Fragmenta
- Authority group
- Aristophanes (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. J. M. Edmonds, The fragments of Attic comedy, vol. 1, Leiden: Brill, 1957: 572–580, 584–676, 680–766, 782– 788.
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg012.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
9
{ΧΡΗΣΜΟΣ} καί 〈κ'〉 ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
10
{ΓΥΝΗ} οὐκ ἐτός, ὦ γυναῖκες,
πᾶσι κακοῖσιν ἡμᾶς
φλῶσιν ἑκάστοθ' ἅνδρες·
δεινὰ γὰρ ἔργα δρῶσαι
λαμβανόμεσθ' ὑπ' αὐτῶν.
11
καὶ δι' ὀπῆς κἀπὶ τέγους
18
{ΑΝΗΡ} γύναι, τί τὸ ψοφῆσάν ἐσθ';
{ΓΥΝΗ} ἁλεκτρυὼν
τὴν κύλικα καταβέβληκεν.
{ΑΝ.} οἰμώζουσά γε.
19
καὶ νὴ Δί' ἐκ τοῦ δωματίου γε νῷν φέρε
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν.
20
νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ
20a
ἐμβαλὼν ἀχηνίαν
21
‘ἀλλ' ὦ θύγατερ ἔλεξ' Ἰασοῖ πρευμενής’
22
{πρὸς ΓΥΝΑΙΚΑ} ἔπειτ' ἔρειξον ἐπιβαλοῦς' ὁμοῦ πίσους.
23
ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς
24
πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;
25
ταυτὶ τὰ κρέ' αὐτῷ παρὰ γυναικός του φέρω.
26
ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ.
26a
{ΓΥΝΗ} πρῶτον γὰρ ἐπὶ θήραν τὸν ἄνδρ' ἐξήγαγον.
27
Λαμπτρεὺς ἔγωγε τῶν κάτω.
28
{πρὸς ΑΜΦΙΑΡΕΩΝ} καὶ τοὺς μὲν ὄφεις οὓς ἐπιπέμπεις
ἐν κίστῃ που κατασήμηναι
καὶ παῦσαι φαρμακοπωλῶν.
29
{ΧΡΗΣΜΟΣ?} ὀσφὺν δ' ἐξ ἄκρων διακίγκλισον ἠΰτε κίγκλου
ἀνδρὸς πρεσβύτου, τελέει〈ν〉 δ' ἀγαθὴν ἐπαοιδήν.
30
{ΧΟΡΟΣ?} οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθ' ἐμαυτόν.
31
{ΧΟΡΟΣ?} ... ἀφ' οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων
41
μὴ κλᾶ'· ἐγώ σοι βουκέφαλον ὠνήσομαι.
42
ψῆχ' ἠρέμα
τὸν βουκέφαλον, παῖ, τόν 〈τε〉 κοππατίαν.
43
{Α} ὡς δ' ὀρχοπλήξ.
{Β} πέφυκε γὰρ δυσγάργαλις.
44
{Α} τοῦτ' αὐτὸ πράττω· δύ' ὀβολὼ καὶ σύμβολον
ὑπὸ τῷ 'πικλίντρῳ.
{Β} μῶν τις αὔτ' ἀνείλετο;
44a
ἐκλιμάκισεν ὥστ' εἰς μέσην
ἔπιπτε τὴν τάφρον, ...
45
εἰ μὴ παραμυθῇ μ' ὀψαρίοις ἑκάστοτε
45a
τὴν δ' ἕωλον ἀναβεβρασμένην
46
καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλ' εὖ.
47
οἴμου παρόντος τὴν ἀτραπὸν κατερρύην.
48
ἐν τῷ στόματι τριημιωβόλιον ἔχων
49
χἠμῖν σκάφη 'σθ' ὡς ἕν τι ἐμποδίζον ᾧ 'νεμοῦμεν.
50
πλὴν ἀλεύρου καὶ ῥοᾶς
51
{ΧΟΡΟΣ ΓΥΝΑΙΚΩΝ} πρὸς θεῶν ἔραμαι τέττιγα φαγεῖν
καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.
52
οὐχ ἑψητῶν λοπάς ἐστιν.
53
καὶ μὴν χθές γ' ἦν Πέρδιξ χωλός.
53a
χαίρειν μὲν Ἄλον τὸν Φθιώτην
χαίρειν δ' ἀτεχνῶς Ἀναγυρασίους.
54
{ΧΟΡΟΣ} ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποῐῶν
55,55a
{ΧΟΡΟΣ} ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν.
63
ἀλλ' Ἀριφράδη δέδοικα μὴ τὰ πράγματα
ἡμῶν διακναίσῃ.
64
Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος·
65
ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος
66
ἵστασθ' ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας.
67
ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν.
68
ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
69
ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος.
70
{ΔΙΟΝΥΣΟΣ} ἐπὶ τῆς δίκης
ᾔτουν μ' ἀπελθόντ' ὀξυβάφω δύο.
71
{ΔΙΟΝΥΣΟΣ} δεῖ διακοσίων δραχμῶν.
{Β} πόθεν οὖν γένοιτ' ἄν;
{Δ} τὸν κότυλον τοῦτον φέρε.
72
πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί;
73
ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν.
74
μέσην ἔρειδε πρὸς τὸ σιμόν.
75
ἐννεύει με φεύγειν οἴκαδε.
76
εἰς ἄχυρα καὶ χνοῦν
77
τὴν αὑτοῦ σκιὰν δέδοικεν.
78
ναυλόχιον ἐν τῷ μέσῳ
79
ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί.
80
εὖ γ' ἐξεκολύμβης' οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυον.
81
... ἢ δεῦρ' αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν.
82
... ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν.
83
κατάγου ῥοθιάζων·
84
ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ
100
{ΓΕΩΡΓΟΣ} ἐθέλω γεωργεῖν.
{Β} εἶτα τίς σε κωλύει;
{ΓΕ} ὑμεῖς· ἐπεὶ δίδωμι χιλίας δραχμάς,
ἐάν με τῶν ἀρχῶν ἀφῆτε.
{Β} δεχόμεθα.
δισχίλιοι γάρ εἰσι σὺν ταῖς Νικίου.
101
{Α} ... ὅτου δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει.
{Β} ἐμοὶ μὲν αἵνειν μολγόν· οὐκ ἀκήκοας;
101a
{Α} καὶ τὰς δίκας οὖν ἔλεγον ᾄδοντες τότε;
{Β} νὴ Δία· φράσω δ' ἐγὼ μέγα σοι τεκμήριον·
ἔτι γὰρ λέγους' οἱ πρεσβύτεροι καθημένοι,
ὅταν κακῶς 〈τις〉 ἀπολογῆται τὴν δίκην,
‘ᾄδεις’.
102
τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχει;
103
εἶτ' ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
104
ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
105
‘εἴ γ' ἐγκιλικίσαιμ' ἐξολοίμην’ φαθὶ λέγων.
106
καχέτας † καὶ Μεγακλέας καὶ Λαμάχους.
107
{ΧΟΡΟΣ} ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν· ὡς πάλαι δεῖ
ἡμᾶς ἐκεῖ τῷ χαλκίῳ λελουμένους σχολάζειν.
108
{ΓΕΩΡΓΟΣ} 〈καὶ γένη〉 συκῶν φυτεύω πάντα πλὴν Λακωνικῆς·
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν·
οὐ γὰρ ἦν ἂν μικρὸν εἰ μὴ μισόδημον ἦν σφόδρα.
109
{ΧΟΡΟΣ} Εἰρήνη βαθύπλουτε καὶ ζευγάριον βοεικόν,
εἰ γὰρ ἐμοὶ παυσαμένῳ τοῦ πολέμου γένοιτο
σκάψαι κἀποκλάσαι τε καὶ λουσαμένῳ διέλκειν
τῆς τρυγὸς ἄρτον λιπαρὸν καὶ ῥάφανον φαγόντι.
110
{ΧΟΡΟΣ} ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική,
χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.
111
{ΧΟΡΟΣ} ἐν ἀγορᾷ δ' αὖ πλατάνι' εὖ διαφυτεύσομεν.
125
ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας.
126
πτωχικοῦ βακτηρίου
127
βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης
128
ὀφθαλμιάσας πέρυσιν εἶτ' ἔσχον κακῶς·
ἔπειθ' ὑπαλειφόμενος παρ' ἰατρῷ—
129
ὀξωτά, σιλφιωτά, βολβός, τεύτλιον,
περίκομμα, θρῖον, ἐγκέφαλος, ὀρίγανον,
καταπυγοσύνη ταῦτ' ἐστὶ πρὸς κρέας μέγα.
130
{ΓΥΝΗ} τίς ἂν φράσειε ποῦ 'στι τὸ Διονύσιον;
{Β} ὅπου τὰ μορμολυκεῖα προσκρέμαται, γύναι.
131
ἔδει δέ γ' ἐκβληθεῖσαν εἰς Ἁλμυρίδας
τῇ θυγατρὶ τῃδὶ μὴ παρέχειν σε πράγματα.
132
ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας
133
{Α} σὺ δ' οὐκ ἐγήμω;
{ΓΥΝΗ} νὴ Δί', ὀλίγας ἡμέρας.
134
ἐγὼ δ' ἀπολοπίζειν τε κᾆτ' ἐπ' ἀνθράκων
135
ὑδρίαν διανίζειν πεντέχουν ἢ μείζονα
136
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη
137
κοπίδι τῶν μαγειρικῶν
137a
ἀθάρης ἀνακαλύψασα μεστὸν τρύβλιον
138
λορδοῦ κιγκλοβάταν ῥυθμόν.
139
{Α} τουτὶ τί ἦν τὸ πρᾶγμα;
{ΑΡΤΟΠΩΛΙΣ} θερμούς, ὦ τέκνον.
{Α} ἀλλ' ἦ παραφρονεῖς;
{ΑΡ.} κριβανίτας, ὦ τέκνον.
{Α} τί κριβανίτας;
{ΑΡ.} πάνυ δὲ λευκούς, ὦ τέκνον.
140
ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας
ἢ 〈σὺ〉 τὰς ὑποπαρθένους, ἁλμάδας ὡς ἐλάας,
στιφράς;
140a
{ΑΝΗΡ (ὡς γυνή)} φ[έρ'] ἐξέλθω | [μετα]θεὶς φω[νήν, σὺ δὲ
διά]καε, κ[ο]ὐ γενήσομαι γ[έλως ... ?
140b
καὶ μὴ〈ν〉 ὑπόστιφρόν γε τὴν φωνὴν ἔχεις.
141,1,a
ὃ]ν οὐκ [ἀθρε]ῖν νοήσει
141,1,b
... ]νίων
141,1,c
ἀπέ|[ωσεν εὐθὺς ἣν ἂν μὴ] τακῆ〈ι〉
ὑφ' [ὅ]περ δ' ἂν εἶναι | [κόριον εἴπη〈ι〉, τοῦτό γε]
ἔγημε[ν·
141,1,d
τῶιδε?
141,1,e
εὔφραν' ἐν|[χέασα?
141,1,f
ἐγχεῖ]ν νεόκρ[ατ]α
141,1,g
τὸν σπλῆν' ἀπώρ|[νυν
141,1,h
πάντα θε[ῖ]ς καὶ λεί|[πομαι.
141,1,i
σύ[φω]νος
141,1,j
τ]ώδ' ὠ〈ι〉ὼ φέρω
141,1,k
τίς] νεόκρατα;
141,1,l
τ]ὰ διάλιθ' οὐκ [ἔ]αξε·
141,1,m
λί]πος
141,1,n
περικω[νῆσαι
141,1,o
ἀ[ρίστους | τ]ῶν κεράμων
141,1,p
καὶ τοὺς] κατ' ἄλ|[λα
141,1,q
λάβ]η〈ι〉 δ' ὅρ|κον? ...
141,2,a
⸢εἰ παιδαρίοις ἀκολου⸣|θε⸢ῖν δεῖ σφαῖραν καὶ στλεγγίδ' ἔ⸣|χο⸢ντα⸣
141,2,b
λέγει δ' ὁτιὴ] | τὴν τέχνην κα[κηγορεῖν
ὑμᾶς οὐχὶ] | χρὴ πολὺ νικῶν.
141,2,c
| ὡς πικρόν τις ἀνέκραγε[ν.
τίς ἄρα δή]|ποτ' ἄλλος ἐστὶν Ἀντιφ[ῶντος;
141,2,d
τὴν ποί]|ησιν γὰρ κατὰ τὸν νοῦν δ[ιαρταμεῖ.
141,2,e
[πρᾶος?]
141,3,a
ἄανθαν·
141,3,b
ἀμφί μοι αὖτι[ς] | ἄνα[κ]τα·
141,3,c
τῶν μὰν ἤτε βίαν ἤτε κλε[πίαν] | ἀτῶντι.
141,3,d
| οὐκ ἐτὸς ἁγὼ μέτρα χέ[ω Λ]ίνον οὐκ ἐξί[κει·
141,3,e
ὁρᾶις ἄρ' ὡς ἐνῆν τι; κἂν κὶς ἄ|ρα κακόν.
141,3,f
ὥσπερ πελεκᾶς πλατυ|γίζων·
141,3,g
οἴμοι τοῦ χείλους.
141,3,h
ὤμοι τῆς ἀλέας ἣν ἅνθρωπός μ' ἀποδύσας |
φεύγεις συγκύψας.
141,3,i
ἀλλὰ δῆτ' ἐς τοῦ στρα|τηγοῦ κωμάσω τοῦ Σκελλίου.
141,4,a
φέρε νῦν ἐ|γὼ τ]ὴν δαίμον' ἣν ἀνήγαγον
ἐς τὴν | ἀγ]ορὰν ἄγων ἱδρύσωμαι βοΐ.
141,4,b
δεῦρο
141,4,c
γενναῖον δέ σοι
ταχέως ὑπακούειν.
141,4,d
ἐλαφρὸν οἷα τις
μόλυβδος·
141,4,e
ἔκυσα νῦν ἐνταῦ|θ' ἐγὼ
ταύτην δοκῶν φαρμὸν πλέ|κειν.
141,4,f
ἅμα δ' ἐ|πεὶ
ἐκάθισαν, ἀτρέμας ἔλαβο[ν ...
142
{ΓΥΝΗ} ἀποπλευστέ' οὖν ἐπὶ τὸν νυμφίον ᾧ γαμοῦμαι
τήμερον
149
{Α} καὶ τίς ‘νεκρῶν κευθμῶνα καὶ σκότου πύλας’
ἔτλη κατελθεῖν;
{Β} ἕνα τιν' ἀφ' ἑκάστης τέχνης
εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,
οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ
ἐκεῖσε φιλοχωροῦντας.
{Α} εἰσὶ γάρ τινες
ἄνδρες παρ' ὑμῖν ᾁδοφοῖται;
{Β} νὴ Δία
μάλιστά γ'.
{Α} ὥσπερ Θρᾳκοφοῖται;
{Β} πάντ' ἔχεις.
{Α} καὶ τίνες ἂν εἶεν;
{Β} πρῶτα μὲν Σαννυρίων
ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν
Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας.
150
{Α} ὡς σφόδρ' ἐπὶ λεπτῶν ἐλπίδων ὀχεῖσθ' ἄρα·
τούτους γάρ, ἢν πολλοὶ ξυνέλθωσιν, λαβὼν
ὁ τῆς διαροίας ποταμὸς ἐξοιχήσεται.
151
{Α} καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ' ἂν ῥήματα;
{Β} εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας.
152
τότε μέν 〈γε, Μανῆ,〉 σου κατεκοττάβιζον 〈ἄν〉.
νυνὶ δὲ καὶ κατεμοῦσι, τάχα δ' εὖ οἰδ' ὅτι
καὶ καταχέσονται.
153
ἐν τοῖσ〈ι〉 συνδείπνοις ἐπαινῶν Αἰσχύλον
154
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
155a
ἀλλ' ἴσθ' ἐπ' αὐτὴν τὴν θύραν ἀφιγμένος.
156
ἆρ' ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
ὡς μὲν γάρ ἐστε νήστιδες γιγνώσκετε.
157
τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον.
158
ἀκροκώλι', ἀρτοί, κάραβοι, βολβοί, φακῆ
159
πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;
160
ἄλλος δὲ πλεκτῷ προσέφερ' ἐν κανισκίῳ
ἄρτων περίλοιπα θρύμματα.
161
ᾖσαν εὐθὺ τοῦ Διονυσίου
163
πόλος τόδ' ἐστίν; εἶτα ποστὴν ἥλιος τέτραπται;
164
φήμη 'στὶν ἐξ ᾠῶν βροτοὺς ἅπαντας ἐκλαπῆναι.
165
ἦν δὲ
τὸ πρᾶγμ' ἑορτή· περιέτρεχε δ' ἡμῖν κύκλῳ λεπαστὴν
ταχὺ προσφέρων παῖς 〈τις〉, ἐνέχει τε σφόδρα 〈γε〉 κυανοβενθῆ.
166
χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.
167
ψιθυρός τ' ἐκαλοῦ καὶ ψωμοκόλαξ.
168
[ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
τέθνηκεν;]
184
ἤδη τις ὑμῶν εἶδεν Εὐρύβατον Δία;
185
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.
186
ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
187
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του 〈τρόπου〉
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
188
ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν
ἐᾶν μ' ἀνεκάς, λέγε ‘χαῖρε φέγγος ἡλίου’.
189
〈καὶ〉 ταῦτ' ἔχοντα πουλύπους καὶ σηπίας
190
τὸν πουλύπουν μοὔθηκε.
191
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
192
περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος
νῦν ἐστι; περὶ ὄνου σκιᾶς.
198
{ΥΙΟΣ ΚΑΤΑΠΥΓΩΝ} ἀλλ' εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι.
{ΓΕΡΩΝ} ἰδού, σορέλλη· τοῦτο παρὰ Λυσιστράτου
{ΥΙ.} ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῷ χρόνῳ·
{ΓΕ.} τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.
{ΥΙ.} ἀποκείσεταί σοι ταῦτά πη τὰ ῥήματα·
{ΓΕ.} παρ' Ἀλκιβιάδου τοῦτο τἀποκείσεται.
{ΥΙ.} τί ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις
καλοκαγαθεῖν ἀσκοῦντας;
{ΓΕ.} οἴμ', ὦ Θρασύμαχε·
τίς τοῦτο τῶν ξυνηγόρων τηρεύεται;
199
{ΚΑΤΑΠΥΓΩΝ} σοὶ γὰρ σοφίσματ' ἔστιν;
{ΣΩΦΡΩΝ} ἁγὼ 'κτησάμην.
σὺ δ' εὐθὺς ἀπεδίδρασκες ἐκ διδασκάλου.
200
{ΓΕΡΩΝ} οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
πλύνων ἅπασιν ὅσα σύνοιδ' αὑτῷ κακά.
201
εἰ † μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω.
202
{ΧΟΡΟΣ?} ἐγὼ δ' ἑλὼν
πέμψω πλακοῦντ' 〈ἐς〉 ἑσπέραν χαρίσιον.
203
ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
ἐδίδου ῥοφεῖν ἄν.
204
τί δαί; κυνίδιον λευκὸν ἐπρίω τῇ θεῷ
εἰς τὰς τριόδους;
205
τῆς μυρηρᾶς ληκύθου
πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου
206
φέρ' ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;
207
οὐδ' ἐστὶν αὐτῇ στλεγγὶς οὐδὲ λήκυθος.
208
οὐδ' ἀργύριόν ἐστιν κεκερματισμένον.
208a
ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον.
209
ἔγνωκ' ἔγωγε χαλκίον
ἱστάναι καὶ μυρρίνας.
210
ὁ δ' ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.
211
τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει.
212
ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.
213
ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε.
214
οὐκ ἀλλὰ τοῦτό γ' ἐπίχυσίς του χαλκίου.
215
κἄγειν ἐκεῖθεν κακκάβην
215a
ὦ στωμυλῆθραι δαιταλεῖς)
216
ἀλλ' οὐ γὰρ ἔμαθε ταῦτ' ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον
πίνειν, ἔπειτ' ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν
Συβαριτίδας τ' εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν,
〈καὶ κατα〉μεθυ〈σθῆν'〉 ἡδέως τε καὶ φίλως.
217
εἰ̆ μὴ δικῶν τε γυργάθους ψηφισμάτων τε θωμοὺς
φέροντες
218
καὶ λεῖος ὥσπερ ἔγχελυς, χρυσοῦς ἔχων κικίννους
219
ἔσειον, ᾔτουν χρήματ', ἠπείλουν, ἐσυκοφάντουν.
220
εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη,
εἰς οἷ' ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα.
221
ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος,
εἶτά με σκάπτειν κελεύεις;
222
{ΓΕΡΩΝ} πρὸς ταῦτα σὺ λέξον Ὁμήρου 〈ἐμοὶ〉 γλώττας· τί καλοῦσι κόρυμβα;
... τί καλοῦς' ἀμενηνὰ κάρηνα;
{ΚΑΤΑΠΥΓΩΝ} ὁ μὲν οὖν σός, ἐμὸς δ' οὗτος ἀδελφὸς φρασάτω τί καλοῦσιν ἰδυίους;
... τί καλοῦσιν ὀπυίειν;
222a
καὶ τὴν Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρόν.
223
ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἈνακρέοντος.
224
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα
225
ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης 〈ς' ἀποφῆναι.〉
226
ὦ παρανοία καὶ ἀναιδεία
227
καὶ κόσκινον ἠπήσασθαι
228
ὅτε τὰς ᾠὰς ἴσας ἐποῐήσατο
244a
ἐπιδείπνιον 〈γὰρ〉 ὁ βασιλεὺς θέαν
τοῖς δαιταλεῦσιν ὥσπερ ἄξιον λόγου
χαριζόμενος 〈τὸ δρᾶμα〉 τοῦτ' ἐδείκνυε.
245
μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας,
παρ' αἷς ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.
246
ἀλλ' εἴσιθ'· ὡς τὸ πρᾶγμ' ἐλέγξαι βούλομαι
τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ.
247
τραπόμενον εἰς τοὔψον λαβεῖν
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
248
κακῶν τοσούτων ξυνελέγη μοι σώρακος.
249
ἤδη παροινεῖς 〈εἴς〉 με πρὶν δεδειπνάναι;
250
δακτύλιον χαλκοῦν φέρων ἀπείρονα
251
οὐδεὶς βεβαλάνωκε τὴν θύραν.
252
Λύκας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῖν.
253
{ΧΟΡΟΣ} ὁ χορὸς δ' ὠρχεῖτ' ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα,
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.
254
{ΧΟ.} οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο.
255
πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν.
256
μή τἄρ' εἶναι 〈μ'〉 ἐγκριδοπώλην.
257
καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν.
258
〈αἷσι τὰ〉 τῶν χειρῶν ἔργα μνοῦς ἐστίν.
266
{ΚΟΡΗ} τί, ὦ πονηρέ, μ' ἐκκορίζεις ὡσπερ〈εὶ〉
κλιντήριον;
267
ἐγὼ γάρ, εἴ τί ς' ἠδίκηκ', ἐθέλω δίκην
δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί.
268
{ΤΑΜΙΑΣ} ἀνοιγέτω τις δώματ'· αὐτὸς ἔρχεται.
269
ἀλλ' εἰς κάδον λαβών τιν' οὔρει πίττινον.
270
εἰσκεκρουσμένους
τοὺς πύνδακας
271
πτίττω, καταλῶ, βράττω, δεύω, μάττω, πέττω.
272
χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι.
273
τὸ δὲ πορνεῖον Κύλλου πήρα.
274
ἦν κωμήτισι
καπήλισίν τ' ἐπίχαρτον.
278
{ΝΕΚΡΟΣ} ἔστι〈ν〉 γὰρ ἡμῖν τοῖς κάτω πρὸς τοὺς ἄνω
ἀπὸ συμβόλων, καὶ μὴν ὁ Μαιμακτηριών,
ἐν ᾧ ποῐοῦμεν τὰς δίκας καὶ τὰς γραφάς.
279
{ΟΙΚΕΤΗΣ} οἴμοι κακοδαίμων ὁ λύχνος ἡμῶν οἴχεται.
280
{ΔΕΣΠΟΤΗΣ} καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται
κἄλαθέ σε;
281
{ΔΕ.?} ἀλλ' ὥσπερ ὁ λύχνος
ὁμοιότατα καθεῦδ' ἐπὶ τοῦ λυχνιδίου.
282
οὐδὲν μὰ Δί' ἐρῶ λοπάδος ἑψητῶν.
283
ὁ δ' ἐς τὸ πλινθεῖον γενόμενος ἐξέτριψε.
286
{ΓΕΡΩΝ} ἀλλ' εὔχομαι 'γωγ' ἑλκύσαι σε τὸν σφυρὸν
ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτερες.
287
αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας.
288
πάντες δ' ἔνδον πεταχνοῦνται.
294
{ΓΕΩΡΓΙΑ} τῆς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης
πιστὴ τροφός, ταμία, σύνεργος, ἐπίτροπος,
θυγατήρ, ἀδελφή—πάντα ταῦτ' ἐχρῆτό μοι.
{Β} σοὶ δ' ὄνομα δὴ τί ἐστιν;
{ΓΕ.} ὅ τι; Γεωργία.
295
τὴν δ' ἀσπίδα
ἐπίθημα τῷ φρέατι παράθες εὐθέως.
296
ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τημέρα;
297
πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά;
298
{Α} οὐκ ἠγόρευον; οὑτοσί γ' οὐκ Ἀργόλας.
{Β} μὰ Δί' οὐδέ γ' Ἕλλην, ὅσον ἔμοιγε φαίνεται.
299
τρέχ' ἐς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν
τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον
κἄπειτα μισθοῦ σαυτὸν ἀμφορεαφορεῖν.
300
ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς
301
ἢ〈ν〉 καρδοπείῳ περιπαγῇ τὸν αὐχένα
302
παύσειν ἔοιχ' ἡ παυσικάπη κάπτοντά σε.
303
ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον.
304
οἱ γὰρ ἥρως ἐγγύς εἰσιν.
305
μὴ γεύεσθε δ' ἅττ' ἂν καταπέσῃ
τῆς τραπέζης ἐντός· ἡρώων γάρ ἐστι ταῦτ' 〈ἀεί〉.
306
μήτε ποδάνιπτρον θύραζ' ἐκχεῖτε μήτε λούτριον.
307
κἀπὸ τῆς Διειτρέφους τραπέζης
318,319
{ΘΕΡΑΠΩΝ} οἴμοι κακοδαίμων τῆς τόθ' ἡμέρας, ὅτε
εἶπέν μ' ὁ κῆρυξ οὑτοσ〈ὶ τί〉 ἀλφάνει;
ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν
σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι.
320
ὦ Ζεῦ πολυτίμηθ' οἷον 〈ἐπ〉έπνευς' ὁ μιαρὸς
φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
καὶ βακκάριδος.
321
{Α} ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον,
προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα,
ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον,
μύρον, κίσηριν, στρόφι', ὀπισθοσφενδόνην,
κάλυμμα, φῦκος, περιδέραι', ὑπογράμματα,
τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον,
ζῶμ' ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα,
χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον.
τὰ μέγιστα δ' οὐκ εἴρηκα τούτων.
εἶτα τί;
{Α} διόπας, διάλιθον, πλάστρα, μολόχιον, βότρυς,
χλιδῶνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,
σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,
πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,
ὑποδερίδας, ἑλικτῆρας, ἄλλ〈α πόλλ'〉 ἅ τις
οὐδ' ἂν λέγων λέξειε.
322
ὅς' 〈ἄρ'〉 ἦν περίεργ' αὐταῖσι τῶν φορημάτων,
ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις.
323
{ΚΑΛΛΙΓΕΝΕΙΑ?} οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον,
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ' ἄλλος ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
324
{ΚΑΛΛΙΓΕΝΕΙΑ?} ἰχθῦς ἐώνηταί τις; ἦ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων; ἦ πουλύπους
ἢ νῆστις ὀπτᾶτ' ἢ γαλεὸς ἢ τευθίδες;
{Β} μὰ τὸν Δί' οὐ δῆτ'.
{ΚΑ.} οὐδὲ βατίς;
{Β} οὔ φημ' ἐγώ.
{ΚΑ.} οὐδὲ χορί' οὐδὲ πυὸς οὐδ' ἧπαρ κάπρου
οὐδὲ σχαδόνες οὐδ' ἠτριαῖον δέλφακος
οὐδ' ἐγχέλειον οὐδὲ κάραβος; μέγ' ἂν
γυναιξὶ κοπιώσαισ〈ιν〉 ἐπεκουρήσατε.
325
ἀγαθὰ μεγάλα τῇ πόλει
ἥκειν φέροντάς φασι τοὺς Πυλαγόρας
〈ἀπὸ τῆς Πυλαίας〉 καὶ τὸν ἱερομνήμονα.
326
τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου
καὶ τὸν ἀπόδεσμον, οἷς ἐνῆν τὰ τιτθία
327
καὶ κατ' Ἀγάθων' ἀντίθετον ἐξυρημένον
328
Ἄμφοδον ἐχρῆν αὐτῷ τίθεσθαι τοὔνομα·
329
ἀναβῆναι τὴν γυναῖκα βούλομαι.
330
τὸ χαλκίον θερμαίνεται·
331
ἁγὼν πρόφασιν οὐκ ἀναμένει.
332
ἅμα δ' ἠπίαλος πυρετοῦ πρόδρομος
333
{ΧΟΡΟΣ?} ἦ〈ν〉 μέγα τι χρῆμ' ἔτι τρυγῳδοποῐομουσική,
ἡνί〈κα〉 Κράτητί τε τάριχος ἐλεφάντινον
λαμπρὸν ἐνομίζετ' ἀπόνως παραβεβλημένον
ἄλλα τε τοῐαῦθ' ἕτερα μυρί' ἐκιχλίζετο.
334
{ΧΟΡΟΣ?} μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους,
μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας·
ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.
335
σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται
345
πάρες' ο〈ἷς〉 κατετρίβη 〈θα〉ἰμάτια, κᾆπ' ‘Εἶτα πῶς
φῷδας τοσαυτασὶ σὺ τὸν χειμῶν' ὅλον;’
346
{ΓΥΝΗ} 〈ἦ〉 λοιδορία τις ἐγένεθ' ὑμῖν;
{Β} πώμαλα·
‘οὐδ' εἶπον οὐδὲν πρὸς 〈σὲ〉 κῦρον, ὦ γύναι.’
347
ἀλλ' ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
348
ἐκδότω δέ τις
καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο.
349
κοφίνους δὲ λίθων ἐκέλευες
ἡμᾶς 〈ἱμᾶν〉 ἐπὶ τὸν κόραμον.
350
ἄλλαι 〈δ'〉 ὑποπρεσβύτεραι Θασίου
μέλανος μεστὸν κεραμευόμεναι
κοτύλαις μεγάλαις
ἐνέχεον ἐς 〈τὸ〉 σφέτερον δέμας οὐδ'
ἕνα κόσμον ἔρωτι βιαζόμεναι
μελαν〈αιγίδ〉ος οἴνου ἀκράτου.
351
ἤμουν ἄγριον βάρος· ἦ 'τειρεν
γάρ τοί μ' οἶνος
πῶμ' οὐ μείξας Ἀχελώῳ.
356
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ κάλους
357
ἐνταῦθα 〈δ'〉 ἐτυράννευεν Ὑψιπύλης πατὴρ
Θόας, βραδύτατός γ' ὢν ἐν ἀνθρώποις δραμεῖν.
358
τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους.
359
ἀνδρῶν ἐπακτῶν πᾶς' ἐγάργαιρ' ἑστία.
360
ἀλλ' ἀρτίως κατέλιπον αὐτὴν σμωμένην
ἐν τῷ πυέλῳ.
361
ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμὴν
362
ἦ καρδιώττεις; ἀλλὰ πῶς χρήσται ποῐεῖν;
362a
[παρ]εῳγμένης
τῆς θύρας
363,364
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον
365
〈καὶ〉 τὴν κρατίστην δαίμον' ἧς νῦν θερμός ἐσθ' ὁ βωμός·
366
πεντελίθοισί θ' ὁμοῦ λεκάνης παραθραύσμασι 〈παῖσαι〉.
367
αἱ 〈δὲ〉 γυναῖκες τὸν δορίαλλον
φράγνυνται.
376
Εὐριπίδης δ' ὁ τὰς τραγῳδίας ποῐῶν
τὰς περιλαλούσας οὗτός ἐστι τὰς σοφάς.
377
κείτεσθον ὥσπερ πηνίω βινουμένω.
378
δὶς παῖδες οἱ γέροντες·
378a
λόγος 〈γὰρ〉 ἦν
οὐκ ἐῶν κακὸν τὸν οὐ〈χὶ〉 τοιοῦτον δοκεῖν.
379
ἐς τὴν Πάρνηθ' ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκαβηττόν
380
μηδὲ στέψω κοτυλίσκον
387
ὦ μῶρε, μῶρε, ταῦτα πάντ' ἐν τῇδ' ἔνι·
οἰκεῖν μὲν ἐν ἀγρῷ τοῦτον ἐπὶ τῷ γῃδίῳ
ἀπαλλαγέντα τῶν κατ' ἀγορὰν πραγμάτων,
κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν,
ἔπειτ' ἀκούειν προβατίων βληχωμένων
τρυγός τε φωνὴν εἰς λεκάνην ἠθουμένης,
ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις,
καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια
τριταῖα, πολυτίμητα, βεβασανισμένα
ὑπ' ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ.
387a
ἄμυλος, τάριχος, πυός, ἰσχάδες, φακῆ
387b
ὁ μέν τις ἀμπέλους
τρυγῶν ἄν, ὁ δ' ἀμέργων ἐλάας.
388
{Α} τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ;
{Β} αἱδὶ κατ' αὐτὴν ἃς βλέπεις τὴν εἴσοδον.
389
λέξεις ἄρα
ὥσπερ τὰ παιδί', ἔξεχ' ὦ φίλ' ἥλιε.
390,390a
ἀλλ' οὐ τυγχάνει
ἐπίδημος ὤν.
391
θλαστὰς ποῐεῖν ἐλάας
392
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα·
393
θλαστὴν γὰρ εἶναι κρεῖττον ἁλμάδος.
394
καταλιπὼν Παναίτιον πίθηκον
395
ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει·
400
βαβαί, Λάκων· ὡς ἀμφοτέρων ἡμῶν πρὶν ἦν
τὰ πράγματ' οἰσυπηρὰ καὶ βαρύσταθμα.
401
ἰώ, Λακεδαῖμον, τί ἄρα πείσῃ τημέρα;
402
ἀλλ' ἱμάντα μοι
δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμ' ἐπὶ ξύλα.
403
ἐπεὶ δ' ἐγενόμην οἷπερ ᾖ' ἐπὶ ξύλα
404
λόγχαι δ' ἐκαυλίζοντο κἀξύετο κάμαξ.
405
τί δὴ τὸν ὀρνίθειον οἰκίσκον φέρεις;
407
παῖδες ἀγένειοι 〈Κλεισθένης τε καὶ〉 Στράτων
408
πρῴην ἐρανιστὰς ἑστιῶν ἥψησα ἔτνος.
409
δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὰ κάτω σπατάγγην
410
ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορ' ἐκλέγει τ' ἀεὶ
ἐκ τοῦ γενείου τὰς πολιάς.
411
ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος
〈τοῖς γέρουσιν〉 ὥσπερ Εὔαθλος παρ' ὑμῖν τοῖς νέοις.
412
ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σεμίδαλιν
413
καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τροπαῖον.
414
σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες
415
σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει.
416
ὢ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτος τριχιῶν ἀπεβάφθη.
417
σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα
430
ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην,
ὁ δ' αὐτὸν ἠνάγκαζεν Ἁρμοδίου μέλος.
431
ὅστις οὐδένα
προσίεται φυλακῆς ἕνεκα τῶν χρημάτων
γλίσχρου τε τοῦ βίου.
431a
οὐ γὰρ σὺ παρέχεις ἀμφιέσασθαι τῷ πατρί.
432
ἀπεσημηνάμην
τὰς τῶν κακούργων οἰκίας.
433
ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
434
κεφαλάς τ' ἀρνῶν κωλᾶς 〈τ'〉 ἐρίφων
435
βαλανεὺς δ' ὠθεῖ ταῖς ἀρυταίναις.
436
χαλκώματα, προσκεφάλαια
437
ἢν γὰρ ἕν' ἄνδρ' ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
442
τῶν λαμπαδηφόρων τε πλεί-
στων αἰτίαν
τοῖς ὑστάτοις πλατειῶν.
451
γυναῖκα δὴ ζητοῦντες ἐνθάδ' ἥκομεν,
ἥν φασιν εἶναι παρὰ σέ.
452
τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς·
πᾶσιν γὰρ ἡμῖν τοῦτ' ὀφείλεται παθεῖν.
453
{ΜΙΝΩΣ} ἰδοὺ δίδωμι τήνδ' ἐγὼ γυναῖκά σοι
Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχ' ἥξειν ἄγων.
454
διὰ τῆς ἀγορᾶς ἔτρεχον ἀναρίστητος ὤν.
455
ἐλλιμενίζεις ἢ δεκατεύεις
461
{ΘΥΕΣΤΗΣ?} ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων·
πῶς, 〈πῶς〉 ἐσίδω ῥύγχος 〈γε〉 περικεκαυμένον;
462
{ΘΥΕΣΤΗΣ?} οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα;
βάλλ' ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι;
463
κάμνοντα δ' αὐτὸν τοῦ θέρους ἰδών ποτε
ἔτρωγ', ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
464
{ΘΕΡΑΠΩΝ} ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην·
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι.
465
ὁ δ' ἀλφίτων πριάμενος 〈ὅσα〉 τρεῖς χοίνικας
κοτύλης δεούσας εἴκος' ἀπολογίζεται.
466
τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
467
σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης
471
χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ,
τοὺς νοῦς δ' ἀγοραίους ἧττον ἢ 'κεῖνος ποῐῶ.
472
... λήκυθον
τὴν ἑπτακότυλον τὴν χυτρείαν τὴν καλήν,
ἣν ἐφερόμην, ἵν' ἔχοιμι συνθεάτριαν
473
καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα
καὶ κρῖνον αὐτὴ μὴ μετ' ὀξυρεγχίας.
474
ὡσπερεὶ Καλλιππίδης
ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί.
475
{ΓΥΝΗ} ἀλλ' ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἰκάδε.
476
καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων
477
καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων
478
ἣν Πόρδαλιν καλοῦσι τὴν κασαλβάδα.
479
τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.
480
ὥσπερ αἰρόπινον τέτρηται.
481
τοῖχον μοχλίσκῳ σκαλεύειν
482
ἀλλὰ συσπᾶσθαί σε δεῖ
τὰς κοχώνας.
483
οὐδ' 〈ἂν〉 ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι.
488
καὶ μὴν πόθεν Πλούτων γ' ἂν ὠνομάζετο,
εἰ μὴ τὰ βέλτιστ' ἔλαχεν; ἓν δέ σοι φράσω,
ὅσῳ τὰ κάτω κρείττω 'στιν ὧν ὁ Ζεὺς ἔχει·
ὅταν γὰρ ἱστῇς, τοῦ ταλάντου τὸ ῥέπον
κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία.
οὔ〈τε〉 γὰρ ἂν ἀποθανόντες ἐστεφανωμένοι
προὐκείμεθ' οὔτ' ἂν 〈βακκάριδι〉 κεχριμένοι,
εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει.
διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι·
πᾶς γὰρ λέγει τις ‘ὁ μακαρίτης οἴχεται,
κατέδαρθεν· εὐδαίμων, ὅς' οὐκ ἀνιάσεται.’
καὶ θύομέν 〈γ'〉 αὐτοῖσι τἀναγίσματα
ὥσπερ θεοῖσι, καὶ χοάς γε χεόμενοι
αἰτούμεθ' αὐτοὺς δεῦρ' ἀνεῖναι τἀγαθά.
489
ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις
ἀποχρῶσαν ἤδη.
490
τοῦτον τὸν ἄνδρ' ἢ βιβλίον διέφθορεν
ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.
491
{ΧΟΡΟΣ} τί οὖν ποῐῶμεν; χλανίδ' ἐχρῆν λευκὴν λαβεῖν·
εἶτ' Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
492
{Α} τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
{Β} τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.
493
ἐρείδετον· κἀγὼ κατόπιν σφῷν ἕψομαι.
494
οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν
〈ἀπέλαχεν.〉
495
ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί
496
ὑποπεπώκαμεν 〈γάρ〉, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν.
497
λαμβάνετε κόλλαβον ἕκαστος
498
τὸ δ' ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμόν, καὶ τοῦτο παφλάζον.
499
Ἀγχομενὸς 〈γενοῦ〉
γενναι〈ότατ〉α Βοιώτιος ἐξ ὀρχουμένου.
500,501
{Α} χθονία θ' Ἑκάτη
σπείρας ὄφεων ἐλελιζομένη.
{Β} τί καλεῖς τὴν Ἔμπουσαν;
502
φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
παράπεμπε τὸ χειρομάκτρον.
503
ὡς οὑψώνης διατρίβειν
ἡμῖν τἄριστον ἔοικεν.
504
ὁ δὲ λύων κύστιν ὑείαν
κἀξαιρεῖν τοὺς δαρεικούς
505
δεῦρο δ' ἂν οὐκ ἀπέδραμεν †
506
ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων·
ἀλλὰ φέρετ' ἀτταγᾶ θἠπάτιον
ἢ καπριδίου νέου κόλλοπά τιν',
εἰ δὲ μή, πλεῦρον ἢ γλῶτταν ἢ
σπλῆνά γ' ἢ νῆστιν, ἢ δέλφακος ὀ-
πωρινῆς ἠτριαίαν φέρετε
δεῦρο μετὰ κολλάβων χλιαρῶν.
507
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ' ἀφύδια
528
οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον
ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.
529
λόγῳ τις ἠγωνίζετ' ἔργῳ δ' οὔ.
530
{Α} τράπεζαν ἡμῖν 〈εἴσ〉φερε
τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ 'χέτω.
{Β} καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
531
οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον.
534
ὡς δὴ τίς ἂν ὤν, ἢ τί ποῐήσας, ὦ Τελεμησσῆς;
535
φέρε δὴ τοίνυν ταῦθ' ὅταν ἔλθῃ, τί ποεῐῖν χρή μ' ὦ Τελεμησσῆς;
536
μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μεγάλλου.
542
{ΓΥΝΗ} λάβεσθε· καὶ γάρ ἐσθ' ὁμοῦ.
543
ἔπειθ' ὅσοι παρῆσαν ἐπίδημοι ξένοι
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι
‘ὅκως ἔχων τὸν παῖδα πωλήσει 'ς Χίον’,
ἕτερος δ' ‘ὅκως ἐς Κλαζομενάς’, ἕτερος δ' ‘ὅκως
’ἐς Ἔφεσον‘, ὁ δ' ’ἐς Ἄβυδον· ἦν δὲ πάνθ' ὅκῳ.
544
τίς δ' εἶ σ〈ύ γ' ο〉ὑγγύτατα θλιβεὶς τὰς ὀσφύας
ἐπὶ τῶν κοχωνῶν, ἁργοναύτης οὑτοσί;
545
ἔπειτ' ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν
καὶ θυλακίσκον καὶ τὸ μέγα βαλλάντιον.
546
καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς.
547
ᾔτουν τι τὰς γυναῖκας ἀργυρίδιον.
548
ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς
549
ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.
550
λανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι
551
{ΑΡΙΣΤΑΡΧΟΣ} τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ.
552
κοὐδὲν ἂν δράσαιμεν ἄτοπον οὐδ' ἂν ἐπιήλαιμεν 〈ἄν〉.
558
ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
Ἄρης κατέσκηψ', ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν 〈ἀρχαῖον τρόπον〉.
559
{ΟΙΚΕΤΗΣ} καὶ τὸν ἱμάντα μου
ἔχουσι καὶ τἀνάφορον.
560
εἰκὸς δήπου πρῶτον ἁπάντων
ἴφυα φῦναι
καὶ τὰς κραναὰς ἀκαλήφας.
561
στίλβη θ' ἣ κατὰ νύκτα μοι
φλόγ' ἀνασειράζεις ἐπὶ τῷ λυχνείῳ
566
τὸν Φρύγα τὸν αὐλητῆρα, τὸν Σαβάζιον
567
{ΟΙΚΕΤΗΣ} ἐμοὶ
κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν,
ἐκεῖ δ' ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν.
568
διέφθορας τὸν ὅρκον ἡμῶν.
569
{ΑΘΗΝΑ} ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
στεφάνους ἴων, 〈ῥόδων, κρίνων,〉 κονιορτὸν ἐκτυφλοῦντα.
αὑτὸς δ' ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
πύον, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια·
ὑρίσους δ' ἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων·
ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν.
ὥστ' οὐδὲ εἷς ἔτ' οἶδ' ὁπηνίκ' ἐστὶ τοὐνιαυτοῦ.
〈τοῦτ' οὐ〉 μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι' ἐνιαυτοῦ
ὅτου τις ἐπιθυμεῖ λαβεῖν;
{Β} κακὸν μὲν οὖν μέγιστον.
εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ' ἂν ἐδαπανῶντο.
ἐγὼ δὲ ταῦτ' ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
{ΑΘ} κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν·
τούτοις δ' ὑπάρχει ταῦτ' ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
{Β} ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φῄς, τί, εἴ τι;
Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποί̆ηκας ἀντ' Ἀθηνῶν.
579
{ΧΟΡΟΣ[?} οὔτε ποιηταῖσι γὰρ
σκληροῖς ὁ δῆμος ἥδεται κἀστεμφέσιν
οὔτ' 〈Ἰκαρίοισι〉 Πραμνίοις οἴνοισιν, 〈οἳ〉
συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν,
〈ἀνθ〉οσμίᾳ δὲ πέπονι, νεκταροσταγεῖ.]
580
Κηφισοφῶν ἄριστε καὶ μελάντατε,
σὺ δὲ ξυνέζης ἐπὶ τὰ πόλλ' Εὐριπίδῃ
καὶ συνεποί̆εις, ὥς φασι, τὴν μελῳδίαν.
580a
κηρὸς 〈γὰρ〉 ἐπεκαθέζετ' 〈ἐπὶ〉 τοῖς χείλεσιν
581
ὁ δ' αὖ Σοφοκλέους τοῦ μέλιτι κεχριμένου
ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα.
582
ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν· εἰσί τε
ἤδη πρὸς ἄνδρας ἐκπετήσιμοι σχεδόν.
583
ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ
σκώληκας ἐσθίοντε καὶ μυλακρίδια.
584
οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα
καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;
585
‘ἄκων κτενῶ σε, τέκνον’· ὁ δ' ἀπεκρίνατο
‘ἐπὶ Παλλαδίῳ τἄρ', ὦ πάτερ, δώσεις δίκην.’
586,587
[πλὴν μέλιτος οὐδὲν γλυκύτερον τῶν ἰσχάδων·
ἀλλ' οὐδὲ τὸ μέλι γλυκύτερον τῶν ἰσχάδων·]
ὄντως ἄρ' οὐδὲν γλυκύτερον τῶν ἰσχάδων.
588
{ΑΡΙΣΤΟΦΑΝΗΣ?} τὴν γυναῖκα δὲ
αἰσχύνομαι τώ τ' οὐ φρονοῦντε παιδίω.
589
οἴμοι·
τουτὶ τί ἦν; ἀδιάφορός μοι φαίνεται
ὁδί.
590
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
591
τὴν χύτραν,
ἐν ᾗ τὰ κρεάδι' ἧψες ἐζωμευμένα
592
πλὴν εἴ τις πρίαιτο δεόμενος
βασκάνιον ἐπικάμινον ἀνδρὸς χαλκέως.
593
τί δέ σοι δράσω, κακόδαιμον, ἀμφορεὺς
ἐξοστρακισθείς;
594
{ΓΥΝΗ} καὶ κύων ἀκράχολος
Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι.
595
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος
596
ἡδύς γε πίνειν οἶνος, Ἀφροδίτης γάλα.
597
πικρότατον οἶνον τήμερον πίει τάχα.
598
τὸ δ' αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα.
599
ἐκφέρετε πεύκας κατ' Ἀγάθωνα φωσφόρους.
600
αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
601
πυθοῦ χελιδὼν πηνίκ' ἄττα φαίνεται.
602
ὁπηνίκ' ἄτθ' ὑμεῖς κοπιᾶτ' ὀρχούμενοι
603
... λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον
604
ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ.
605
φθέγξαι σὺ τὴν φωνὴν ἀνατοιχήσας ἄνω.
606
καὶ φθέγμα κεκράτηκεν.
607
τί τὸ κακόν; ἀλλ' ἦ κοκκύμηλ' ἠκρατίσω;
608
τὸν Πειραῐᾶ 〈δὲ〉 μὴ κεναγγίαν ἄγειν
609
ἥτις κυοῦς' ἐφάνη κύος τοσουτονί
610
ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν.
611
τὸ παραπέτασμα τὸ Κύπριον τὸ ποικίλον
612
{ΓΥΝΗ} ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται.
613
ὥστ' ἔγωγ' ηὑαινόμην
θεώμενος.
614
τὴν φάρυγα μηλώσας δύ' ἐξ〈εμ〉εῖ μόνας.
615
τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι.
616
ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην.
617
οὔκουν μ' ἐάσεις ἀναμετρήσασθαι τάδε·
618
{ΑΙΣΧΥΛΟΣ} ὑπὸ 〈τοῦ〉 γέλωτος εἰς Γέλαν ἀφίξομαι.
619
χωρεῖ 'πὶ γραμμὴν λορδὸς ὡς 〈εἰς〉 ἐμβολήν.
620
οὐχ ὅτι γ' ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου.
621
σὺ δ' οὐκ ἀνεῖχες σαυτὸν ὥσπερ εἰκὸς ἦν.
622
οὕτως τι τἀπόρρητα δρᾶν ἐστιν μέλι.
623
γίγνωσκε τὸν ἄλεισόν 〈τε〉 καὶ τὰ γράμματα.
624
ὁρῶ γὰρ ὡς 〈στ〉όμφακα διασαυλούμενον.
625
κᾆτ' ἀντιβολεῖτον αὐτὸν ὑποπεπτωκότε.
626
ἐκμαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι.
627
καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων
628
ἴκτινα παντόφθαλμον ἁρπαγα〈ῖ〉ς τρέφων
628a
[τὴν γλῶσσαν αὐτοῦ ... ἐπιθυμῶ μετρεῖν]
δι' ἧς τὰ φ[υρ]τὰ ῥήματ' [ἐξεσ]μήχετο.
629
{Α} μέλαινα δ' ἦν ἡ γλῶττα.
{Β} Βρεττία γὰρ ἦν.
630
ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι.
631
ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος.
632
{πρὸς ΑΝΔΡΑ?} ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον.
633
ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους
634
πόθεν δ' ἐγώ σοι συγγενής, ὦ φαρμακέ;
635
λίθος τις ὤζησεν τεθυμιαμένος.
636
ᾤμην δ' ἔγω〈γε〉 τὸν Κυκλοβόρον κατιέναι.
637
ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων.
638
〈ὁ〉 στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης
639
καὶ πρός γε τούτοις ἥκετον πρεσβῆ δύο.
640
ἑκτεὺς δέ 〈γ'〉 ἐστὶν ὀκταχοίνικον μέτρον.
642
θύειν 〈με〉 μέλλει καὶ κελεύει βῆ λέγειν.
643
[σκότος γάρ ἐστιν Αἰσχύλου τεθνηκότος.]
644
φωνάριον ... ᾠδικὸν καὶ καμπτικόν
644a
ἀσπαζόμεσθ' ἐρετμία καὶ σκαλμίδια·
644b
ὅταν φίλοι παρῶσιν ἐπὶ τὴν ἐκφοράν
645
{ΠΡΟΜΗΘΕΥΣ} εἰ μὴ Προμηθεύς εἰμι· τἄλλα ψεύδομαι.
645b
[εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.]
646
οἶμαι γὰρ αὐτὸν κόλλοπι
ἐοικέναι.
647
{ΓΥΝΗ} ἀλλὰ τὸ στρόφιον λυθὲν
τὰ κάρυά μοὐξέπιπτεν.
648
οὔτε νύκτωρ παύεται
οὔθ' ἡμέραν.
649
〈τὸν〉 ἀγρὸν γὰρ ἔλαβεν
ἀργὸν παρ' αὐτοῦ.
650
μεσέγγυον τὴν μείρακα
καταθέσθ(αι)
650a
οἷα μὲν ποιεῖ λέγειν
τοῖός ἐστιν.
650b
ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες.
650c
ἀγαθός τε δαίμων κἀγαθὴ σωτηρία
650d
σαυτὸν δ' ἀμαυροῖς, ὥστε λήσει〈ς〉 τῷ χρόνῳ.
650e
κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότος.
651
ἀνήσεις κροκύδα μαστιγουμένη.
652
ἐγὼ δ' ὑπερῶ τὸν ὅρκον·
652a
σὺ δ' ὑπάγεις τὸν ὅρκον
653
φαύλως φέρει νῦν τὸ κακόν.
654
τὴν θύραν ἀναζυγώσας
655
σὺ δ' ὁμέστιος θεοῖς πόθεν;
656
{Α} ποῖ κῆχος;
{Β} εὐθὺ Σικελίας.
657
εἴ τίς 〈σε〉 κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρεῖ
658
{ΧΟΡΟΣ?} οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη.
659
οὐχ οἷα πρῶτον ᾖδ〈εν〉 ἑπτάχορδα πάνθ' ὁμοῖα.
660
πόσος ἐσθ' ὁ καῦνος;
662
κοπρολόγει κόφινον λαβών.
663
ἀωροθάνατος ἀπέθανεν.
664
γαλῆν 〈δὲ〉 καταπέπωκεν.
668
λαλίστερον
εὕρηκά σ(ε).
669
ἄχθομ' αὐτοῦ τῷ ῥύπῳ.
670
ἔχε δὴ καὶ σκόπει.
672
ὃς τἀφανῆ
〈ἀεὶ〉 μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει.
673
φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος.
673a
οὐ φθερεῖ κάθαρμα, εἶπε †, κἀκποδὼν ἡμῖν ἄπει;
674
σφόδελον ἐν χύτραισι μεγάλαις ἑψόμενον
675
ἑπτάπους γοῦν ἡ σκιά 'στιν,
ἡ 'πὶ τὸ δεῖπνον 〈ὥρα·〉
ὡς 〈ὁρᾷς〉, ἤδη καλεῖ μ'
ὁ χρόνος ὁ φιλοτήσιος.
676
μὰ τοὺς πρόσωθεν
676b
ὁ δ' Ἀναξαγόρου τρόφιμος χαιοῦ στρυφνὸς μὲν ἔμοιγε προσειπεῖν
καὶ μισόγελως καὶ τωθάζειν οὐδὲ παρ' οἶνον μεμαθηκώς,
ἀλλ' ὅ τι γράψαι, τοῦτ' ἂν μέλιτος καὶ Σειρήνων ἐτετεύχει.
677
{ΑΙΣΧΥΛΟΣ} τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ' ἐποίουν.
678
{Β πρὸς ΑΙΣΧΥΛΟΝ} τοὺς Φρύγας οἶδα θεωρῶν
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ' ἦλθεν τεθνεῶτα,
πολλὰ τοῐὶ καὶ τοιῒ δευρὶ 〈κἀκεῖσε〉 σχηματίσαντες.
679
{ΧΟΡΟΣ?} ὥστ' ἀνακύπτων καὶ κατακύπτων τοῦ σχήματος εἰκόνα τοῦδε
κηλώνειον τοῖς κηπουροῖς.
680
ἐν τοῖς ὄρεσιν 〈δ'〉 αὐτόματ' αὐτοῖς τὰ μιμαίκυλ' ἐφύετο πολλά.
681
πολφοὺς δ' οὐχ ἧψον ὁμοῦ βολβοῖς.
682
ἵν' ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ.
683
κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν.
684
ἀλλ' ὦ Δελφῶν πλείστας ἀκονῶν
Φοῖβε μαχαίρας
καὶ προδιδάσκων τοὺς σοὺς προπόλους
685
{ΧΟΡΟΣ?} διάλεκτον ἔχοντα μέσην πόλεως
οὔτ' ἀστείαν ὑποθηλυτέραν 〈τ'〉
οὔτ' ἀνελεύθερον ὑπαγροικοτέραν 〈τ'〉 ...
685a
ἡ μὲν πόλις ἐστὶν Ἀμαλθείας
κέρας· 〈ὡς〉 εὖξαι
σὺ μόνον καὶ πάντα πάρεσται.
686
τὸν σαπέρδην ἀποτῖλαι χρὴ
κᾆτ' ἐκπλῦναι καὶ διαπλῦναι.
686a
εἶτα μονῳδεῖν ἐκ Μηδείας
καὶ τἀξ αὑτοῦ.
687
χορδαί, φῦσκαι, πασταί, ζωμός,
χόλικες
687a
ἐκ τῶν ἀναβασμῶν
ἀπίασιν.
688
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
689
εἰκοβολοῦντες καὶ πλάττοντες
690
ὁ δ' ἔχων θέρμαν καὶ πῦρ ἧκεν.
691
δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν.
692
ἀλλ' εἰς ἥρων τι παρήμαρτον.
692b
διὰ τῆς τρήμης παρακύπτων
693
οὐκ ἔσθω κενέβρειον· ὅταν θύῃς τι, καλεῖ〈ν〉 με.
694
μή μοι Ἀθηναίους αἰνεῖτ', ἢ μολγοὶ ἔσονται·
694a
μολγόν σε ποῐήσω.
695
{ΟΙΚΕΤΗΣ} ὅστις ἐν ἡδυόσμοις
στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.
696
καὶ σὺ κυρηβιοπῶλα
Εὔκρατες στύππαξ
697
τί γὰρ ἐπὶ κακότροπον ἔμολε τό〈τε〉 βίον
ἀδικομηχάνῳ τέχνῃ;
698
τίς ὄρεα βαθύκομα τάδ' ἐπέσυτο βροτῶν;
699
ῥήματά τε κομψὰ καὶ παίγνι' ἐπιδεικνύναι
πάντ' ἀπ' ἀκροφυσίων κἀπὸ καναβευμάτων
897a
ἔχων λύραν
ἔργον Εὐδόξον τιταίνει ψίθυρον εὐήθη νόμον.
898
{ΑΡΙΣΤΟΦΑΝΗΣ?} ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὀφλὼν λάθω,
περὶ τὴν κεφαλὴν ἔσχηκα πηνίκην τινά.
898a
πατρὶς δὲ πᾶσα τῷ πένητι προσφιλής,
ἀφ' ἧς τροφήν τε καὶ τὸ μὴ πεινῆν ἔχει.
898b
ὦ δέσποτ' Ἀμφιάραε, πολυτίμητ' ἄναξ
899
βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,
χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς.
900
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιὼν
900b
κατ' οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ.
901b
{[ΣΤΡΕΨΙΑΔΗΣ?} σκαιὸς δέ τις
κἀγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.]
902
οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ' ὁ πλοῦς.
902b
σὺ δ' ἐκ † ποίου τελεῖς τοῦ δαπέδου †;
903
Ἀκέσιας τὸν πρωκτὸν ἰάσατο
904
〈ὅτι〉 ἔμπορός εἰμι σκηπτόμενος
904a
ἀλοᾶν χρὴ τὰς γνάθους.
912
ὑποτείνει δέ τις αὐτὸν βωμολοχεῦσαι
αὐτὸς δείξας ἔν 〈θ'〉 ἁρμονίαις Χιάζειν ἢ Σιφνιάζειν.
913
εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ
913a
καλῶς με βεβωλοκόπηκεν.
914
δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα.
{ΑΙΟΛΟΣΙΚΩΝ}
1
ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵν' ἐστὶ κριβάνων ἑδώλια.
2
ἀλλ' ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω
ἁπαξάπανθ', ὅς' ἂν κελεύῃς, ὦ γύναι.
3
ὅπερ δὲ λοιπὸν μόνον ἔτ' ἦν ἐν τῇ γνάθῳ