The Greek Library Author

Nicander Of Colophon

Θηριακά

Scientific editors
Otto Schneider
Edition reference
Nicandrea. Theriaca et Alexipharmaca · Leipzig · Teubner · 1856
CTS identifier
urn:cts:greekLit:tlg0022.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1Ῥεῖά κέ τοι μορφάς τε σίνη τ’ ὀλοφώια θηρῶν

2ἀπροϊδῆ τύψαντα λύσιν θ’ ἑτεραλκέα κήδευς,

3φίλ’ Ἑρμησιάναξ, πολέων κυδίστατε παῶν,

4ἔμπεδα φωνήσαιμι· σὲ δ’ ἂν πολύεργος ἀροτρεὺς

5βουκαῖός τ’ ἀλέγοι καὶ ὀροιτύπος, εὖτε καθ’ ὕλην

6ἢ καὶ ἀροτρεύοντι βάλῃ ἔπι λοιγὸν ὀδόντα,

7τοῖα περιφρασθέντος ἀλεξητήρια νούσων.

8Ἀλλ’ ἤτοι κακοεργὰ φαλάγγια, σὺν καὶ ἀνιγροὺς

9ἑρπηστὰς ἔχιάς τε καὶ ἄχθεα μυρία γαίης

10Τιτήνων ἐνέπουσιν ἀφ’ αἵματος, εἰ ἐτεόν περ

11Ἀσκραῖος μυχάτοιο Μελισσήεντος ἐπ’ ὄχθαις

12Ἡσίοδος κατέλεξε παρ’ ὕδασι Περμησσοῖο.

13Τὸν δὲ χαλαζήεντα κόρη Τιτηνὶς ἀνῆκε

14σκορπίον, ἐκ κέντροιο τεθηγμένον, ἦμος ἐπέχρα

15Βοιωτῷ τεύχουσα κακὸν μόρον Ὠαρίωνι,

16ἀχράντων ὅτε χερσὶ θεῆς ἐδράξατο πέπλων·

17αὐτὰρ ὅγε στιβαροῖο κατὰ σφυρὸν ἥλασεν ἴχνευς,

18σκορπίος ἀπροϊδὴς ὀλίγῳ ὑπὸ λᾶι λοχήσας·

19τοῦ δὲ τέρας περίσημον ὑπ’ ἀστέρας ἀπλανὲς αὔτως

20οἷα κυνηλατέοντος ἀείδελον ἐστήρικται.

21Ἀλλὰ σύ γε σταθμοῖο καὶ αὐλίου ἑρπετὰ φύγδην

22ῥηιδίως ἐκ πάντα διώξεαι, ἢ ἀπ’ ἐρίπνης,

23ἠὲ καὶ αὐτοπόνοιο χαμευνάδος, ἦμος ἀν’ ἀγροὺς

24φεύγων αὐαλέου θέρεος πυρόεσσαν ἀϋτμὴν

25αἴθριος ἐν καλάμῃ στορέσας ἀκρέσπερος εὕδῃς,

26ἢ καὶ ἀν’ ὑδρήεντα παρὲκ λόφον, ἢ ἐνὶ βήσσης

27ἐσχατιῇ, ὅθι πλεῖστα κινώπετα βόσκεται ὕλην,

28[δρυμοὺς καὶ λασιῶνας ἀμορβαίους τε χαράδρας]

29καί τε παρὲξ λιστρωτὸν ἅλω δρόμον, ἠδ’ ἵνα ποίη

30πρῶτα κυϊσκομένη σκιάει χλοάοντας ἰάμνους,

31τῆμος ὅτ’ ἀζαλέων φολίδων ἀπεδύσατο γῆρας

32μῶλυς ἐπιστείβων, ὅτε φωλεὸν εἴαρι φεύγων

33ὄμμασιν ἀμβλώσσει, μαράθου δέ ἑ νήχυτος ὅρπηξ

34βοσκηθεὶς ὠκύν τε καὶ αὐγήεντα τίθησι.

35Θιβρὴν δ’ ἐξελάσεις ὀφίων ἐπιλωβέα κῆρα,

36καπνείων ἐλάφοιο πολυγλώχινα κεραίην,

37ἄλλοτε δ’ ἀζαλέην δαίων ἐγγαγίδα πέτρην,

38ἣν οὐδὲ κρατεροῖο πυρὸς περικαίνυται ὁρμή·

39ἐν δὲ πολυσχιδέος βλήτρου πυρὶ βάλλεο χαίτην·

40ἢ σύ γε καχρυόεσσαν ἑλὼν πυριθαλπέα ῥίζαν

41καρδάμῳ ἀμμίγδην ἰσοελκέι· μίσγε δ’ ἔνοδμον

42ζορκὸς ἐνὶ πλάστιγγι νέον κέρας ἀσκελὲς ἱστὰς,

43καί τε μελανθείου βαρυαέος, ἄλλοτε θείου,

44ἄλλοτε δ’ ἀσφάλτοιο φέρων ἰσοαχθέα μοῖραν·

45ἠὲ σύ γε Θρήισσαν ἐνιφλέξαις πυρὶ λᾶαν,

46ἥ θ’ ὕδατι βρεχθεῖσα σελάσσεται, ἔσβεσε δ’ αὐγὴν,

47τυτθὸν ὅτ’ ὀδμήσαιτο ἐπιχρανθέντος ἐλαίου.

48Τὴν δ’ ἀπὸ Θρηικίου νομέες ποταμοῖο φέρονται,

49ὃν Πόντον καλέουσι· τόθι Θρήικες ἀμολγοί,

50κριοφάγοι μήλοισιν ἀεργηλοῖσιν ἕπονται.

51Ναὶ μὴν καὶ βαρύοδμος ἐπὶ φλογὶ ζωγρηθεῖσα

52χαλβάνη, ἄκνηστίς τε, καὶ ἡ πριόνεσσι τομαίη

53κέδρος, πουλυόδουσι καταψηχθεῖσα γενείοις,

54ἐν φλογιῇ καπνηλὸν ἄγει καὶ φύξιον ὀδμήν.

55Τοῖς δὴ χηραμὰ κοῖλα καὶ ὑληώρεας εὐνὰς

56κεινώσεις, δαπέδῳ δὲ πεσὼν ὕπνοιο κορέσσῃ.

57Εἰ δὲ τὰ μὲν καμάτου ἐπιδεύεται, ἄγχι δέ τοι νὺξ

58αὖλιν ἄγει, κοίτου δὲ λιλαίεαι ἔργον ἀνύσσας,

59τῆμος δὴ ποταμοῖο πολυρραγέος κατὰ δίνας

60ὑδρηλὴν καλάμινθον ὀπάζεο χαιτήεσσαν·

61πολλὴ γὰρ λιβάσιν παραέξεται, ἀμφί τε χείλη

62ἔρσεται, ἀγλαύροισιν ἀγαλλομένη ποταμοῖσιν.

63Ἢ σύ γ’ ὑποστορέσαιο λύγον πολυανθέα κόψας,

6464ἢ πόλιον βαρύοδμον, ὃ δὴ ῥίγιστον ὄδωδεν·

65ὣς δ’ αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη,

66ναὶ μὴν ἁβροτόνοιο, τό τ’ ἄγριον οὔρεσι θάλλει

67ἀργεννὴν ὑπὸ πέζαν, ἢ ἑρπύλλοιο νομαίου,

68ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν

69ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης.

70Φράζεσθαι δ’ ἐπέοικε χαμαιζήλοιο κονύζης

71ἄγνου τε βρύα λευκὰ, καὶ ἐμπρίοντ’ ὀνόγυρον·

72αὕτως δὲ τρήχοντα ταμὼν ἄπο κλήματα σίδης,

73ἠὲ καὶ ἀσφοδέλοιο νέον πολυαυξέα μόσχον,

74τρύχνον τε, σκύρα τ’ ἐχθρὰ, τά τ’ εἴαρι σίνατο βούτην,

75ἦμος ὅταν σκυρόωσι βόες καυλεῖα φαγοῦσαι·

76ναὶ μὴν πευκεδάνοιο βαρυπνόου, οὗ τε καὶ ὀδμὴ

77θηρί ’ ἀποσσεύει τε καὶ ἀντιόωντα διώκει.

78Καὶ τὰ μὲν εἰκαίῃ παράθου ἀγραυλέι κοίτῃ,

79ἄλλα δὲ φωλειοῖς· τὰ δὲ διπλάσσαιο χεείαις.

80Εἴ γε μὲν, ἐς τεῦχος κεραμήιον ἠὲ καὶ ὄλπην

81κεδρίδας ἐνθρύπτων λιπάοις εὐήρεα γυῖα,

82ἢ καὶ πευκεδάνοιο βαρυπνόου, ἄλλοτ’ ὀρείου

83αὖα καταψήχοιο λίπει ἔνι φύλλα κονύζης·

84αὕτως δ’ ἀλθήεντ’ ἐλελίσφακον, ἐν δέ τε ῥίζαν

85σιλφίου, ἣν κνηστῆρι κατατρίψειαν ὀδόντες. —

86Πολλάκι καὶ βροτέην σιάλων ὑποέτρεσαν ὀδμήν. —

87Εἰ δὲ σύ γε τρίψας ὀλίγῳ ἐν βάμματι κάμπην

88κηπαίην, δροσόεσσαν, ἐπὶ χλωρηίδα νώτῳ,

89ἠὲ καὶ ἀγριάδος μαλάχης ἐγκύμονι κάρφει

90γυῖα πέριξ λιπάσειας, ἀναίμακτός κεν ἰαύοις.

91Ψήχεο δ’ ἐν στέρνῳ προβαλὼν μυλόεντι θυείης>

92ἐν μέν θ’ ἁβροτάνοιο δύω κομόωντας ὀράμνους

93καρδάμου ἀμμίγδην· — ὀδελοῦ δέ οἱ αἴσιος ὁλκή· —

94ἐν δὲ χεροπληθῆ καρπὸν νεοθηλέα δαυχνοῦ

95λειαίνειν τριπτῆρι· τὰ δὲ τροχοειδέα πλάσσων,

96τέρσαι ὑποσκιόεντι βαλὼν ἀνεμώδεϊ χώρῳ·

97αὖα δ’ ἐν ὄλπῃ θρύπτε, καὶ αὐτίκα γυῖα λιπαίνοις.

98Εἴ γε μὲν ἐκ τριόδοιο μεμιγμένα κνώδαλα χύτρῳ

99ζωὰ, νέον θορνύντα, καὶ ἐν θρόνα τοιάδε βάλλῃς,

100δήεις οὐλομένῃσιν ἀλεξητήριον ἄταις·

101ἐν μὲν γὰρ μυελοῖο νεοσφαγέος ἐλάφοιο

102δραχμάων τρίφατον δεκάδος καταβάλλεο βρῖθος,

103ἐν δὲ τρίτην μοῖραν ῥοδέου χοὸς, ἥν τε θυωροὶ

104πρώτην μεσσατίην τε πολύτριπτον καλέονται·

105ἰσόμορον δ’ ὠμοῖο χέειν ἀργῆτος ἐλαίου,

106τετράμορον κηροῖο· τὰ δ’ ἐν περιηγέι γάστρῃ

107θάλπε κατασπέρχων, ἔστ’ ἂν περὶ σάρκες ἀκάνθης

108μελδόμεναι θρύπτωνται· ἔπειτα δὲ λάζεο τυκτὴν

109εὐεργῆ λάκτιν, τὰ δὲ μυρία πάντα ταράσσειν

110συμφύρδην ὀφίεσσιν· ἑκὰς δ’ ἀπόερσον ἀκάνθας·

111καὶ γὰρ ταῖς κακοεργὸς ὁμῶς ἐνιτέτροφεν ἰός.

112γυῖα δὲ πάντα λίπαζε καὶ εἰς ὁδὸν, ἢ ἐπὶ κοῖτον,

113ἢ ὅταν αὐαλέου θέρεος μεθ’ ἁλώια ἔργα

114ζωσάμενος θρίναξι βαθὺν διακρίνεαι ἄντλον.

115Εἰ δέ που ἐν δακέεσσιν ἀφαρμάκτῳ χροῒ κύρσῃς>

116ἄκμηνος σίτων, ὅτε δὴ κακὸν ἄνδρας ἰάπτει,

117αἶψά κεν ἡμετέρῃσιν ἐρωήσειας ἐφετμαῖς.

118Τῶν ἤτοι θήλεια παλίγκοτος ἀντομένοισι

119δάχματι, πλειοτέρη δὲ καὶ ὁλκαίην ἐπὶ σειρήν·

120τούνεκα καὶ θανάτοιο θοώτερος ἵξεται αἶσα.

121Ἀλλ’ ἤτοι θέρεος βλαβερὸν δάκος ἐξαλέασθαι

122Πληιάδων φάσιας δεδοκημένον, αἵ θ’ ὑπὸ ταύρου

123ἀλκαίην ψαίρουσαι ὀλίζωνες φορέονται·

124ἢ ὅτε σὺν τέκνοισι θερειομένοισιν ἀβοσκὴς

125φωλειοῦ λοχάδην ὑπὸ γωλεὰ διψὰς ἰαύῃ·

126ἢ ὅτε λίπτῃσιν μεθ’ ἑὸν νομὸν, ἢ ἐπὶ κοῖτον

127ἐκ νομοῦ ὑπνώουσα κίῃ κεκορημένη ὕλης.

128Μὴ σύ γ’ ἐνὶ τριόδοισι τύχοις, ὅτε δάχμα πεφυζὼς

129περκνὸς ἔχις θυίῃσι τυπῇ ψολόεντος ἐχίδνης·

130ἡνίκα θορνυμένου ἔχιος θαλερῷ κυνόδοντι

131θουρὰς ἀμὺξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου,

132οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ

133γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν

134γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο·

135οἴη γὰρ βαρύθει ὑπὸ κύματος, οἱ δὲ καθ’ ὕλην

136ὠοτόκοι ὄφιες λεπυρὴν θάλπουσι γενέθλην·

137μήδ’ ὅτε ῥικνῆεν φολίδων περὶ γῆρας ἀμέρσας

138ἂψ ἀναφοιτήσῃ νεαρῇ κεχαρημένος ἥβῃ·

139ἢ ὁπότε σκαρθμοὺς ἐλάφων ὀχεῇσιν ἀλύξας

140ἀνδρὸς ἐνισκίμψῃ χολόων γυιοφθόρον ἰόν·

141ἔξοχα γὰρ δολιχοῖσι κινωπησταῖς κοτέουσι

142νεβροτόκοι καὶ ζόρκες· ἀνιχνεύουσι δὲ πάντη

143τρόχμαλά θ’ αἱμασιάς τε καὶ ἰλυοὺς ἐρέθοντες,

144σμερδαλέῃ μυκτῆρος ἐπισπέρχοντες ἀυτμῇ.

145Ναὶ μὴν καὶ νιφόεσσα φέρει δυσπαίπαλος Ὄθρυς

146φοινὰ δάκη, κοίλη τε φάραγξ καὶ τρηχέες ἀγμοὶ,

147καὶ λέπας ὑλῆεν· τόθι δίψιος ἐμβατέει σήψ.

148Χροιὴν δ’ ἀλλόφατόν τε καὶ οὐ μίαν οἰαδὸν ἴσχει,

149αἰὲν ἐειδόμενος χώρῳ, ἵνα χηραμὰ τεύξῃ.

150Τῶν οἱ μὲν λιθάδας τε καὶ ἕρμακας ἐνναίοντες

151παυρότεροι, τρηχεῖς δὲ καὶ ἔκπυροι· οὔ κεν ἐκείνων

152ἀνδράσι δάχμα πέλει μεταμώνιον, ἀλλὰ κάκηθες·

153ἄλλος δ’ αὖ κόχλοισι δομὴν ἰνδάλλεται αἴης·

154ἄλλῳ δ’ ἐγχλοάουσα λοπὶς περιμήκεα κύκλον

155ποικίλον αἰόλλει· πολέες δ’ ἀμάθοισι μιγέντες

156σπείρῃ λεπραίνονται ἀλινδόμενοι ψαμάθοισι.

157Φράζεο δ’ αὐαλέαις μὲν ἐπιφρικτὴν φολίδεσσιν

158ἀσπίδα φοινήεσσαν, ἀμυδρότατον δάκος ἄλλων.

159[τῇ μὲν γάρ τε κέλευθος ὁμῶς κατ’ ἐναντίον ἕρπει]

160[ἀτραπὸν ὁλκαίην δολιχῷ μηρύγματι γαστρός.]

161Ἣ καὶ σμερδαλέον μὲν ἔχει δέμας, ἐν δὲ κελεύθῳ

162νωχελὲς ἐξ ὁλκοῖο φέρει βάρος, ὑπναλέῳ δὲ

163αἰὲν ἐπιλλίζουσα φαείνεται ἐνδυκὲς ὄσσῳ·

164ἀλλ’ ὅταν ἢ δοῦπον νέον οὔασιν ἠέ τιν’ αὐγὴν

165ἀθρήσῃ, νωθρὴ μὲν ἀπὸ ῥέθεος βάλεν ὕπνον,

166ὁλκῷ δὲ τροχόεσσαν ἅλων εἱλίξατο γαίῃ,

167λευγαλέον δ’ ἀνὰ μέσσα κάρη πεφρικὸς ἀείρει.

168Τῆς ἤτοι μῆκος μὲν, ὃ κύντατον ἔτρεφεν αἶα,

169ὀργυιῇ μετρητόν· ἀτὰρ περιφαίνεται εὖρος,

170ὅσσον τ’ αἰγανέης δορατοξόος ἤνυσε τέκτων

171εἰς ἐνοπὴν ταύρων τε βαρυφθόγγων τε λεόντων.

172Χροιὴ δ’ ἄλλοτε μὲν ψαφαροῖς ἐπιδέδρομε νώτοις

173ἢ περὶ μηλινόεσσα καὶ αἰόλος, ἄλλοτε τεφρὴ,

174πολλάκι δ’ αἰθαλόεσσα, μελαινομένην ὑπὸ βώλῳ

175Αἰθιόπων οἵην τε πολύστονος εἰς ἅλα Νεῖλος

176πλησάμενος κατέχευεν ἄσιν, προὔτυψε δὲ πόντῳ.

177Δοιοὶ δὲ σκυνίοισιν ὑπερφαίνουσι μέτωπον

178οἷα τύλοι, τὸ δ’ ἔνερθεν ὑπαιφοινίσσεται ὄθμα

179πολλὸν ὑπὸ σπείρης, ψαφαρὸς δ’ ἀναπίμπραται αὐχὴν

180ἄκριτα ποιφύσσοντος, ὅτ’ ἀντομένοισιν ὁδουρὸς

181ἄιδα προσμάξηται ἐπὶ ζαμενὲς κοτέουσα.

182Τῆς ἤτοι πίσυρες κοῖλοι ὑπένερθεν ὀδόντες

183ἀγκύλοι ἐν γναθμοῖς δολιχήρεες ἐρρίζωνται

184ἰοδόκοι, μύχατος δὲ χιτὼν ὑμένεσσι καλύπτει·

185ἔνθεν ἀμείλικτον γυίοις ἐνερεύγεται ἰόν.

186Ἐχθρῶν που τέρα κεῖνα καρήασιν ἐμπελάσειε·

187σαρκὶ γὰρ οὔτ’ ἐπὶ δάχμα φαείνεται, οὔτε δυσαλθὲς

188οἶδος ἐπιφλέγεται, καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ·

189ὑπνηλὸν δ’ ἐπὶ νῶκαρ ἄγει βιότοιο τελευτήν. —

190Ἰχνεύμων δ’ ἄρα μοῦνος ἀκήριος ἀσπίδος ὁρμὴν

191ἠμὲν ὅτ’ ἐς μόθον εἶσιν, ἀλεύεται, ἡδ’ ὅτε λυγρὰ

192θαλπούσης ὄφιος κηριτρόφου ὤεα γαίῃ

193πάντα διεσκήνιψε, καὶ ἐξ ὑμένων ἐτίναξε

194δαρδάπτων, ὀλοοῖς δὲ συνερραθάγησεν ὀδοῦσι.

195Μορφὴ δ’ ἰχνευτᾶο κινωπέτου οἷον ἀμυδρῆς

196ἴκτιδος, ἥ τ’ ὄρνισι κατοικιδίῃσιν ὄλεθρον

197μαίεται, ἐξ ὕπνοιο συναρπάζουσα πετεύρων,

198ἔνθα λέχος τεύχονται ἐπίκριοι ἢ καὶ ἀφαυρὰ

199τέκνα τιθαιβώσσουσιν ὑπὸ πλευρῇσι θέρουσαι.

200Ἀλλ’ ὅταν Αἰγύπτοιο παρὰ θρυόεντας ἰάμνους

201ἀσπίσι μῶλον ἔχωσιν ἀθέσφατον εἱλικοέσσαις,

202αὐτίχ’ ὃ μὲν ποταμόνδε καθήλατο, τύψε δὲ κώλοις

203τάρταρον ἰλυόεσσαν, ἄφαρ δ’ ἐφορύξατο γυῖα

204πηλῷ, ἀλινδηθεὶς ὀλίγον δέμας, εἰσόκε λάχνην

205σείριος ἀζήνῃ, τεύξῃ δ’ ἄγναπτον ὀδόντι.

206Τῆμος δ’ ἠὲ κάρην λιχμήρεος ἑρπηστᾶο

207σμερδαλέης ἔβρυξεν ἐπάλμενος, ἠὲ καὶ οὐρῆς

208ἁρπάξας βρυόεντος ἔσω ποταμοῖο κύλισεν.

209Εὖ δ’ ἂν ἐχιδνήεσσαν ἴδοις πολυδευκέα μορφὴν,

210ἄλλοτε μὲν δολιχὴν, ὁτὲ παυράδα· τοῖον ἀέξει

211Εὐρώπη τ’ Ἀσίη τε· τὰ δ’ οὐκ ἐπιείκελα δήεις.

212Ἤτοι ἀν’ Εὐρώπην μὲν ὀλίζονα, καί θ’ ὑπὲρ ἄκρους

213ῥώθωνας κεραοί τε καὶ ἀργίλιπες τελέθουσιν,

214αἳ μὲν ὑπὸ Σκείρωνος ὄρη Παμβώνιά τ’ αἴπη,

215Ῥυπαῖον, Κόρακός τε πάγον, πολιόν τ’ Ἀσέληνον·

216Ἀσὶς δ’ ὀργυιόεντα καὶ ἐς πλέον ἑρπετὰ βόσκει,

217οἷα περὶ τρηχὺν Βουκάρτερον, ἢ καὶ ἐρυμνὸς

218Αἰσαγέης πρηὼν καὶ Κέρκαφος ἐντὸς ἐέργει.

219Τῶν ἤτοι βρεχμοὶ μὲν ἐπὶ πλάτος, ἡδ’ ὑπὲρ ἄκρον

220ὁλκαῖον σπείρης κολοβὴν ἐπελίσσεται οὐρὴν,

221ἀργαλέαις φρίσσουσαν ἐπηετανὸν φολίδεσσι·

222νωθεῖ δ’ ἔνθα καὶ ἔνθα διὰ δρυμὰ νίσσεται ὁλκῷ.

223Πᾶς δέ τοι ὀξυκάρηνος ἰδεῖν ἔχις, ἄλλοτε μῆκος

224μάσσων, ἄλλοτε παῦρος· ἀκιδνότερος δὲ κατ’ εὖρος

225νηδύος, ἡ δὲ μύουρος ὑφ’ ἀλκαίη τετάνυσται,

226ἴσως μὲν πεδανὴ δολιχοῦ ὑπὸ πείρασιν ὁλκοῦ,

227ἴσως δ’ ἐκ φολίδων τετρυμένη· αὐτὰρ ἐνωπῆς

228γλήνεα φοινίσσει τεθοωμένος, ὀξὺ δὲ δικρῇ

229γλώσσῃ λιχμάζων νέατον σκωλύπτεται οὐρήν.

230Κωκυτὸν δ’ ἐχιαῖον ἐπικλείουσιν ὁδῖται.

231Τοῦ μὲν ὑπὲρ κυνόδοντε δύω χροῒ τεκμαίρονται

232ἰὸν ἐρευγόμενοι· πλέονες δέ τοι αἰὲν ἐχίδνης.

233Οὔλῳ γὰρ στομίῳ ἐμφύεται, ἀμφὶ δὲ σαρκὶ

234ῥεῖά κεν εὐρυνθέντας ἐπιφράσσαιο χαλινούς.

235Τῆς καὶ ἀπὸ πληγῆς φέρεται λίπει εἴκελος ἰχώρ,

236ἄλλοτε δ’ αἱματόεις, τοτὲ δ’ ἄχροος· ἡ δ’ ἐπί οἱ σὰρξ

237πολλάκι μὲν χλοάουσα βαρεῖ ἀναδέδρομεν οἴδει,

238ἄλλοτε φοινίσσουσα, τότ’ εἴδεται ἄντα πελιδνή·

239ἄλλοτε δ’ ὑδατόεν κυέει βάρος· αἱ δὲ χαμηλαὶ

240πομφόλυγες ὡς εἴ τε περὶ φλύκταιναι ἀραιαὶ

241οἷα πυρικμήτοιο χροὸς πλαδόωσιν ὕπερθεν.

242Σηπεδόνες δέ οἱ ἀμφὶς ἐπίδρομοι, αἱ μὲν ἄτερθεν,

243αἱ δὲ κατὰ πληγὴν ἰοειδέα λοιγὸν ἔασι.

244Πᾶν δ’ ἐπί οἱ δριμεῖα δέμας καταβόσκεται ἄτη

245ὀξέα πυρπολέουσα· κατ’ ἀσφάραγον δέ τε λυγμοὶ

246κίονά τε ξυνιόντες ἐπασσύτεροι κλονέουσιν.

247Ἀμφὶ καὶ εἰλίγγοις δέμας ἄχθεται· αἶψα δὲ γυίοις

248ἀδρανίη βαρύθουσα καὶ ἰξύι μέρμερος ἵζει·

249ἐν δὲ κάρῃ σκοτόεν βάρος ἵσταται· αὐτὰρ ὃ κάμνων

250ἄλλοτε μὲν δίψῃ φάρυγα ξηραίνεται αὔῃ

251πολλάκι δ’ ἐξ ὀνύχων ἴσχει κρύος, ἀμφὶ δὲ γυίοις

252χειμερίη ζαλόωσα πέριξ βέβριθε χάλαζα.

253Πολλάκι δὴ χολόεντας ἀπήρυγε νηδύος ὄγκους

254ὠχραίνων δέμας ἀμφίς· ὁ δὲ νοτέων περὶ γυίοις

255ψυχρότερος νιφετοῖο βολῆς περιχεύεται ἱδρώς.

256Χροιὴν δ’ ἄλλοτε μὲν μολίβου ζοφοειδέος ἴσχει,

257ἄλλοτε δ’ ἠερόεσσα, τότ’ ἄνθεσιν εἴσατο χαλκοῦ.

258Εὖ δ’ ἂν καὶ δολόεντα μάθοις ἐπιόντα κεράστην

259ἠύτ’ ἔχιν· τῷ γάρ τε δομὴν ἰνδάλλεται ἴσην.

260Ἤτοι ὁ μὲν κόλος ἐστίν, ὁ δ’ αὖ κεράεσσι πεποιθὼς,

261ἄλλοτε μὲν πισύρεσσιν, ὅτ’ ἐν δοιοῖσι κεράστης,

262χροιῇ δ’ ἐν ψαφαρῇ λεπρύνεται, ἐν δ’ ἀμάθοισιν

263ἢ καὶ ἀματροχιῇσι κατὰ στίβον ἐνδυκὲς αὔει.

264Τῶν ἤτοι σπείρῃσιν ὃ μὲν θοὸς ἀντία θύνει

265ἀτραπὸν ἰθεῖαν δολιχῷ μηρύγματι γαστρός·

266αὐτὰρ ὅγε σκαιὸς μεσάτῳ ἐπαλίνδεται ὁλκῷ,

267οἶμον ὁδοιπλανέων σκολιὴν τετρηχότι νώτῳ,

268τράμπιδος ὁλκαίης ἀκάτῳ ἴσος, ἥ τε δι’ ἅλμης

269πλευρὸν ὅλον βάπτουσα κακοσταθέοντος ἀήτεω

270εἰς ἄνεμον βεβίηται ἀπόκρουστος λιβὸς οὔρῳ.

271Τοῦ μὲν, ὅτ’ ἐμβρύξῃσιν, ἀεικέλιον περὶ νύχμα,

272ἥλῳ ἐειδόμενον τυλόεν πέλει· αἱ δὲ πελιδναὶ

273φλύκταιναι πέμφιξιν ἐειδόμεναι ὑετοῖο

274δάχμα πέρι πλάζονται, ἀμυδρήεσσαι ἐς ὠπήν.

275Ἤτοι ἀφαυρότερον τελέει πόνον, ἐννέα δ’ αὐγὰς

276ἠελίου μογέων ἐπιόσσεται, οἷσι κεράστης

277οὐλόμενος κακοεργὸν ἐνιχραύσῃ κυνόδοντα.

278Διπλῷ δ’ ἐν βουβῶνι καὶ ἰγνύσιν ἀσκελὲς αὔτως

279μόχθος ἐνιτρέφεται, πελιὸς δέ οἱ ἐμφέρεται χρώς·

280τῶν δέ τε καμνόντων ὀλίγος περὶ ἄψεα θυμὸς

281λείπεται ἐκ καμάτοιο· μόλις γε μὲν ἔκφυγον αἶσαν.

282Σῆμα δέ τοι δάκεος αἱμορρόου αὖτις ἐνίσπω,

283ὅς τε κατ’ ἀμβαθμοὺς πετρώδεας αἰὲν ἰαύει,

284τρηχὺν ὑπάρπεζον θαλάμην ὀλιγήρεα τεύχων·

285ἔνθ’ εἰλυθμὸν ἔχεσκεν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς.

286Μήκει μὲν ποδὸς ἴχνος ἰσάζεται, αὐτὰρ ἐπ’ εὖρος

287τέτρυται μύουρος ἀπὸ φλογέοιο καρήνου,

288ἄλλοτε μὲν χροιῇ ψολόεις, ὁτὲ δ’ ἔμπαλιν αἰθός.

289Δειρὴν δ’ ἐσφήκωται ἅλις, πεδανὴ δέ οἱ οὐρὴ

290ζαχρειὲς θλιφθεῖσα παρομφάλιος τετάνυσται.

291Τοῦ μὲν ὑπὸ νιφόεντα κεράστα δοιὰ μετώπῳ

292ἔγκειται πάρνοψι φάη λογάδας τι προσεικῆ·

293σμερδαλέον δ’ ἐπί οἱ λαμυρὸν πέφρικε κάρηνον.

294Δοχμὰ δ’ ἐπισκάζων ὀλίγον δέμας οἷα κεράστης

295μέσσου ὅγ’ ἐκ νώτου βαιὸν πλόον αἰὲν ὀκέλλει,

296γαίῃ ἐπιθλίβων νηδὺν, φολίσιν δὲ καὶ οἴμῳ

297παῦρον ὑποψοφέων καλάμης χύσιν οἷα διέρπει.

298Νύχματι δ’ ἀρχομένῳ μὲν ἐπιτρέχει ἄχροον οἶδος

299κυάνεον· κραδίῃ δὲ κακὸν περιτέτροφεν ἄλγος·

300γαστὴρ δ’ ὑδατόεσσα διέσσυτο, νυκτὶ δὲ πρώτῃ

301αἷμα διὲκ ῥινῶν τε καὶ αὐχένος ἠδὲ δι’ ὤτων

302πιδύεται, χολόεντι νέον πεφορυγμένον ἰῷ·

303οὖρα δὲ φοινίσσοντα παρέδραμεν· αἱ δ’ ἐπὶ γυίοις

304ὠτειλαὶ ῥήγνυνται, ἐπειγόμεναι χροὸς ἄτῃ.

305Μή ποτέ τοι θήλει’ αἱμορροῒς ἰὸν ἐνείη·

306τῆς γὰρ ὀδαξαμένης τὰ μὲν ἀθρόα πίμπραται οὖλα

307ῥιζόθεν, ἐξ ὀνύχων δὲ κατείβεται ἀσταγὲς αἶμα·

308οἱ δὲ φόνῳ μυδόεντες ἀναπλείουσιν ὀδόντες.

309Εἰ δ’ ἔτυμον, Τροίηθεν ἰοῦσ’ ἐχαλέψατο φύλοις

310Αἰνελένη, ὅτε νῆα πολύστροιβον παρὰ Νεῖλον

311ἔστησαν βορέαο κακὴν προφυγόντες ὁμοκλήν,

312ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβον

313Θώνιος ἐν ψαμάθοις ἀθρήσατο· τύψε γὰρ εὐνῇ

314αὐχέν’ ἀποθλιφθεῖσα καὶ ἐν βαρὺν ἤρυγεν ἰὸν

315αἱμοροῒς θήλεια, κακὸν δέ οἱ ἔχραε κοῖτον.

316Τῷ δ’ Ἑλένη μέσον ὁλκὸν ἐνέθλασε, θραῦσε δ’ ἀκάνθης

317δεσμὰ πέριξ νωταία, ῥάχις δ’ ἐξέδραμε γυίων.

318Ἐξόθεν αἱμορόοι σκολιοπλανέες τε κεράσται

319οἶοι χωλεύουσι κακηπελίῃ βαρύθοντες.

320Εὖ δ’ ἂν σηπεδόνος γνοίης δέμας, ἄλλο μὲν εἴδει

321αἱμορόῳ σύμμορφον, ἀτὰρ στίβον ἀντί’ ὀκέλλει·

322καὶ κεράων δ’ ἔμπλην δέμας ἄμμορον, ἡ δέ νυ χροιὴ

323οἵη περ τάπιδος λασίῳ ἐπιδέδρομε τέρφει·

324κράατι δ’ ἐμβαρύθει, ἐλάχεια δὲ φαίνεται οὐρὴ

325ἐσσυμένῃ· σκολιὴν γὰρ ὁμῶς ἐπιτείνεται ἄκρην.

326Τῆς δ’ ἤτοι ὀλοὸν καὶ ἐπώδυνον ἔπλετο ἕλκος

327σηπεδόνος, νέμεται δὲ μέλας ὀλοφώιος ἰὸς

328πᾶν δέμας, αὐαλέῃ δὲ περὶ χροῒ καρφομένη θρὶξ

329σκίδναται, ὡς γήρεια καταψηχθέντος ἀκάνθης·

330ἐκ μὲν γὰρ κεφαλῆς τε καὶ ὀφρύος ἀνδρὶ τυπέντι

331ῥαίονται, βλεφάρων δὲ μέλαιν’ ἐξέφθιτο λάχνη·

332ἅψεα δὲ τροχόεντες ἐπιστίζουσι μὲν ἀλφοὶ,

333λεῦκαι τ’ ἀργινόεσσαν ἐπισσεύουσιν ἔφηλιν.

334Ναὶ μὴν διψάδος εἶδος ὁμώσεται αἰὲν ἐχίδνῃ

335παυροτέρης, θανάτου δὲ θοώτερος ἵξεται αἶσα,

336οἷσιν ἐνισκίμψῃ βλοσυρὸν δάκος· ἤτοι ἀραιὴ

337αἰὲν ὑποζοφόεσσα μελαίνεται ἄκροθεν οὐρή·

338δάχματι δ’ ἐμφλέγεται κραδίη πρόπαν, ἀμφὶ δὲ καύσῳ

339χείλε’ ὑπ’ ἀζαλέης αὐαίνεται ἄβροχα δίψης·

340αὐτὰρ ὅγ’, ἠύτε ταῦρος ὑπὲρ ποταμοῖο νενευκὼς,

341χανδὸν ἀμέτρητον δέχεται ποτὸν, εἰσόκε νηδὺς

342ὀμφαλὸν ἐξέρρηξε, χέῃ δ’ ὑπεραχθέα φόρτον.

343γύγιος δ’ ἄρα μῦθος ἐν αἰζηοῖσι φορεῖται,

344ὡς, ὁπότ’ οὐρανὸν ἔσχε Κρόνου πρεσβίστατον αἷμα,

345νειμάμενος κασίεσσιν ἑκὰς περικυδέας ἀρχὰς

346ἰδμοσύνῃ νεότητα γέρας πόρεν ἡμερίοισι

347κυδαίνων· δὴ γάρ ῥα πυρὸς ληΐστορ’ ἔνιπτον,

348ἄφρονες· οὐ γὰρ τῆς γε κακοφραδίης ἀπόνηντο.

349Νωθεῖς γὰρ κάμνοντες ἀμορβεύοντο λεπάργῳ

350δῶρα· πολύσκαρθμος δὲ κεκαυμένος αὐχένα δίψῃ

351ῥώετο· γωλειοῖσι δ’ ἰδὼν ὁλκήρεα θῆρα

352οὐλοὸν ἐλλιτάνευε κακῇ ἐπαλαλκέμεν ἄτῃ

353σαίνων· αὐτὰρ ὃ βρῖθος, ὃ δή ῥ’ ἀνεδέξατο νώτοις,

354ᾔτεεν ἄφρονα δῶρον· ὃ δ’ οὐκ ἀπανήνατο χρειοῖ.

355Ἐξοτε γηραλέον μὲν ἀεὶ φλόον ἑρπετὰ βάλλει

356ὁλκήρη, θνητοὺς δὲ κακὸν περὶ γῆρας ὀπάζει·

357νοῦσον δ’ ἀζαλέην βρωμήτορος οὐλομένη θὴρ

358δέξατο, καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.

359Νῦν δ’ ἄγε χερσύδροιο καὶ ἀσπίδος εἴρεο μορφὰς

360ἰσαίας· πληγῇ δὲ κακήθεα σήμαθ’ ὁμαρτεῖ·

361πᾶσα γὰρ ὑδαλέη ῥινὸς περὶ σάρκα μυσαχθὴς

362νειόθι πιτναμένη μυδόεν τεκμήρατο νύχμα,

363σηπεδόσι φλιδόωσα· τὰ δ’ ἄλγεα φῶτα δαμάζει

364μυρία πυρπολέοντα· θοαὶ δ’ ἐπὶ γυῖα χέονται

365πρηδόνες, ἄλλοθεν ἄλλαι ἐπημοιβοὶ κλονέουσαι.

366Ὃς δ’ ἤτοι τὸ πρὶν μὲν ὑπὸ βροχθώδεϊ λίμνῃ

367ἄσπειστον βατράχοισι φέρει κότον· ἀλλ’ ὅταν ὕδωρ

368σείριος αὐήνῃσι, τρύγη δ’ ἐν πυθμένι λίμνης,

369καὶ τόθ’ ὅγ’ ἐν χέρσῳ τελέθει ψαφαρός τε καὶ ἄχρους,

370θάλπων ἠελίῳ βλοσυρὸν δέμας· ἐν δὲ κελεύθοις

371γλώσσῃ ποιφύγδην νέμεται διψήρεας ὄγμους.

372Τὸν δὲ μετ’ ἀμφίσβαιναν ὀλίζωνα βραδύθουσαν

373δήεις ἀμφικάρηνον, ἀεὶ γλήνῃσιν ἀμυδρήν·

374ἀμβλὺ γὰρ ἀμφοτέρωθεν ἐπιπρονένευκε γένειον

375νόσφιν ἀπ’ ἀλλήλων· χροιή γε μὲν ἠύτε γαίης,

376ῥωγαλέον φορέουσα περιστιβὲς αἰόλον ἔρφος.

377Τὴν μὲν, ὅθ’ ἁδρύνηται, ὀροιτύποι οἷα βατῆρα

378κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο

379δέρματος ἐσκύλευσαν, ὅτε πρώτιστα πέφανται,

380πρόσθε βοῆς κόκκυγος ἐαρτέρου· ἣ δ’ ὀνίνησι

381ῥινῷ δυσπαθέοντας, ὅτ’ ἐν παλάμῃσιν ἀεργοῖς

382μάλκαι ἐπιπροθέωσιν ὑπὸ κρυμοῖο δαμέντων,

383ἠδ’ ὁπόταν νεύρων ξανάᾳ κεχαλασμένα δεσμά.

384Δήεις καὶ σκυτάλην ἐναλίγκιον ἀμφισβαίνῃ

385εἶδος, ἀτὰρ πάχετόν τε καὶ οὐτιδανὴν ἐπὶ σειρὴν

386μάσσον’, ἐπεὶ σκυτάλης μὲν ὅσον σμινύοιο τέτυκται

387στειλειὸν πάχετος, τῆς δ’ ἕλμινθος πέλει ὅλκος,

388ἠὲ καὶ ἔντερα γῆς οἷα τρέφει ὄμβριμος αἶα.

389Οὐδ’ ἄρ’, ὅταν χαράδρεια λίπῃ καὶ ῥωγάδα πέτρην

390ἦρος ἀεξομένου ὁπόσ’ ἑρπετὰ γαῖα φαείνει,

391ἀκρεμόνος μαράθοιο χυτὸν περιβόσκεται ἔρνος,

392εὖτ’ ἂν ὑπ’ ἠελίοιο περὶ φλόον ἅψεα βάλλῃ,

393ἀλλ’ ἥγ’ ἀρπέζαις τε καὶ ἐν νεμέεσσι πεσοῦσα

394φωλεύει βαθύυπνος, ἀπ’ εἰκαίης δὲ βοτεῖται

395γαίης, οὐδ’ ἀπὸ δίψος ἀλέξεται ἱεμένη περ.

396Τεκμαίρευ δ’ ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων

397ἑρπηστῶν βασιλῆα· τὸ μὲν δέμας ὀξυκάρηνος,

398ξανθὸς, ἐπὶ τρία δῶρα φέρων μῆκός τε καὶ ἰθύν.

399Οὐκ ἄρα δὴ κείνου σπειραχθέα κνώδαλα γαίης

400ἰυγὴν μίμνουσιν, ὅτ’ ἐς νομὸν ἠὲ καὶ ὕλην

401ἠὲ καὶ ἀρδηθμοῖο μεσημβρινὸν ἀίξαντες

402μείρονται, φύζῃ δὲ παλιντροπέες φορέονται.

403Τύμματι δ’ ἐπρήσθη φωτὸς δέμας, αἱ δ’ ἀπὸ γυίων

404σάρκες ἀπορρείουσι πελιδναί τε ζοφεραί τε·

405οὐδέ τις οὐδ’ οἰωνὸς ὑπὲρ νέκυν ἴχνια τείνας,

406αἰγυπιοὶ, γῦπές τε, κόραξ τ’ ὀμβρήρεα κρώζων,

407οὐδὲ μὲν ὅσσα τε φῦλ’ ὀνομάζεται οὔρεσι θηρῶν.

408δαίνυνται· τοῖόν περ ἀυτμένα δεινὸν ἐφίει.

409Εἰ δ’ ὀλοὴ βούβρωστις ἀιδρείηφι πελάσσῃ,

410αὐτοῦ οἱ θάνατός τε καὶ ὠκέα μοῖρα τέτυκται.

411Κῆρα δέ τοι δρυΐναο πιφαύσκεο, τόν τε χέλυδρον

412ἐξέτεροι καλέουσιν· ὁ δ’ ἐν δρυσὶν οἰκία τεύξας

413ἢ ὅγε που φηγοῖσιν ὀρεσκεύει περὶ βήσσας.

414Ὕδρον μιν καλέουσι, μετεξέτεροι δὲ χέλυδρον,

415ἔστε βρύα προλιπὼν καὶ ἕλος καὶ ὁμήθεα λίμνην

416ἀγρώσσων λειμῶσι μολουρίδας ἢ βατραχῖδας

417σπέρχεται ἐκ μύωπος ἀήθεα δέγμενος ὁρμήν,

418ἔνθα κατὰ πρέμνον κοίλης ὑπεδύσατο φηγοῦ

419ὀξὺς ἀλεὶς, κοῖτον δὲ βαθεῖ ἐνεδείματο θάμνῳ.

420Αἰθαλόεις μὲν νῶτα, κάρη γε μὲν ἁρπεδὲς αὔτως

421ὕδρῳ ἐισκόμενον· τὸ δ’ ἀπὸ χροὸς ἐχθρὸν ἄηται,

422οἷον ὅτε πλαδόωντα περὶ σκύλα καὶ δέρε’ ἵππων

423γναπτόμενοι μυδόωσιν ὑπ’ ἀρβήλοισι λάθαργοι.

424Ἤτοι ὅταν κώληπας ἢ ἐν ποδὸς ἴχνεϊ τύψῃ,

425χρωτὸς ἄπο πνιγόεσσα κεδαιομένη φέρετ’ ὀδμή.

426Τοῦ δ’ ἤτοι περὶ τύμμα μέλαν κορθύεται οἶδος·

427ἐν δὲ νόον πεδόωσιν ἀλυσθαίνοντος ἀνῖαι

428ἐχθόμεναι · χροιὴ δὲ μόγῳ αὐαίνεται ἀνδρός.

429ῥινοὶ δὲ πλαδόωσιν ἐπὶ χροΐ, τοῖά μιν ἰὸς

430ὀξὺς ἀεὶ νεμέθων ἐπιβόσκεται· ἀμφὶ καὶ ἀχλὺς

431ὄσσε κατακρύπτουσα κακοσταθέοντα δαμάζει·

432οἳ δέ τε μηκάζουσι, περιπνιγέες τε πέλονται·

433οὖρα δ’ ἀπέστυπται· τοτὲ δ’ ἔμπαλιν ὑπνώοντες

434ῥέγκουσιν, λυγμοῖσι βαρυνόμενοι θαμέεσσιν,

435ἢ ἀπερευγόμενοι ἔμετον χολοειδέα δειρῆς,

436ἄλλοτε δ’ αἱματόεντα· κακὴ δ’ ἐπιδίψιος ἄτη

437ἐσχατιῇ μογέουσι τρόμον κατεχεύατο γυίοις.

438Φράζεο δὲ χλοάοντα δαεὶς κύανόν τε δράκοντα,

439ὅν ποτε Παιήων λασίῃ ἐνεθρέψατο φηγῷ

440Πηλίῳ ἐν νιφόεντι Πελεθρόνιον κατὰ βῆσσαν.

441Ἤτοι ὅγ’ ἄγλαυρος μὲν ἐείδεται, ἐν δὲ γενείῳ

442τρίστοιχοι ἑκάτερθε περιστιχόωσιν ὀδόντες·

443πιόνα δ’ ἐν σκυνίοισιν ὑπ’ ὄθματα· νέρθε δὲ πώγων

444αἰὲν ὑπ’ ἀνθερεῶνι χολοίβαφος. Οὐ μὲν ὅγ’ αὕτως

445ἐγχρίμψας ἤλγυνε, καὶ ἢν ἔκπαγλα χαλεφθῇ·

446βληχρὸν γὰρ μυὸς οἷ’ ἀμυληβόρου ἐν χροῒ νύχμα

447εἴδεται αἱμαχθέντος ὑπὸ κραντῆρος ἀραιοῦ.

448Τῷ μέν τ’ ἔκπαγλον κοτέων βασιλήιος ὄρνις

449αἰετὸς ἐκ παλαχῆς ἐπαέξεται, ἀντία δ’ ἐχθρὴν

450δῆριν ἄγει γενύεσσιν, ὅταν βλώσκοντα καθ’ ὕλην

451δέρκηται· πάσας γὰρ ὅγ’ ἠρήμωσε καλιὰς,

452αὕτως ὀρνίθων τε τόκον κτίλα τ’ ὤεα βρύκων·

453αὐτὰρ ὃ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωὸν

454ῥεῖα δράκων ἤμερσε νέον μάρψαντος ὄνυξι,

455θάμνου ὑπαΐξας· ὁ δ’ ἀλεύεται· ἀμφὶ δὲ δαιτὸς

456μάρνανθ’· ἱπτάμενον δὲ πέριξ ἀτέλεστα διώκει

457σπειρηθεὶς καὶ λοξὸν ὑποδρὰξ ὄμμασι λεύσσων.

458Εἴ γε μὲν Ἡφαίστοιο χαλαίποδος ἐν πτυχὶ νήσου

459βήσεαι ἠὲ Σάμον δυσχείμερον, αἵ τ’ ἐνὶ κόλπῳ

460Θρηϊκίῳ βέβληνται ἑκὰς, Ῥησκυνθίδος Ἥρης

461Ἕβρος ἵνα, Ζωναῖά τ’ ὄρη χιόνεσσι φάληρα

462καὶ δρύες Οἰαγρίδαο, τόθι Ζηρύνθιον ἄντρον,

463δήεις κεγχρίνεω δολιχὸν τέρας, ὅν τε λέοντα

464αἰόλον αὐδάξαντο, περίστικτον φολίδεσσι·

465τοῦ πάχετος μῆκός τε πολύστροφον· αἶψα δὲ σαρκὶ

466πυθεδόνας κατέχευε δυσαλθέας· αἳ δ’ ἐπὶ γυίοις

467ἰοβόροι βόσκονται· ἀεὶ δ’ ὑπὸ νηδύσιν ὕδρωψ

468ἄλγεσιν ἐμβαρύθουσα κατὰ μέσον ὀμφαλὸν ἵζει.

469Ἤτοι ὅτ’ ἠελίοιο θερειτάτη ἵσταται ἀκτὶς,

470οὔρεα μαιμώσσων ἐπινίσσεται ὀκριόεντα,

471αἵματος ἰσχανόων, καὶ ἐπὶ κτίλα μῆλα δοκεύων,

472ἢ Σάου ἠὲ Μοσύχλου ὅτ’ ἀμφ’ ἐλάτῃσι μακεδναῖς

473ἄγραυλοι ψύχωσι, λελοιπότες ἔργα νομήων·

474μὴ σύ γε θαρσαλέος περ ἐὼν θέλε βήμεναι ἄντην

475μαινομένου, μὴ δή σε καταπλέξῃ καὶ ἀνάγχῃ

476πάντοθι μαστίζων οὐρῇ δέμας, ἐν δὲ καὶ αἷμα

477λαιφάξῃ, κληῖδας ἀναρρήξας ἑκάτερθεν.

478Φεῦγε δ’ ἀεὶ σκολιήν τε καὶ οὐ μίαν ἀτραπὸν ἴλλων.

479δοχμὸς ἀνακρούων θηρὸς πάτον· ἦ γὰρ ὃ δεσμοὺς

480βλάπτεται ἐν καμπῇσι πολυστρέπτοισιν ἀκάνθης,

481ἰθεῖαν δ’ ὢκιστος ἐπιδρομάδην στίβον ἕρπει.

482Τοῖος Θρηικίῃσιν ὄφις νήσοισι πολάζει.

483Ἔνθα καὶ οὐτιδανοῦ περ ἀπεχθέα βρύγματ’ ἔασιν

484ἀσκαλάβου· τὸν μέν τ’ ἐρέει φάτις, οὕνεκ’ Ἀχαιὴ

485Δημήτηρ ἔβλαψεν, ὅθ’ ἅψεα σίνατο παιδὸς

486Καλλίχορον παρὰ φρεῖαρ, ὅτ’ ἐν Κελεοῖο θεράπναις

487ἀρχαίη Μετάνειρα θεὴν δείδεκτο περίφρων.

488Ἄλλα γε μὴν ἄβλαπτα κινώπετα βόσκεται ὕλην,

489δρυμούς καί λασιῶνας ἀμορβαίους τε χαράδρας,

490οὓς ἔλοπας λίβυάς τε πολυστεφέας τε μυάγρους

491φράζονται, σὺν δ’ ὅσσοι ἀκοντίαι ἠδὲ μόλουροι,

492ἢ ἔτι που τυφλῶπες ἀπήμαντοι φορέονται.

493Τῶν μὲν ἐγὼ θρόνα πάντα καὶ ἀλθεστήρια νούσων,

494φύλλα τε ῥιζοτόμον τε διείσομαι ἀνδράσιν ὤρην,

495πάντα διαμπερέως καὶ ἀπηλεγὲς, οἷσιν ἀρήγων

496ἀλθήσῃ νούσοιο κατασπέρχουσαν ἀνίην.

497Τὰς μὲν ἔτι βλύοντι φόνῳ περιαλγέι ποίας

498δρέψασθαι νεοκμῆτας (ὃ γὰρ προφερέστατον ἄλλων),

499χώρῳ ἵνα κνῶπες θαλερὴν βόσκονται ἀν’ ὕλην.

500Πρώτην μὲν Χείρωνος ἐπαλθέα ῥίζαν ἑλέσθαι,

501Κενταύρου Κρονίδαο φερώνυμον, ἥν ποτε Χείρων

502Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ·

503τῆς μὲν ἀμαρακόεσσα χυτὴ περιδέδρομε χαίτη,

504ἄνθεα δὲ χρύσεια φαείνεται· ἡ δ’ ὑπὲρ αἴης

505ῥίζα καὶ οὐ βυθόωσα Πελεθρόνιον νάπος ἴσχει.

506Ἣν σὺ καὶ αὐαλέην, ὁτὲ δ’ ἔγχλοον ὅλμῳ ἀράξας

507φυρσάμενος κοτύλῃ πιέειν μενοεικέος οἴνης·

508παντὶ γὰρ ἄρκιός ἐστι· τό μιν πανάκειον ἔπουσιν.

509Ἤτοι ἀριστολόχεια παλίσκιος ἐνδατέοιτο,

510φύλλ’ ἅτε κισσήεντα περικλυμένοιο φέρουσα·

511ἄνθεα δ’ ὑσγίνῳ ἐνερεύθεται· ἡ δέ οἱ ὀδμὴ

512σκίδναται ἐμβαρύθουσα· μέσον δ’ ὡς ἀχράδα καρπὸν

513μυρτάδος ἐξ ὄχνης ἐπιόψεαι ἢ σύ γε βάκχης·

514ῥίζα δὲ θηλυτέρης μὲν ἐπιστρογγύλλεται ὄγκῳ,

515ἄρσενι δ’ αὖ δολιχή τε καὶ ἄμ πυγόνος βάθος ἴσχει,

516πύξου δὲ χροιῇ προσαλίγκιος Ὠρικίοιο.

517Τὴν ἤτοι ἔχιός τε καὶ αἰνοπλῆγος ἐχίδνης

518ἀγρεύσεις ὄφελος περιώσιον· ἔνθεν ἀπορρὼξ

519δραχμαίη μίσγοιτο ποτῷ ἔνι κιρράδος οἴνης.

520Ναὶ μὴν καὶ τρίσφυλλον ὀπάζεο κνωψὶν ἀρωγὴν,

521ἠέ που ἐν τρήχοντι πάγῳ ἢ ἀποσφάγι βήσσῃ,

522τὴν ἤτοι μινυανθὲς, ὁ δὲ τριπέτηλον ἐνίσποι,

523χαίτην μὲν λωτῷ, ῥυτῇ γε μὲν εἴκελον ὀδμήν.

524Ἤτοι ὅτ’ ἄνθεα πάντα καὶ ἐκ πτίλα ποικίλα χεύῃ,

525οἷόν τ’ ἀσφάλτου ἀπερεύγεται· ἔνθα κολούσας

526σπέρμαθ’ ὅσον κύμβοιο τραπεζήεντος ἑλέσθαι

527καρδόπῳ ἐντρίψας, πιέειν δ’ ὀφίεσσιν ἀρωγήν.

528Νῦν δ’ ἄγε τοι ἐπίμικτα νόσων ἀλκτήρια λέξω.

529Θρινακίην μὲν ῥίζαν ἕλευ γυιαλθέα θάψου

530σμώξας, ἐν δὲ σπέρμα χυτὸν λευκανθέος ἄγνου,

531νῆριν, πηγάνιόν τε περιβρυὲς, ἐν δέ τε θύμβρης

532δρεψάμενος βλαστὸν χαμαιευνάδος, ἥ τε καθ’ ὕλην

533οἵας θ’ ἑρπύλλοιο περὶ ῥάδικας ἀέξει.

534Ἄγρει δ’ ἀσφοδέλοιο διανθέος ἄλλοτε ῥίζαν,

535ἄλλοτε καὶ καυλεῖον ὑπέρτερον ἀνθερίκοιο.

536πολλάκι δ’ ἐν καὶ σπέρμα, τό τε λοβὺς ἀμφὶς ἀέξει·

537ἠὲ καὶ ἑλξίνην, τήν τε κλύβατιν καλέουσιν,

538ὕδασι τερπομένην καὶ ἀεὶ θάλλουσαν ἰάμνοις·

539πῖνε δ’ ἐνιτρίψας κοτυλήρυτον ὄξος ἀφύσσων

540ἢ οἴνης· ῥέα δ’ αὖτε καὶ ὕδατι κῆρας ἀλύξεις.

541Ἑσθλὴν δ’ Ἀλκιβίου ἔχιος περιφράζεο ῥίζαν,

542τῆς καὶ ἀκανθοβόλος μὲν ἀεὶ περιτέτροφε χαίτη,

543λείρια δ’ ὡς ἴα τοῖα περιτρέφει· ἡ δὲ βαθεῖα

544καὶ ῥαδινὴ ὑπένερθεν ἀέξεται οὔδεϊ ῥίζα.

545Τὸν μὲν ἔχις βουβῶνος ὑπὲρ νεάτοιο χαράξας

546ἄντλῳ ἐνυπνώοντα χυτῆς παρὰ τέλσον ἅλωος

547εἶθαρ ἀνέπνευσεν καμάτου βίῃ · αὐτὰρ ὃ γαίης

548ῥίζαν ἐρυσσάμενος τὸ μὲν ἕρκεϊ θρύψεν ὀδόντων

549θηλάζων, τὸ δὲ πέσκος ἑῷ περὶ κάββαλεν ἕλκει.

550Ἦ μὴν καὶ πρασίοιο χλοανθέος ἔρνος ὀλόψας

551χραισμήσεις ὀφίεσσι πιὼν ἀργῆτι μετ’ οἴνῳ,

552ἥ τε καὶ ἀστόργοιο κατείρυσεν οὔθατα μόσχου

553πρωτογόνου, στέργει δὲ περισφαραγεῦσα γάλακτι·

554τὴν ἤτοι μελίφυλλον ἐπικλείουσι βοτῆρες,

555οἱ δὲ μελίκταιναν· τῆς γὰρ περὶ φύλλα μέλισσαι

556ὀδμῇ θελγόμεναι μέλιτος ῥοιζηδὸν ἴενται.

557Ἠὲ σύ γ’ ἐγκεφάλοιο περὶ σμήνιγγας ἀραιὰς

558ὄρνιθος λέψαιο κατοικάδος· ἄλλοτ’ ὀμόρξαις

559ψηχρὰ πολύκνημον καὶ ὀρίγανον, ἢ ἀπὸ κάπρου

560ἥπατος ἀκρότατον κέρσαι λοβὸν, ὅς τε τραπέζης

561ἐκφύεται, νεύει δὲ χολῆς σχεδὸν ἠδὲ πυλάων·

562καὶ τὰ μὲν ἂρ σύμμικτα πιεῖν ἢ ἀπ’ ἄνδιχα κόψας

563ὄξεος ἢ οἴνης· πλεῖον δ’ ἄκος ἕψεται οἴνῃ.

564Ἐν δὲ φόβην ἐρύσασθαι ἀειθαλέος κυπαρίσσου

565ἐς ποτὸν, ἢ πάνακες, ἢ κάστορος οὐλοὸν ὄρχιν

566ἢ ἵππου, τὸν Νεῖλος ὑπὲρ Σάιν αἰθαλόεσσαν

567βόσκει, ἀρούρῃσιν δὲ κακὴν ἐπιβάλλεται ἅρπην·

568ὅς τε καὶ ἐκ ποταμοῖο λιπὼν ζάλον ἰλυόεντα,

569χιλοὶ ὅτε χλοάουσι, νέον δ’ ἀπεχεύατο ποίη,

570τόσσον ἐπιστείβων λείπει βυθόν, ὁσσάτιόν περ

571ἐκνέμεται γενύεσσι παλίσσυτον ὄγμον ἐλαύνων.

572Τοῦ μὲν ἀποπροταμὼν δραχμῆς βάρος ἰσοφαρίζειν,

573ὕδατι δ’ ἐμπίσαιο, κύτει ἐναολλέα κόψας.

574Μηδὲ σύ γ’ ἀβροτόνου ἐπιλήθεο, μηδέ τι δάφνης

575καρπὸν ἀραιοτέρης· μάλα δ’ ἂν καὶ ἀμάρακος εἴη

576χραισμήεις πρασιῇ τε καὶ ἀνδήροισι χλοάζων·

577ἐν δὲ τίθει τάμισον σκίνακος νεαροῖο λαγωοῦ

578ἢ προκὸς ἠὲ νεβροῖο πάροιθ’ ἀπὸ λύματα κόψας,

579ἢ ἐλάφου νηδὺν, τὸ μὲν ἂρ καλέουσιν ἐχῖνον,

580ἄλλοι δ’ ἐγκατόεντα κεκρύφαλον· ὧν ἀπερύσσας

581δραχμάων ὅσσον τε δύω καταβάλλεο μοίρας

582τέτρασιν ἐν κυάθοις μέθυος πολιοῦ ἐπιμίξας.

583Μηδέ σέ γε χραίσμη πολίου λάθοι ἠὲ κέδροιο,

584ἄρκευθος, σφαῖραί τε θερειλεχέος πλατάνοιο,

585σπέρματα βουπλεύρου τε καὶ Ἰδαίης κυπαρίσσου,

585b* * * * * * * * * * * * * *

586ἠὲ καὶ ἐξ ἐλάφοιο ταμὼν πηρῖνα θοραίην·

587πάντα γὰρ ἀλθήσει καὶ ἀθέσφατον ἐκ μόγον ὤσει.

588Τὴν δὲ μετ’ ἐξετέρην θανάτου φύξιν τε καὶ ἀλκὴν

589φράζεο κουλυβάτειαν ἑλών· τροχαλῷ δ’ ἐνὶ λίγδῳ

590σώχειν, ἐν δέ τέ οἱ κοτύλην πτισάνοιο χέασθαι,

591ἐν δὲ δύω κυάθεια παλαισταγέος οἴνοιο.

592ἐν δὲ καὶ ἀργέσταο λίπευς ἰσόμοιρον ἐλαίου·

593φύρσας δὲ πληγῇσι χολοιβόρον ἰὸν ἐρύξεις.

594Ἄγρει δ’ ἑξάμορον κοτύλης εὐώδεα πίσσαν,

595καὶ χλοεροῦ νάρθηκος ἀπὸ μέσον ἦτρον ὀλόψας,

596ἠὲ καὶ ἱππείου μαράθου πολυαυξέα ῥίζαν

597κεδρίσιν ἐντρίψας, ἐλεοθρέπτου τε σελίνου

598σπέρματα· μεστωθὲν δὲ χάδοι βάθος ὀξυβάφοιο.

599Ἔνθα καὶ ἱππείου προταμὼν σπερμεῖα σελίνου,

600δραχμάων δὲ δύω σμύρνης ἐχεπευκέος ἄχθη,

601ἐν δὲ θερειγενέος καρπὸν κεράσαιο κυμίνου

602στήσας ἠὲ χύδην τε καὶ ἄστατον ἀμφικυκήσας·

603πῖνε δὲ μιξάμενος κυάθῳ τρὶς ἀφύξιμον οἴνην.

604Νάρδου δ’ εὐστάχυος δραχμήιον ἄχθος ἑλέσθαι,

605σὺν δὲ καὶ ὀκταπόδην ποταμοῦ ἀποσυληθέντα

606καρκίνον ἐνθρύψαιο νεοβδάλτοιο γάλακτος,

607ἶριν θ’, ἥν ἔθρεψε Δρίλων καὶ Νάρονος ὄχθαι,

608Σιδονίου Κάδμοιο θεμείλιον Ἁρμονίης τε·

609ἔνθα δύω δασπλῆτε νομὸν στείβουσι δράκοντες.

610Λάζεο δ’ ἀνθεμόεσσαν ἄφαρ τανύφυλλον ἐρείκην,

611ἥν τε μελισσαῖος περιβόσκεται οὐλαμὸς ἕρπων·

612καὶ μυρίκης λάζοιο νέον πανακαρπέα θάμνον,

613μάντιν ἐν αἰζηοῖσι γεράσμιον· ᾗ ἐν Ἀπόλλων

614μαντοσύνας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν·

615μὶξ δὲ κονυζῆεν φυτὸν ἔγχλοον, ἠδὲ καὶ ἀκτῆς

616καυλοὺς ἠνεμόεντας, ἰδὲ πτίλα πολλὰ καὶ ἄνθη

617σαμψούχου, κύτισόν τε καὶ εὐγλαγέας τιθυμάλλους·

618πάντα δὲ λίγδῳ θρύπτε, καὶ ἐν σκαφίδεσσι δοχαίαις

619φαρμάσσων μέθυ κεῖνο χοὸς δεκάτῃ ἐνὶ μοίρῃ.

620Ἀλλ’ ἤτοι γερύνων καναχοὶ περίαλλα τοκῆες

621βάτραχοι ἐν χύτρῃσι καθεψηθέντες ἄριστοι

622βάμματι· πολλάκι δ’ ἧπαρ ἐνὶ σχεδίῃ ποθὲν οἴνῃ,

623ἢ αὐτοῦ σίνταο κάρη κακὸν ἄλλοτε νύμφαις

624ἐμπισθὲν, τοτὲ δ’ οἴνου ἐνὶ σταγόνεσσιν ἀρήξει.

625Μὴ σύ γ’ ἑλιχρύσοιο λιπεῖν πολυδευκέος ἄνθην,

626κόρκορον ἢ μύωπα, πανάκτειόν τε κονίλην,

627ἥν τε καὶ Ἡράκλειον ὀρίγανον ἀμφὶς ἔπουσι·

628σὺν καὶ ὄνου πετάλειον ὀριγάνου, αὖά τε θύμβρης

629στρομβεῖα ψώχοιο, κακῆς ἐμφόρβια νούσου.

630Ἄγρει μὰν ὀλίγαις μηκωνίσι ῥάμνον ἐίσην

631ἐρσομένην, ἀργῆτι δ’ ἀεὶ περιδέδρομεν ἄνθῃ·

632τὴν ἤτοι φιλεταιρίδ’ ἐπίκλησιν καλέουσιν

633ἀνέρες, οἱ Τμώλοιο παραὶ Γύγαό τε σῆμα

634Παρθένιον ναίουσι λέπας, τόθι Κίλβιν ἀεργοὶ

635ἵπποι χιλεύουσι καὶ ἀντολαί εἰσι Καύστρου.

636Νῦν δ’ ἄγε τοι ῥίζας ἐρέω ἐχίεσσιν ἀρωγούς.

637Ἔνθα δύω ἐχίεια πιφαύσκεο· τῆς δὲ τὸ μέν που

638ἀγχούσῃ προσέοικεν ἀκανθῆεν πετάλειον·

639παῦρον ἐπεὶ, τυτθὸν δὲ καὶ ἐν χθονὶ πυθμένα τείνει.

640Ἡ δ’ ἑτέρη πετάλοισι καὶ ἐν καυλοῖσι θάλεια,

641ὑψηλή· ὀλίγῳ δὲ πέριξ καλχαίνεται ἄνθει·

642βλάστη δ’ ὡς ἔχιος, σφεδανὸν δ’ ἐφύπερθε, κάρηαρ.

643Τῶν μὲν ἀπ’ ἀνδρακάδα προταμὼν ἰσήρεα χραισμεῖν

644ἢ σφέλαι ἢ ὅλμῳ κεάσας ἢ ῥωγάδι πέτρῃ.

645Καί τε σύ γ’ ἠρύγγοιο καὶ ἀνθήεντος ἀκάνθου

646ῥίζεα λειήναιο, φέροις δ’ ἰσορρεπὲς ἄχθος

647ἀμφοῖιν κλώθοντος ἐν ἀρπέζῃσιν ἐρίνου·

648λάζεο δ’ εὐκνήμοιο κόμην βρίθουσαν ὀρείου

649καὶ σπέραδος Νεμεαῖον ἀειφύλλοιο σελίνου·

650σὺν δὲ καὶ ἀννήσοιο τὸ διπλόον ἄχθος ἀείραι

651ῥίζαις ὁλκήεσσαν ὑπὸ πλάστιγγα πεσοῦσαν·

652καὶ τὰ μὲν ὀργάζοιο, καὶ εἰν ἑνὶ τεύχεϊ μίξας

653ἄλλοτε μέν τ’ ἐχίων ὀλοὸν σίνος, ἄλλοτε τύμμα

654σκορπιόεν, τοτὲ δάχματ’ ἐπαλθήσαιο φάλαγγος,

655τριπλόον ἐνθρύπτων ὀδελοῦ βάρος ἔνδοθεν οἴνης.

656Φράζεο δ’ αἰγλήεντα χαμαίλεον ἠδὲ καὶ ὀρφνόν·

657δοιοὶ δ’ ἀμφὶς ἔασιν· ὁ μὲν ζοφοείδελος ὠπὴν

658ἤικται σκολύμῳ, τροχεὴν δ’ ἀπεχεύατο χαίτην·

659ῥίζα δέ οἱ βριαρή τε καὶ αἴθαλος, ἠδ’ ὑπὸ κνημοῖς

660σκοιοῖς ἐντελέθει φυξήλιος ἢ νεμέεσσι.

661Τὸν δ’ ἕτερον δήεις αἰεὶ πετάλοισιν ἀγαυρόν·

662μέσση δ’ ἐν κεφαλὴ δύεται πεδόεσσα, μολοβρή·

663ῥίζα δ’ ὑπαργήεσσα, μελίζωρος δὲ πάσασθαι.

664Τῶν δὴ κυανέην μὲν ἀναίνεο, τῆς δ’ ἀπὸ φάρσος

665δραχμαῖον ποταμοῖο πιεῖν ὑδάτεσσι ταράξας.

666Ἄλλην δ’ Ἀλκιβίοιο φερώνυμον ἀγρέο ποίην,

667δράχμα χερὸς πλήσας, παύρῳ δ’ ἐν νέκταρι πίνειν.

668Τὴν μὲν ὑπὸ σκοπέλοισι Φαλακραίοις ἴδ’ ἐπακτὴρ

669Κρύμνης ἀμπεδίον καὶ ἀνὰ Γράσον, ἠδ’ ἵνα θ’ ἵππου

670λειμῶνες σκυλάκεσσιν Ἀμυκλαίῃσι κελεύων·

671κνυζηθμὸν κυνὸς οὖλον ἐπήισε θυμολέοντος,

672ὅς τε μεταλλεύων αἰγὸς ῥόθον ἐν στίβῳ ὕλης

673κανθῷ ἐνὶ ῥαντῆρι τυπὴν ἀνεδέξατ’ ἐχίδνης·

674καὶ τὴν μὲν κλάγξας ἀφ’ ἑκὰς βάλε, ῥεῖα δὲ ποίης

675φύλλα κατέβρυξεν, καὶ ἀλεύατο φοινὸν ὄλεθρον.

676Ἆσαι δ’ ἔγχλοα φλοιὸν ἐλαιήεντα κρότωνος

677συμμίγδην πετάλοισι μελισσοφύτοιο δασείης,

678ἠὲ καὶ ἠελίοιο τροπαῖς ἰσώνυμον ἔρνος,

679ἥ θ’ Ὑπεριονίδαο παλινστρέπτοιο κελεύθους

680τεκμαίρει γλαυκοῖσιν ἴσον πετάλοισιν ἐλαίης.

681Αὕτως δὲ ῥίζαν κοτυληδόνος, ἥ τ’ ἀνὰ κρυμὸν

682ῥηγνυμένων ὀλοφυδνὰ διήφυσε ποσσὶ χίμετλα.

683Δήποτε δ’ ἢ βλωθροῖο πυρίτιδος ἔγχλοα φύλλα,

684ἢ σκολοπενδρείοιο φέρειν ἀπὸ καυλὸν ἀμήσας.

685Ἄγρει καὶ πάνακες Φλεγυήιον, ὅρρα τε πρῶτος

686Παιήων Μέλανος ποταμοῦ παρὰ χεῖλος ἄμερξεν,

687Ἀμφιτρυωνιάδαο θέρων Ἰφικλέος ἕλκος,

688εὖτε σὺν Ἡρακλῆι κακὴν ἐπυράκτεεν ὕδρην.

689Εἰ δὲ σύ γε σκύλακας γαλέης ἢ μητέρα λαιδρὴν

690ἀγρεύσαις πρόσπαιον, ἀποσκύλαιο δὲ λάχνην

691καρχαλέου καθύπερθε πυρὸς σελάοντος ἀυτμῇ,

692τῆς δ’ ἐξ ἔγκατα πάντα βαλὼν καὶ ἀφόρδια γαστρὸς

693φύρσον ἁλὸς δίοιο, καὶ ἠελίου δίχα τέρσαι,

694μή τοι ἐνισκήλῃ νεαρὸν σκίναρ ὠκὺς ἀίξας.

695Ἀλλ’ ὁπόταν χρειώ σε κατεμπάζῃ μογέοντα,

696σῶχε διὰ κνήστι σκελετὸν ῥάκος οἷά τ’ ἀφαυρὸν

697σίλφιον ἢ στροφάλιγγα περιξήροιο γάλακτος

698οἴνῳ ἐπικνήθων· τὸ δέ τοι προφερέστατον ἄλλων

699ἐσσεῖται· πάσας γὰρ ὁμῶς ἀπὸ κῆρας ἐρύξει.

700Πεύθεο δ’ εἰναλίης χέλυος κρατέουσαν ἀρωγὴν

701δάχματος εἶαρ ἔμεν δολιχῶν ὅσα φῶτας ἀνιγροὺς

702ἑρπετὰ σίνονται· τὸ δέ τοι μέγ' ἀλέξιον εἴη.

703Ἤτοι ὅταν βροτολοιγοῦ ὑπὲκ πόντοιο χελύνην

704αἰγιαλῶν ἐρύσωσιν ἐπὶ ξερὸν ἀσπαλιῆες,

705τὴν δ’ ἀνακυπώσας κεφαλῆς ἀπὸ θυμὸν ἀράξαι

706μαύλιδι χαλκείῃ, βλοσυρὸν δ’ ἐξ αἷμα χέασθαι

707ἐν κεράμῳ νεοκμῆτι καμινόθεν· ἐκ δὲ πελιδνὸν

708οὐρὸν ἀπηθῆσαι πλαδάον λαεργέι μάκτρῃ·

709ἧς ὕπο δὴ τέρσαιο διατρυφὲς αἷμα κεδάσσας

710δραχμάων πισύρων μίσγων βάρος· ἐν δὲ κυμίνου

711δοιὰς ἀγροτέροιο, καὶ ἐκ ταμίσοιο λαγωοῦ

712τετράμορον δραχμῇσι δύω καταβάλλεο βρῖθος.

713Ἔνθεν ἀποτμήγων πιέειν δραχμαῖον ἐν οἴνῃ.

714Καὶ τάδε μέν τ’ ὀφίεσσιν ἀλεξητήρια δήεις.

715Ἔργα δέ τοι σίνταο περιφράζοιο φάλαγγος

716σήματά τ’ ἐν βρυχμοῖσιν· ἐπεί ῥ’ ὃ μὲν αἰθαλόεις ῥὼξ

717κέκληται, πισσῆεν, ἐπασσυτέροις ποσὶν ἕρπον·

718γαστέρι δ’ ἐν μεσάτῃ ὀλοοῖς ἔσκληκεν ὀδοῦσι.

719Τοῦ δὲ καὶ ἐγχρίμψαντος ἀνουτήτῳ ἴκελος χρὼς

720μίμνει ὅμως, τὰ δ’ ὕπερθε φάη ὑποφοινίσσονται·

721φρίκη δ’ ἐν ῥέθεϊ σκηρίπτεται· αὐτίκα δὲ χρὼς

722μέζεά τ’ ἀνδρὸς ἔνερθε τιταίνεται, ἐν δέ τε καυλὸς

723φύρματι μυδαλέος προϊάπτεται· ἰσχία δ’ αὔτως

724μάλκη ἐνισκίμπτουσα κατήριπεν ἔχμα τε γούνων.

725Ἀστέριον δέ φιν ἄλλο πιφαύσκεο, τεῦ τ’ ἐπὶ νώτῳ

726λεγνωταὶ στίλβουσι διαυγέες ἐν χροῒ ῥάβδοι·

727βρύξαντος δ’ ἀίδηλον ἐπέδραμεν ἀνέρι φρίκη·

728ἐν δὲ κάρος κεφαλῇ, γούνων δ’ ὑποέκλασε δεσμά.

729Κυάνεον δέ τοι ἄλλο πεδήορον ἀμφὶς ἀίσσει

730λαχνῆεν· δεινὸν δὲ φέρει καὶ ἐπὶ χροῒ νύχμα,

731ὅντινα γυιώσει· κραδίῃ δέ οἱ ἐν βάρος ἵζει·

732νὺξ δὲ περὶ κροτάφοις· ἔμετον δ’ ἐξήρυγε δειρῆς

733λοιγὸν, ἀραχνήεντα· νέμει δέ οἱ ἐγγὺς ὄλεθρον.

734Ἀγρώστης γε μὲν ἄλλος, ὃ δὴ λύκου εἴσατο μορφῇ

735μυιάων ὀλετῆρος· ὀπιπτεύει δὲ μελίσσας,

736ψῆνας, μύωπάς τε καὶ ὅσσ’ ἐπὶ δεσμὸν ἵκηται.

737Ἄκμητον δ’ ἐπὶ τύμμα φέρει μεταμώνιον ἀνδρί.

738Ἄλλο γε μὴν δύσδηρι, τὸ δὴ σφήκειον ἔπουσι,

739πυρσὸν ἅλις, σφηκὶ προσαλίγκιον ὠμοβορῆι,

740ὃς δὴ θαρσαλέην γενεὴν ἐκμάσσεται ἵππου·

741ἵπποι γὰρ σφηκῶν γένεσις, ταύρων δὲ μέλισσαι

742σκήνεσι πυθομένοισι λυκοσπάδες ἐξεγένοντο.

743Τοῦ δὲ καὶ οὐτήσαντος ἐπὶ κρατερὸν θέει οἶδος,

744νοῦσοί τ’ ἐξέτεραι, μετὰ γούνασι δ’ ἄλλοτε παλμὸς,

745ἄλλοτε δ’ ἀδρανίη· μινύθοντα δὲ τόνδε δαμάζει

746ἐσχάτιον κακοεργὸς ἄγων παυστήριον ὕπνος.

747Εἰ δ’ ἄγε μυρμήκειον, ὃ δὴ μύρμηξιν ἔικται,

748δειρῇ μὲν πυρόειν, ἄζῃ γε μὲν εἴσατο μορφὴν,

749πάντοθε δ’ ἀστερόεντι περιστιγὲς εὐρέι νώτῳ·

750αἰθαλέη δ’ ἐπὶ τυτθὸν ἀείρεται αὐχένι κόρση·

751ἄλγεα δὲ προτέροισιν ἴσα κνώπεσσι πελάζει.

752Χειροδρόποι δ’ ἵνα φῶτες ἄτερ δρεπάνοιο λέγονται

753ὄσπρια χέδροπά τ’ ἄλλα μεσοχλόου ἐντὸς ἀρούρης,

754ἔνθα δ’ ἐπασσύτερα φλογερῇ εἰλυμένα χροιῇ

755εἴκελα κανθαρίδεσσι φαλάγγια τυτθὰ δίενται.

756Τοῦ μὲν ὅμως ἔμμοχθον ἀεὶ περὶ δάχμα χέονται

757φλύκταιναι· κραδίη δὲ παραπλάζουσα μέμηνε·

758γλῶσσα δ’ ἄτακτα λέληκε· παρέστραπται δὲ καὶ ὄσσε.

759Φράζεο δ’ Αἰγύπτοιο τά τε τρέφει οὐλοὸς αἶα

760κνώδαλα, φαλλαίνῃ ἐναλίγκια, τὴν περὶ λύχνους

761ἀκρόνυχος δειπνητὸς ἐπήλασε παιφάσσουσαν·

762στεγνὰ δέ οἱ πτερὰ πάντα καὶ ἔγχνοα, τοῖα κονίης

763ἢ καὶ ἀπὸ σπληδοῖο φαείνεται ὅστις ἐπαύρῃ.

764τῷ ἴκελος Περσεῖος ὑποτρέφεται πετάλοισι·

765τοῦ καὶ σμερδαλέον νεύει κάρη αἰὲν ὑποδρὰξ

766ἐσκληκὸς, νηδὺς δὲ βαρύνεται· αὐτὰρ ὃ κέντρον

767αὐχένι τ’ ἀκροτάτῳ κεφαλῇ τ’ ἐνεμάξατο φωτός·

768ῥεῖα δέ κεν θανάτοιο καὶ αὐτίκα μοῖραν ἐφείη.

769Εἰ δ’ ἄγε καὶ κέντρῳ κεκορυθμένον ἀλγινόεντι

770σκορπίον αὐδήσω καὶ ἀεικέα τοῖο γενέθλην.

771Τῶν ἤτοι λευκὸς μὲν ἀκήριος οὐδ’ ἐπιλωβής.

772Πυρσὸς δ’ ἐν γενύεσσι θοὸν προσεμάξατο καῦσον

773ἀνδράσιν αἰθαλόεντα· περισπαίρουσι δὲ λώβαις

774οἷα πυρίβλητοι· κρατερὸν δ’ ἐπὶ δίψος ὄρωρεν.

775Αὐτὰρ ὅ γε ζοφόεις ἄραδον κακὸν ὤπασε τύψας

776ἀνδρί· παραπλῆγες δὲ καὶ ἄφραστοι γελόωσιν.

777Ἄλλος δὲ χλοάων τε, καὶ ὁππότε γυῖον ἀράξῃ,

778φρῖκας ἐπιπροΐησι· κακὴ δ’ ἐπὶ τοῖσι χάλαζα

779εἴδεται ἐμπλάζουσα, καὶ ἢν μέγα σείριος ἄζῃ·

780τοίη οἱ κέντροιο κόπις, τοίῳ δ’ ἐπὶ κέντρῳ

781σφόνδυλοι ἐννεάδεσμοι ὑπερτείνουσι κεραίης.

782Ἄλλος δ’ ἐμπέλιος — φορέει δ’ ὑπὸ βοσκάδα νηδὺν

783εὐρεῖαν, δὴ γάρ τε ποηφάγος αἰὲν ἄητος,

784γαιοφάγος — βουβῶσι τυπὴν ἀλίαστον ἰάπτει·

785τοίη οἱ βούβρωστις ἐνέσκληκεν γενύεσσι.

786Τὸν δ’ ἕτερον δήεις ἐναλίγκιον αἰγιαλῆι

787καρκίνῳ, ὃς μνία λεπτὰ ῥόθον τ’ ἐπιβόσκεται ἅλμης.

788Ἄλλοι δ’ αὖ ῥαιβοῖσιν ἰσήρεες ἄντα παγούροις

789γυῖα βαρύνονται· βαρέαι δ’ ἐσκλήκασι χηλαὶ,

790οἷά τε πετραίοισιν ἐποκριόωσι παγούροις·

791τῶν…

792π…

The complete text is available when the reading interface loads.