Fragmenta
- Authority group
- Aristophanes (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 392–439, 441–474, 477–536, 538– 562, 564–599.
- CTS identifier
urn:cts:greekLit:tlg0019.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
διώβολον, γεγένητ' ἐμοὶ δικόλλυβον.
4
καὶ μὴν τὸ δεῖν', ἀκροκώλια δή σοι τέτταρα
ἥψησα τακερά.
5
τῶν δὲ γηθύων
ῥίζας, ἐχούσας σκοροδομίμητον φύσιν
6
κοιτὼν ἁπάσαις εἷς, πύελος δὲ μί' ἀρκέσει.
7
δοῖδυξ, θυΐα, τυροκνῆστις, ἐσχάρα.
8
καὶ διαστίλβονθ' ὁρῶμεν
ὥσπερ ἐκ καινοῦ λυχνούχου
πάντα τῆς ἐξωμίδος.
9
καί κ' ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
10
οὐκ ἐτός, ὦ γυναῖκες,
πᾶσι κακοῖσιν ἡμᾶς
φλῶσιν ἑκάστοθ' ἅνδρες·
δεινὰ γὰρ ἔργα δρῶσαι
λαμβανόμεσθ' ὑπ' αὐτῶν.
11
καὶ δι' ὀπῆς κἀπὶ τέγους
14
δυοῖν λυχνιδίοιν
15
ἀκερματίαν
16
κλειδίον
17
σμηματοφορεῖον
t18-40
{ΑΜΦΙΑΡΕΩΣ}
18
{Α.} γύναι, τί τὸ ψοφῆσάν ἐσθ'; {Β.} ἁλεκτρυὼν
τὴν κύλικα καταβέβληκεν. {Α.} οἰμώζουσά γε.
19
καὶ νὴ Δί' ἐκ τοῦ δωματίου γε νῷν φέρε
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν.
20
νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;
21
ἀλλ' ὦ θύγατερ, ἔλεξ', Ἰασοῖ, πρευμενής—
22
ἔπειτ' ἔρειξον ἐπιβαλοῦς' ὁμοῦ πίσους.
23
ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς.
24
πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;
25
ταυτὶ τὰ κρέ' αὐτῷ παρὰ γυναικός του φέρω.
26
ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ
27
Λαμπτρεὺς ἔγωγε τῶν κάτω.
28
καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις,
ἐν κίστῃ που κατασήμηναι
καὶ παῦσαι φαρμακοπωλῶν.
29
ὀσφὺν δ' ἐξ ἄκρων διακίγκλισον ἠύτε κίγκλου
ἀνδρὸς πρεσβύτου· τελέειν δ' ἀγαθὴν ἐπαοιδήν.
30
οἶδα μὲν ἀρχαῖόν τι δρῶν κοὐχὶ λέληθ' ἐμαυτόν.
31
ἀφ' οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων.
32
ἀκραιφνὲς ὕδωρ
33
ἱερὸν συμβουλή
34
πλεκτὴν σχοῖνον
35
τυφλότερος λεβηρίδος
36
ἀναφλᾶν καὶ ἀνακνᾶν
37
ἀνθρωπίζεται
38
ἠντεβόλησε
39
ῥόπτρον
40
καὶ νὴ Δί' εἰ Πάμφιλόν γε φαίης
κλέπτειν τὰ κοίν' ἅμα τε συκοφαντεῖν.
t41-63
{ΑΝΑΓΥΡΟΣ}
41
μὴ κλᾶ'· ἐγώ σοι βουκέφαλον ὠνήσομαι.
42
ψῆχ' ἠρέμα τὸν βουκέφαλον καὶ
τὸν κοππατίαν.
43
{Α.} ὡς δ' ὀρθοπλήξ. {Β.} πέφυκε γὰρ δυσγάργαλις.
44
{Α.} τοῦτ' αὐτὸ πράττω, δύ' ὀβολὼ καὶ σύμβολον
ὑπὸ τῷ 'πικλίντρῳ. {Β.} μῶν τις αὔτ' ἀνείλετο;
45
εἰ μὴ παραμυθεῖ μ' ὀψαρίοις ἑκάστοτε.
46
καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλ' αὖ.
47
ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην.
48
ἐν τῷ στόματι τριημιωβόλιον ἔχων
50
πλὴν ἀλεύρου καὶ ῥόας
51
πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν
καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.
52
οὐχ ἑψητῶν λοπάς ἐστιν.
53
καὶ μὴν χθές γ' ἦν Πέρδιξ χωλός.
54
ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν
55
ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν.
56
ἀναχύρωτον τὸν πηλὸν
57
Ἀργεῖοι φῶρες
58
στόμια πριονωτά
59
ἀμφιανακτίζειν
60
τὸν πνιγέα
61
ὑφόλμιον
62
τὴν ψήκτραν
63
ἀλλ' Ἀριφράδη δέδοικα μὴ τὰ πράγματα
ἡμῶν διακναίσῃ.
t64-99
{ΒΑΒΥΛΩΝΙΟΙ}
64
Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος.
65
ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος
66
ἵστασθ' ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας.
67
Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν.
68
ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
69
ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος.
71
{Α.} δεῖ διακοσίων δραχμῶν.
{Β.} πόθεν οὖν γένοιντ' ἄν; {Α.} τὸν κότυλον τοῦτον φέρε.
72-73
πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί; * * * *
ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν.
74
μέσην ἔρειδε πρὸς τὸ σιμόν.
75
ἐννεύει με φεύγειν οἴκαδε.
76
εἰς ἄχυρα καὶ χνοῦν
77
τὴν αὑτοῦ σκιὰν δέδοικεν.
78
ναυλόχιον ἐν τῷ μέσῳ.
79
ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί.
80
εὖ γ' ἐξεκολύμβης' οὑπιβάτης, ὡς ἐξοίσων ἐπίγυον.
81
ἢ δῶρ' αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν.
82
ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν.
83-84
κατάγου ῥοθιάζων. * * *
ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ
85
ἐς τὸν λιμένα
87
ἀνθ' Ἑρμιόνος
88
τὰ μέτωπα Ἰστριανά
89
πόδα βαλλαντίου
91
ἁλυκόν
92
δύσριγος
93
ζώστειον
94
θωμόν
95
λακεδαιμονιάζω
96
ὁρκωμοτεῖν
97
στίγων
98
ὠτοκάταξιν
t100-124
{ΓΕΩΡΓΟΙ}
100
{Α.} ἐθέλω γεωργεῖν. {Β.} εἶτα τίς σε κωλύει;
{Α.} ὑμεῖς. τί δ' εἰ δίδωμι χιλίας δραχμάς,
ἐάν με τῶν ἀρχῶν ἀφῆτε; {Β.} δεχόμεθα·
δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου.
101
ὅτου δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει.
{Β.} ἐμοὶ μὲν ἐπὶ τὸν μολγόν· οὐκ ἀκήκοας;
102
τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχει;
103
εἶτ' ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
104
ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
105
εἴ γ' ἐγκιλικίσαιμ', ἐξολοίμην, φαθὶ λέγων.
106
καχέτας καὶ Μεγακλέας καὶ μαλακούς
107
ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν· ὡς πάλαι δεῖ
ἡμᾶς ἐκεῖ 'ν τῷ χαλκίῳ λελουμένους σχολάζειν.
108
συκᾶς φυτεύω κάρτα πλὴν Λακωνικῆς·
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν·
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα.
109
Εἰρήνη βαθύπλουτε καὶ ζευγάριον βοεικόν,
εἰ γὰρ ἐμοὶ παυσαμένῳ τοῦ πολέμου γένοιτο
σκάψαι κἀποκλάσαι τε καὶ λουσαμένῳ διελκύσαι
τῆς τρυγὸς ἄρτον λιπαρὸν καὶ ῥάφανον φαγόντι.
110
ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική,
χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.
111
ἐν ἀγορᾷ δ' αὖ πλάτανον εὖ διαφυτεύσομεν.
117
ἀγαθήν γε κωδίαν
118
ἀπυρήνων
119
ἐλαΐζειν
120
μετόρχιον
121
πορνεύτριαν
122
Σηράγγιον
123
Στρεψαίους
124
τραπεζοφόρον
t125-148
{ΓΗΡΑΣ}
125
{Α.} τουτὶ τί ἦν τὸ πρᾶγμα; {Β.} θερμούς, ὦ τέκνον.
{Α.} ἀλλ' ἦ παραφρονεῖς; {Β.} κριβανίτας, ὦ τέκνον,
λευκοὺς δὲ πάνυ.
126
ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας.
127-128
πτωχικοῦ βακτηρίου.
βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης.
129
ὀφθαλμιάσας πέρυσιν εἶτ' ἔσχον κακῶς,
ἔπειθ' ὑπαλειφόμενος παρ' ἰατρῷ—
130
ὀξωτά, σιλφιωτά, βολβός, τεύτλιον,
περίκομμα, θρῖον, ἐγκέφαλος, ὀρίγανον,
καταπυγοσύνη ταῦτ' ἐστὶ πρὸς κρέας μέγα.
131
{Α.} τίς ἂν φράσειε ποῦ 'στι τὸ Διονύσιον;
{Β.} ὅπου τὰ μορμολυκεῖα προσκρεμάννυται.
132
ἔδει δέ γέ σε βληθεῖσαν εἰς Ἁλμυρίδας
... τῃδὶ μὴ παρέχειν σε πράγματα.
133
ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας
134
{Α.} σὺ δ' οὐκ ἐγήμω; {Β.} νὴ Δί', ὀλίγας ἡμέρας.
135
ἐγὼ δ' ἀπολοπίζειν τε κᾆτ' ἐπ' ἀνθράκων—
136
ὑδρίαν δανείζειν πεντέχουν ἢ μείζονα
137
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη
138
κοπίδι τῶν μαγειρικῶν
139
εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδ' ἔχοντα.
140
λορδοῦ κιγκλοβάταν ῥυθμόν
141
ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπετεῖς ἑταίρας
ἢ σὺ τὰς ὑποπαρθένους, ἁλμάδας ὡς ἐλάας,
στιφράς;
142
ἀποπλευστέ' οὖν ἐπὶ τὸν νυμφίον, ᾧ γαμοῦμαι
τήμερον.
143
Μελιτέα κάπρον
144
καλαμίνους αὐλούς
145
καταλαλεῖν
146
κληρωτήριον
147
σκάφιον
148
τῆτες
t149-183
{ΓΗΡΥΤΑΔΗΣ}
149-150
{Α.} καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
ἔτλη κατελθεῖν; {Β.} ἕν' ἀφ' ἑκάστης τῆς τέχνης
εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,
οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ
ἐκεῖσε φιλοχωροῦντας. {Α.} εἰσὶ γάρ τινες
ἄνδρες παρ' ὑμῖν ᾁδοφοῖται; {Β.} νὴ Δία
μάλιστά γ'. {Α.} ὥσπερ Θρᾳκοφοῖται; {Β.} πάντ' ἔχεις.
{Α.} καὶ τίνες ἂν εἶεν; {Β.} πρῶτα μὲν Σαννυρίων
ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν
Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. * * * *
{Α.} ὡς σφόδρ' ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ' ἄρα.
τούτους γὰρ ἢν πολλῷ ξυνέλθῃ ξυλλαβὼν
ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται.
151
{Α.} καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ' ἂν ῥήματα;
{Β.} εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας.
152
τότε μὲν ... σου κατεκοττάβιζον ἄν,
νυνὶ δέ σου κατεμοῦσι, τάχα δ' εὖ οἶδ' ὅτι
καὶ καταχέσονται.
153
ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον
154
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
155
ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵν' ἐστὶ κριβάνων ἑδώλια.
156
ἆρ' ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
ὡς μὲν γάρ ἐστε νήστιδες, γιγνώσκεται.
157
τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον.
158
ἀκροκώλι', ἄρτοι, κάραβοι, βολβοί, φακῆ.
159
πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;
161
ᾖσαν εὐθὺ τοῦ Διονυσίου
162
ἀλλ' ἴσθ' ἐπ' αὐτὴν τὴν θύραν ἀφιγμένος.
163
πόλος τόδ' ἐστίν; εἶτα πόστην ἥλιος τέτραπται;
164
φήμαις οὖν ἐγὼ βροτῶν ἅπαντας ἐκλαπῆναι.
166
χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.
167
ψίθυρός τε καλοῦ καὶ ψωμοκόλαξ.
171
αὐτοὶ θύομεν
172
φορμῷ σχοινίνῳ
173
τῶν ἀπυρήνων
174
ἀσκοθύλακος
175
γαργαλισμοῦ
176
ἕρμα
177
καρπεῖα
178
κατάπλασμα
179
μέτοχος
180
τοὺς οἰκοδόμους
181
περίθεσιν
182
σκόμβρος
183
σύντεχνοι
t184-197
{ΔΑΙΔΑΛΟΣ}
184
ἤδη τις ὑμῶν εἶδεν Εὐρύβατον Δία;
185-186
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.* * * *
εὖ ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
187
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
188
ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν
ἱμᾶν ἀνεκάς, λέγε, χαῖρε φέγγος ἡλίου.
189-190-191
καὶ ταῦτ' ἔχοντα πουλύπους καὶ σηπίας. * * * *
τὸν πουλύπουν μοὔθηκε. * * * *
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
192
περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος
νῦν ἐστι; περὶ ὄνου σκιᾶς.
193
κογχυλίας λίθος
194
Δαιδάλεια
195
ἀρχιτεκτονεῖν
196
δορυφόνον
197
κακκάβη
t198-244
{ΔΑΙΤΑΛΗΣ}
198
{Α.} ἀλλ' εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι.
{Β.} ἰδού, σορέλλη, τοῦτο παρὰ Λυσιστράτου.
{Α.} ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῷ χρόνῳ.
{Β.} τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.
{Α.} ἀποβύσεταί σοι ταῦτά πη τὰ ῥήματα.
{Β.} παρ' Ἀλκιβιάδου τοῦτο τἀποβύσεται.
{Α.} τί δ' ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις
καλοκἀγαθεῖν ἀσκοῦντας; {Β.} οἴμ', ὦ Θρασύμαχε,
τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται;
200
οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
πλύνων ἅπασιν ὅσα σύνοιδ' αὐτῷ κακά.
201
εἰ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω.
202
ἐγὼ δ' ἰὼν
πέμψω πλακοῦντ' ἐς ἑσπέραν χαρίσιον.
203
ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
ἐδίδου ῥοφεῖν ἄν.
204
τί δαί; κυνίδιον λεπτὸν ἐπρίω τῇ θεᾷ
εἰς τὰς τριόδους;
205
τῆς μυρηρᾶς ληκύθου
πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου.
206
φέρ' ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;
207
οὐδ' ἐστὶν αὐτῷ στλεγγὶς οὐδὲ λήκυθος.
208
οὐδ' ἀργύριον ἔστιν κεκερματισμένον.
210
ὁ δ' ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.
211
τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει.
212
ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.
213
ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε.
214
οὐκ ἀλλὰ τοῦτό γ' ἐπίχυσις τοῦ χαλκίου.
215
κἄγειν ἐκεῖθεν κακκάβην
216
ἀλλ' οὐ γὰρ ἔμαθε ταῦτ' ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον
πίνειν, ἔπειτ' ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν,
Συβαρίτιδάς τ' εὐωχίας καὶ ‘Χῖον ἐκ Λακαινᾶν’.
217
εἰ μὴ δικῶν τε γυργάθους ψηφισμάτων τε θωμοὺς
φέροντες
218
καὶ λεῖος ὥσπερ ἔγχελυς, χρυσοῦς ἔχων κικίννους.
219
ἔσειον, ᾔτουν χρήματ', ἠπείλουν, ἐσυκοφάντουν.
220
εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη,
εἰς οἷ' ἀνήλουν οἱ πρὸ τοῦ τὰ χρήματα.
221
ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος,
εἶτά με σκάπτειν κελεύεις;
222
{Α.} πρὸς ταῦτα σὺ λέξον Ὁμήρου ἐμοὶ γλώττας, τί καλοῦσι * * κόρυμβα;
{Α.} τί καλοῦς' ἀμενηνὰ κάρηνα;
{Β.} ὁ μὲν οὖν σός, ἐμὸς δ' οὗτος ἀδελφὸς φρασάτω, τί κα- * * λοῦσιν ἰδυίους;
{Β.} τί καλοῦσιν ἀποινᾶν;
223
ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.
224
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα
225
ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης—
226
ὦ παρανοία καὶ ἀναιδεία
227
καὶ κόσκινον ἠπήσασθαι
228
ὅτε τὰς ὀὰς ἴσας ἐποιήσατο.
234
ἄγγη μυρηρά
235
ὡρικὸν δὲ μειράκιον καὶ κόρη
236
ἀποβροχθίσαι
237
ἐψυχρολουτήσαμεν
238
θυλακίσκον
239
κλινάριον
240
λυρωνίαν
241
νεβλάρετοι
242
τὸν ὀρτυγοκόμον
243
ῥαγδαίους
244
τοῦ τριγώνου
t245-265
{ΔΑΝΑΙΔΕΣ}
245
μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας,
μεθ' ὧν ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.
246
ἀλλ' εἴσιθ'· ὡς τὸ πρᾶγμ' ἐλέγξαι βούλομαι
τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ.
247
τραπόμενον εἰς τοὔψον λαβεῖν
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
248
κακῶν τοσούτων ξυνελέγη μοι σώρακος.
249
ἤδη παροινεῖς εἰς ἐμὲ πρὶν δεδειπνάναι.
250
δακτύλιον χαλκοῦν φέρων ἀπείρονα
251
οὐδεὶς βεβαλάνωκε τὴν θύραν
252
λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ἡμῶν.
253
ὁ χορὸς δ' ὠρχεῖτ' ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα,
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.
254
οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο.
255
πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν.
256
μὴ τἄρ' εἶναί μ' ἐγκριδοπώλην
257
καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν.
258
τῶν χοίρων μνοῦς ἔρι' ἐστίν.
259
Δαναώτατος
262
ἀργύριον
263
ἐχῖνος
264
προσωπίδιον
265
συρμαιοπῶλαι (καὶ ἐγκριδοπῶλαι).
t266
{ΔΙΣ ΝΑΥΑΓΟΣ}
266
τί ὦ πονηρέ μ' ἐξορίζεις ὡσπερεὶ
κλιντήριον;
t267-277
{ΔΡΑΜΑΤΑ Η ΚΕΝΤΑΥΡΟΣ}
267
ἐγὼ γάρ, εἴ τί ς' ἠδίκηκ', ἐθέλω δίκην
δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί.
268
ἀνοιγέτω τις δώματ'· αὐτὸς ἔρχεται.
269
ἀλλ' ἐς κάδον λαβών τιν' οὔρει πίττινον.
270
ἐκκρουσαμένους τοὺς πύνδακας
271
πτίσσω, βράττω, μάττω, δεύω, πέττω, καταλῶ.
272
χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι.
273
τὸ δὲ πορνεῖον Κύλλου πήρα.
275
ἀπόκινον
276
λίθος δεκατάλαντος
277
κλιμακτῆρες
t278-285
{ΔΡΑΜΑΤΑ Η ΝΙΟΒΟΣ}
278
ἔστιν γὰρ ἡμῖν τοῖς κάτω πρὸς τοὺς ἄνω
ἀπὸ συμβόλων, καὶ μὴν ὁ μαιμακτηριών,
ἐν ᾧ ποιοῦμεν τὰς δίκας καὶ τὰς γραφάς.
279
οἴμοι κακοδαίμων· ὁ λύχνος ἡμῖν οἴχεται.
280
καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον κἄλαθε;
281
ἀλλ' ὥσπερ λύχνος
ὁμοιότατα καθεῦδ' ἐπὶ τοῦ λυχνιδίου.
282
οὐδὲν μὰ Δί' ἐρῶ λοπάδος ἑψητῶν.
283
ὁ δ' εἰς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε
285
καττύς
t286-293
{ΔΡΑΜΑΤΑ}
286
ἀλλ' εὔχομαι 'γωγ' ἑλκύσαι σε τὸν ζυγόν,
ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτερες.
287
αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας.
288
πάντες δ' ἔνδον πεταχνοῦνται.
292
βύρσαν
293
κιχόρεια
t294-297
{ΕΙΡΗΝΗ ΔΕΥΤΕΡΑ}
294
{Α.} τῆς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης
πιστὴ τροφός, ταμία, συνεργός, ἐπίτροπος,
θυγάτηρ, ἀδελφή, πάντα ταῦτ' ἐχρῆτό μοι.
{Β.} σοὶ δ' ὄνομα δὴ τί ἐστιν; {Α.} ὅ τι; Γεωργία. * * * *
{Β.} ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
ἄσμενός ς' ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους.
295
τὴν δ' ἀσπίδα
ἐπίθημα τῷ φρέατι παράθες εὐθέως.
296
ἰὼ Λακεδαίμων, τί ἄρα πείσει τήμερα;
297
πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά;
t298-316
{ΗΡΩΕΣ}
298
{Α.} οὐκ ἠγόρευον; οὗτός ἐστ' οὐκ Ἀργόλας.
{Β.} μὰ Δί' οὐδέ γ' Ἕλλην, ὅσον ἔμοιγε φαίνεται.
299
τρέχ' εἰς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν
τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον,
κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν.
300
ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς.
301
ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα.
302
παύσειν ἔοιχ' ἡ παυσικάπη κάπτοντά σε.
303
ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον.
304
οἱ γὰρ ἥρως ἐγγύς εἰσιν.
305
μὴ γεύεσθε δ' ἅττ' ἂν καταπέσῃ
τῆς τραπέζης ἐντός.
306
μήτε ποδάνιπτρον θύραζ' ἐκχεῖτε μήτε λούτριον.
307
κἀπὸ τῆς Διειτρέφους τραπέζης
310
ἐμπόλω Διοσκόρω
311
πῶς πίομαι;
312
ἀνδραποδώνης
313
ἀρτοποιία
314
ἡλίσκον
315
πυελίδα
316
χερνιβεῖον
t317-344
{ΘΕΣΜΟΦΟΡΙΑΖΟΥΣΑΙ ΔΕΥΤΕΡΑΙ}
317
οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον,
οὐ Χῖον, οὐδὲ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ' ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
318
{Α.} ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους;
ἢ νῆστις ὀπτᾶτ', ἢ γαλεός, ἢ τευθίδες;
{Β.} μὰ τὸν Δί' οὐ δῆτ'. {Α.} οὐδὲ βατίς; {Β.} οὔ φημ' ἐγώ.
{Α.} οὐ χόριον οὐδὲ πυός, οὐδ' ἧπαρ κάπρου,
οὐδὲ σχαδόνες, οὐδ' ἠτριαῖον δέλφακος;
οὐδ' ἐγχέλειον, οὐδὲ κάραβον μέγαν
γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;
319
ὦ Ζεῦ πολυτίμηθ', οἷον ἐνέπνευς' ὁ μιαρὸς
φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
καὶ βακκάριδος.
320
{Α.} ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον,
προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα,
ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον,
μύρον, κίσηριν, στρόφι', ὀπισθοσφενδόνην,
κάλυμμα, φῦκος, περιδέραι', ὑπογράμματα,
τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον,
ζῶμ', ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα,
χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον.
{Β.} τὰ μέγιστα δ' αὐτῶν οὐ λέγεις ταυτί; {Α.} τί δαί;
{Β.} διόπας, διάλιθον, πλάστρα, μαλάκιον, βότρυς,
χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,
σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,
πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,
ὑποδερίδας, ἑλικτῆρας, ἄλλα πολλά θ' ὧν
οὐδ' ἂν λέγων λήξαι τις.
321
ὅσα περίεργ' αὐταῖσι τῶν φορημάτων
ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις.
322
ἀγαθὰ μεγάλα τῇ πόλει
ἥκειν φέροντάς φασι τοὺς πυλαγόρας
* * * καὶ τὸν ἱερομνήμονα.
323
ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν
σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι.
324
οἴμοι κακοδαίμων τῆς τόθ' ἡμέρας, ὅτε
εἶπέν μ' ὁ κῆρυξ, οὗτος ἀλφάνει.
325
τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου
καὶ τῶν ἀποδέσμων, οἷς ἐνῆν τὰ τιτθία.
326
καὶ κατ' Ἀγάθων' ἀντίθετον ἐξυρημένον.
327
Ἄμφοδον ἐχρῆν αὐτῷ τεθεῖσθαι τοὔνομα.
328
σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται.
329
ἀναβῆναι τὴν γυναῖκα βούλομαι.
330
τὸ χαλκίον θερμαίνεται.
331
ἁγὼν πρόφασιν οὐ δέχεται
332
ἅμα δ' ἠπίαλος πυρετοῦ πρόδρομος
333
ἦν μέγα τι βρῶμ' ἔτι τρυγῳδοποιομουσική,
ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
λαμπρὸν ἐκόμιζεν ἀπόνως παραβεβλημένον,
ἄλλα τε τοιαῦθ' ἕτερα μυρί' ἐκιχλίζετο.
334
μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους
μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας·
ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.
336
οἶνος ἀνθοσμίας
337
λύκος ἔχανεν
338
λακωνίζειν
340
ἀμεινόνως
341
βαρβός
342
(ἀπὸ τῶν) βαυκίδων
343
διαλέξασθαι
344
ἐπανορθώσασθαι
t345-355
{ΚΩΚΑΛΟΣ}
345
παρέσο, κατέτριβεν ἱμάτια κἄπειτά πως
φῷδας τοσαύτας εἶχε τὸν χειμῶν' ὅλον.
346
{Α.} ἦ λοιδορία τις ἐγένεθ' ὑμῖν; {Β.} πώμαλα·
οὐδ' εἶπον οὐδέν.
347
ἀλλ' ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία,
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
348
ἐκδότω δέ τις
καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο.
349
κοφίνους δὲ λίθων ἐκέλευες
ἡμᾶς ἱμᾶν ἐπὶ τὸν κέραμον.
352
χρυσὸς ὁ Κολοφώνιος
353
ἰπνός
354
κορινθιάζομαι
355
στραγγουρία
t356-375
{ΛΗΜΝΙΑΙ}
356
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.
357
ἐνταῦθα δ' ἐτυράννευεν Ὑψιπύλης πατὴρ
Θόας, βραδύτατος ὢν ἐν ἀνθρώποις δραμεῖν.
358
τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους.
359
ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρ' ἑστία.
360
ἀλλ' ἀρτίως κατέλιπον αὐτὴν σμωμένην
ἐν τῇ πυέλῳ.
361
ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμήν.
362
ἦ καρδιώττεις; ἀλλὰ πῶς χρῆσται ποιεῖν;
363-364
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον.
365
τὴν κρατίστην δαίμον' ἧς νῦν θερμός ἐσθ' ὁ βωμός.
366
πεντελίθοισί θ' ὁμοῦ λεκάνης παραθραύσμασι
368
μεγάλην θεόν
369
μόχλωσον τὴν θύραν
370
ἄρκτοι
371
μέταυλος
372
ναυφύλαξ
373
πρῷμος
374
συκίδας
375
φανόν
t376-386
{ΝΕΦΕΛΑΙ ΠΡΟΤΕΡΑΙ}
376
Εὐριπίδῃ δ' ὁ τὰς τραγῳδίας ποιῶν
τὰς περιλαλούσας οὗτός ἐστι τὰς σοφάς.
377
κείσεσθον ὥσπερ πηνίω βινουμένω.
378
δὶς παῖδες οἱ γέροντες
379
ἐς τὴν Πάρνηθ' ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκαβηττόν.
380
μηδὲ στέψω κοτυλίσκον.
381
οὐ μετὸν αὐτῷ
383
ζυμήσασθαι
384
ἠπίαλος
385
κόλασμα
386
μετεωρολέσχας
t387-399
{ΝΗΣΟΙ}
387
ὦ μῶρε, μῶρε, ταῦτα πάντ' ἐν τῇδ' ἔνι·
οἰκεῖν μὲν ἐν ἀγρῷ τοῦτον ἐν τῷ γηδίῳ
ἀπαλλαγέντα τῶν κατ' ἀγορὰν πραγμάτων,
κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν,
ἔπειτ' ἀκούειν προβατίων βληχωμένων
τρυγός τε φωνὴν εἰς λεκάνην ἠθουμένης,
ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις,
καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια
τριταῖα, πολυτίμητα, βεβασανισμένα
ἐπ' ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ.
388
{Α.} τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ;
{Β.} αἱδὶ κατ' αὐτὴν ἣν βλέπεις τὴν εἴσοδον.
389
λέξεις ἄρα
ὥσπερ τὰ παιδί', ἔξεχ' ὦ φίλ' ἥλιε.
390
ἀλλ' οὐ τυγχάνει
ἐπίδημος ὤν.
391-392-393
θλαστὰς ποιεῖν ἐλάας.
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
θλαστὰς γὰρ εἶναι κρεῖττόν ἐστιν ἁλμάδος.
394
καταλιπὼν Παναίτιον πίθηκον
395
ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει.
397
ἀργύρια
398
ἔλυμος
399
θρᾶνοι, θρανία, θρανίδια
t400-429
{ΟΛΚΑΔΕΣ}
400
βαβαί, Λάκων· ὡς ἀμφοτέρων ἡμῶν πρὶν ἦν
τὰ πράγματ' οἰσυπηρὰ καὶ βαρύσταθμα.
401
ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τήμερα;
402
ἀλλ' ἱμάντα μοι
δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμ' ἐπὶ ξύλα.
403
ἐπεὶ δ' ἐγενόμην οἷπερ ᾖ' ἐπὶ ξύλα.
404
λόγχαι δ' ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ.
405-406
πρὸς τί δὲ τὸν ὀρνίθειον οἰκίσκον φέρεις;
407
παῖδες ἀγένειοι, Στράτων
408
πρῴην ἐρανιστὰς ἑστιῶν ἥψης' ἔτνος.
409
δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὸν κάτω σπατάγγην.
410
ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορ' ἐκλέγει τ' ἀεὶ
ἐκ τοῦ γενείου τὰς πολιάς.
411
ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος
ὥσπερ Εὔαθλος .... παρ' ὑμῖν τοῖς νέοις.
412
ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σεμίδαλιν.
413
καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τροπαῖον.
414
σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες
415
σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει.
416
ὦ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
417
σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα.
418
ἀγκαλίδες ξύλων
419
ἁλμαίαν πιών
420
δρομάδες ὁλκάδες
421
παττάλους ἐγκρούειν
422
σκυτάλιον ὑποσίδηρον
423
ὕρχας οἴνου
424
ἀπεσφακέλισεν
425
δραχμιαῖον
426
ἐπίγυον
427
νάνους
428
τροχιλία
429
Φασιανός
t430-441
{ΠΕΛΑΡΓΟΙ}
430
ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην,
ὁ δ' αὐτὸν ἠνάγκαζεν Ἁρμοδίου μέλος.
432
ἀπεσημηνάμην
τὰς τῶν κακούργων οἰκίας.
433
ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
434
κεφαλάς τ' ἀρνῶν κωλᾶς τ' ἐρίφων
435
βαλανεὺς δ' ὠθεῖ ταῖς ἀρυταίναις.
436
χαλκώματα, προσκεφάλαια.
437
ἢν γὰρ ἕν' ἄνδρ' ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
440
ὀβολίας ἄρτους
441
οἰκίσκον
t442-450
{ΠΛΟΥΤΟΣ ΠΡΟΤΕΡΟΣ}
442
τῶν λαμπαδηφόρων τε πλεί-
στων αἰτίαν
τοῖς ὑστάτοις πλατειῶν.
443
βλᾶκες φύγεργοι
444
ἦν δ' ἐγώ
445
ἀναπηρίαν
446
γραΐζειν
447
ἐμπαίζειν
448
ἐπικρούσασθαι
449
ζυγοποιεῖν
450
ῥυφῆσαι
t451
{ΠΟΙΗΣΙΣ}
451
γυναῖκα δὴ ζητοῦντες ἐνθάδ' ἥκομεν,
ἥν φασιν εἶναι πραὰ σέ.
t452-460
{ΠΟΛΥΙΔΟΣ}
452
τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς·
πᾶσιν γὰρ ἡμῖν τοῦτ' ὀφείλεται παθεῖν.
453
ἰδοὺ δίδωμι τήνδ' ἐγὼ γυναῖκά σοι
Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχ' ἥκειν ἄγων.
454
διὰ τῆς ἀγορᾶς τρέχων, ἀναρίστητος ὤν.
455
ἐλλιμενίζεις ἢ δεκατεύεις.
456
ἔρημον ἐμβλέπειν
457
οὐκ ἀπήρκει
458
Θησειότριψ
459
θησομύζειν
460
προσεμφερής
t461-470
{ΠΡΟΑΓΩΝ}
461
ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων·
πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
462
οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα;
βάλλ' ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι;
463
κάμνοντα δ' αὐτὸν τοῦ θέρους ἰδών ποτε
ἔτρωγ', ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
464
ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην·
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι.
465
ὁ δ' ἀλφίτων γε πριάμενος τρεῖς χοίνικας
κοτύλης δεούσας εἴκος' ἀπολογίζεται.
466
τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
467
σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης
469
ἐν πίθῳ τὴν κεραμείαν
470
ἀντλίον
t,ante 471
{ΣΚΕΥΑΙ}
t471-487
{ΣΚΗΝΑΣ ΚΑΤΑΛΑΜΒΑΝΟΥΣΑΙ}
471
χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ,
τοὺς νοῦς δ' ἀγοραίους ἧττον ἢ 'κεῖνος ποιῶ.
472
λήκυθον
τὴν ἑπτακότυλον, τὴν χυτρεᾶν, τὴν ἀγκύλην,
ἣν ἐφερόμην, ἵν' ἔχοιμι συνθεάτριαν.
473
καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα
καὶ κρῖνον αὐτὴ μὴ μετ' ὀξυρεγμίας.
474
ὡσπερεὶ Καλλιππίδης
ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί.
475
ἀλλ' ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
476
καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων
477
καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων
478
τὴν πόρδαλιν καλοῦσι τὴν κασαλβάδα.
479
τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.
480
ὥσπερ [κόσκινον] αἰρόπινον τέτρηται.
481
τοῖχον μοχλισκίῳ σκαλεύειν
482
ἀλλὰ συσπάσαι δεῖ τὰς κοχώνας.
483
οὐδ' ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι.
485
πεζίδα
486
πηρίδιον
487
τριτοστάτις
t488-527
{ΤΑΓΗΝΙΣΤΑΙ}
488
καὶ μὴν πόθεν Πλούτων γ' ἂν ὠνομάζετο,
εἰ μὴ τὰ βέλτιστ' ἔλαχεν; ἓν δέ σοι φράσω,
ὅσῳ τὰ κάτω κρείττω 'στὶν ὧν ὁ Ζεὺς ἔχει.
ὅταν γὰρ ἱστῇς, τοῦ ταλάντου τὸ ῥέπον
κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία. * * * *
οὐδὲ γὰρ ἂν ἀποθανόντες ἐστεφανωμένοι
προὐκείμεθ', οὐδὲ βακκάρει κεχριμένοι,
εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει.
διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι·
πᾶς γὰρ λέγει τις, ὁ μακαρίτης οἴχεται,
κατέδαρθεν· εὐδαίμων, ὅς' οὐκ ἀνιάσεται.
καὶ θύομεν αὐτοῖσι τοῖς ἐναγίσμασιν
ὥσπερ θεοῖσι καὶ χοάς γε χεόμενοι
αἰτούμεθ' αὐτοὺς δεῦρ' ἀνεῖναι τἀγαθά.
489
ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις
ἀποχρῶσαν ἤδη.
490
τοῦτον τὸν ἄνδρ' ἢ βυβλίον διέφθορεν
ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.
491
τί οὖν ποιῶμεν; χλανίδ' ἐχρῆν λευκὴν λαβεῖν·
εἶτ' Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
492
{Α.} τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
{Β.} τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.
493
ἐρείδετον, κἀγὼ κατόπιν σφῷν ἕψομαι.
494
οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν.
495
ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί
496
ὑποπεπώκαμεν γάρ, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν.
497
λαμβάνετε κόλλαβον ἕκαστος.
498
τὸ δ' ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο παφλάζον.
499
(εἶτ' ἔγχελυς ἦν μάλα) γενναία·
Βοιωτὶς δ' ἦν ἐξ Ἀγχομενοῦ.
500-501
χθονία θ' Ἑκάτη
σπείρας ὄφεων ἐλελιζομένη.
{Β.} τί καλεῖς τὴν Ἔμπουσαν;
502
φέρε παῖ ταχέως κατὰ χειρὸς ὕδωρ,
παράπεμπε τὸ χειρόμακτρον.
503
ὡς οὑψώνης διατρίβειν
ἡμῶν τἄριστον ἔοικεν.
504
ὁ δὲ λύων κύστιν ὑείαν
κἀξαιρῶν τοὺς Δαρεικούς
505
δεῦρο δ' ἂν οὐκ ἀπέδραμεν.
506
ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων.
ἀλλὰ φέρεθ' ἡπάτιον, ἢ καπριδίου νέου
κόλλοπά τιν'· εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ
σπλῆνά γ' ἢ νῆστιν, ἢ δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιαρῶν.
507
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ' ἀφύδια
509
Διὸς Κόρινθος
510
λίθους πωρίνους
511
μελιτηρὸν ἄγγος
512
ἀμφαρίστερον
513-514
βάθρα, βαθρίδια
515
δόκος
516
ἐσχάρια
517
καρπεύειν
518
κηρύκιον
519
κύπασσις
520
κωνῆσαι
521
μυρίδιον
522
νεβρίδα
524
παραλοῦται
525
σπινός
526
τέλειον
527
φήληξ
t528-541
{ΤΕΛΕΜΗΣΣΗΣ}
528
οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον
ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.
530
{Α.} τράπεζαν ἡμῖν εἴσφερε
τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ 'χέτω.
{Β.} καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
531
οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον.
532
πινακίσκον ἄπυρον ἰχθυηρόν
533
ἀλφιτόχρωτος κεφαλῆς
534-535
ὡς ἄν τις ἂν οὖν ἢ τί ποιήσας, ὦ Τελεμησσῆς; * * * *
φέρε δὴ τοίνυν ταῦθ' ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ', ὦ Τελε- μησσῆς;
536
μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μεγάλλου.
537
μελανοπτερύγων κορακίνων
541
σιπύα
t542-557
{ΤΡΙΦΑΛΗΣ}
542
λάβεσθε· καὶ γάρ ἐσθ' ὁμοῦ.
543
ἔπειθ' ὅσοι παρῆσαν ἐπίσημοι ξένοι
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι,
ὅκως ἔχων τὸν παῖδα πωλήσει 'ς Χίον,
ἕτερος δ' ὅκως ἐς Κλαζομενάς, ἕτερος δ' ὅκως
εἰς Ἔφεσον, * * * *
οἱ δ' εἰς Ἄβυδον· ἦν δ' ἐκεῖνα πάνθ' ὁδῷ.
545
ἔπειτ' ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν
καὶ θυλακίσκον καὶ τὸ μέγα βαλλάντιον.
546
καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς.
547
ᾔτουν τι τὰς γυναῖκας ἀργυρίδιον.
548
ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς
549
ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.
550-551
μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι. * * * *
τοὺς Ἴβηρας, οὓς χορηγεῖς μοι, βοηθῆσαι δρόμῳ.
552
κοὐδὲν ἂν δράσαιμεν ἄτοπον οὐδ' ἂν ἐπιήλαιμεν ἄν.
t558-563
{ΦΟΙΝΙΣΣΑΙ}
558
ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
Ἄρης κατέσκηψ', ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν.
559
καὶ τὸν ἱμάντα μου
ἔχουσι καὶ τἀνάφορον.
560
εἰκὸς δή που πρῶτον ἁπάντων
ἴφυα· φῦναι
καὶ τὰς κραναὰς ἀκαλήφας.
561
στίλβη θ' ἣ κατὰ νύκτα μοι
φλόγ' ἀνασειράζεις ἐπὶ τῷ
λυχνείῳ.
562
θεατροπώλης
563
μυάγρα
t564-578
{ΩΡΑΙ}
566
τὸν Φρύγα, τὸν αὐλητῆρα, τὸν Σαβάζιον.
567
ἐμοὶ
κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν,
ἐκεῖ δ' ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν.
568
διέφθορας τὸν ὅρκον ἡμῶν.
569
{Α.} ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
στεφάνους ἴων ... κονιορτὸν ἐκτυφλοῦντα.
αὑτὸς δ' ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
ὑρίχους δ' ἴδοις ἂν νιφομένους σύκων ὁμοῦ τε μύρτων·
ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀμῶσιν.
ὥστ' οὐκ ἔτ' οὐδεὶς οἶδ' ὁπηνίκ' ἐστὶ τοὐνιαυτοῦ.
.. μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι' ἐνιαυτοῦ
ὅτου τις ἐπιθυμεῖ λαβεῖν. {Β.} κακὸν μὲν οὖν μέγιστον.
εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ' ἂν ἐδαπανῶντο.
ἐγὼ δὲ ταῦτ' ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
{Α.} κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν·
ταύταις δ' ὑπάρχει ταῦτ', ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
{Β.} ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. {Α.} τί δὴ σύ;
{Β.} Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ' Ἀθηνῶν.
575
Ἀρᾶς ἱερόν
576
ζεῦγος τρίδουλον
577
ἀσκοπήρα
578
χοιροπῶλαι
t579-897
{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}
580
Κηφισοφῶν ἄριστε καὶ μελάντατε,
σὺ δὲ ξυνέζης εἰς τὰ πόλλ' Εὐριπίδῃ
καὶ συνεποίεις, ὥς φασι, τὴν τραγῳδίαν.
581
ὁ δ' αὖ Σοφοκλέους τοῦ μέλιτι κεχριμένου
ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα.
582
ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν· εἰσὶ δὲ
ἤδη πρὸς ἄνδρας ἐκπετήσιμοι σχεδόν.
583
ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ,
σκώληκας ἐσθίοντε καὶ μυλακρίδας.
584
οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα
καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;
585
ἄκων κτενῶ σε, τέκνον· ὁ δ' ὑπεκρίνετο,
ἐπὶ Παλλαδίῳ τἄρ', ὦ πάτερ, δώσεις δίκην.
586-587
οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων.
ἀλλ' οὐδὲ τὸ μέλι γλυκύτερον τῶν ἰσχάδων.
588
τὴν γυναῖκα δὲ
αἰσχύνομαι τώ τ' οὐ φρονοῦντε παιδίω.
589
οἴμοι,
τουτὶ τί ἦν; ἀδιάφορός μοι φαίνεται
ὁδί.
590
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
591
τὴν χύτραν,
ἐν ᾗ τὰ κρεάδι' ἧψες ἐζωμευμένα.
592
πλὴν εἴ τις πρίαιτο δεόμενος
βασκάνιον ἐπικάμινον ἀνδρὸς χαλκέως.
593
τί δῆτά σοι δράσω, κακόδαιμον, ἀμφορεὺς
ἐξοστρακισθείς;
594
καὶ κύων ἀκράχολος
Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι.
595
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος
596
ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα.
597
πικρότατον οἶνον τήμερον πίει τάχα.
598
τὸ δ' αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα.
599
ἐκφέρετε πεύκας κατ' Ἀγάθωνα φωσφόρους.
600
αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
601-602
πυθοῦ χελιδὼν πηνίκ' ἄττα φαίνεται.
ὁπηνίκ' ἄτθ' ὑμεῖς κοπιᾶτ' ὀρχούμενοι.
603
λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον.
604
ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ.
605-606
φθέγξαι σὺ τὴν φωνὴν ἀναστοιχήσας ἄνω.
φθέγμα κεκράτηκε.
607
τί τὸ κακόν; ἀλλ' ἦ κοκκύμηλ' ἠκρατίσω;
608
τὸν Πειραιᾶ δὲ μὴ κεναγγίαν ἄγειν.
609
ἥ τις κυοῦς' ἐφάνη κύος τοσουτονί.
610
ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν.
611
[τὸ] παραπέτασμα, τὸ Κύπριον, τὸ ποικίλον.
612-613
ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται.
ὥστ' ἔγωγ' ηὑαινόμην
θεώμενος.
614
τὴν φάρυγα μηλῶν δύο δραχμὰς ἕξει μόνας.
615
τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι.
616
ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην.
617
οὔκουν μ' ἐάσεις ἀναμετρήσασθαι τάδε;
618
ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι.
619
χωρεῖ 'πὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.
620
οὐχ ὅ τι ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου.
621
σὺ δ' οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν.
622
οὕτως τι τἀπόρρητα δρᾶν ἐστι μέλει.
623
γίγνωσκε τὸν ἄλεισόν τε καὶ τὰ γράμματα.
624
ὁρῶ γὰρ ὡς στόμφακα διασαυλούμενον.
625-626
καταντιβολεῖτον αὐτὸν ὑποπεπτωκότες.
ἐκβαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι.
627
καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων
628
ἰκτῖνα παντόφθαλμον ἁρπαγαῖς τρέφων.
629
μέλαινα δεινῶς πίττα Βρεττία παρῆν.
630
ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι.
631
ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος.
632
ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον
633
ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους
634
πόθεν δ' ἐγώ σοι συγγενής, ὦ φαρμακέ;
635
λίθος τις ὤζησεν τεθυμιαμένος.
636
ᾤμην δ' ἔγωγε τὸν Κυκλοβόρον κατιέναι.
637
ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων.
638
καὶ στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης.
639
καὶ πρός γε τούτοις ἥκετον πρέσβη δύο.
640
ἑκτεὺς δέ γ' ἐστὶν ἑξαχοίνικον μέτρον.
642
θύειν με μέλλει καὶ κελεύει βῆ λέγειν.
644
φωνάριον εἶχεν ᾠδικὸν καὶ καμπτικόν.
645
εἰ μὴ Προμηθεύς εἰμί· τἄλλα ψεύδομαι.
646
οἶμαι γὰρ αὐτὸν κόλλοπι
ἐοικέναι.
647
ἀλλὰ τὸ στρόφιον λυθὲν
τὰ κάρυά μοὐξέπιπτεν.
648
οὔτε νύκτωρ παύεται
οὔθ' ἡμέραν.
649
ἀγρὸν γὰρ ἔλαβεν
ἀργὸν παρ' αὐτοῦ.
650
μεσέγγυον τὴν μείρακα
⏑– καταθέσθαι.
651
ἀνήσω κροκύδα μαστιγουμένη.
652
ἐγὼ δ' ὑπερῶ τὸν ὅρκον.
653
φαύλως φέρει νῦν τὸ κακόν.
654
τὴν θύραν ἀναζυγώσας
655
σὺ δ' ὁμέστιος θεοῖς; πόθεν;
656
{Α.} ποῖ κῆχος; {Β.} εὐθὺ Σικελίας.
657
εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρῶν.
658
οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη.
659
οὐχ οἷα πρῶτον ᾖδον ἑπτάχορδα πάνθ' ὁμοῖα
660
πόσος ἔσθ' ὁ καῦνος;
661
ἀλοᾶν χρὴ τὰς γνάθους
662
κοπρολογεῖ κόφινον λαβών.
664
γαλῆν καταπέπωκεν
665
νεῖν ἐξ ὑπτίας
666
αἱ τῶν γυναικῶν παγίδες
667
ἀπεριλάλητος Αἰσχύλος
668
λαλίστερόν ς' εὕρηκα
669
ἄχθομ' αὐτοῦ τῷ ῥύπῳ
670
ἔχε δὴ καὶ σκόπει
671
Ἐξηκεστίδης ἔχων λύραν,
ἔργον Εὐδόξου, τιταίνει ψίθυρον εὐήθη νόμον.
672
ὃς τὰ μὲν ἀφανῆ μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει.
673
φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος.
674
σφοδελὸν ἐν χύτραισι μεγάλαις ἑψόμενον
675
ἑπτάπους γοῦν ἡ σκιά 'στιν·
ἐπὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ'
ὁ χορὸς ὁ φιλοτήσιος.
676
μὰ τοὺς πρόσωθεν
677-678
τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ' ἐποίουν.
τοὺς Φρύγας οἶδα θεωρῶν,
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ' ἦλθον τεθνεῶτα,
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντας.
679
ὥστ' ἀνακύπτων καὶ κατακύπτων τοῦ σχήματος εἵνεκα τοῦδε
κηλωνείου τοῖς κηπουροῖς
680
ἐν τοῖς ὄρεσιν δ' αὐτόματ' αὐτοῖς τὰ μιμαίκυλ' ἐφύετο πολλά.
681-682
πολφοὺς δ' οὐχ ἧψον ὁμοῦ βολβοῖς. * * * *
ἵν' ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ.
683
κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν.
684
ἀλλ' ὦ Δελφῶν πλείστας ἀκονῶν
Φοῖβε μαχαίρας
καὶ προδιδάσκων τοὺς σοὺς προπόλους
685
διάλεκτον ἔχοντα μέσην πόλεως
οὔτ' ἀστείαν ὑποθηλυτέραν
οὔτ' ἀνελεύθερον ὑπαγροικοτέραν
686
τὸν σαπέρδην ἀποτῖλαι χρὴ
κᾆτ' ἐκπλῦναι καὶ διαπλῦναι.
687
χορδαί, φῦσκαι, πασταί, ζωμός,
χόλικες
688
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσίν.
689
εἰκοβολοῦντες καὶ πλάττοντες
690
ὁ δ' ἔχων θέρμαν καὶ πῦρ ἧκεν.
691
δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν.
692
ἀλλ' εἰς ἥρων τι παρήμαρτον.
693
οὐκ ἔσθω κενέβρειον· ὅταν θύσῃς τι, κάλει με.
694
μή μοι Ἀθηναίους αἰνεῖθ', οἳ μολγοὶ ἔσονται.
695
ὅστις ἐν ἡδυόσμοις
στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.
696
καὶ σὺ κυρηβιοπῶλα
Εὔκρατες στύππαξ.
697
τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον
ἀδικομηχάνῳ τέχνῃ;
698
τίς ὄρεα βαθύκομα τάδ' ἐπέσυτο βροτῶν;
699
ῥήματά τε κομψὰ καὶ παίγνι' ἐπιδεικνύναι
πάντ' ἀπ' ἀκροφυσίων κἀπὸ καναβευμάτων.
708
ἀκύμων θάλασσα
709
ἀλφίτων μελάνων ἄδδιχα
710
ἀμεταχειρίστων τῶν κοινῶν
711
ἄνδρα σάρκινον
712
ἀπόμακτρ' ἀπεσκοτωμένα
713
αὐτὸς λέγει
714
ἀφαίρει τρίχας
715
γερόντειαι παλαῖστραι
716
Δαυλίαν κορώνην
717
ἔξαινε (δὲ) τῶν ἐρίων
718
ἰξοί, ῥυποκόνδυλοι
719
καλαμίνην σύριγγα
720
κάμινον βαλανείου
721
καὶ ἐπιπακτοῦν τὰς θύρας
722
κνημιοπαχὲς ξύλον
723
λεπρᾶν κεράμιον ὀξηρόν
724
μέλλει δὲ πέμπειν τοὺς εἰς ἀφορμήν.
726
ὀ πίττομαι
727
πάγκυφος ἐλαία
728
στήμονα δὲ ἐξεσμένον
729
συστάδας ἀμπέλους
730
τρήμας ἔχει
731
ὑποζυγιῶδες πρᾶγμα
732
φιλοκηδῆ λόγον
733
Ἀβυδοκόμην
734
ἄγλωττον
735
ἄγυνον
736
ἀδηφάγοι
737
Ἀδώνιον
738
ἀείταν
739
ἀθλοθετία
740
ἀλειφόβιον
741
ἁλουργιαῖον
742
ἀναβιών
743
ἀνασηκῶσαι
744
ἀνδρίζεσθαι
745
ἀνεψιαδοῖ
746
ἀνοητία
747
ἀπαίροντες
748
ἀρτοστροφεῖν
749
ἀσπάλαθος
750
αὐόμενος
751
ἀψευδοῦντες
752
βαρβιτίζειν
753
βαρύφωνος
754
ἡ βάτος
755
βελέκκων
756
βιβλιδάριον
757
βλέπησιν
758
βοηλατεῖν
759
βοῦκλεψ
760
βοῦς (nom. pl.)
761
βωλοκοπεῖν
762
γεῖσα
763
γέρρα
764
δαφνοπώλην
765
διαβάτην
766
διετησίως
767
δράκαιναν
768
δράψ
769
δυάκις καὶ τριάκις
770-771
ἐγχειρητής, ἐγχείρησις
772
ἐμπεδορκεῖν
773
ἐπιπταίσματα
774
ἐπιφορήματα
775
ἐπροξένει
776
ἑστιοῦχον
777
ἐσχαρίδα
778
ἑτερεγκεφαλᾶν
779
ἐτνήρυσις
780
εὔειλος
781
εὐζωρότερον
782
εὐθετῆσαι
783
εὐκόπως
784
ἡμιφωσώνιον
785
ἢ πόθεν
786-787
θεοποιούς, θεοπλάστας
788
θερίστριαν
789
θυλακοφορεῖν
790
θυμάγροικος
791
κάνδυτος
792
καρηβαριᾶν
793
καταχυτρίσαι
794
καχύποπτος
795
κελέοντες
796
κλέος
797
κοινοθυλακεῖν
798
κρᾶστις
799
κρεοστάθμης
800
κυνοσουρίδες
801
κωλήν
802
Κωπαῖοι
803
λάλησις
804
λεγωνῆσαι
805
λεκανίσκην
806
λεπτόφωνος
807
λιβανωτοπωλεῖν
808
λιποταξίου
809
λίστριον
810
λογάρια
811
λογγάζειν
812
λοφοπωλεῖν
813
μαγίδες
814
μάθος
815
μαλθακόν
816
μάνην
817
μελαναίων
818
μελῳδός
819
μικροπολιτικόν
820
μύξαν
825
ναύτριαι
826
νεαλές
827
νεανιεύεσθαι
828
νεόφυτον
829
Νωνακριεύς
830
νωτοπλῆγα
831
ξειρης
832
Ὀλυμπίειον
833
ὀνηλατεῖν
834
ὀνυχίζεται
835
οὐδαμᾷ
836
Παμβωτάδαι
837
πέδων
838
περίζυξ
839
πέτευρον
840
πλεισταχόθεν
841
πλυντρίδες
842
προσχίσματα
843
πρόσχορον
844
προσῳδός
845-846
πυξίον καὶ πυξίδιον
847
πυτίνη
848
σαγήν
849
σαικωνίσαι
850
σεῖν
851
σκελετεύεσθαι
852
σκευοφόριον
853
σκιμβάζειν
854
σκοπᾶν
855
σμινύδιον
856
σπογγίας
857
σπυρθίζειν
858
σταδιοδρόμης
859
στάσις
860
Στρεψαῖος
861
στρογγυλοναύτας
862
συγκοίτας
863
συγχορεύτριαν
864
συλλήπτριαν
865
σύμποδα
866
συρβάβυττα
867
ταμιεῖον
868
τάρρωμα
869
τάχας
870
τετραχίζειν
871
τίζειν
872
τικτικόν
873
τραγῳδεῖν
874
τράπεζαν
875
τρίκλυστος
876
τροχίμαλλον
877
τύρβη
878
τὸν Ὕην
879
ὕλην
880
ὑπογεγραμμένη
881
ὑπόξυλος
882
φαυλουργούς
883
φαύστιγγες
884
Φλεήσιον
885
φνεί
886
φορτηγούς
887
φρυγανίστριαν
888
χείμαστρον
889
χιδρίαν
890
ψευδίστατον
891
ψίλαξ
892-893
ψό
894
ὠξυθυμήθη
895
ἦ λοιδορία τις ἐγένεθ' ὑμῖν; {Β.} πώμαλα·
οὐδ' εἶπον οὐδέν.
896
αἱ γυναῖκες τὸν δορίαλλον φράγνυνται.
897
βαλανεὺς δ' ὠθεῖ ταῖς ἀρυταίναις.
t898-968
{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ}
898
ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὀφλὼν λάθω,
περὶ τὴν κεφαλὴν ἐξῆμμαι πηνίκην τινά.
899
βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,
χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς.
900
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.
901
ὁ λῷστος οὗτος καὶ φιλοξενώτατος
902
οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ' ὁ πλοῦς.
903
Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.
904
ἔμπορός εἰμι σκηπτόμενος
905
Καπαῖον [ἤτοι Φάλτον] Δία
906
αἱματοσταγῆ
κηλῖδα τέγγῃ
907
Κυσολάκων ὁ Κλεινίου
908
λάχανα κνήστ' ἢ στέμφυλα
909
οὐδὲ πάτταλον δίδωσι
910
τίν' οἱ δατηταί;
911
οὐδὲ ἐθελήσει μαθεῖν
912
αὐτὸς δείξας ἔν θ' ἁρμονίαις χιάζων ἢ σιφνιάζων.
913
εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ
914
δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα.
915
Ἐνδυμίωνα Κᾶρα
920
ἀκρατιοῦμαι μικρόν
921
ἀμφήκης γνάθος
922
γραῦς βακχεύουσα
923
κόπρου ἀγωγάς
924
Κυδώνια μῆλα
925
λύσιοι τελεταί
926
ἄανθα
927
ἀγῶνα
928
ἀκατάπληκτον
929
ἀλέοιμι
930
ἀνδρεράστριαν
931
ἀνθρήνη
932
ἀπέκλισεν
933
Ἀχραδοῦς
934
βρόταχος
935
γραβίων
936
διδοῦσιν
937
δοκήσει
938
ἡμερίδα
939
ἰσχνός
940
κροαίνω
941
νοβακκίζειν
942
ὀρογυίας
943
περιγίγνεται
944
πτωχίστερον
945
ῥήτορα
946
σίλουρος
947
στρουθίζων
948
συνθήκην
949
τύλη
950
μάτην ἄρα τὴν ὁδὸν ἀνύτομεν
951
ἐψίλωταί τις τὴν ἑτέραν ἡμίκραιραν
959
σικύους ἐνθάδε πη φυομένους οὐδενὶ κόσμῳ περιόντες,
κᾆτ' ἤσθιον.
{<ΑΙΟΛΟΣΙΚΩΝ.>}
2
Ἀλλ' ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω
Ἁπαξάπανθ' ὅς' ἂν κελεύῃς, ὦ γύναι.
3
Ὅπερ δὲ λοιπὸν μόνον ἔτ' ἦν ἐν τῇ γνάθῳ
Διώβολον, γεγένητ' ἐμοὶ δικόλλυβον.
Δοῖδυξ, θυΐα, τυρόκνηστις, ἐσχάρα.
4
Καὶ μὴν τὸ δεῖν', ἀκροκώλια δή σοι τέτταρα
ἥψησα τακερά.
5
Τῶν δὲ γηθύων
ῥίζας, ἐχούσας σκοροδομίμητον φύσιν.
Ἥκω Θεαρίωνος ἀρτοπώλιονλιπών, ἵν' ἐστὶ κριβάνων ἑδώλια.
9
Καί κ' ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
6
Κοιτὼν ἁπάσαις εἷς, πύελος δὲ μί' ἀρκέσει.
Καὶ διαστίλβονθ' ὁρῶμενὥσπερ ἐν καινῷ λυχνούχῳπάντα τῆς ἐξωμίδος.
10
{Α.} Οὐκ ἐτός, ὦ γυναῖκες,
πᾶσι κακοῖσιν ἡμᾶς
φλῶσιν ἑκάστοτ' ἄνδρες;
{Β.} Δεινὰ γὰρ ἔργα δρῶσαι
λαμβανόμεσθ' ὑπ' αὐτῶν.
11
Καὶ δι' ὀπῆς κἀπὶ τέγους.
{<ΑΜΦΙΑΡΑΟΣ.>}
18
{Α.} Γύναι τί τὸ ψοφῆσάν ἐσθ'; {Β.} ἁλεκτρυὼν
τὴν κύλικα καταβέβληκεν. {Α.} Οἰμώζουσά γε.
22
Ἔπειτ' ἔρειξον ἐπιβαλοῦς' ὁμοῦ πίσοις.
23
Ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς.
24
Πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;
Λαμπτρεὺς ἔγωγε τῶν κάτω.Νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;Ἀλλ' ὦ θύγατερ, ἔλεξ' Ἰασοῖ πρευμενής.
29
Ὀσφὺν δ' ἐξ ἄκρων διακίγκλισον ἠΰτε κίγκλος
ἀνδρὸς πρεσβύτου· τελέειν δ' ἀγαθὴν ἐπαοιδήν.
28
Καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις,
ἐν κίστῃ που κατασήμηναι
καὶ παῦσαι φαρμακοπωλῶν.
19
Καὶ νὴ Δί' ἐκ τοῦ δωματίου γε νῷν φέρε
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν.
25
Ταυτὶ τὰ κρέ' αὐτῷ παρὰ γυναικός του φέρω.
26
Ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ.
30
Οἶδα μὲν ἀρχαῖόν τι δρῶν κοὐχὶ λέληθ' ἐμαυτόν.
31
Ἀφ' οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων.
{<ΑΝΑΓΥΡΟΣ.>}Μὴ κλᾶ'. ἐγώ σοι βουκέφαλον ὠνήσομαι. Ψῆχ' ἠρέμα
42
τὸν βουκέφαλον καὶ κοππατίαν.
43
{Α.} Ὡς δ' ὀρθοπλήξ. {Β.} πέφυκε γὰρ δυσγάργαλις.
51
Πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν
καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.
52
Οὐχ ἑψητῶν λοπάς ἐστιν.
45
Εἰ μὴ παραμυθεῖ μ' ὀψαρίοις ἑκάστοτε.
44
Πλὴν ἀλεύρου καὶ ῥόας.
Καὶ μὴν χθές γ' ἦν Πέρδιξ χωλός.
46
Καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλ' αὖ.
Ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην.Ἐν τῷ στόματι τριημιωβόλιον ἔχων.
44
{Α.} Τοῦτ' αὐτὸ πράττω, δύ' ὀβολὼ καὶ σύμβολον
ὑπὸ τῷ 'πικλίντρῳ. {Β.} Μῶν τις αὔτ' ἀνείλετο;
Καὶ μὴν σκάφη 'σθ', ὡς ἄν τι ᾖ σπονδεῖον, ᾧ 'νεμοῦμεν.
54
Ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν.
55
Ἀλλὰ πάντας χρὴ παραλοῦσθαι, καὶ τοὺς σπόγγους ἐᾶν.
{<ΒΑΒΥΛΩΝΙΟΙ.>}
67
Ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν.
64
Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος.
65
Ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος.
Ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί.
66
Ἵστασθ' ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας.
Κατάγου ῥοθιάζων.ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ.
80
Εὖ γ' ἐξεκολύμβης' οὑπιβάτης, ὡς ἐξοίσων ἐπίγειον.
68
Ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
69
Ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος.
71
{Α.} Δεῖ διακοσίων δραχμῶν.
{Β.} Πόθεν οὖν γένοιντ' ἄν; {Α.} Τὸν κότυλον τοῦτον φέρε.
72-73
Πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί;
Ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν.Μέσην ἔρειδε πρὸς τὸ σιμόν.Ἐννεύει με φεύγειν οἴκαδε.Εἰς ἄχυρα καὶ χνοῦν.
81
Ἢ δῶρ' αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν.
82
Ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν.
{<ΓΕΩΡΓΟΙ.>}
100
{Α.} Ἐθέλω γεωργεῖν. εἶτα τίς με κωλύει;
{Β.} ἡμεῖς. {Α.} ἐπεὶ δίδωμι χιλίας δραχμάς,
ἐάν με τῶν ἀρχῶν ἀφῆτε. {Β.} δεχόμεθα·
δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου.
108
Συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς.
τοῦτο γὰρ τὸ σῦκον…
ο…
The complete text is available when the reading interface loads.