The Greek Library Author

Hesiod

Θεογονία

Title variantsΘεογονία · Theogonia · Theogony · Théogonie · Theogonie

Author namesHésiode · Hesiode · Hesiod · Hesiodos · Hesiodus · Ησιοδος

Scientific editors
Hugh G. Evelyn-White
Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0020.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,

2αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε

3καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν

4ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.

5καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο

6ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο

7ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο

8καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.

9ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,

10ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,

11ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην

12Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,

13κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην

14Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν

15ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,

16καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην

17Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην

18Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην

19Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

20Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν

21ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.

22αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,

23ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.

24τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,

25Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·

26ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,

27ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,

28ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.

29ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·

30καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον

31δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν

32θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.

33καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,

34σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.

35ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;

36τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ

37ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,

38εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,

39φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ

40ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς

41Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ

42σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου

43δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι

44θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ

45ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,

46οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.

47δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,

48ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,

49ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.

50αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων

51ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου

52Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

53τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα

54Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,

55λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.

56ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς

57νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·

58ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι

59μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,

60ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ

61μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,

62τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.

63ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.

64πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν

65ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι

66μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ

67ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.

68αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,

69ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα

70ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει

71νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,

72αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,

73κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα

74ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.

75ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,

76ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,

77Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε

78Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε

79Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.

80ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.

81ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο

82γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,

83τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,

84τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ

85πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας

86ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων

87αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·

88τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς

89βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι

90ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.

91ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται

92αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·

93τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.

94ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος

95ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,

96ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι

97φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.

98εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ

99ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς

100Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων

101ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,

102αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων

103μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.

104χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.

105κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,

106οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,

107Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.

108εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο

109καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,

110ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν

111οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων

112ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο

113ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.

114ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι

115ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.

116ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα

117Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ

118ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,

119Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,

120ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,

121λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων

122δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.

123ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·

124Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,

125οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.

126Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ

127Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,

128ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.

129γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,

130Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.

131ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,

132Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα

133Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,

134Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε

135Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε

136Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.

137τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,

138δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.

139γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,

140Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,

141οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.

142οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,

143μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.

144Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων

145κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·

146ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.

147ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

148τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,

149Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.

150τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,

151ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

152ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·

153ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.

154ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,

155δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι

156ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,

157πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,

158Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ

159Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη

160στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.

161αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος

162τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·

163εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·

164παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε

165πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην

166ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.

167ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν

168φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης

169ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·

170μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι

171ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω

172ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.

173ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·

174εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν

175ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.

176ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ

177ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη

178πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ

179σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην

180μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς

181ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι

182ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·

183ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,

184πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν

185γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,

186τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,

187Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.

188μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι

189κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,

190ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς

191ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη

192ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν

193ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.

194ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη

195ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην

196ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν

197κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ

198θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·

199Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·

200ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.

201τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς

202γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.

203ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε

204μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,

205παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε

206τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.

207τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε

208παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·

209φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι

210ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.

211νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν

212καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·

214δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν

213οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,

215Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο

216χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.

217καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,

218Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι

219γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,

220αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·

221οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,

222πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.

223τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,

224Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα

225Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.

226αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα

227Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα

228Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε

229Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε

230Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,

231Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους

232πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.

233Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,

234πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,

235οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων

236λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·

237αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν

238Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον

239Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.

240Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων

241πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,

242κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,

243Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε

244Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε

245Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα

246Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς

247καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ

248Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε

249Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια

250Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια

251Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς

252Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ

253πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ

254ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,

255Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη

256Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια

257Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια

258Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα

259Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος

260καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη

261Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε

262Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.

263αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο

264κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.

265Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα

266ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν

267ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,

268αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται

269ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.

270Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους

271ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν

272ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,

273Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,

274Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο

275ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,

276Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.

277ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,

278αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης

279ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.

280τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,

281ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.

282τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς

283γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.

284χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,

285ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει

286βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.

287Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα

288μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.

289τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη

290βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ

291ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους

292Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο

293Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα

294σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.

295ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς

296θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,

297σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,

298ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,

299ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε

300αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.

301ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ

302τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·

303ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.

304ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,

305ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.

306τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι

307δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·

308ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.

309Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·

310δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν

311Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,

312πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·

313τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν

314Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη

315ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.

316καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ

317Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ

318Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.

319ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,

320δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·

321τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,

322ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,

323πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,

324δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.

325τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.

326ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον

327Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,

328τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις

329γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.

330ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,

331κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·

332ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.

333Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα

334γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης

335πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.

336τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.

337Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,

338Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην

339Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον

340Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην

341Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε

342Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα

343Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον

344Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε

345Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.

346τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν

347ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι

348καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,

349Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε

350Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς

351Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε

352Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε

353Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη

354Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη

355Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις

356Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε

357Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε

358Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος

359Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ

360Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε

361καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.

362αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο

363πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.

364τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,

365αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης

366πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.

367τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,

368υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·

369τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,

370οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.

371θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

372Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει

373ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

374γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.

375Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα

376Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων

377Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.

378Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,

379ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον

380καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.

381τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια

382ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.

383Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα

384Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·

385καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,

386τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,

387οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,

388ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.

389ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη

390ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς

391ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,

392εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,

393μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον

394ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν

395τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,

396τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.

397ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε

398σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.

399τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.

400αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,

401παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.

402ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,

403ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.

404φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·

405κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι

406Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,

407ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,

408μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.

409γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης

410ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.

411ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων

412Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,

413μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.

414ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς

415ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.

416καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων

417ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,

418κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ

419ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,

420καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.

421ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

422καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.

423οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,

424ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,

425ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,

427καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·

426οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,

428ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.

429ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·

434ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,

430ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·

431ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται

432ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι

433νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.

435ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,

436ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·

437νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον

438ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.

439ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.

440καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,

441εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,

442ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,

443ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.

444ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·

445βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν

446ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,

447ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.

448οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα

449πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.

450θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην

451ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.

452οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.

453Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,

454Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον

455ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει

456νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον

457Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,

458τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.

459καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος

460νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,

461τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων

462ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.

463πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,

464οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι

465καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·

466τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων

467παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.

468ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν

469τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας

470τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,

471μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα

472παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο

473παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.

474οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,

475καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι

476ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.

477πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,

478ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,

479Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη

480Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.

481ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν

482πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα

483ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,

484Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.

485τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν

486Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.

487τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν

488σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω

489ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς

490λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας

491τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.

492καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα

493ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν

494Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς

495ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης

496νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.

497πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·

498τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης

499Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο

500σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.

501λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν

502Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·

503οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,

504δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν

505καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·

506τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.

507κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην

508ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.

509ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·

510τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα

511ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα

512ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·

513πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα

514παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς

515εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ

516εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.

517Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης

518πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,

519ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·

520ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.

521δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον

522δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·

523καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ

524ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη

525νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.

526τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς

527Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν

528Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων

529οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,

530ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη

531πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.

532ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·

533καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,

534οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.

535καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι

536Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ

537δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.

538τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ

539ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,

540τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ

541εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.

542δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·

543Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,

544ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.

545ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.

546τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης

547ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·

548ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,

549τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.

550Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς

551γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ

552θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.

553χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.

554χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,

555ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.

556ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων

557καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.

558τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

559Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

560ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.

561ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·

562ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ

563οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο

564θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.

565ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο

566κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν

567ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,

568Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,

569ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.

570αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·

571γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις

572παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.

573ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη

574ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην

575δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·

576ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,

577ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.

578ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,

579τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις

580ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.

581τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,

582κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,

583τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—

584θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.

585αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.

586ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,

587κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.

588θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,

589ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.

590ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,

591τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,

592πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν

593οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.

594ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι

595κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—

596αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

597ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,

598οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους

599ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—

600ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας

601Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων

602ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·

603ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν

604μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο

605χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς

606ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται

607χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,

608κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,

609τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει

610ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,

611ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην

612θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.

613ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.

614οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς

615τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης

616καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.

617Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ

618Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ

619ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος

620καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.

621ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες

622εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,

623δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.

624ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

625οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,

626Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·

627αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε

628σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.

629δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες

630Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,

631ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,

632οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,

633οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,

634οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.

635οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες

636συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·

637οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ

638οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.

639ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,

640νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,

641πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.

642ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,

643δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·

644κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,

645ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

646ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι

647νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα

648Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.

649ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους

650φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ

651μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες

652ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ

653ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.

654ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·

655Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ

656ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,

657ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.

658σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος

659ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν

660ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.

661τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ

662ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι

663μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.

664ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,

665μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς

666μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν

667πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,

668Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,

669οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε

670δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.

671τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο

672πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

673ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

674οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ

675πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.

676Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας

677προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον

678ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,

679γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς

680σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος

681ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα

682Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ

683ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·

684ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.

685φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα

686κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

687οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε

688εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν

689φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου

690ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ

691ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο

692χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες

693ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε

694καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.

695ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα

696πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ

697Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν

698ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων

699αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.

700καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα

701ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι

702αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

703πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει

704τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·

705τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.

706σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον

707βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,

708κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε

709ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει

710σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.

711ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες

712ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.

713οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν

714Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,

715οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν

716πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι

717Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης

718πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν

719χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,

720τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·

721τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.

722ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

723οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·

724ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

725ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.

726τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ

727τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν

728γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.

729ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι

730κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο

731χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.

732τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων

733χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.

734ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος

735ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.

736ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος

737πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος

738ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν

739ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,

740χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν

741οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,

742ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ

743ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι

744τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ

745ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.

746τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν

747ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν

748ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι

749ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν

750χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε

751ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,

752ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα

753γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα

754μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,

755ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,

756ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.

757Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.

758ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,

759Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς

760Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν

761οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.

762τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης

763ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,

764τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ

765νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν

766ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.

767ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες

768ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης

769ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει

770νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας

771σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,

772ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων

773ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.

774ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.

775ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,

776δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο

777πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει

778μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη

779κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.

780παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις

781ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.

782ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται

783καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,

784Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι

785τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ

786ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο

787ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης

788ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν

789Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·

790ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης

791δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,

792ἣ δὲ μίʼ ἐκ…

793ὅς…

The complete text is available when the reading interface loads.