The Greek Library Author

Aristophanes

Ἐκκλησιάζουσαι

Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης

Scientific editors
F. W. Hall, W. M. Geldart
Edition reference
Aristophanis Comoediae · Oxford · Clarendon Press · 1907
CTS identifier
urn:cts:greekLit:tlg0019.tlg010.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Prologue 1

Πραξάγορα

1Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου

2κάλλιστʼ ἐν εὐστόχοισιν ἐζητημένον·

3γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·

4τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο

5μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις·

6ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.

7σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ

8κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων

9πειρωμέναισι πλησίον παραστατεῖς,

10λορδουμένων τε σωμάτων ἐπιστάτην

11ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.

12μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς

13λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·

14στοάς τε καρποῦ Βακχίου τε νάματος

15πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·

16καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.

17ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα

18ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.

19ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.

20καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησία

21αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας,

22ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι,

23δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.

24τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους

25ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;

26ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν

27ἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνον

28προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,

29μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.

Γυνὴ Α

30ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως

31ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.

Πραξάγορα

32ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη

33τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα

34τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.

35δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν.

Γυνὴ Β

35bἤκουσά τοι

36ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,

37ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,

38Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ,

39τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν,

40ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.

Γυνὴ Α

41καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην

42προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.

Πραξάγορα

43οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν

44τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς

45ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.

Γυνὴ Α

46τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην

47σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;

Πραξάγορα

47bκαίτοι δοκεῖ

48κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.

Γυνὴ Α

49τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην

50ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;

Γυνὴ Β

51καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου

52ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ

53γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.

Γυνὴ Γ

54καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη

55ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην

56ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.

Πραξάγορα

57κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε

58ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,

59ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.

Γυνὴ Α

60ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας

61λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον·

62ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,

63ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας

64ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.

Γυνὴ Β

65κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας

66ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη

67καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.

Πραξάγορα

68ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν

69πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;

Γυνὴ Α

70νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί.

Γυνὴ Β

71κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.

Πραξάγορα

72ὑμεῖς δὲ τί φατε;

Γυνὴ Α

72bφασί· κατανεύουσι γάρ.

Πραξάγορα

73καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.

74Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας

75καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.

Γυνὴ Α

76ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην

77τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.

Γυνὴ Β

78τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.

Πραξάγορα

79νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν

80τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος

81εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.

82ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,

83ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·

84ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα

85ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.

Γυνὴ Α

86νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας

87ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.

Γυνὴ Β

88ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα

89πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.

Πραξάγορα

90πληρουμένης τάλαινα;

Γυνὴ Β

90bνὴ τὴν Ἄρτεμιν

91ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα

92ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.

Πραξάγορα

93ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος

94οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.

95οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι

96ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις

97ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.

98ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν

99ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε

100ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,

101τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;

Γυνὴ Α

102Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων

103λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή·

104νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.

Πραξάγορα

105τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν

106τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,

107ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα

108δυνώμεθʼ, ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν·

109νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.

Γυνὴ Α

110καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία

111δημηγορήσει;

Πραξάγορα

111bπολὺ μὲν οὖν ἄριστά που.

112λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι

113πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·

114ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.

Γυνὴ Α

115οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.

Πραξάγορα

116οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,

117ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.

118οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη

119ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.

Γυνὴ Α

120τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;

Πραξάγορα

121ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·

122ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι

123καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.

Γυνὴ Α

124δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν

125ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.

Πραξάγορα

126πῶς καταγέλαστον;

Γυνὴ Α

126bὥσπερ εἴ τις σηπίαις

127πώγωνα περιδήσειεν ἐσταθευμέναις.

Πραξάγορα

128ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.

129πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.

130κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;

Γυνὴ Α

131ἐγώ.

Πραξάγορα

131bπερίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.

Γυνὴ Α

132ἰδού.

Πραξάγορα

132bλέγοις ἄν.

Γυνὴ Α

132cεἶτα πρὶν πιεῖν λέγω;

Πραξάγορα

133ἰδοὺ πιεῖν.

Γυνὴ Α

133bτί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;

Πραξάγορα

134ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω

135κἀκεῖ.

Γυνὴ Α

135bτί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;

Πραξάγορα

136ἰδού γε σοὶ πίνουσι.

Γυνὴ Α

136bνὴ τὴν Ἄρτεμιν

137καὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα

138αὐτῶν ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις

139ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.

140καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν

141τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;

142καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες,

143καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται,

Πραξάγορα

144σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.

Γυνὴ Α

145νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·

146δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.

Πραξάγορα

147ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;

Γυνὴ Β

147bἐγώ.

Πραξάγορα

148ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.

149ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς

150διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.

Γυνὴ Β

151ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων

152λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος·

153νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν

154ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν

155ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.

Πραξάγορα

156μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;

Γυνὴ Β

157τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.

Πραξάγορα

158μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,

159καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.

Γυνὴ Β

160ὢ νὴ τὸν Ἀπόλλω.

Πραξάγορα

160bπαῦε τοίνυν, ὡς ἐγὼ

161ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα

162τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.

Γυνὴ Β

163φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.

164οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.

165ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—

Πραξάγορα

166γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;

Γυνὴ Β

167διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ

168ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.

Πραξάγορα

169ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί·

170αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ

171τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι

172τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.

173ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα

174ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω

175τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.

176ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην

177ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν

178χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.

179ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά.

180χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,

181οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,

182τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε.

183ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα

184οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον

185πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων

186ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,

187ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίους

188τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.

Γυνὴ Α

189νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.

Πραξάγορα

190τάλαινʼ Ἀφροδίτην ὤμοσας; χαρίεντά γʼ ἂν

191ἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ.

Γυνὴ Α

192ἀλλʼ οὐκ ἂν εἶπον.

Πραξάγορα

192bμηδʼ ἐθίζου νῦν λέγειν.

193τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα,

194εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν·

195ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρων

196ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.

197ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ,

198τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.

199Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·

200νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.

201Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός·

202σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεται

203Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.

Γυνὴ Α

204ὡς ξυνετὸς ἁνήρ.

Πραξάγορα

204bνῦν καλῶς ἐπῄνεσας.

205ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι.

206τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα

207ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,

208τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.

209ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι.

210ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν

211ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις

212ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.

Γυνὴ Α

213εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε.

Γυνὴ Β

213bλέγε λέγʼ ὦγαθέ.

Πραξάγορα

214ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες

215ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια

216βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον

217ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας

218ἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις,

219εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,

220εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.

221καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ·

222ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ·

223τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ·

224πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ·

225τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ·

225aμοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ·

226αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ·

227οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·

228βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.

229ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν

230μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα

231τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ

232ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,

233ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες

234σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία

235τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;

236χρήματα πορίζειν εὐπορώτατον γυνή,

237ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·

238αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.

239τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι,

240εὐδαιμονοῦντες τὸν βίον διάξετε.

Γυνὴ Α

241εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.

242πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;

Πραξάγορα

243ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί·

244ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.

Γυνὴ Α

245οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή·

246καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν

247αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.

248ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,

249πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;

Πραξάγορα

250φήσω παραφρονεῖν αὐτόν.

Γυνὴ Α

250bἀλλὰ τοῦτό γε

251ἴσασι πάντες.

Πραξάγορα

251bἀλλὰ καὶ μελαγχολᾶν.

Γυνὴ Α

252καὶ τοῦτʼ ἴσασιν.

Πραξάγορα

252bἀλλὰ καὶ τὰ τρύβλια

253κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.

Γυνὴ Α

254τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;

Πραξάγορα

255τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.

Γυνὴ Α

256τί δʼ ἢν ὑποκρούωσίν σε;

Πραξάγορα

256bπροσκινήσομαι

257ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.

Γυνὴ Α

258ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται

259ἕλκωσιν, ὅ τι δράσεις ποτʼ.

Πραξάγορα

259bἐξαγκωνιῶ

260bὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.

Γυνὴ Β

261ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.

Γυνὴ Α

262ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς

263ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ

264τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.

265εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.

Πραξάγορα

266χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον

267ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.

268ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια·

269ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς,

270ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν

271μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε.

272ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς,

273περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γε

274τούτους ἀκριβώσητε περιηρμοσμέναι,

275καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατε

276ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις

277ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος

278πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι

279τὸν τῶν ἀγροίκων.

Γυνὴ Β

279bεὖ λέγεις· ἡμεῖς δέ γε

280προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι

281ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς

282γυναῖκας.

Πραξάγορα

282bἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ

283τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα

284ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.

Exodus 2

Χορός

285ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ

286μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃ

287ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν

288ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.

Strophe 1

Χορός

289χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ

290ὁ θεσμοθέτης, ὃς ἂν

290aμὴ πρῲ πάνυ τοῦ κνέφους

291ἥκῃ κεκονιμένος,

291aστέργων σκοροδάλμῃ

292βλέπων ὑπότριμμα, μὴ

292aδώσειν τὸ τριώβολον.

293ἀλλʼ ὦ Χαριτιμίδη

293aκαὶ Σμίκυθε καὶ Δράκης

294ἕπου κατεπείγων,

294aσαυτῷ προσέχων ὅπως

295μηδὲν παραχορδιεῖς

295aὧν δεῖ σʼ ἀποδεῖξαι·

296ὅπως δὲ τὸ σύμβολον

296aλαβόντες ἔπειτα πλησίοι

297καθεδούμεθʼ, ὡς

297aἂν χειροτονῶμεν

298ἅπανθʼ ὁπόσʼ ἂν δέῃ

298aτὰς ἡμετέρας φίλας.

299καίτοι τί λέγω; φίλους

299aγὰρ χρῆν μʼ ὀνομάζειν.

Antistrophe 2

Χορός

300ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως

300aἥκοντας, ὅσοι πρὸ τοῦ

301μέν, ἡνίκʼ ἔδει λαβεῖν

301aἐλθόντʼ ὀβολὸν μόνον,

302καθῆντο λαλοῦντες

302aἐν τοῖς στεφανώμασιν,

303νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν.

303aἀλλʼ οὐχί, Μυρωνίδης

304ὅτʼ ἦρχεν ὁ γεννάδας,

304aοὐδεὶς ἂν ἐτόλμα

305τὰ τῆς πόλεως διοικεῖν

305aἀργύριον φέρων·

306ἀλλʼ ἧκεν ἕκαστος

306aἐν ἀσκιδίῳ φέρων

307πιεῖν ἅμα τʼ ἄρτον αὑτῷ

307aκαὶ δύο κρομμύω

308καὶ τρεῖς ἂν ἐλάας.

308aνυνὶ δὲ τριώβολον

309ζητοῦσι λαβεῖν, ὅταν

309aπράττωσί τι κοινὸν ὥσ-

310περ πηλοφοροῦντες.

Episode 3

Βλέπυρος

311τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;

312ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.

313ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,

314τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ

315καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν

316οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν

317ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω

318τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,

319καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.

320ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;

321ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;

322οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.

323οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην

324γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.

325οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν

326δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.

Ἀνήρ

327τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;

Βλέπυρος

328νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.

Ἀνήρ

328bεἰπέ μοι,

329τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που

330Κινησίας σου κατατετίληκέν ποθεν;

Βλέπυρος

331οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα

332τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.

Ἀνήρ

333τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;

Βλέπυρος

333bοὐκ ἔχω φράσαι.

334ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.

Ἀνήρ

335εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;

Βλέπυρος

336μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,

337ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν·

338ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.

Ἀνήρ

339νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς

340ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ

341φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.

342κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.

343οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.

Βλέπυρος

344μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς

345Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν,

346ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι,

347ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.

Ἀνήρ

348τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴ

349κέκληκεν αὐτὴν τῶν φίλων;

Βλέπυρος

349bγνώμην γʼ ἐμήν.

Ἀνήρ

350οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.

351ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ

352ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,

353ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.

Βλέπυρος

354κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου

355ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.

Ἀνήρ

356μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;

Βλέπυρος

357νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.

358ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με

359μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω,

360ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.

361νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,

362ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.

363τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;

364τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;

365ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται.

366Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.

367οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων

368οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.

369ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς

370διαρραγέντα μηδὲ βεβαλανωμένον,

371ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.

Χρέμης

372οὗτος τί ποιεῖς; οὔτι που χέζεις;

Βλέπυρος

372bἐγώ;

373οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.

Χρέμης

374τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;

Βλέπυρος

375ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.

376ἀτὰρ πόθεν ἥκεις ἐτεόν;

Χρέμης

376bἐξ ἐκκλησίας.

Βλέπυρος

377ἤδη λέλυται γάρ;

Χρέμης

377bνὴ Δίʼ ὄρθριον μὲν οὖν.

378καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε

379γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.

Βλέπυρος

380τὸ τριώβολον δῆτʼ ἔλαβες;

Χρέμης

380bεἰ γὰρ ὤφελον.

381ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι

382μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.

Βλέπυρος

383τὸ δʼ αἴτιον τί;

Χρέμης

383bπλεῖστος ἀνθρώπων ὄχλος,

384ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.

385καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν

386ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς

387ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·

388ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.

Βλέπυρος

389οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;

Χρέμης

389bπόθεν;

390οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον

391ἁλεκτρυὼν ἐφθέγγετʼ.

Βλέπυρος

391bοἴμοι δείλαιος.

392Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου

393τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.

394ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου

395οὕτως ἐν ὥρᾳ ξυνελέγη;

Χρέμης

395bτί δʼ ἄλλο γʼ ἢ

396ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας

397γνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέως

398πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.

399κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,

400οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,

401καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,

402ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;

403ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη,

404τί δαί με χρῆν δρᾶν;

Βλέπυρος

404bσκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ

405τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ

406σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,

407ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.

Χρέμης

408μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος

409παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν·

410αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν·

411κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους·

412ὁρᾶτε μέν με δεόμενον σωτηρίας

413τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ

414ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.

415ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς

416χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,

417πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.

418ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα,

419ἰέναι καθευδήσοντας ἀπονενιμμένους

420ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳ

421χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.

Βλέπυρος

422νὴ τὸν Διόνυσον χρηστά γʼ· εἰ δʼ ἐκεῖνά γε

423προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,

424τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας

425δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,

426ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.

Χρέμης

427μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας

428λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ

429δημηγορήσων, κἀπεχείρησεν λέγειν

430ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.

431εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,

432τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν

433ἀνεβορβόρυξαν.

Βλέπυρος

433bνοῦν γὰρ εἶχον νὴ Δία.

Χρέμης

434ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,

435τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ

436πολλὰ κακά.

Βλέπυρος

436bκαὶ τί εἶπε;

Χρέμης

436cπρῶτον μέν σʼ ἔφη

437εἶναι πανοῦργον.

Βλέπυρος

437bκαὶ σέ;

Χρέμης

437cμή πω τοῦτʼ ἔρῃ.

438κἄπειτα κλέπτην.

Βλέπυρος

438bἐμὲ μόνον;

Χρέμης

438cκαὶ νὴ Δία

439καὶ συκοφάντην.

Βλέπυρος

439bἐμὲ μόνον;

Χρέμης

439cκαὶ νὴ Δία

440τωνδὶ τὸ πλῆθος.

Βλέπυρος

440bτίς δὲ τοῦτʼ ἄλλως λέγει;

Χορός

441γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸν

442καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφη

443ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν,

444σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.

Βλέπυρος

445καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.

Χρέμης

446ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη

447ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα

448μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,

449καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,

450ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.

Βλέπυρος

451νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.

Χρέμης

452οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν

453δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,

454ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.

Βλέπυρος

455τί δῆτʼ ἔδοξεν;

Χρέμης

455bἐπιτρέπειν γε τὴν πόλιν

456ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει

457οὔπω γεγενῆσθαι.

Βλέπυρος

457bκαὶ δέδοκται;

Χρέμης

457cφήμʼ ἐγώ.

Βλέπυρος

458ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα

459ἃ τοῖσιν ἀστοῖς ἔμελεν;

Χρέμης

459bοὕτω ταῦτʼ ἔχει.

Βλέπυρος

460οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;

Χρέμης

461οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.

Βλέπυρος

462οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;

Χρέμης

463μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·

464σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.

Βλέπυρος

465ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,

466μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας

467ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—

Χρέμης

467bτί δρᾶν;

Βλέπυρος

468κινεῖν ἑαυτάς.

Χρέμης

468bἢν δὲ μὴ δυνώμεθα;

Βλέπυρος

469ἄριστον οὐ δώσουσι.

Χρέμης

469bσὺ δέ γε νὴ Δία

470δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα.

Βλέπυρος

471τὸ πρὸς βίαν δεινότατον.

Χρέμης

471bἀλλʼ εἰ τῇ πόλει

472τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.

Βλέπυρος

473λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,

474ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,

475ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.

Χρέμης

476καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.

477ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.

Βλέπυρος

477bκαὶ σύ γʼ ὦ Χρέμης.

Parodos 4

Lyric 1

Χορός

478ἔμβα χώρει.

479ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;

480στρέφου σκόπει,

481φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,

482μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.

Strophe 2

Χορός

483ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε·

484ἡμῖν δʼ ἂν αἰσχύνην φέροι

485πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν.

486πρὸς ταῦτα συστέλλου σεαυτὴν

487καὶ περισκοπουμένη

487aτἀνθένδε καὶ τἀκεῖσε καὶ

488τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.

489ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,

490ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν·

491τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς

492ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.

Antistrophe 3

Χορός

493ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας

494πώγωνας ἐξηρτημένας,

495μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ.

496ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς

497ἐλθοῦσα πρὸς τὸ τειχίον

498παραβλέπουσα θατέρῳ

499πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,

500καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν

501χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγου

502ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα·

503χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι.

Choral 5

Πραξάγορα

504ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς

505τὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν.

506ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν,

507ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,

508χάλα συναπτοὺς ἡνίας Λακωνικάς,

509βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν

510ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι

511εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με

512ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν

513ὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην.

Anapests 1

Χορός

514κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,

515ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.

516οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.

Πραξάγορα

517περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,

518ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι

519ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.

Iambics 2

Βλέπυρος

520αὕτη πόθεν ἥκεις Πραξαγόρα;

Πραξάγορα

520bτί δʼ ὦ μέλε

521σοὶ τοῦθʼ;

Βλέπυρος

521bὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.

Πραξάγορα

522οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.

Βλέπυρος

522bοὐκ ἴσως

523ἑνός γε.

Πραξάγορα

523bκαὶ μὴν βασανίσαι τουτί γέ σοι

524ἔξεστι.

Βλέπυρος

524bπῶς;

Πραξάγορα

524cεἰ τῆς κεφαλῆς ὄζω μύρου.

Βλέπυρος

525τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;

Πραξάγορα

526οὐ δῆτα τάλαν ἔγωγε.

Βλέπυρος

526bπῶς οὖν ὄρθριον

527ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;

Πραξάγορα

528γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη

529μετεπέμψατʼ ὠδίνουσα.

Βλέπυρος

529bκᾆτʼ οὐκ ἦν ἐμοὶ

530φράσασαν ἰέναι;

Πραξάγορα

530bτῆς λεχοῦς δʼ οὐ φροντίσαι

531οὕτως ἐχούσης ὦνερ;

Βλέπυρος

531bεἰποῦσάν γέ μοι.

532ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.

Πραξάγορα

532bμὰ τὼ θεὼ

533ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ

534ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.

Βλέπυρος

535εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;

536ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον

537ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,

538μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.

Πραξάγορα

539ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·

540ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην·

541σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν

542κατέλιπον ὦνερ.

Βλέπυρος

542bαἱ δὲ δὴ Λακωνικαὶ

543ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;

Πραξάγορα

544ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην

545μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν

546καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.

Βλέπυρος

547οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,

548ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;

Πραξάγορα

549μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.

Βλέπυρος

550ἡκκλησία;

Πραξάγορα

550bμὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.

551ἀτὰρ γεγένηται;

Βλέπυρος

551bναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με

552φράσαντά σοι χθές;

Πραξάγορα

552bἄρτι γʼ ἀναμιμνῄσκομαι.

Βλέπυρος

553οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;

Πραξάγορα

553bμὰ Δί ἐγὼ μὲν οὔ.

Βλέπυρος

554κάθησο τοίνυν σηπίας μασωμένη.

555ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.

Πραξάγορα

556τί δρᾶν; ὑφαίνειν;

Βλέπυρος

556bοὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.

Πραξάγορα

556cτίνων;

Βλέπυρος

557ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.

Πραξάγορα

558νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις

559ἔσται τὸ λοιπόν.

Βλέπυρος

559bκατὰ τί;

Πραξάγορα

559cπολλῶν οὕνεκα.

560οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν

561ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,

562οὐ συκοφαντεῖν—

Βλέπυρος

562bμηδαμῶς πρὸς τῶν θεῶν

563τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.

Ἀνήρ

564ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.

Πραξάγορα

565μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,

566μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,

567μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.

Ἀνήρ

568νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.

Πραξάγορα

569ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν

570καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.

Agon 6

Strophe 1

Χορός

571νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν

571aφροντίδʼ ἐπισταμένην

572ταῖσι φίλαισιν ἀμύνειν.

573καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν

574ἔρχεται γλώττης ἐπίνοια πολίτην

575δῆμον ἐπαγλαϊοῦσα

576μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός.

577δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.

578ἀλλὰ πέραινε μόνον

579μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον·

580μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.

Katakeleusmenos 2

Χορός

581ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,

582ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.

Epirrheme 3

Πραξάγορα

583καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς,

584εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν

585τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα.

Βλέπυρος

586περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν

587δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι.

Πραξάγορα

588μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ,

589πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.

590κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας

591κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δʼ ἄθλιον εἶναι,

592μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δʼ εἶναι μηδὲ ταφῆναι,

593μηδʼ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δʼ οὐδʼ ἀκολούθῳ·

594ἀλλʼ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.

Βλέπυρος

595πῶς οὖν ἔσται κοινὸς ἅπασιν;

Πραξάγορα

595bκατέδει πέλεθον πρότερός μου.

Βλέπυρος

596καὶ τῶν πελέθων κοινωνοῦμεν;

Πραξάγορα

596bμὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας.

597τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω

598κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ.

599εἶτʼ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς

600ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.

Βλέπυρος

601πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ

602καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;

Πραξάγορα

602bτοῦτʼ ἐς τὸ μέσον καταθήσει.

603καὶ μὴ καταθεὶς ψευδορκήσει.

Βλέπυρος

603bκἀκτήσατο γὰρ διὰ τοῦτο.

Πραξάγορα

604ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.

Βλέπυρος

604bκατὰ δὴ τί;

Πραξάγορα

605οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες,

606ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.

607ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.

Βλέπυρος

608οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν;

Πραξάγορα

609πρότερόν γʼ ὦταῖρʼ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν·

610νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;

Βλέπυρος

611ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,

612ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει

613ξυγκαταδαρθών.

Πραξάγορα

613bἀλλʼ ἐξέσται προῖκʼ αὐτῷ ξυγκαταδαρθεῖν.

614καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι

615καὶ παιδοποιεῖν τῷ βουλομένῳ.

Βλέπυρος

615bπῶς οὖν οὐ πάντες ἴασιν

616ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;

Πραξάγορα

617αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται·

618κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑποκρούσει.

Βλέπυρος

619καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,

620οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι;

Πραξάγορα

621οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσῃς· οὐχὶ μαχοῦνται.

Βλέπυρος

622περὶ τοῦ;

Πραξάγορα

622bτοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.

Βλέπυρος

623τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν

624μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;

625φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.

Πραξάγορα

626ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας

627ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν·

628κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν

629ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.

Βλέπυρος

630ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.

Πραξάγορα

631νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη

632τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,

633ὅταν ἐμβάδʼ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτʼ ἐπιτήρει,

634ὅταν ἤδη ʼγὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.

Βλέπυρος

635πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος

636ἔσται δυνατὸς διαγιγνώσκειν;

Πραξάγορα

636bτί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας

637τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.

Βλέπυρος

638οὐκοῦν ἄγξουσʼ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα

639διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρʼ ὄντα

640ἄγχουσι. τί δῆθʼ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπιχεσοῦνται;

Πραξάγορα

641ἀλλʼ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δʼ αὐτοῖς οὐκ ἔμελʼ οὐδὲν

642τῶν ἀλλοτρίων ὅστις τύπτοι· νῦν δʼ ἢν πληγέντος ἀκούσῃ,

643μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.

Βλέπυρος

644τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν Ἐπίκουρος

645ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτʼ ἤδη δεινὸν ἀκοῦσαι.

Πραξάγορα

646πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,

Βλέπυρος

646bτὸ ποῖον;

Πραξάγορα

647εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι.

Βλέπυρος

648οἰμώζοι γʼ ἂν καὶ κωκύοι.

Πραξάγορα

648bσὺ δέ γʼ ὄζοις ἂν καλαμίνθης,

649ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,

650ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ.

Βλέπυρος

650bδεινὸν μέντἂν ἐπεπόνθη.

651τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων;

Πραξάγορα

651bοἱ δοῦλοι. σοὶ δὲ μελήσει,

652ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.

Βλέπυρος

653περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.

Πραξάγορα

654τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.

Βλέπυρος

655ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,

656πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.

Πραξάγορα

657ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.

Βλέπυρος

657bτουτὶ τοὔπος σʼ ἐπιτρίψει.

Πραξάγορα

658κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;

Βλέπυρος

659πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,

660ἤν τις ὀφείλων ἐξαρνῆται.

Πραξάγορα

660bπόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας

661ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος.

Βλέπυρος

662νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,

663τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν

664εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.

Πραξάγορα

665ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,

666οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.

Βλέπυρος

667οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;

Πραξάγορα

667bπῶς γὰρ κλέψει μετὸν αὐτῷ;

Βλέπυρος

668οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;

Πραξάγορα

668bοὐκ ἢν οἴκοι γε καθεύδῃς,

669οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.

670ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;

671ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.

Βλέπυρος

672οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;

Πραξάγορα

672bπερὶ τοῦ γὰρ τοῦτο ποιήσει;

Βλέπυρος

673τὴν δὲ δίαιταν τίνα ποιήσεις;

Πραξάγορα

673bκοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ

674μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,

675ὥστε βαδίζειν ὡς ἀλλήλους.

Βλέπυρος

675bτὸ δὲ δεῖπνον ποῦ παραθήσεις;

Πραξάγορα

676τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.

Βλέπυρος

677τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;

Πραξάγορα

677bτοὺς κρατῆρας καταθήσω

679καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν

680τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,

681ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.

Βλέπυρος

681bνὴ τὸν Ἀπόλλω χάριέν γε.

682τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;

Πραξάγορα

682bεἰς τὴν ἀγορὰν καταθήσω·

683κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν

684εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ·

684aκαι κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν

685τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην,

685aτοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.

Βλέπυρος

686ἵνα κάπτωσιν;

Πραξάγορα

686bμὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν.

Βλέπυρος

687ὅτῳ δὲ τὸ γράμμα

688μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.

Pnigos 4

Πραξάγορα

689ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν·

690πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,

691ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ

692πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.

693αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους

694προσπίπτουσαι τοῖς ἀπὸ δείπνου

695τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς·

696ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία.

697παρʼ ἐμοὶ δʼ ἑτέρα

698φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,

699καὶ καλλίστη καὶ λευκοτάτη·

700πρότερον μέντοι δεῖ σε καθεύδειν

700aαὐτῆς παρʼ ἐμοί.

701τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντες

702καὶ μειρακίοις οἱ φαυλότεροι

703τοιάδʼ ἐροῦσιν· ποῖ θεῖς οὗτος;

704πάντως οὐδὲν δράσεις ἐλθών·

705τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς

706ἐψήφισται προτέροις βινεῖν,

707ὑμᾶς δὲ τέως θρῖα λαβόντας

708διφόρου συκῆς

709ἐν τοῖς προθύροισι δέφεσθαι.

Πραξάγορα

710φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν;

Βλέπυρος

710bπάνυ.

Πραξάγορα

711βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,

712ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,

713λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.

714ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην

715ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,

716ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.

Βλέπυρος

717ἤδη γὰρ εὐωχησόμεσθα;

Πραξάγορα

717bφήμʼ ἐγώ.

718ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι

719ἁπαξαπάσας.

Βλέπυρος

719bἵνα τί;

Πραξάγορα

719cδῆλον τουτογί·

720ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.

721καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας

722τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,

723ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον

724κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.

Βλέπυρος

725φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,

726ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,

727τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;

Ἀνὴρ Α

728ἐγὼ δʼ ἵνʼ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,

729προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.

Χοροῦ

Episode 7

Ἀνὴρ Α

730χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς

731τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,

732ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,

733πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς.

734ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,

735νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακον

736ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.

737ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια.

738φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε

739ἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,

740πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν

741ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.

742ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία

743κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,

744καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.

745τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.

Ἀνὴρ Β

746ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα

747ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.

748μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ

749πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.

750οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν

751οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,

752πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμʼ ὅπως ἔχει.

753οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;

754πότερον μετοικιζόμενος ἐξενήνοχας

755αὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων;

Ἀνὴρ Α

755bοὐδαμῶς.

Ἀνὴρ Β

756τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔτι μὴ

757Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;

Ἀνὴρ Α

758μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει

759ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.

Ἀνὴρ Β

760μέλλεις ἀποφέρειν;

Ἀνὴρ Α

760bπάνυ γε.

Ἀνὴρ Β

760cκακοδαίμων ἄρʼ εἶ

761νὴ τὸν Δία τὸν σωτῆρα.

Ἀνὴρ Α

761bπῶς;

Ἀνὴρ Β

761cπῶς; ῥᾳδίως.

Ἀνὴρ Α

762τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;

Ἀνὴρ Β

763ποίοισιν ὦ δύστηνε;

Ἀνὴρ Α

763bτοῖς δεδογμένοις.

Ἀνὴρ Β

764δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.

Ἀνὴρ Α

765ἀνόητος;

Ἀνὴρ Β

765bοὐ γάρ; ἠλιθιώτατος μὲν οὖν

766ἁπαξαπάντων.

Ἀνὴρ Α

766bὅτι τὸ ταττόμενον ποιῶ;

Ἀνὴρ Β

767τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;

Ἀνὴρ Α

768μάλιστα πάντων.

Ἀνὴρ Β

768bτὸν μὲν οὖν ἀβέλτερον.

Ἀνὴρ Α

769σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;

Ἀνὴρ Β

769bφυλάξομαι,

770πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.

Ἀνὴρ Α

771τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι

772τὰ χρήματʼ εἰσίν;

Ἀνὴρ Β

772bἀλλʼ ἰδὼν ἐπειθόμην.

Ἀνὴρ Α

773λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.

Ἀνὴρ Β

77bλέξουσι γάρ.

Ἀνὴρ Α

774καί φασιν οἴσειν ἀράμενοι.

Ἀνὴρ Β

774bφήσουσι γάρ.

Ἀνὴρ Α

775ἀπολεῖς ἀπιστῶν πάντʼ.

Ἀνὴρ Β

775bἀπιστήσουσι γάρ.

Ἀνὴρ Α

776ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.

Ἀνὴρ Β

776bἐπιτρίψουσι γάρ.

777οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;

778οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν

779ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·

780γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·

781ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,

782ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν

783οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.

Ἀνὴρ Α

784ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.

785ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς;

Ἀνὴρ Β

786ὄντως γὰρ οἴσεις;

Ἀνὴρ Α

786bναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν

787τωδὶ ξυνάπτω τὼ τρίποδε.

Ἀνὴρ Β

787bτῆς μωρίας,

788τὸ μηδὲ περιμείναντα τοὺς…

789

The complete text is available when the reading interface loads.