανθίας

488bἀλλὰ τί;

Διόνυσος

489κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·

490ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.

Ξανθίας

491ἀνδρεῖά γʼ ὦ Πόσειδον.

Διόνυσος

491bοἶμαι νὴ Δία.

492σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων

493καὶ τὰς ἀπειλάς;

Ξανθίας

493bοὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.

Διόνυσος

494ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,

495σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼν

496καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·

497ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.

Ξανθίας

498φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον·

499καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,

500εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.

Διόνυσος

501μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.

502φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.

Θεράπαινα

503ὦ φίλταθʼ ἥκεις Ἡράκλεις; δεῦρʼ εἴσιθι.

504ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέως

505ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας

506ἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον,

507πλακοῦντας ὤπτα κολλάβους. ἀλλʼ εἴσιθι.

Ξανθίας

508κάλλιστʼ, ἐπαινῶ.

Θεράπαινα

508bμὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼ

509περιόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέα

510ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα

511ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.

512ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί.

Ξανθίας

512bπάνυ καλῶς.

Θεράπαινα

512cληρεῖς ἔχων

513οὐ γάρ σʼ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι

514ἥδʼ ἔνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδες

515ἕτεραι δύʼ ἢ τρεῖς.

Ξανθίας

515bπῶς λέγεις; ὀρχηστρίδες;

Θεράπαινα

516ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.

517ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη

518ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.

Ξανθίας

519ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν

520ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.

521ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.

Διόνυσος

522ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,

523ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;

524οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,

525ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.

Ξανθίας

526τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖ

527ἅδωκας αὐτός;

Διόνυσος

527bοὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.

528κατάθου τὸ δέρμα.

Ξανθίας

528bταῦτʼ ἐγὼ μαρτύρομαι

529καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.

Διόνυσος

529bποίοις θεοῖς;

530τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν

531ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;

Ξανθίας

532ἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτε

533ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.

Strophe 1

Χορός

534ταῦτα μὲν πρὸς ἀνδρός ἐστι

534aνοῦν ἔχοντος καὶ φρένας καὶ

535πολλὰ περιπεπλευκότος,

536μετακυλίνδειν αὑτὸν ἀεὶ

537πρὸς τὸν εὖ πράττοντα τοῖχον

537aμᾶλλον ἢ γεγραμμένην

538εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν

539σχῆμα· τὸ δὲ μεταστρέφεσθαι

539aπρὸς τὸ μαλθακώτερον

540δεξιοῦ πρὸς ἀνδρός ἐστι

540aκαὶ φύσει Θηραμένους.

Διόνυσος

541οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ

542Ξανθίας μὲν δοῦλος ὢν ἐν

543στρώμασιν Μιλησίοις

543aἀνατετραμμένος κυνῶν ὀρ-

544χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼ

544aδὲ πρὸς τοῦτον βλέπων

545τοὐρεβίνθου ʼδραττόμην, οὗ-

546τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος

547εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου

547aπὺξ πατάξας μοὐξέκοψε

548τοῦ χοροῦ τοὺς προσθίους;

Iambics 2

Πανδοκευτρία

549Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,

550ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε

551ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.

Πλαθάνη

551bνὴ Δία

552ἐκεῖνος αὐτὸς δῆτα.

Ξανθίας

552bκακὸν ἥκει τινί.

Πανδοκευτρία

553καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν

554ἀνʼ ἡμιωβολιαῖα.

Ξανθίας

554bδώσει τις δίκην.

Πανδοκευτρία

555καὶ τὰ σκόροδα τὰ πολλά.

Διόνυσος

555bληρεῖς ὦ γύναι

556κοὐκ οἶσθʼ ὅ τι λέγεις.

Πανδοκευτρία

556bοὐ μὲν οὖν με προσεδόκας,

557ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι;

558τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.

Πλαθάνη

559μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,

560ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν

Πανδοκευτρία

561κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,

562ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.

Ξανθίας

563τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.

Πανδοκευτρία

564καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.

Πλαθάνη

565νὴ Δία τάλαινα.

Πανδοκευτρία

565bνὼ δὲ δεισάσα γέ που

566ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·

567ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.

Ξανθίας

568καὶ τοῦτο τούτου τοὔργον.

Πλαθάνη

568bἀλλʼ ἐχρῆν τι δρᾶν.

Πανδοκευτρία

569ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.

Πλαθάνη

570σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,

571ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.

Πανδοκευτρία

571bὦ μιαρὰ φάρυξ,

572ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους

573κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.

Πλαθάνη

574ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.

Πανδοκευτρία

575ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου

576δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.

Πλαθάνη

577ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον

578ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.

Διόνυσος

579κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.

Ξανθίας

580οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.

581οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.

Διόνυσος

581bμηδαμῶς

582ὦ Ξανθίδιον.

Ξανθίας

582bκαὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ

583υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;

Διόνυσος

584οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·

585κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.

586ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,

587πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,

588κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.

Ξανθίας

589δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.

Antistrophe 3

Χορός

590νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ

590aτὴν στολὴν εἴληφας ἥνπερ

591εἶχες ἐξ ἀρχῆς πάλιν,

592ἀνανεάζειν

593καὶ βλέπειν αὖθις τὸ δεινόν,

593aτοῦ θεοῦ μεμνημένον

594ᾧπερ εἰκάζεις σεαυτόν.

594aεἰ δὲ παραληρῶν ἁλώσει

595κἀκβαλεῖς τι μαλθακόν,

595aαὖθις αἴρεσθαί σʼ ἀνάγκη

596ʼσται πάλιν τὰ στρώματα.

Ξανθίας

597οὐ κακῶς ὦνδρες παραινεῖτʼ,

598ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ

598aἄρτι συννοούμενος.

599ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,

600ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί

600aμʼ εὖ οἶδʼ ὅτι.

601ἀλλʼ ὅμως ἐγὼ παρέξω

601aʼμαυτὸν ἀνδρεῖον τὸ λῆμα

602καὶ βλέποντʼ ὀρίγανον.

603δεῖν δʼ ἔοικεν, ὡς ἀκούω

604τῆς θύρας καὶ δὴ ψόφον.

Iambics 4

Ἄιακος

605ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,

606ἵνα δῷ δίκην· ἀνύετον.

Διόνυσος

606bἥκει τῳ κακόν.

Ξανθίας

607οὐκ ἐς κόρακας; μὴ πρόσιτον.

Ἄιακος

607bεἶεν, καὶ μάχει;

608ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας

609χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.

Διόνυσος

610εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ

611κλέπτοντα πρὸς τἀλλότρια;

Ἄιακος

611bμἀλλʼ ὑπερφυᾶ.

Διόνυσος

612σχέτλια μὲν οὖν καὶ δεινά.

Ξανθίας

612bκαὶ μὴν νὴ Δία

613εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,

614ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.

615καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·

616βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,

617κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.

Ἄιακος

618καὶ πῶς βασανίσω;

Ξανθίας

618bπάντα τρόπον, ἐν κλίμακι

619δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,

620στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,

621πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ

622μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.

Ἄιακος

623δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου

624τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.

Ξανθίας

625μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.

Ἄιακος

626αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.

627κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς

628ἐνταῦθα μηδὲν ψεῦδος.

Διόνυσος

628bἀγορεύω τινὶ

629ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,

630αὐτὸς σεαυτὸν αἰτιῶ.

Ἄιακος

630bλέγεις δὲ τί;

Διόνυσος

631ἀθάνατος εἶναί φημι Διόνυσος Διός,

632τοῦτον δὲ δοῦλον.

Ἄιακος

632bταῦτʼ ἀκούεις;

Ξανθίας

632cφήμʼ ἐγώ.

633καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·

634εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.

Διόνυσος

635τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,

636οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;

Ξανθίας

637δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς

638κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι

639τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.

Ἄιακος

640οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·

641χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.

Ξανθίας

642πῶς οὖν βασανιεῖς νὼ δικαίως;

Ἄιακος

642bῥᾳδίως·

643πληγὴν παρὰ πληγὴν ἑκάτερον.

Ξανθίας

643bκαλῶς λέγεις.

Ἄιακος

644ἰδού.

Ξανθίας

644bσκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.

Ἄιακος

645ἤδη ʼπάταξά σʼ.

Ξανθίας

645bοὐ μὰ Δίʼ.

Ἄιακος

645cοὐδʼ ἐμοὶ δοκεῖς.

646ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.

Διόνυσος

646bπηνίκα;

Ἄιακος

647καὶ δὴ ʼπάταξα.

Διόνυσος

647bκᾆτα πῶς οὐκ ἔπταρον;

Ἄιακος

648οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.

Ξανθίας

649οὔκουν ἀνύσεις τι; ἀτταταῖ.

Ἄιακος

649bτί τἀτταταῖ;

650μῶν ὠδυνήθης;

Ξανθίας

650bοὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα

651ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.

Ἄιακος

652ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.

Διόνυσος

653ἰοὺ ἰού.

Ἄιακος

653bτί ἔστιν;

Διόνυσος

653cἱππέας ὁρῶ.

Ἄιακος

654τί δῆτα κλάεις;

Διόνυσος

654bκρομμύων ὀσφραίνομαι.

Ἄιακος

655ἐπεὶ προτιμᾷς γʼ οὐδέν.

Διόνυσος

655bοὐδέν μοι μέλει.

Ἄιακος

656βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.

Ξανθίας

657οἴμοι.

Ἄιακος

657bτί ἔστι;

Ξανθίας

657cτὴν ἄκανθαν ἔξελε.

Ἄιακος

658τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.

Διόνυσος

659Ἄπολλον—ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.

Ξανθίας

660ἤλγησεν· οὐκ ἤκουσας;

Διόνυσος

660bοὐκ ἔγωγʼ, ἐπεὶ

661ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.

Ξανθίας

662οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.

Ἄιακος

663μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.

Διόνυσος

664Πόσειδον

Ξανθίας

664bἤλγησέν τις.

Διόνυσος

665ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.

Ἄιακος

668οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν

669ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·

670ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται

671χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.

Διόνυσος

672ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε

673πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.

Parabasis 5

Strophe 1

Χορός

675Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,

676τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι

677μυρίαι κάθηνται

678φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις

680δεινὸν ἐπιβρέμεται

681Θρῃκία χελιδὼν

682†ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †

683κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,

685κἂν ἴσαι γένωνται.

Epirrheme 2

Χορός

686τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει

687ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ

688ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,

689κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,

690ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε

691αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.

692εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει·

693καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν

694καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.

695κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,

696ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε.

697πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ

698χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,

699τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.

700ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει

701πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα

702κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.

703εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,

704τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,

705ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.

Antistrophe 3

Χορός

706εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ

707οἰμώξεται,

708οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,

709Κλειγένης ὁ μικρός,

710ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου

711ψευδολίτρου κονίας

712καὶ Κιμωλίας γῆς,

713χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ

715εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ

716ξύλου βαδίζων.

Antepirrheme 4

Χορός

718πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι

719ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς

720ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.

721οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,

722ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων

723καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις

724ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ

725χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις

726χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.

727τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας

728ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς

729καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,

730προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις

731καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα

732ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ

733οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.

734ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους

735χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ

736εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,

737ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.

Episode 6

Ἄιακος

738νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ

739ὁ δεσπότης σου.

Ξανθίας

739bπῶς γὰρ οὐχὶ γεννάδας,

740ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;

Ἄιακος

741τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,

742ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.

Ξανθίας

743ᾤμωξε μέντἄν.

Ἄιακος

743bτοῦτο μέντοι δουλικὸν

744εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.

Ξανθίας

745χαίρεις, ἱκετεύω;

Ἄιακος

745bμἀλλʼ ἐποπτεύειν δοκῶ,

746ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.

Ξανθίας

747τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼν

748πολλὰς ἀπίῃς θύραζε;

Ἄιακος

748bκαὶ τοῦθʼ ἥδομαι.

Ξανθίας

749τί δὲ πολλὰ πράττων;

Ἄιακος

749bὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.

Ξανθίας

750ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν

751ἅττʼ ἂν λαλῶσι;

Ἄιακος

751bμἀλλὰ πλεῖν ἢ μαίνομαι.

Ξανθίας

752τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;

Ἄιακος

752bἐγώ;

753μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.

Ξανθίας

754ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,

755καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον

756πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,

757τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ

758χὠ λοιδορησμός;

Ἄιακος

758bΑἰσχύλου κεὐριπίδου.

Ξανθίας

759ἆ.

Ἄιακος

759bπρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα

760ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.

Ξανθίας

761ἐκ τοῦ;

Ἄιακος

761bνόμος τις ἐνθάδʼ ἐστὶ κείμενος

762ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,

763τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων

764σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν

765θρόνον τε τοῦ Πλούτωνος ἑξῆς—

Ξανθίας

765bμανθάνω.

Ἄιακος

766ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος

767ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.

Ξανθίας

768τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;

Ἄιακος

769ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,

770ὡς ὢν κράτιστος τὴν τέχνην.

Ξανθίας

770bνυνὶ δὲ τίς;

Ἄιακος

771ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο

772τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις

773καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,

774ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι

775τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν

776ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·

777κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,

778ἵνʼ Αἰσχύλος καθῆστο.

Ξανθίας

778bκοὐκ ἐβάλλετο;

Ἄιακος

779μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν

780ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.

Ξανθίας

781ὁ τῶν πανούργων;

Ἄιακος

781bνὴ Δίʼ οὐράνιόν γʼ ὅσον.

Ξανθίας

782μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;

Ἄιακος

783ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.

Ξανθίας

784τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;

Ἄιακος

785ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν

786κἄλεγχον αὐτῶν τῆς τέχνης.

Ξανθίας

786bκἄπειτα πῶς

787οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;

Ἄιακος

788μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,

789ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,

790κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·

791νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,

792ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,

793ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης

794διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.

Ξανθίας

795τὸ χρῆμʼ ἄρʼ ἔσται;

Ἄιακος

795bνὴ Δίʼ ὀλίγον ὕστερον.

796κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.

797καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—

Ξανθίας

798τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;

Ἄιακος

799καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν

800καὶ πλαίσια ξύμπτυκτα—

Ξανθίας

800bπλινθεύσουσι γάρ;

Ἄιακος

801καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης

802κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.

Ξανθίας

803ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.

Ἄιακος

804ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.

Ξανθίας

805κρινεῖ δὲ δὴ τίς ταῦτα;

Ἄιακος

805bτοῦτʼ ἦν δύσκολον·

806σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.

807οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—

Ξανθίας

808πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.

Ἄιακος

809λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι

810φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ

811ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.

812ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται

813ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.

Choral 7

Strophe 1

Χορός

814ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,

815ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα

816ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς

817ὄμματα στροβήσεται.

Strophe 2

Χορός

818ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη

819σχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων,

820φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς

821ῥήμαθʼ ἱπποβάμονα.

Strophe 3

Χορός

822φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,

823δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει

824ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν

825γηγενεῖ φυσήματι·

Strophe 4

Χορός

826ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη

827γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς

828ῥήματα δαιομένη καταλεπτολογήσει

829πλευμόνων πολὺν πόνον.

Lyric-Scene 8

Εὐριπίδης

830οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.

831κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.

Διόνυσος

832Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.

Εὐριπίδης

833ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε

834ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.

Διόνυσος

835ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.

Εὐριπίδης

836ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,

837ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,

838ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,

839ἀπεριλάλητον κομποφακελορρήμονα.

Αἰσχύλος

840ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;

841σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδη

842καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;

843ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.

Διόνυσος

843bπαῦʼ Αἰσχύλε,

844καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.

Αἰσχύλος

845οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς

846τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.

Διόνυσος

847ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·

848τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.

Αἰσχύλος

849ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,

850γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.

Διόνυσος

851ἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε.

852ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδη

853ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,

854ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι

855θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·

856σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως

857ἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει

858ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.

859σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.

Εὐριπίδης

860ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,

861δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,

862τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,

863καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον

864καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.

The complete text is available when the reading interface loads.