The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Aristophanes (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 2.2, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 940, 944–949, 953–959, 961–966, 972, 974–977, 979–983, 985–991, 994–1002, 1004–1005, 1007–1011, 1014–1016, 1018–1020, 1026– 1031, 1033, 1037–1044, 1047–1063, 1065– 1066, 1068, 1070–1074, 1076–1079, 1082– 1086, 1088, 1092–1094, 1096, 1098–1101, 1103–1111, 1113, 1118–1124, 1126–1144, 1146–1154, 1158–1161, 1163–1165, 1167– 1173, 1175–1201.
CTS identifier
urn:cts:greekLit:tlg0019.tlg014.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Gery

1-2

μάλιστά γ'. {Α.} ὥσπερ Θρᾳκοφοῖται; {Β.} πάντ' ἔχεις.

{Α.} καὶ τίνες ἂν εἶεν; {Β.} πρῶτα μὲν Σαννυρίων

ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν

Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. * * * *

{Α.} Ὡς σφόδρ' ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ' ἄρα.

τούτους γὰρ ἢν πολλῷ ξυνέλθῃ ξυλλαβὼν

ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται.

3

Τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον.

4

Ἆρ' ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;

ὡς μὲν γάρ εἰσι νήστιδες, γιγνώσκεται.

5

Πόλος τόδ' ἐστίν; εἶτα πόστην ἥλιος τέτραπται;

6

Ἀκροκώλι', ἄρτοι, κάραβοι, βολβοί, φακῆ.

7

Πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;

8

Θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.

9

{Α.} Καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ' ἂν ῥήματα;

{Β.} εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας.

10

Ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον.

11

Ἥκω Θεαρίωνος ἀρτοπώλιον

λιπών, ἵν' ἐστὶ κριβάνων ἑδώλια.

14

Χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.

15

Ψίθυρός τε καλοῦ καὶ ψωμοκόλαξ.

16

Τότε μὲν (Διόνυσέ) σου κατεκοττάβιζον (ἄν),

νυνὶ δέ σου κατεμοῦσι, τάχα δ' εὖ οἶδ' ὅτι

καὶ καταχέσονται.

17

Φήμαις οὖν ἐγὼ βροτῶν ἅπαντας ἐκλαπῆναι.

Daid

t

{<ΔΑΙΔΑΛΟΣ.>}

1

Εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία.

3

Πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου

ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.

4-5

Ὠιὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.

Ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ

ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.

6-8

Καὶ ταῦτ' ἔχοντα πουλύπους καὶ σηπίας

Τὸν πουλύπουν μοὔθηκε.

Πληγαὶ λέγονται πουλύπου πιλουμένου.

9

Ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν

ἐλᾶν ἀνεκάς, λέγε, χαῖρε φέγγος ἡλίου.

10

Περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος

νῦν ἐστι; περὶ ὄνου σκιᾶς.

Dait

t

{<ΔΑΙΤΑΛΕΙΣ.>}

1

Καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.

2

Ἐγὼ δ' ἰὼν

πέψω πλακοῦντ' ἐς ἑσπέραν χαρίσιον.

3

Φέρ' ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;

4-5

Τῆς μυρηρᾶς ληκύθου

πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου.

6

Ταχύ νυν ποτὸν καὶ μὴ τροπίαν οἶνον φέρε.

7

Οὐκ ἀλλὰ τοῦτό γ' ἐπίχυσις τοῦ χαλκίου.

8

Κἄγειν ἐκεῖθεν κακκάβην.

9

Ἐπιδείπνιον βασιλεὺς θέαν

τοῖς δαιταλεῦσιν, ὥσπερ ἄξιον λόγον,

χαριζόμενος τὸ δρᾶμα τοῦτ' ἐδείκνυεν.

10

Ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν

ἐδίδου ῥοφεῖν ἄν.

11

Οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ

πλύνων ἅπασιν ὅσα σύνοιδ' αὐτῷ κακά.

12

Τί δαί; κυνίδιον λεπτὸν ἐπρίω τῇ θεᾷ

εἰς τὰς τριόδους;

13

Ἆισον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.

14

Ὦ πορνεία καὶ ἀναιδεία.

15

{Α.} Πρὸς ταῦτα σὺ λέξον Ὁμήρου ἐμοὶ γλώττας, τί κα- λοῦσι κόρυμβα;

{Α.} Τί καλοῦς' ἀμενηνὰ κάρηνα;

{Β.} Ὁ μὲν οὖν σός, ἐμὸς δ' οὗτος ἀδελφὸς φρασάτω, τί καλοῦσιν ἰδυίους;

{Β.} Τί καλοῦσιν ἀποινᾶν;

16

{Α.} Ἀλλ' εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι.

{Β.} Ἰδού, σορέλλη τοῦτο παρὰ Λυσιστράτου.

{Α.} Ἡμῶν ἴσως σὺ καταπλιγήσει τῷ χορῷ.

{Β.} Τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.

{Α.} Ἀποβύσεταί σοι ταῦτά πη τὰ ῥήματα.

{Β.} Παρ' Ἀλκιβιάδου τοῦτο τἀποβύσεται.

{Α.} Τί ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις

καλοκαγαθεῖν ἀσκοῦντας; {Β.} Οἴμ', ὦ Θρασύμαχε,

τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται;

17

Ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος

εἶτά με σκάπτειν κελεύεις;

18

Ἔγνωκ' ἐγὼ δὲ χαλκίον

τοῦτό γ' ἐς τὸ κοτταβεῖον ἱστάναι καὶ μυρρίνας.

19

Ἀλλ' οὐ γὰρ ἔμαθε ταῦτ' ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον

πίνειν, ἔπειτ' ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν,

Συβαρίτιδάς τ' εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν.

20

Καὶ λεῖος, ὥσπερ ἔγχελυς χρυσοῦς ἔχων κικίννους.

21

Εἰ μὴ δικῶν τε γύργαθος ψηφισμάτων τε θωμός.

22

Εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη,

εἰς οἷ' ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα.

23

Ἔσειον, ᾔτουν χρήματ', ἠπείλουν, ἐσυκοφάντουν.

25

Εἰ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλᾳέτω.

26

Ὁ δ' ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.

27

Τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει.

28

Ἀπόλωλα· τίλλων τὸν λάγων ὀφθήσομαι.

29

Οὐδ' ἐστὶν αὐτῷ στλεγγὶς οὐδὲ λήκυθος.

30

Οὐδ' ἀργύρι' ἐστὶ κατακεκερματισμένα.

32

Καὶ κόσκινον ἠπήσασθαι.

33

Ὅτε τὰς ὀὰς * * ἴσας ἐποιήσατο,

Dan

t

{<ΔΑΝΑΙΔΕΣ.>}

1

Καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν.

4

Μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας,

μεθ' ὧν ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.

5

Ἀλλ' εἴσιθ', ὡς τὸ πρᾶγμ' ἐλέγξαι βούλομαι

τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ.

6

Κακῶν τοσούτων ξυνελέγη μοι σώρακος.

7

(Καὶ) δακτύλιον χαλκοῦν φέρων ἀπείρονα.

8

Πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν.

9

Τραπόμενον εἰς τοὔψον λαβεῖν

ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.

10

Ἤδη παροινεῖς ἢ 'μὲ πρὶν δεδειπνάναι.

11

Λύσας ἴσως ἂν τὸν λάγων ξυναρπάσειεν ἡμῶν.

12

Ὁ χορὸς δ' ὠρχεῖτ' ἂν ἐναψάμενος δάπιδας καὶ στρω- ματόδεσμα,

Διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.

13

Οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο.

14-15

Μὴ τἆρ' εἶναί μ' ἐγκριδοπώλην.

16

Τῶν χοίρων μνοῦς ἔρι' ἐστίν.

Dram Ab

t

{<ΔΡΑΜΑΤΑ Α. Β.>}

Dram Ken

t

{<ΔΡΑΜΑΤΑ Η ΚΕΝΤΑΥΡΟΣ.>}

1

Ἐγὼ γάρ, εἴ τί ς' ἠδίκηκ', ἐθέλω δίκην

δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί.

2

Ἀνοιγέτω τις δώματ'· αὐτὸς ἔρχεται.

3

Ἀλλ' εἰς κάδον λαβών τιν' οὔρει πίττινον.

4

Πτίσσω, βράττω, μάττω, δεύω, πέττω, καταλῶ.

5

Χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι.

9

Τὸ δὲ πορνεῖον Κύλλου πήρα.

Dram Nio

t

{<ΔΡΑΜΑΤΑ Η ΝΙΟΒΟΣ.>}

2

Οὐδὲν μὰ Δί' ἐρῶ λοπάδος ἑψητῶν.

3-5

Οἴμοι κακοδαίμων ὁ λύχνος ἡμῖν οἴχεται.

Καὶ πῶς ἀπορραίσας λυχνοῦχον κἄλαθες;

Ἀλλ' ὥσπερ λύχνος

ὁμοιότατα καθηῦδ' ἐπὶ τοῦ λυχνιδίου.

6

Ὁ δ' εἰς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε.

Drama

t

{<ΔΡΑΜΑΤΑ.>}

1

Ἀλλ' εὔχομαι )/γωγ' ἑλκύσαι σε τὸν ζυγόν,

Ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτορες.

2

Αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας.

3

Πάντες δ' ἔνδον πεταχνοῦνται.

Eir

t

{<ΕΙΡΗΝΗ ΔΕΥΤΕΡΑ.>}

1

Πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά;

2

{Α.} Τοῖς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης

πιστὴ τροφός, ταμία, συνεργός, ἐπίτροπος,

θυγάτηρ, ἀδελφή, πάντα ταῦτ' ἐχρῆτό μοι.

{Β.} Σοὶ δ' ὄνομα δὴ τί ἐστιν; {Α.} Ὅ τι; Γεωργία.

{Β.} Ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,

Ἄσμενός ς' ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους.

3

Τὴν δ' ἀσπίδα

ἐπίθημα τῷ φρέατι παράθες εὐθέως.

4

Μή μοι Ἀθηναίους αἰνεῖτ', ἢ μολγοὶ ἔσονται.

5

Ἰὼ Λακεδαίμων, τί ἄρα πείσει τήμερα.

Her

t

{<ΗΡΩΕΣ.>}

1

Οἱ γὰρ ἥρως ἐγγύς εἰσιν.

2

Μὴ γεύεσθε δ' ἅττ' ἂν καταπέσῃ

τῆς τραπέζης ἐντός.

3

Μήτε ποδάνιπτρον θύραζ' ἐκχεῖτε μήτε λούτριον.

4

Κἀπὸ τῆς Διϊτρέφους τραπέζης.

5

{Α.} Οὐκ ἠγόρευον; οὗτός ἐστ' οὐκ Ἀργόλας.

{Β.} Μὰ Δί' οὐδέ γ' Ἕλλην· ὅσον ἔμοιγε φαίνεται.

6

Τρέχ' εἰς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν

τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον,

κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν.

7

Ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς.

8

Ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα.

9

Παύσειν ἔοιχ' ἡ παυσικάπη κάπτοντά σε.

10

Ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον.

The

t

{<ΘΕΣΜΟΦΟΡΙΑΖΟΥΣΑΙ ΔΕΥΤΕΡΑΙ.>}

1

Οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον,

οὐ Χῖον, οὐδὲ Θάσιον, οὐ Πεπαρήθιον,

οὐδ' ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.

3

{Α.} Ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον

ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους,

ἢ νῆστις ὀπτᾶτ', ἢ γαλεός, ἢ τευθίδες;

{Β.} μὰ τὸν Δί' οὐ δῆτ'. {Α.} οὐδὲ βατίς; {Β.} οὐδ' ἤμ' ἐγώ.

{Α.} οὐδὲ χόρι' οὐδὲ πῦος, οὐδ' ἧπαρ κάπρου,

οὐδὲ σχαδόνες, οὐδ' ἠτριαῖον δέλφακος;

οὐδ' ἐγχέλειον, οὐδὲ κάραβον μέγαν

γυναιξὶ κοπιώσαισιν ἐπεκουρήσατε;

4

Ὦ Ζεῦ πολυτίμηθ', οἷον ἔπνευσεν ὁ μιαρὸς

φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου

καὶ βακκάριδος.

5

Ὅσα περίεργ' αὐταῖσι τῶν φορημάτων

ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις.

6

{Α.} Ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον,

προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα,

ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον,

μύρον, κίσηριν, στρόφι', ὀπισθοσφενδόνην,

κάλυμμα, φῦκος, περιδέραι', ὑπογράμματα,

τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον,

ζῶμ', ἀμπέχονον, τρύφημα παρυφές, ξυστίδα,

χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον·

τὰ μέγιστα δ' οὐκ εἴρηκα τούτων. {Β.} εἶτα τί;

{Α.} διόπας, διάλιθον, πλάστρα, μαλάκιον, βότρυν,

χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,

σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,

πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,

ὑποδερίδας, ἑλικτῆρας, ἄλλα πολλά θ' ὧν

οὐδ' ἂν λέγων λήξαι τις.

7

Καὶ κατ' Ἀγάθων' ἀντίθετον ἐξευρημένον.

8

Ἀναβῆναι τὴν γυναῖκα βούλομαι.

9

Ἄμφοδον ἐχρῆν αὐτῷ τεθεῖσθαι τοὔνομα.

10

Σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται.

11

Ἀγαθὰ μεγάλα τῇ πόλει

ἥκειν φέροντάς φασι τοὺς Πυλαγόρας

* * * * * καὶ τὸν ἱερομνήμονα.

12

Ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν

σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι.

13

Οἴμοι κακοδαίμων τῆς τόθ' ἡμέρας, ὅτε

εἶπέν μ' ὁ κήρυξ, οὗτος ἀλφάνει.

14

Τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου

καὶ τῶν ἀποδέσμων, οἷς ἐνῆν τιτθίδια.

15

Ἦν μέγα τι χρῆμ' ἔτι τρυγῳδοποιομουσική,

ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον

λαμπρὸν ἐνομίζετ' ἀπόνως παραβεβλημένον,

ἄλλα τε τοιαῦθ' ἕτερα μυρί' ἐκιχλίζετο.

16

Μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους

μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας·

ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.

17

Ἅμα δ' ἠπίαλος πυρετοῦ πρόδρομος.

Kok

t

{<ΚΩΚΑΛΟΣ.>}

1

Πάρες, ὤ, κατέτριβεν ἱμάτια κἄπειτά πως

Φῷδας τοσαύτας εἶχε τὸν χειμῶν' ὅλον.

2

Ἀλλ' ἐστίν, ὦ πάτερ, κομιδῆ μεσημβρία,

ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.

3

{Α.} Ἦ λοιδορία τις ἐγένεθ' ὑμῖν; {Β.} πώμαλα·

οὐδ' εἶπον οὐδέν.

4

Ἐκδότω δέ τις

καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο.

5

Κοφίνους δὲ λίθων ἐκέλευες·

ἡμᾶς ἱμᾶν ἐπὶ τὸν κέραμον.

6

Ἤμουν ἄγριον

βάρος· ἤγειρεν γάρ τοί μ' οἶνος

μὴ συμμιχθεὶς Ἀχελώῳ.

Lem

t

{<ΛΗΜΝΙΑΙ.>}

1

Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.

2

Ἐνταῦθα δ' ἐτυράννευεν Ὑψιπύλης πατὴρ

Θόας, βραδύτατος ὢν ἐν ἀνθρώποις δραμεῖν.

3

Τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους.

4

Ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρ' ἑστία (δέδεκται).

5-6

Οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,

οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου

ὑπογάστριον.

7

Καὶ τὴν κρατίστην δαίμον' ἧς νῦν θερμός ἐσθ' ὁ βωμός.

9

Ἀλλ' ἀρτίως κατέλιπον αὐτὴν σμωμένην

ἐν τῇ πυέλῳ.

10

Ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμήν.

11

Ἦ καρδιώττεις; ἀλλὰ πῶς χρῆσται ποιεῖν;

12

Πεντελίθοισί θ' ὁμοῦ λεκάνης παραθραύσμασι.

13

Αἱ γυναῖκες τὸν Δόριλλον φραγνύωνται.

Nau

t

{<ΝΑΥΑΓΟΣ.>}

1

Τί ὦ πονηρέ μ' ἐξορίζεις ὡσπερεὶ

κλιντήριον;

Neph

t

{<ΝΕΦΕΛΑΙ ΠΡΟΤΕΡΑΙ.>}

1

Ἐς τὴν Πάρνηθ' ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκά- βηττον.

2

Κείσεσθον, ὥσπερ πηνίω, κινουμένω.

3

Μηδὲ στέψω κοτυλίσκον.

10

Πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ

ἁρχαὶ τὰ πρυτανεῖ', ἀλλ' ἔνῃ τε καὶ νέᾳ;

{Β.} Ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν,

ἵν' ὡς τάχιστα τὰ πρυτανεῖ' ὑφελοίατο,

διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.

Nes

t

{<ΝΗΣΟΙ.>}

1

Ὦ μῶρε, μῶρε, ταῦτα πάντ' ἐν τῇδ' ἔνι

Οἰκεῖν μὲν ἀργὸν αὐτὸν ἐν τῷ γηδίῳ

ἀπαλλαγέντα τῶν κατ' ἀγορὰν πραγμάτων,

κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν,

ἔπειτ' ἀκούειν προβατίων βληχωμένων,

τρυγός τε φωνὴν εἰς λεκάνην ὠθουμένης,

ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις,

καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια

τριταῖα, πολυτίμητα, βεβασανισμένα

ἐπ' ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ.

2

{Α.} Τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ;

{Β.} Αἱδὶ κατ' αὐτὴν ἣν βλέπεις τὴν εἴσοδον.

3

Ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει.

4

Λέξεις ἄρα

ὥσπερ τὰ παιδί', ἔξεχ' ὦ φίλ' ἥλιε.

5

Ἀλλ' οὐ τυγχάνει

ἐπίδημος ὤν.

6

Καταλιπὼν Παναίτιον πίθηκον.

7-9

Θλαστὰς ποιεῖν ἐλάας.

Οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.

Θλαστὰς γὰρ εἶναι κρεῖττόν ἐστ' ἤ γ' ἁλμάδας.

Hol

t

{<ΟΛΚΑΔΕΣ.>}

1

Πρώην ἐρανιστὰς ἑστιῶν ἥψης' ἔτνος.

2-5

Ἀλλ' ἱμάντα μοι

Δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμ' ἐπὶ ξύλα.

6

Ἐπεὶ δ' ἐγενόμην οἷπερ ᾖ' ἐπὶ ξύλα.

7

Λόγχαι δ' ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ.

8-9

Ποῖ δὴ τὸν ὀρνίθειον οἰκίσκον φέρεις;

10

Δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου

τὸν κάτω σπατάγγην.

11

Ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορ' ἐκλέγει τ' ἀεὶ

ἐκ τοῦ γενείου τὰς πολιάς.

12

Παῖδες ἀγένειοι, Στράτων

καὶ Κλεισθένης.

13

Ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος

εὐρύπρωκτος ὥσπερ Εὔαθλος παρ' ὑμῖν τοῖς νέοις.

14

Καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τρο- παῖον.

15

Ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σε- μίδαλιν.

16

Σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα.

17

Σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει.

18

Σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες.

19

Ὦ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.

20

Ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τήμερα;

21

Ἁλμαίαν πιών.

Pel

t

{<ΠΕΛΑΡΓΟΙ.>}

2

Ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.

3

Ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην,

ὁ δ' αὐτὸν ἠνάγκαζεν Ἀρμοδίου μέλος.

4

Ἀπεσημηνάμην

τὰς τῶν κακούργων οἰκίας.

5

Ἢν γὰρ ἕν' ἄνδρ' ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι

δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.

6

Κεφαλάς τ' ἀρνῶν κωλᾶς τ' ἐρίφων.

7

Χαλκώματα, προσκεφάλαια.

8

Βαλανεὺς δ' ὠθεῖ ταῖς ἀρυταίναις.

Plou

t

{<ΠΛΟΥΤΟΣ ΠΡΟΤΕΡΟΣ.>}

1

Τῶν λαμπαδηφόρων τε πλείστων αἰτίαν πλατειῶν

τοῖς ὑστάτοις.

Poi

t

{<ΠΟΙΗΣΙΣ.>}

1

Γυναῖκα δὲ ζητοῦντες ἐνθάδ' ἥκομεν,

ἥν φασιν εἶναι παρὰ σέ.

Pol

t

{<ΠΟΛΥΙΔΟΣ.>}

1

Τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς.

Πᾶσιν γὰρ ἡμῖν τοῦτ' ὀφείλεται παθεῖν.

2

Ἰδοὺ δίδωμι τήνδ' ἐγὼ γυναῖκά σοι

Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχ' ἥξειν ἄγων.

3

Διὰ τῆς ἀγορᾶς τρέχων, ἀναρίστητος ὤν.

4

Ἐλλιμενίζεις ἢ δεκατεύεις.

Pro

t

{<ΠΡΟΑΓΩΝ.>}

1

Σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης.

2

Ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων·

πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;

3

Οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα;

βάλλ' ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι;

4

Κάμνοντα δ' αὐτὸν τοῦ θέρους ἰδών ποτε

ἔτρωγ', ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.

5

Τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;

6

Ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην·

ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι.

7

Ὁ δ' ἀλφίτων γε πριάμενος τρεῖς χοίνικας

κοτύλης δεούσας εἴκος' ἀπολογίζεται.

Ske

t

{<ΣΚΗΝΑΣ ΚΑΤΑΛΑΜΒΑΝΟΥΣΑΙ.>}

1-3

Λήκυθον

τὴν ἑπτακότυλον, τὴν χυτραίαν, τὴν καλήν,

ἣν ἐφερόμην, ἵν' ἔχοιμι συνθεάτριαν.

4

Χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ,

τοὺς νοῦς δ' ἀγοραίους ἧττον ἢ 'κεῖνος ποιῶ.

5

Καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα

καὶ κρῖνον αὐτὴ μὴ μετ' ὀξυρεγμίας.

6

Ἀλλ' ἔχουσα γαστέρα

μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.

7

Καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων.

8

Καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων.

9

Τὴν πόρδαλιν καλοῦσι τὴν κασαλβάδα.

10

Τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.

11

Οὐ γὰρ σῶς ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι.

Tag

t

{<ΤΑΓΗΝΙΣΤΑΙ.>}

1

Καὶ μὴν πόθεν Πλούτων γ' ἂν ὠνομάζετο,

εἰ μὴ τὰ βέλτιστ' ἔλαχεν; ἓν δέ σοι φράσω,

ὅσῳ τὰ κάτω κρείττω 'στὶν ὧν ὁ Ζεὺς ἔχει.

ὅταν γὰρ ἱστᾷς, τοῦ ταλάντου τὸ ῥέπον

κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία. * * * *

Οὐδ' ἄν ποθ' οὕτως ἐστεφανωμένοι νεκροὶ

προὐκείμεθ', οὐδ' ἂν κατακεχριμένοι μύροις,

εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει·

διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι·

πᾶς γὰρ λέγει τις, ὁ μακαρίτης οἴχεται,

κατέδαρθεν, εὐδαίμων, ὅτ' οὐκ ἀνιάσεται.

καὶ θύομέν γ' αὐτοῖσι τοῖς ἐναγίσμασιν

ὥσπερ θεοῖσι καὶ χοάς γε χεόμενοι

αἰτούμεθ' αὐτοὺς τὰ καλὰ δεῦρ' ἀνιέναι.

2

Ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις

ἀποχρῶσαν ἤδη.

3

Τοῦτον τὸν ἄνδρ' ἢ βιβλίον διέφθορεν

ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.

4

{Α.} Τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;

{Β.} Τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.

5

Τί οὖν ποιῶμεν; χλανίδ' ἐχρῆν λευκὴν λαβεῖν·

εἶτ' ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ

ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.

6

Ἐρείδετον, κἀγὼ κατόπιν σφῷν ἕψομαι.

7

Οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ

ἀπελάγχανεν.

8

Λαμβάνετε κόλλαβον ἕκαστος.

9

Ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων.

ἀλλὰ φέρεθ' ἡπάτιον, ἢ καπριδίου νέου

κόλλοπά τιν'· εἰ δὲ μή, πλευρόν, ἢ γλῶτταν, ἢ

σπλῆνά γ' ἢ νῆστιν, ἢ δέλφακος ὀπωρινῆς

ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων

χλιαρῶν.

10

Μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ' ἀφύδια.

11

Τὸ δ' ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο παφλάζον.

12

Ὡς οὑψώνης διατρίβειν

ἡμῶν ἄριστον ἔοικεν.

13

Ὁ δὲ λύων κύστιν ὑείαν

κἀξαιρῶν τοὺς Δαρεικούς.

14-15

Χθονίας Ἑκάτης

σπείρας ὄφεων ἐλελιζομένης.

{Β.} τί καλεῖς Ἑκάτην τὴν Ἔμπουσαν;

16

Φέρε παῖ ταχέως κατὰ χειρὸς ὕδωρ,

παράπεμπε τὸ χειρόμακτρον.

17

Ὑποπεπώκαμεν γάρ, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν.

18

Ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί.

Tel

t

{<ΤΕΛΜΗΣΗΣ.>}

1-2

Ὡς ἄν τις ἂν οὖν ᾖ, τί ποιήσας, ὦ Τελεμησσεῖς;

φέρε δὴ τοίνυν ταῦθ' ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ', ὦ Τελεμησσεῖς.

3

Οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον

ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.

5

{Α.} Τράπεζαν ἡμῖν εἴσφερε

τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ 'χέτω.

{Β.} Καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;

6

Οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον.

7

Πινακίσκον ἄπυρον ἰχθυηρόν.

8

Μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Με- τάλλου.

Tri

t

{<ΤΡΙΦΑΛΗΣ.>}

1

Λάβεσθε· καὶ γάρ ἐσθ' ὁμοῦ.

2

Ἔπειθ' ὅσοι παρῆσαν ἐπίσημοι ξένοι

ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι,

ὅκως ἔχων τὸν παῖδα πωλήσει 'ς Χίον,

ἕτερος δ' ὅκως ἐς Κλαζομενάς, ἕτερος δ' ὅκως

εἰς Ἔφεσον, * * * *

οἱ δ' εἰς Ἄβυδον· ἦν δ' ἐκεῖνα πάνθ' ὁδῷ.

4

Ἤιτουν τι τὰς γυναῖκας ἀργυρίδιον.

5

Ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς.

6

Ἔπειτ' ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν

καὶ θυλακίσκον καὶ τὸ μέγα βαλάντιον.

7

Καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς.

8

Ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.

9-10

Μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι.

Τοὺς Ἴβηρας, οὓς χορηγεῖς μοι, βοηθῆσαι δρόμῳ.

Phoi

t

{<ΦΟΙΝΙΣΣΑΙ.>}

1

Ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,

Ἄρης κατέσκηψ', ἔς τε μονομάχου πάλης

ἀγῶνα νῦν ἑστᾶσιν.

2

Στίλβη θ' ἣ κατὰ νύκτα μοι

φλόγ' ἀνασειράζεις ἐπὶ τῷ

λυχνείῳ.

3

Καὶ τὸν ἱμάντα μου

ἔχουσι καὶ τἀνάφορον.

4

Εἰκὸς δή που πρῶτον ἁπάντων

ἴφυα φῦναι

καὶ τὰς κραναὰς ἀκαλήφας.

Hor

t

{<ΩΡΑΙ.>}

1

{Α.} Ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,

στεφάνους ἴων * * * κονιορτὸν ἐκτυφλοῦντα.

αὑτὸς δ' ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,

πῦον, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.

ὑριχοὺς δ' ἴδοις ἂν νιφόμενα σύκων ὁμοῦ τε μύρτα.

ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν.

ὥστ' οὐκ ἔτ' οὐδεὶς οἶδ' ὁπηνίκ' ἐστὶ τοὐνιαυτοῦ.

{Β.} * * μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι' ἐνιαυτοῦ

ὅτου τις ἐπιθυμεῖ λαβεῖν. {Γ.} κακὸν μὲν οὖν μέγιστον.

εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ' ἂν ἐδαπανῶντο.

{Β.} ἐγὼ δὲ τοῦτ' ὀλίγον χρόνον φύσας ἀφειλόμην ἄν.

{Α.} κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν·

τούτοις δ' ὑπάρχει ταῦτ', ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.

{Γ.} ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φῄς. {Α.} τιὴ τί;

{Γ.} Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ' Ἀθηνῶν.

2

Ἐμοὶ

κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν,

ἐκεῖ δ' ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν.

3

Τὸν Φρύγα, τὸν αὐλητῆρα, τὸν Σαβάζιον.

4

Διέφθορας τὸν ὅρκον ἡμῶν.

IFF

t

{INCERTARUM FABULARUM FRAGMENTA.}

1

Τὴν γυναῖκα δὲ

αἰσχύνομαι τώ τ' οὐ φρονοῦντε παιδίω.

2

Ὁ δ' αὖ Σοφοκλέους τοῦ μέλιτι κεχρισμένου

ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα.

3

Ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὄφλων λάθω,

περὶ τὴν κεφαλὴν ἐξήμμεθα πηνίκην τινά.

4

Κηφισοφῶν ἄριστε καὶ μελάντατε·

σὺ δὲ ξυνέζης εἰς τὰ πόλλ' Εὐριπίδῃ,

καὶ συνεποίεις, ὥς φασι, τὴν μελῳδίαν.

5-6

Τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ' ἐποίουν.

Τοὺς Φρύγας οἶδα θεωρῶν,

ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ' ἦλθον τεθνεῶτα,

πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντες.

7

Ὅστις ἐν ἡδυόσμοις

στρώμασι παννυχίζων

τὴν δέσποιναν ἐρείδεις.

8

Ἐν τοῖς ὄρεσιν δ' αὐτομάτοισιν τὰ μιμαίκυλ' ἐφύετο πολλά

9

Ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν

τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.

10

Ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσίν.

11

Ἀλλ' ὦ Δελφῶν πλείστας ἀκονῶν

Φοῖβε μαχαίρας,

καὶ προδιδάσκων τοὺς σοὺς προπόλους.

12

Λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος.

13

Ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα.

14

Πικρότατον οἶνον τήμερον πίει τάχα.

15

Τὸ δ' αἷμα λέλαφας τοὐμὸν ὦναξ δέσποτα.

16

Οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων.

17

Ἐκφέρετε πεύκας κατ' Ἀγάθωνα φωσφόρους.

18

Ἐχθρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.

19

Βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,

χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς.

20-21

Πυθοῦ χελιδὼν πηνίκ' ἄττα φαίνεται.

Ὁπηνίκ' ἄτθ' ὑμεῖς κοπιᾶτ' ὀρχούμενοι.

22

Ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν * *

πρὸς ἄνδρας εἰσὶν ἐκπετήσιμοι σχεδόν.

23

Λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον.

24

Ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ.

25

Ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ,

σκώληκας ἐσθίοντε καὶ μυλακρίδας.

26

Ὡς οὐχ ἕτερον ἄνδρα σάρκινον.

27-28

Φθέγξαι σὺ τὴν φωνὴν ἀναστήσας ἄνω.

Φθέγμα κεκράτηκε.

29

Τί τὸ κακόν; ἀλλ' ἦ κοκκύμηλ' ἠκρατίσω;

30

Τὸν Πειραιᾶ δὲ μὴ κεναγγίαν ἄγειν.

31

Τὸν σαπέρδην ἀποτῖλαι χρή,

καὶ καταπλῦναι κἆτ' ἐκπλῦναι

καὶ διαπλῦναι.

32

Χορδαί, φύσκαι, πάσται, ζωμοί,

χόλικες.

33

Πολφοὺς δ' οὐχ ἧψον ὁμοῦ βολβοῖς * * * * *

ἵν' ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ.

34

Ἥ τις κύους' ἐφάνη κύος τοσουτονί.

35

Ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν.

36

Τὴν χύτραν,

ἐν ᾗ τὰ κρεάδι' ἧψες ἐζωμευμένα.

37

Ἀνήσεις κροκύδα μαστιγουμένην.

38

Ἀλλὰ τὸ στρόφιον λυθὲν

τὰ κάρυά μοὐξέπιπτεν.

39

Πλὴν εἴ τις πρίαιτο δεόμενος

βασκάνιον ἐπὶ κάμινον ἀνδρὸς χαλκέως.

40

Ὥστ' ἀνακῦπτον καὶ κατακῦπτον τοῦ σχήματος οὕνεκα τοῦδε

κηλώνειον τοῖς κηπουροῖς.

42

Κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν.

43

Οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα

καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;

44

Εἰκοβολοῦντες καὶ πλάττοντες.

45

Τὸ παραπέτασμα, τὸ Κίπριον, τὸ ποικίλον.

46-47

Ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται.

Ὥστ' ἔγωγ' ηὑαινόμην

θεώμενος.

48

Τὴν φάρυγα μηλῶν δύο δραχμὰς ἕξει μόνας.

49

Τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι.

50

Ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην.

51

Οὔκουν μ' ἐάσεις ἀναμετρήσασθαι τάδε;

52

Ἐγὼ δ' ὑπερῶ τὸν ὅρκον.

53-54

Εἴ τις κολακεύει περιιὼν καὶ τὰς κροκύδας ἀφαιρῶν.

55

Δεξιὸν εἰς ὑποδήματ', ἀριστερὸν εἰς ποδάνιπτρα.

56

Ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι.

57

Τί δῆτα δράσω ς', ὦ κακόδαιμον, ἀμφορεὺς

ἐξοστρακισθείς;

58

Σὺ δ' ὁμέστιος θεοῖς; πόθεν;

59

Ἐξηκεστίδης ἔχων λύραν,

ἔργον Εὐδόξου, τιταίνει ψίθυρον εὐήθη νόμον.

60

Χωρεῖ 'πὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.

61

Ὃς τὰ μὲν ἀφανῆ μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει.

62

Οὐχ ὅ τι ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου.

63

Ὁ δ' ἔχων θέρμα καὶ

πῦρ ἧκε.

64

Σὺ δ' οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν.

65

Οὕτως τι τἀπόρρητα δρᾶν ἐτημέλει.

66

Γίγνωσκε τὸν ἄλεισόν τε καὶ τὰ γράμματα.

67

Ὁρῶ γὰρ ὡς ὄμφακα διασαυλούμενον.

68-69

Καταντιβολεῖτον αὐτὸν ὑποπεπτωκότες.

Ἐκβαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι.

70

Καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων.

71

Ἴκτινα παντόφθαλμον ἅρπαγα στρέφων.

72

Οἶμαι γὰρ αὐτὸν κόλλοπι

ἐοικέναι.

73

{Α.} Ποῖ κῆχος; {Β.} εὐθὺ Σικελίας.

74

Μέλαινα δεινὴ γλῶσσα Βρεττία παρῆν.

75

Ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι.

76-77

Οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη.

Ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος.

78

Ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον.

79

Ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους.

80

Πόθεν δ' ἐγώ σοι συγγενὴς ὦ φαρμακέ;

81

Ἄκων κτενῶ ς', ὦ τέκνον, ὁ δ' οὖν ὑπεκρίνετο,

ἐπὶ Παλλαδίῳ τἄρ', ὦ πάτερ, δώσεις δίκην.

82

Καὶ κύων ἀκράχολος

Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι.

83

Ψελλόν ἐστι καὶ καλεῖ

τὴν ἄρκτον ἄρτον, τὴν δὲ Τυρὼ τροφαλίδα,

τὸ δ' ἄστυ σῦκα.

84

Εἶτα δὴ

εἰς τὴν πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα;

85

Λίθος τις ὤζησεν τεθυμιαμένος.

86

Ὤιμην δ' ἐγὼ τὸν Κυκλοβόρον καθιέναι.

87

Καὶ σὺ κυρηβιοπῶλα

Εὔκρατες στύππαξ.

88

Ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων.

89

Καὶ στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης.

90

Οὔτε νύκτωρ παύεται

οὔθ' ἡμέραν.

91

Καὶ πρός γε τούτοις ἥκετον πρέσβη δύο.

92

Σφοδελὸν ἐν χύτραισι μεγάλαις ἑψόμενον.

93

Ἑκτεὺς δέ γ' ἐστὶν ἑξαχοίνικον μέτρον.

96

Ἀλοᾶν χρὴ τὰς γνάθους.

97

Φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος.

98

Διάλεκτον ἔχοντα μέσην πόλεως

οὔτ' ἀστείαν ὑποθηλυτέραν

οὔτ' ἀνελεύθερον ὑπαγροικοτέραν.

99

Δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν.

100

Ἀλλ' εἰς ἥρων τι παρήμαρτον.

101

Σικύους ἐνθάδε πη φυομένους οὐδενὶ κόσμῳ περιόντες,

κᾆτ' ἤσθιον.

102

Αὐτὸς δείξας ἔν θ' ἁρμονίαις χιάζων ἢ σιφνιάζων.

103

Οὐκ ἔσται, κενέβρειον ὅταν θύσῃς τι, καλεῖν με.

104

Τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον

ἀδικομηχάνῳ τέχνῃ;

105

Τίς ὄρεα βαθύκομα τάδ' ἐπέσυτο βροτῶν.

106

Ῥήματά τε κομψὰ καὶ παίγνι' ἐπιδεικνύναι

πάντ' ἀπ' ἀκροφυσίων κἀπὸ καναβευμάτων.

107

Θύτην μέλλει καὶ κελεύει βῆ λέγειν.

ἐμβαλὼν ἀχηνίαν.πρῶτον γὰρ ἐπὶ θήραν τὸν ἄνδρ' ἐξήγαγον.ἀνθρωπικὸϲ μῦθοϲ. ἐκλιμάκιϲεν, ὥϲτ' εἰϲ μέϲηνἔπιπτε τὴν τάφρον.τήνδ' ἕωλον ἀναβεβραϲμένην.χαίρειν μὲν Ἄλον τὸν Φθιώτην,χαίρειν δ' ἀτεχνῶϲ Ἀναγυραϲίουϲ.{{Α.}} καὶ τὰϲ δίκαϲ οὖν ἔλεγον ᾄδοντεϲ τότε;{{Β.}} νὴ Δία· φράϲω δ' ἐγὼ μέγα ϲοι τεκμήριον·ἔτι γὰρ λέγουϲ' οἱ πρεϲβύτεροι καθήμενοι,ὅταν κακῶϲ 〈τιϲ〉 ἀπολογῆται τὴν δίκην·‚ᾄδειϲ.‛ᾠδικόϲ.ἀθάρηϲ ἀνακαλύψαϲα μεϲτὸν τρύβλιον.Καὶ τὴν Ἑκάβην ὀτοτύζουϲαν καὶ καιόμενον τὸν ἀχυρμόν.ἀνὴρ δὲ φεύγων οὐ μένει λύραϲ κτύπον.ἀνταναίρειν.ἀνεῳγμένηϲ τῆϲ θύραϲ.οὐκ ἐπιδημεῖ Ἰϲθμοῖ. ὁ μέν τιϲ ἀμπέλουϲτρυγῶν ἄν, ὁ δ' ἀμέργων ἐλάαϲ.ἄμυλοϲ, τάριχοϲ, πυόϲ, ἰϲχάδεϲ, φακῆ.οὐ γὰρ ϲὺ παρέχειϲ ἀμφιέϲαϲθαι τῷ πατρί.ἀμφίϲβαινα. ⏓–⏑ <’ὡϲ πικρόν’ τιϲ ἀνέκραγ'> [–⏑⏓<‚[οὐ δή]ποτ' ἄλλοϲ ἐϲτὶν ἀντὶ Φ[ιλοκλέουϲ].> ϲ[υ]ν[ε]χῶϲ αὐτὸν πικρόν [φαϲι— —<ο?ὐκ ἐτόϲ><ὡϲ ἐνῆν τιϲ ἂν κίϲ><[ὥ]ϲπερ πελεκᾶϲ πλατυγ?ίζω?ν·><οἴμοι τοῦ χείλουϲ.> <οἴμοι τῆϲ ἁλέα?ϲ, ἣν ἅνθρωπόϲ μ' ἀποδύϲαϲφεύγε?[ι] ϲυγκύψαϲ—> <ἀλλὰ δῆτ'εἰϲ τοῦ ϲτρατηγοῦ κωμάϲω τοῦ Σκε[λ]λίου.><φέρε νῦν ἐγ?[ὼ τ]ὴ?ν δαίμον' ἣν ἀνήγαγον,ἐϲ τὴν [ἀγο]ρ?ὰν ἄγων ἱδρύϲωμαι βοΐ.><δεῦρο> <γενναῖον δέ ϲοιταχέωϲ ὑπακ?ούειν·><ἐλαφρὸν οἷά τιϲ μόλυβδοϲ·><ἔκυϲα νῦν ἐνταῦθ' ἐγ?ὼ τ?αύτην δοκῶν φορμὸν πλέκ[ει]ν.><ἀμφί μοι αὖτ[ιϲ ἄνακτ'].>εἶτα μονῳδεῖν ἐκ Μηδείαϲκαὶ τἀξ αὐτοῦ.αὐτοχειρίᾳ.δι' ἧϲ τὰ λ?[επ]τ?ὰ ῥήματ' [ἐξεϲ]μήχετο. ο[ἷ]α μὲν π[οι]εῖ λέγε[ι]ν,τοῖόϲ ἐϲτιν.ἀργοὶ κάθηνταί μοι γυναῖκεϲ τέτταρεϲ.ἀγαθόϲ τε δαίμων κἀγαθὴ ϲωτηρία.ἀκολαϲτότατον.ἀκόλουθον.ἀκούϲεϲθε(?).ἡ μὲν πόλιϲ ἐϲτὶν Ἀμαλθείαϲκέραϲ, 〈ἀλλ'〉 εὖξαιϲὺ μόνον, καὶ πάντα πάρεϲται.ϲαυτὸν δ' ἀμαυροῖϲ, ὥϲτε λήϲει〈ϲ〉 τῷ χρόνῳ.κατεϲκέδαϲέ μου τὴν ἁμίδα κεχηνότοϲ.ἀμαλλοφόροϲ.ἀμπελουργεῖν.ἀμυκλᾷδεϲ.ἀμφορείδιον, ἀμφορεαφόρουϲ.ἐκ τῶν ἀναβαϲμῶν ἀπίαϲιν.ἀναβιούϲ.ἀνακαλπάζει.ἀναϲπᾶν βούλευμα.ἀναϲπᾶν γνωμίδιον.ἀνεπιεικέϲ.ἀνηλεήτωϲ.ἄνθρωποϲ οὐ ϲεμνόϲ.ἀνδρόπαιϲ.ἁπαλοϲώματοϲ, ἁπαλύνειν.<πρωτοϲελήνουϲ> <τυμβογέροντα>μολγόν ϲε ποιήϲω.καλῶϲ με βεβωλοκόπηκεν.πατρὶϲ δὲ πᾶϲα τῷ πένητι προϲφιλήϲ,ἀφ' ἧϲ τροφήν τε καὶ τὸ μὴ πεινῆν ἔχει.οὐκ ἀποφθερεῖ, κάθαρμα, κἀκποδὼν ἡμῶν ἄπει;ὦ δέϲποτ' Ἀμφιάραε, πολυτίμητ' ἄναξ.ΑΡ[ΙϹΤ]ΟΦΑ ̅ΑΡΙϹΤΟ]ΦΑΝΟΥϹΑἰο]λοϲίκωνἈμ]φιάρ[εω]ϲ— — — — — — —(desunt tituli fere 9—10)— — — — — — —Δράματα ἢ Κ]έντ(αυροϲ)Διόνυϲοϲ] Ναυαγό(ϲ)Εἰρήνη]Ἐκκληϲ]ιάζουϲαιἭρωεϲ]Θεϲμο]φορ[ιά]ζουϲαι[Ἱππ]εῖϲΚώ]καλοϲΛυϲ]ιϲτράτηΝε]φέλαι βʹὉλκ]άδεϲὌρν]ιθεϲΠρο]άγωνΠλ]οῦτ[ο]ϲ αʹΠοίηϲι]ϲΠολύ]ειδοϲϹκηνὰ]ϲ Καταλαμβ(άνουϲαι)Ϲφῆκ]εϲΤελμη]ϲϲεῖϲΤριφά]ληϲΦοίνιϲ]ϲαιὯραι]{Ἀχαρνῆϲ}{Ἱππεῖϲ}{Νεφέλαι βʹ}{Ϲφῆκεϲ}{Εἰρήνη}{Ὄρνιθεϲ}{Λυϲιϲτράτη}{Θεϲμοφοριάζουϲαι αʹ}{Βάτραχοι}{Ἐκκληϲιάζουϲαι}{Πλοῦτοϲ βʹ}{Αἰολοϲίκων}{Ἀμφιάρεωϲ}{Ἀνάγυροϲ} — — — — — — — — — ]τοϲ τουτ[ ]τα τονδε?[!!!]ον〉!!!!]τ?α ἀπὸ Διοτίμου, ἐφ' οὗπρῶτ]ον οἱ Ἀριϲτοφάνουϲ〉Δαιτ]αλεῖϲ ἐδιδάχθηϲαν. τὴ(ν)!!!!]μην ἵζουϲιν ὅπωϲ βα[-]λανεύ]ϲ?ηι / ἐν λειψυδρίαι που ]ματοϲ αὖθιϲ ἀπαντλή[-]ϲαϲ τὸ] παλαιὸν / λούτριον α?[ ]ωτοϲ. μετὰ τὸ π[ ο]ὐ? φέρεται τὸ λοιπὸντοῦ ϲ]τίχου. τάχ' ἂν οὖν τὸ