Ἀσπὶς Ἡρακλέους
Author namesHésiode · Hesiode · Hesiod · Hesiodos · Hesiodus · Ησιοδος
- Scientific editors
- Hugh G. Evelyn-White
- Edition reference
- Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0020.tlg003.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
1ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
2ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα
3Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
4ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
5εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε
6τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
7τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων
8τοῖον ἄηθʼ οἶόν τε πολυχρύσου Ἀφροδίτης.
9ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
10ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·
11ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
12χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν
13ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
14ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
15νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν
16πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
17πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
18ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
19ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
20τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·
21τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα
22ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
23τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
24Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
25Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
26ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
27κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε
28ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
29ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
30ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,
31ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
32ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις
33Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
34ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
35αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης
36εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·
37αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
38ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.
39οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας
40ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·
41τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
42ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
43νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
44ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
45ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
46παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
47τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
48ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
49Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
50οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·
51τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,
52δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·
53τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
54τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,
55κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
56τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
57ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
58εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
59αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,
60τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
61ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι
62νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει
63κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.
64ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
65ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,
66ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
67χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
68ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
69αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
70πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
71λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·
72πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
73ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
74πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
75κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι
76ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
77ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
78ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
79ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
80ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην
81ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,
82κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·
83ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
84οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
85ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον.
86ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
87ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
88γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
89σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
90ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας
91ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
92σχέτλιος· ἦ που πολλὰ μετεστεναχίζετʼ ὀπίσσω
93ἣν ἄτην ὀχέων· ἣ δʼ οὐ παλινάγρετός ἐστιν.
94αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
95ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα
96ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων
97ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
98μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
99ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
100Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·
101ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.
102τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
103ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
104τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
105ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα·
106οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
107σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
108ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα
109δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε
110μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
111οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
112φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
113οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
114φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.
115ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη
116θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·
117καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
118ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
119ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων,
120ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
121πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.
122ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
123Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·
124δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
125καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
126Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε
127τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
128θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
129δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
130καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ
131ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
132πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,
133μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
134μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
135εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,
136κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
137δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
138ἥτʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
139χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ
140οὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι.
141πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντι
142ἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ
143λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.
144ἐν μέσσῳ δʼ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
145ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·
146τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,
147δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
148δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
149σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
150οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
151τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
152κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
153Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.
154ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
155ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει,
156ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ
157ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
158ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
159εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
160δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.
161ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
162δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,
163οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·
164τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
165Ἀμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα.
166στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·
167κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.
168ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων
169ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.
170τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε
171οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
172ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
173δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν
174αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες
175κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
176τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
177ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
178ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
179Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
180Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε
181Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,
182Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
183ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.
184Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
185ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν
186Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
187καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
188ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
189καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
190ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
191ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
192χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
193αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
194αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων
195δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε
196ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
197ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
198τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
199ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
200αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν.
201ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ
202ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
203χρυσείῃ φόρμιγγι· θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος·
204ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο
205ἀθανάτων ἐν ἀγῶνι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς
206Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
207ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης
208κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
209κλυζομένῳ ἴκελος· πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
210δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες
211νηχομένοις ἴκελοι· δοιὼ δʼ ἀναφυσιόωντες
212ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς.
213τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς
214ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν
215ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
216ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
217οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ,
218θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
219τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις
220χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
221ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
222χαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·
223πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
224Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
225ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ
226χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος
227κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
228αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
229Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸν
230Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
231ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
232βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
233ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε
234δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα.
235λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας
236ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις
237Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων
238ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,
239τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
240λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
241πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες
242μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
243χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,
244ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
245ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,
246ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
247χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
248δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς
249Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
250δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε
251δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο
252αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
253κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
254βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν
255Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο
256αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
257ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
258Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων
259Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γε
260τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε.
261πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
262δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
263ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
264πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
265χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,
266γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν.
267τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
268αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα
269εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
270δάκρυσι μυδαλέη. παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·
271χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
272ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε
273τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης
274ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·
275τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε
276χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι
277πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
278τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
279ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
280αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
281ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ,
282τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ
283τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος
284πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
285ἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληος
286νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες
287ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
288ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
289αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,
290βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·
291οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
292οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
293οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
294λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
295βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
296οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
297χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
299σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
300βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.
301οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο
302πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν
303ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
304ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.
305πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ
306δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων
307ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
308ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο
309ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.
310οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν
311νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.
312τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
313χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
314ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
315πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν
316κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ
317νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.
318θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
319Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
320ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
321πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,
322εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
323κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος
324δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
325ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
326καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·
327χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
328νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
329Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
330ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
331εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
332τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
333αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
334ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
335ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·
336ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
337οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
338ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
339νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
340ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
341σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
342ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
343ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
344αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα.
345τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
346Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
347τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν
348ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
349τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
350Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους
351ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
352ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
353εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω
354ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ
355Τρηχῖνος προβέβηκε, σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·
356τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
357ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
358ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
359ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι
360ἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος
361ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
362τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
363οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
364παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.
365πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
366ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
367χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
368ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
369τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
370δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν
371παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.
372ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·
373τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.
374ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
375πέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,
376πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι
377αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων
378ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,
379ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
380πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς
381Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
382φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
383θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.
384κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
385σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
386οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
387κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
388ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
389δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
390λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
391ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·
392τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.
393ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
394ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
395ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
396καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν
397ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
398τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
399τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,
400οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος·
401τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
402ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
403ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
404δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίγνετʼ ὀδόντων·
405οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,
406πέτρῃ ἔφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
407αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο
408πίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
409ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃ
410χώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν,
411ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·
412ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
413ἔνθʼ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν
414κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,
415οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο.
416Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
417μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
418αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
419ἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντε
420ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.
421ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη
422ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·
423ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
424τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός,
425αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
426δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
427ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
428σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·
429ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
430γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους
431οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
432ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·
433τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
434ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
435ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·
436ἀμφότεροι δʼ ἰάχοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
437ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
438μακρὰ δʼ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ
439ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν
440ὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·
441τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
442κεκληγὼς ἐπόρουσεν· ὃ δʼ ἐμμαπέως ὑπέδεκτο.
443αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
444ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα·
445δεινὰ δʼ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·
446Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
447οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
448Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
449ἀλλʼ ἄγε παῦε μάχην, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο.
450ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν,
451ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τʼ ἔγχεα πάλλων
452καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
453κακτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος,
454σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,
455ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη
456ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου.
457δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ
458ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα
459Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
460μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
461οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε
462δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
463τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
464ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
465ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα
466ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
467υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
468Κύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰ
469νίσσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
470ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη
471ἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
472Κύκνον δʼ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,
473οἵ ῥʼ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος
474Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τʼ Ἰαωλκὸν
475Ἄρνην τʼ ἠδʼ Ἑλίκην· πολλὸς δʼ ἠγείρετο λαός,
476τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
477τοῦ δὲ τάφον καὶ σῆμʼ ἀιδὲς ποίησεν Ἄναυρος
478ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων
479Λητοΐδης ἤνωξʼ, ὅτι ῥα κλειτὰς ἑκατόμβας
480ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.