Πλοῦτος
Author namesAristophane · Aristophanes · Aristophanès · Αριστοφανης
- Scientific editors
- F. W. Hall, W. M. Geldart
- Edition reference
- Aristophanis Comoediae · Oxford · Clarendon Press · 1907
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg011.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Prologue 1
Καρίων
1ὡς ἀργαλέον πρᾶγμʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ
2δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
3ἢν γὰρ τὰ βέλτισθʼ ὁ θεράπων λέξας τύχῃ,
4δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
5μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
6τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
7κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
8καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
9ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
10μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
11ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
12μελαγχολῶντʼ ἀπέπεμψέ μου τὸν δεσπότην,
13ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
14τοὐναντίον δρῶν ἢ προσῆκʼ αὐτῷ ποιεῖν.
15οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
16οὗτος δʼ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
17καὶ ταῦτʼ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.
18ἐγὼ μὲν οὖν οὐκ ἔσθʼ ὅπως σιγήσομαι,
19ἢν μὴ φράσῃς ὅ τι τῷδʼ ἀκολουθοῦμέν ποτε
20ὦ δέσποτʼ, ἀλλά σοι παρέξω πράγματα.
21οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
Χρεμύλος
22μὰ Δίʼ ἀλλʼ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
23ἵνα μᾶλλον ἀλγῇς.
Καρίων
23bλῆρος· οὐ γὰρ παύσομαι
24πρὶν ἂν φράσῃς μοι τίς ποτʼ ἐστὶν οὑτοσί·
25εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
Χρεμύλος
26ἀλλʼ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν
27πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
28ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
29κακῶς ἔπραττον καὶ πένης ἦν·
Καρίων
29bοἶδά τοι.
Χρεμύλος
30ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορες
31καὶ συκοφάνται καὶ πονηροί·
Καρίων
31bπείθομαι.
Χρεμύλος
32ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
33τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
34ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
36πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
37εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
38ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν.
Καρίων
39τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
Χρεμύλος
40πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί·
41ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
42ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι,
43πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
Καρίων
44καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
Χρεμύλος
44bτουτῳί.
Καρίων
45εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
46φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
47ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
Χρεμύλος
48τῷ τοῦτο κρίνεις;
Καρίων
48bδῆλον ὁτιὴ καὶ τυφλῷ
49γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον
50τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
Χρεμύλος
51οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,
52ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ
53ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
54καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
55πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.
Καρίων
56ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
57ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
Πλοῦτος
58ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
Καρίων
58bμαναθάνεις
59ὅς φησιν εἶναι;
Χρεμύλος
59bσοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί·
60σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
61ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
62ἐμοὶ φράσον.
Πλοῦτος
62bκλάειν ἔγωγέ σοι λέγω.
Καρίων
63δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
Χρεμύλος
64οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
65εἰ μὴ φράσεις γάρ—
Καρίων
65bἀπό σʼ ὀλῶ κακὸν κακῶς.
Χρεμύλος
66ὦ τᾶν—
Πλοῦτος
66bἀπαλλάχθητον ἀπʼ ἐμοῦ.
Χρεμύλος
66cπώμαλα.
Καρίων
67καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστʼ ὦ δέσποτα.
68ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
69ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων
70ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
Χρεμύλος
71ἀλλʼ αἶρε ταχέως.
Πλοῦτος
71bμηδαμῶς.
Χρεμύλος
71cοὔκουν ἐρεῖς;
Πλοῦτος
72ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι
73κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.
Χρεμύλος
74νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.
Πλοῦτος
75μέθεσθε νῦν μου πρῶτον.
Χρεμύλος
75bἤν, μεθίεμεν.
Πλοῦτος
76ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με
77λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
78ἐγὼ γάρ εἰμι Πλοῦτος.
Χρεμύλος
78bὦ μιαρώτατε
79ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;
Καρίων
80σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
81ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
82καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
Πλοῦτος
82bναί.
Χρεμύλος
83ἐκεῖνος αὐτός;
Πλοῦτος
83bαὐτότατος.
Χρεμύλος
83cπόθεν οὖν φράσον
84αὐχμῶν βαδίζεις;
Πλοῦτος
84bἐκ Πατροκλέους ἔρχομαι,
85ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.
Χρεμύλος
86τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
Πλοῦτος
87ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.
88ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι
89ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
90μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν,
91ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
92οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
Χρεμύλος
93καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
94καὶ τοὺς δικαίους.
Πλοῦτος
94bὁμολογῶ σοι.
Χρεμύλος
94cφέρε τί οὖν;
95εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
96φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
Πλοῦτος
96bφήμʼ ἐγώ.
Χρεμύλος
97ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;
Πλοῦτος
97bπάνυ μὲν οὖν·
98πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.
Χρεμύλος
99καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων.
Πλοῦτος
100ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ.
Χρεμύλος
101μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
Πλοῦτος
102οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
103ἐμέλλετόν μοι;
Χρεμύλος
103bκαὶ σύ γʼ ἀντιβολῶ πιθοῦ,
104καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ
105ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα.
Καρίων
106μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
Πλοῦτος
107ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου
108τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,
109ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
Χρεμύλος
110ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.
Πλοῦτος
111μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.
Καρίων
111bοἰμώξει μακρά.
Χρεμύλος
112σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς
113γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
114οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,
115ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
116βλέψαι ποιήσας.
Πλοῦτος
116bμηδαμῶς τοῦτʼ ἐργάσῃ.
117οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
Χρεμύλος
117bτί φῄς;
Καρίων
118ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλοῦτος
119ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†
120πύθοιτʼ ἂν ἐπιτρίψειε.
Χρεμύλος
120bνῦν δʼ οὐ τοῦτο δρᾷ,
121ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλοῦτος
122οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμύλος
123ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
124οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
125καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
126ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλοῦτος
127ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ.
Χρεμύλος
127bἔχʼ ἥσυχος.
NaNἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
129μεῖζον δυνάμενον.
Πλοῦτος
129bἐμὲ σύ;
Χρεμύλος
129cνὴ τὸν οὐρανόν.
130αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν;
Καρίων
131διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.
Χρεμύλος
131bφέρε
132τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;
Καρίων
132bὁδί.
Χρεμύλος
133θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;
Καρίων
134καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
Χρεμύλος
135οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
136παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;
Πλοῦτος
136bὅτι τί δή;
Χρεμύλος
137ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
138οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,
139μὴ βουλομένου σοῦ.
Πλοῦτος
139bπῶς;
Χρεμύλος
139cὅπως; οὐκ ἔσθʼ ὅπως
140ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
141αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς
142τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
Πλοῦτος
143τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;
Χρεμύλος
143bφήμʼ ἐγώ.
144καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν
145ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
146ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.
Καρίων
147ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
148δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
Χρεμύλος
149καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,
150ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
151οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
152τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
Καρίων
153καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
154οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
Χρεμύλος
155οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ
156αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
Καρίων
156bτί δαί;
Χρεμύλος
157ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
Καρίων
158αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
159ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
Χρεμύλος
160τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
161ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.
162ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος·
Καρίων
163ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται·
Χρεμύλος
164ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών·
Καρίων
165ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ·
Χρεμύλος
166ὁ δὲ γναφεύει γʼ·
Καρίων
166bὁ δέ γε πλύνει κῴδια·
Χρεμύλος
167ὁ δὲ βυρσοδεψεῖ γʼ·
Καρίων
167bὁ δέ γε πωλεῖ κρόμμυα·
Χρεμύλος
168ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
Πλοῦτος
169οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.
Καρίων
170μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
Χρεμύλος
171ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται;
Καρίων
172τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
Χρεμύλος
173τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
Καρίων
174ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται;
Χρεμύλος
175ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου;
Καρίων
176Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται;
Χρεμύλος
177Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει;
Καρίων
178ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
Χρεμύλος
179ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
Καρίων
180ὁ Τιμοθέου δὲ πύργος—
Χρεμύλος
180bἐμπέσοι γέ σοι.
181τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;
182μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
183καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.
Καρίων
184κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
185ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.
Πλοῦτος
186ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;
Χρεμύλος
187καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·
188ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.
189τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
190ἔρωτος
Καρίων
190bἄρτων
Χρεμύλος
190cμουσικῆς
Καρίων
190dτραγημάτων
Χρεμύλος
191τιμῆς
Καρίων
191bπλακούντων
Χρεμύλος
191cἀνδραγαθίας
Καρίων
191dἰσχάδων
Χρεμύλος
192φιλοτιμίας
Καρίων
192bμάζης
Χρεμύλος
192cστρατηγίας
Καρίων
192dφακῆς·
Χρεμύλος
193σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε.
194ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
195πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·
196κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται,
197ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.
Πλοῦτος
198εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·
199πλὴν ἓν μόνον δέδοικα.
Χρεμύλος
199bφράζε τοῦ πέρι;
Πλοῦτος
200ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
201ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
Χρεμύλος
202νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
203δειλότατόν ἐσθʼ ὁ Πλοῦτος.
Πλοῦτος
203bἥκιστʼ, ἀλλά με
204τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε
205οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
206εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα·
207εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.
Χρεμύλος
208μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ
209ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
210βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως.
Πλοῦτος
211πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;
Χρεμύλος
212ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοι
213ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.
Πλοῦτος
214κἀκεῖνος οὖν σύνοιδε ταῦτα;
Χρεμύλος
214bφήμʼ ἐγώ.
Πλοῦτος
215ὁρᾶτε.
Χρεμύλος
215bμὴ φρόντιζε μηδὲν ὦγαθέ.
216ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν,
217αὐτὸς διαπράξω ταῦτα.
Καρίων
217bκἂν βούλῃ γʼ, ἐγώ.
Χρεμύλος
218πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
219ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.
Πλοῦτος
220παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους.
Χρεμύλος
221οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
222ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών—
Καρίων
222bτί δρῶ; λέγε.
Χρεμύλος
223τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως
224ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
225ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
226ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
Καρίων
227καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον
228τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
Χρεμύλος
229ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.
230σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων
231εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία
232αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον
233μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
Πλοῦτος
234ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
235εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ·
236ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε.
237ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
238εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·
239κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
240αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
241ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε.
242ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω,
243πόρναισι καὶ κύβοισι παραβεβλημένος
244γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
Χρεμύλος
245μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
246ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,
247χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
248πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.
249ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
250καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
251ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
Πλοῦτος
251bπείθομαι.
Χρεμύλος
252τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
Parodos 2
Καρίων
253ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
254ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
255ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,
256ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.
Χορός
257οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
258ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
259σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
260ὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.
Καρίων
261οὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.
262ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
263ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
Χορός
264ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;
Καρίων
265ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι
266ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν·
267οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
Χορός
268ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
269δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
Καρίων
270πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.
Χορός
271μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι
272ἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;
Καρίων
273πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
274ἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;
Χορός
275ὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσιν
276ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
Καρίων
277ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
278σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
Χορός
279διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
280ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν,
281οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
282δεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.
Καρίων
283ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
285ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.
Χορός
286ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;
Καρίων
287νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.
Χορός
288ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
289ὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.
Lyric-Scene 3
Strophe 1
Καρίων
290καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
291μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
292ὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες
293βληχώμενοί τε προβατίων
294αἰγῶν τε κιναβρώντων μέλη
295ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε.
Antistrophe 1
Χορός
296ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
297βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
298πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα
299ἡγούμενον τοῖς προβατίοις,
300εἰκῇ δὲ καταδαρθόντα που
301μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
Strophe 2
Καρίων
302ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν,
303ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ
304ἔπεισεν ὡς ὄντας κάπρους
305μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς,
306μιμήσομαι πάντας τρόπους·
307ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
308ἕπεσθε μητρὶ χοῖροι.
Antistrophe 2a
Χορός
309οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν
310καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους
311λαβόντες ὑπὸ φιληδίας
312τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
313μινθώσομέν θʼ ὥσπερ τράγου
314τὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
315ἕπεσθε μητρὶ χοῖροι.
Antistrophe 2b
Καρίων
316ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
317ὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ,
318ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳ
319βουλήσομαι τοῦ δεσπότου
320λαβών τινʼ ἄρτον καὶ κρέας
321μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
Χοροῦ
Episode 4
Χρεμύλος
322χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
323ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·
324ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε
325καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
326ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
327ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
Χορός
328θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.
329δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
330ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ,
331αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
Χρεμύλος
332καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
333προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος
334ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
Βλεψίδημος
335τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳ
336Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.
337καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
338ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
339ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
340ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπως
341χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
342οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.
Χρεμύλος
343ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς
344ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,
345ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.
Βλεψίδημος
346γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
Χρεμύλος
347ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.
348ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
Βλεψίδημος
349ποῖός τις;
Χρεμύλος
349bοἷος;
Βλεψίδημος
349cλέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
Χρεμύλος
350ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·
351ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
Βλεψίδημος
352τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
353καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
354οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι
355πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.
Χρεμύλος
356πῶς οὐδὲν ὑγιές;
Βλεψίδημος
356bεἴ τι κεκλοφὼς νὴ Δία
357ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
358παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
Χρεμύλος
359Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Βλεψίδημος
360παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.
Χρεμύλος
361σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.
Βλεψίδημος
362φεῦ,
362aὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
363ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
Χρεμύλος
364οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.
Βλεψίδημος
365ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.
Χρεμύλος
366μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
Βλεψίδημος
367ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,
368ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
Χρεμύλος
369σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
370ζητεῖς μεταλαβεῖν.
Βλεψίδημος
370bμεταλαβεῖν ζητῶ; τίνος;
Χρεμύλος
371τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
Βλεψίδημος
372μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
Χρεμύλος
372bκακοδαιμονᾷς.
Βλεψίδημος
373ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
Χρεμύλος
374ουʼ δῆτʼ ἔγωγʼ.
Βλεψίδημος
374bὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
375τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
Χρεμύλος
376κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
Βλεψίδημος
377ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ
378ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
379τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
Χρεμύλος
380καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
381τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
Βλεψίδημος
382ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
383ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
384καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς
385τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.
Χρεμύλος
386οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
387ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
388ἀπαρτὶ πλουτῆσαι ποιήσω.
Βλεψίδημος
388bτί σὺ λέγεις;
389οὕτω πάνυ πολλὰ κέκλοφας;
Χρεμύλος
389bοἴμοι τῶν κακῶν,
390ἀπολεῖς.
Βλεψίδημος
390bσὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.
Χρεμύλος
391ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
392ἔχω.
Βλεψίδημος
392bσὺ Πλοῦτον; ποῖον;
Χρεμύλος
392cαὐτὸν τὸν θεόν.
Βλεψίδημος
393καὶ ποῦ ʼστιν;
Χρεμύλος
393bἔνδον.
Βλεψίδημος
393cποῦ;
Χρεμύλος
393dπαρʼ ἐμοί.
Βλεψίδημος
3933παρὰ σοί;
Χρεμύλος
393fπάνυ.
Βλεψίδημος
394οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;
Χρεμύλος
394bνὴ τοὺς θεούς.
Βλεψίδημος
395λὲγεις ἀληθῆ;
Χρεμύλος
395bφημί.
Βλεψίδημος
395cπρὸς τῆς Ἑστίας;
Χρεμύλος
396νὴ τὸν Ποσειδῶ.
Βλεψίδημος
396bτὸν θαλάττιον λέγεις;
Χρεμύλος
397εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
Βλεψίδημος
398εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
Χρεμύλος
399οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.
Βλεψίδημος
399bτί φῄς;
400οὐ τῷ μεταδοῦναι;
Χρεμύλος
400bμὰ Δία. δεῖ γὰρ πρῶτα
Βλεψίδημος
400cτί;
Χρεμύλος
401βλέψαι ποιῆσαι νώ—
Βλεψίδημος
401bτίνα βλέψαι; φράσον.
Χρεμύλος
402τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
Βλεψίδημος
403τυφλὸς γὰρ ὄντως ἐστί;
Χρεμύλος
403bνὴ τὸν οὐρανόν.
Βλεψίδημος
404οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.
Χρεμύλος
405ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
Βλεψίδημος
406οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
Χρεμύλος
407τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
408οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.
Βλεψίδημος
409σκοπῶμεν.
Χρεμύλος
409bἀλλʼ οὐκ ἔστιν.
Βλεψίδημος
409cοὐδ ἐμοὶ δοκεῖ.
Χρεμύλος
410μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην
411ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
412κράτιστόν ἐστι.
Βλεψίδημος
412bπολὺ μὲν οὖν νὴ τοὺς θεούς.
413μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.
Χρεμύλος
414καὶ δὴ βαδίζω.
Βλεψίδημος
414bσπεῦδέ νυν.
Χρεμύλος
414cτοῦτʼ αὐτὸ δρῶ.
Πενία
415ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
416τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—
417ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;
Βλεψίδημος
417bἩράκλεις.
Πενία
418ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·
419τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
420ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
421οὔτε θεὸς οὔτʼ ἄνθρωπος· ὥστʼ ἀπολώλατον.
Χρεμύλος
422σὺ δʼ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
Βλεψίδημος
423ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·
424βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
Χρεμύλος
425ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας.
Βλεψίδημος
425bοὐκοῦν κλαύσεται.
Πενία
426ὄιεσθε δʼ εἶναι τίνα με;
Χρεμύλος
426bπανδοκεύτριαν
427ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
428ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
Πενία
429ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
430ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
Χρεμύλος
431οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
432ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.
Πενία
433ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
434ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.
Βλεψίδημος
435ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,
436ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
Πενία
437Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.
Βλεψίδημος
438ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
Χρεμύλος
439οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·
440οὐ παραμενεῖς;
Βλεψίδημος
440bἥκιστα πάντων.
Χρεμύλος
440cοὐ μενεῖς;
441ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
Βλεψίδημος
442Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ
443οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
Χρεμύλος
444στῆθʼ, ἀντιβολῶ σε, στῆθι.
Βλεψίδημος
444bμὰ Δίʼ ἐγὼ μὲν οὔ.
Χρεμύλος
445καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
446ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν
447ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
448τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
Βλεψίδημος
449ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
450ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα
451οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
Χρεμύλος
452θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι
453τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
Πενία
454γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
455ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;
Χρεμύλος
456σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ
457ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;
Πενία
458οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
459ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
460βλέψαι πάλιν;
Χρεμύλος
460bτί οὖν ἀδικοῦμεν τοῦτό σε,
461εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
462ἀγαθόν;
Πενία
462bτί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;
Χρεμύλος
462cὅ τι;
463σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
Πενία
464ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
465κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;
Χρεμύλος
465bὅ τι;
466εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
Πενία
467καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
468τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην
469ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
470ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,
471ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.
Χρεμύλος
472ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;
Πενία
473καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως
474ἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,
475εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.
Χρεμύλος
476ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
Πενία
477οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
Χρεμύλος
478καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
479τοιαῦτʼ ἀκούων;
Πενία
479bὅστις ἐστὶν εὖ φρονῶν.
Χρεμύλος
480τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ,
481ἐὰν ἁλῷς;
Πενία
481bὅ τι σοι δοκεῖ.
Χρεμύλος
481cκαλῶς λέγεις.
Πενία
482τὸ γὰρ αὔτʼ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
Χρεμύλος
483ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
Βλεψίδημος
484ταύτῃ γε· νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.
Πενία
485οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντʼ, ἢ τί γʼ ἂν
486ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;
Agon 5
Katakeleusmenos 1
Χορός
487ἀλλʼ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ
488ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δʼ ἐνδώσετε μηδέν.
Epirrheme 2
Χρεμύλος
489φανερὸν μὲν ἔγωγʼ οἶμαι γνῶναι τοῦτʼ εἶναι πᾶσιν ὁμοίως,
490ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,
491τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.
492τοῦτʼ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι
493βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
494ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,
495ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,
496τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποιήσει
497πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας.
498καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον;
Βλεψίδημος
499οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γʼ ἀνερώτα.
Χρεμύλος
500ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,
501τίς ἂν οὐχ ἡγοῖτʼ εἶναι μανίαν κακοδαιμονίαν τʼ ἔτι μᾶλλον;
502πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
503ἀδίκως αὐτὰ ξυλλεξάμενοι· πολλοὶ δʼ ὄντες πάνυ χρηστοὶ
504πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.
505οὔκουν εἶναί φημʼ, εἰ παύσει ταύτην βλέψας ποθʼ ὁ Πλοῦτος,
506ὁδὸν ἥντινʼ ἰὼν τοῖς ἀνθρώποις ἀγάθʼ ἄν μείζω πορίσειεν.
Πενία
507ἀλλʼ ὦ πάντων ῥᾷστʼ ἀνθρώπων ἀναπεισθέντʼ οὐχ ὑγιαίνειν
508δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,
509εἰ τοῦτο γένοιθʼ ὃ ποθεῖθʼ ὑμεῖς, οὔ φημʼ ἂν λυσιτελεῖν σφῷν.
510εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τʼ ἴσον αὑτόν,
511οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτʼ ἂν σοφίαν μελετῴη
512οὐδείς· ἀμφοῖν δʼ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
513τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν,
514ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν,
515ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι,
516ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;
Χρεμύλος
517λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθʼ ὅσα νῦν δὴ κατέλεξας
518οἱ θεράποντες μοχθήσουσιν.
Πενία
518bπόθεν οὖν ἕξεις θεράποντας;
Χρεμύλος
519ὠνησόμεθʼ ἀργυρίου δήπου.
Πενία
519bτίς δʼ ἔσται πρῶτον ὁ πωλῶν,
520ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;
Χρεμύλος
520bκερδαίνειν βουλόμενός τις
521ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
Πενία
522ἀλλʼ οὐδʼ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδʼ ἀνδραποδιστὴς
523κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
524κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
525ὥστʼ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν
526ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
Χρεμύλος
526bἐς κεφαλὴν σοί.
Πενία
527ἔτι δʼ οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
528οὔτʼ ἐν δάπισιν· τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
529οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
530οὔθʼ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
531καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
532παρʼ ἐμοῦ δʼ ἔστιν ταῦτʼ εὔπορα πάνθʼ ὑμῖν ὧν δείσθον· ἐγὼ γὰρ
533τὸν χειροτέχνην ὥσπερ δέσποινʼ ἐπαναγκάζουσα κάθημαι
534διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
Χρεμύλος
535σὺ γὰρ ἂν πορίσαι τί δύναιʼ ἀγαθὸν φῴδων ἐκ βαλανείου
536καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι·δίων κολοσυρτόν;
537φθειρῶν τʼ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι
538ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,
539ἐπεγείρουσαι καὶ φράζουσαι, πεινήσεις, ἀλλʼ ἐπανίστω.
540πρὸς δέ γε τούτοις ἀνθʼ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης
541στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει·
542καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου
543λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δʼ ἀντὶ μὲν ἄρτων
544μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖʼ ἰσχνῶν ῥαφανίδων,
545ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας
546φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν
547ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σʼ αἴτιον οὖσαν;
Πενία
548σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω.
Χρεμύλος
549οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
Πενία
550ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
551ἀλλʼ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δίʼ, οὐδέ γε μέλλει.
552πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·
553τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
554περιγίγνεσθαι δʼ αὐτῷ μηδέν, μὴ μέντοι μηδʼ ἐπιλείπειν.
Χρεμύλος
555ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,
556εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
Πενία
557σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
558οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
559καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
560καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,
561παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
Χρεμύλος
562ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
Πενία
563περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
564ὅτι κοσμιότης οἰκεῖ μετʼ ἐμοῦ, τοῦ Πλούτου δʼ ἐστὶι ὑβρίζειν.
Χρεμύλος
565πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
Βλεψίδημος
566†νὴ τὸν Δίʼ, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†
Πενία
567σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
568ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
569πλουτήσαντες δʼ ἀπὸ τῶν κοινῶν παραχρῆμʼ ἄδικοι γεγένηνται,
570ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.
Χρεμύλος
571ἀλλʼ οὐ ψεύδει τούτων γʼ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
572ἀτὰρ οὐχ ἧττόν γʼ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,
573ὁτιὴ ζητεῖς τοῦτʼ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον
574Πενία Πλούτου.
Πενία
574bκαὶ σύ γʼ ἐλέγξαι μʼ οὔπω δύνασαι περὶ τούτου,
575ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.
Χρεμύλος
575bκαὶ πῶς φεύγουσί σʼ ἅπαντες;
Πενία
576ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δʼ ἔστι μάλιστα
577ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα
578αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμʼ ἐστὶ δίκαιον.
Χρεμύλος
579τὸν Δία φήσεις ἆρʼ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·
580κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.
Βλεψίδημος
581ταύτην δʼ ἡμῖν ἀποπέμπει.
Πενία
581bἀλλʼ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,
582ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτʼ ἤδη φανερῶς σε διδάξω.
583εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
584ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ διʼ ἔτους πέμπτου ξυναγείρει,
585ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας
586κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.
Χρεμύλος
587οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος·
588φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
589λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρʼ ἑαυτῷ.
Πενία
590πολὺ τῆς Πενίας πρᾶγμʼ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,
591εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθʼ οὑτωσὶ καὶ φιλοκερδής.
Χρεμύλος
592ἀλλὰ σέ γʼ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.
Πενία
593τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν
594διὰ τὴν Πενίαν.
Χρεμύλος
594bπαρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
595εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
596τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,
597τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
Pnigos 3
Χρεμύλος
598ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
599ἔτι μηδʼ ὁτιοῦν.
600οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς.
Πενία
601ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.
Χρεμύλος
602Παύσωνα κάλει τὸν ξύσσιτον.
Πενία
603τί πάθω τλήμων;
Χρεμύλος
604ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.
Πενία
605εἶμι δὲ ποῖ γῆς;
Χρεμύλος
606ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν
607χρῆν σʼ, ἀλλʼ ἀνύειν.
Πενία
608ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ
609μεταπέμψεσθον.
Χρεμύλος
610τότε νοστήσεις· νῦν δὲ φθείρου.
611κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,
612σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.
Βλεψίδημος
613νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
614εὐωχεῖσθαι μετὰ τῶν παίδων
615τῆς τε γυναικός, καὶ λουσάμενος
616λιπαρὸς χωρῶν ἐκ βαλανείου
617τῶν χειροτεχνῶν
618καὶ τῆς Πενίας καταπαρδεῖν.
Episode 6
Χρεμύλος
619αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
620ἐγὼ δὲ καὶ σύ γʼ ὡς τάχιστα τὸν θεὸν
621ἐγκατακλινοῦντʼ ἄγωμεν εἰς Ἀσκληπιοῦ.
Βλεψίδημος
622καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
623ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.
Χρεμύλος
624παῖ Καρίων τὰ στρώματʼ ἐκφέρειν σʼ ἐχρῆν
625αὐτόν τʼ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,
626καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα.
Χοροῦ
Episode 7
Καρίων
627ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
628γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,
629ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,
630ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.
Χορός
631τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;
632φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
Καρίων
633ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
634μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ
635ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
636Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
Χορός
637λέγεις μοι χαράν, λέγεις μοι βοάν.
Καρίων
638πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.
Χορός
639ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
640μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.
Γυνή
641τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται
642χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι
643ἔνδον κάθημαι περιμένουσα τουτονί.
Καρίων
644ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα
645καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα·
646ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.
Γυνή
647καὶ ποῦ στιν;
Καρίων
647bἐν τοῖς λεγομένοις εἴσει τάχα.
Γυνή
648πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.
Καρίων
649ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
650ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ.
Γυνή
651μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν.
Καρίων
651bμὴ τἀγαθὰ
652ἃ νῦν γεγένηται;
Γυνή
652bμὴ μὲν οὖν τὰ πράγματα.
Καρίων
653ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν
654ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
655νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα,
656πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
657ἔπειτʼ ἐλοῦμεν.
Γυνή
657bνὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν
658ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
Καρίων
659ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
660ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
661καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
662κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·
663ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο.
Γυνή
664ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
Καρίων
665εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,
666κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·
667ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα
668ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
669ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
670ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου
671σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
672κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με
673ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη
674ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
675ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.
676ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα
677τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
678ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ
679περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
680εἴ που πόπανον εἴη τι καταλελειμμένον·
681ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά.
682κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
683ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.
Γυνή
684ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;
Καρίων
685νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με
686ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα·
687ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.
688τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον,
689ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ
690ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.
691ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
692κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ
693ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
694κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·
695ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.
Γυνή
696ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;
Καρίων
696bοὐδέπω.
697μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι
698ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
699ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.
Γυνή
700ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο.
Καρίων
701οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα
702ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη
703τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω.
Γυνή
704αὐτὸς δʼ ἐκεῖνος;
Καρίων
704bοὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν.
Γυνή
705λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν.
Καρίων
706μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον.
Γυνή
706bαἲ τάλαν.
Καρίων
707μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
708δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα
709σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
710ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
711παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
Γυνή
712λίθινον;
Καρίων
712bμὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον.
Γυνή
713σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε,
714ὃς ἐγκεκαλύφθαι φῄς;
Καρίων
714bδιὰ τοῦ τριβωνίου·
715ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.
716πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
717καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
718σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα
719ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
720καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ
721κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα
722ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν
723ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·
724ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
725ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.
Γυνή
726ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός.
Καρίων
727μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
728καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
729ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
730τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ
731κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
732καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν.
733ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ
734ὑπερφυεῖς τὸ μέγεθος.
Γυνή
734bὦ φίλοι θεοί.
Καρίων
735τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ
736τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ·
737καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
738ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων·
739ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς
740τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως
741ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών.
742οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς
743τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην
744ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
745ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,
746ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
747τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.
Γυνή
748ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
749ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;
Καρίων
749bἔρχεται.
750ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.
751οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
752ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
753ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·
754ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν
755οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,
756ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα.
757οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
758γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ
759ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
760ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου
761ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·
762οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
763ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.
Γυνή
764νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι
765εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ
766τοιαῦτʼ ἀπαγγείλαντα.
Καρίων
766bμή νυν μέλλʼ ἔτι,
767ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.
Γυνή
768φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματα
769ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.
Καρίων
770ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι.
Κομμάτιον Χοροῦ
Episode 8
Πλοῦτος
771καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
772ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
773χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο.
774αἰσχύνομαι δὲ τὰς…
775οἵοις…
776τ…
The complete text is available when the reading interface loads.