The Greek Library Author

Nicander Of Colophon

Αλεξιφάρμακα

Scientific editors
Otto Schneider
Edition reference
Nicandrea. Theriaca et Alexipharmaca · Leipzig · Teubner · 1856
CTS identifier
urn:cts:greekLit:tlg0022.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1Εἰ καὶ μὴ σύγκληρα κατ’ Ἀσίδα τείχεα δῆμοι

2τύρσεσιν ἐστήσαντο, τέων ἀνεδέγμεθα βλάστας,

3Πρωταγόρη, δολιχὸς δὲ διάπροθι χῶρος ἐέργει,

4ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις

5αὐδήσαιμ’, ἅτε φῶτας ἐνιχριμφθέντα δαμάζει·

6ἦ γὰρ δὴ σὺ μὲν ἄγχι πολυστροίβοιο θαλάσσης

7ἄρκτον ὑπ’ ὀμφαλόεσσαν ἐνάσσαο, ἧχί τε Ῥείης

8Λοβρίνης θαλάμαι τε καὶ ὀργαστήριον Ἄττεω.

9αὐτὰρ ἐγὼ, τόθι παῖδες ἐυζήλοιο Κρεούσης

10πιοτάτην ἐδάσαντο γεωμορίην ἠπείρου,

11ἑζόμενος τριπόδεσσι παρὰ Κλαρίοις Ἑκάτοιο. —

12Ἀλλ’ ἤτοι χολόεν μὲν ἰδὲ στομίοισι δυσαλθὲς

13πνυθείης ἀκόνιτον, ὃ δή ῥ’ Ἀχερωίδες ὄχθαι

14φύουσιν, τόθι χάσμα δυσέκδρομον Εὐβουλῆος

15ἄστυρά τε Πριόλαο καταστρεφθέντα δέδουπε.

16Τοῖο δὲ πάντα χαλινὰ καὶ οὐρανόεσσαν ὑπήνην

17οὖλά θ’ ὑποστύφει χολόεν ποτὸν, ἀμφὶ δὲ πρώτοις

18εἰλύεται στέρνοισι κακῇ ἀλάλυγγι βαρῦνον

19φῶτ’ ἐπικαρδιόωντα· δύῃ δ’ ἐπιδάκνεται ἄκρον

20νειαίρης ἄκλειστον ἀειρόμενον στόμα γαστρός,

21τεύχεος ἣν κραδίην ἐπιδορπίου, οἱ δὲ δοχαίην

22κλείουσι στομάχοιο, πύλη δ’ ἐπικέκλιται ἀρχαῖς

23πρῶτα κόλων, ὅθι πᾶσα βροτῶν ἅλις ἐμφέρεται δαῖς·

24αἰεὶ δ’ ἐκ φαέων νοτέων ὑπολείβεται ἱδρώς·

25ἡ δὲ ταρασσομένη τὰ μὲν ἔβρασεν ἤλιθα νηδὺς

26πνεύματα, πολλὰ δ’ ἔνερθε κατὰ μέσον ὄμφαλον ἵζει·

27κράατι δ’ ἐν βάρος ἐχθρὸν, ὑπὸ κροτάφοισι δὲ παλμὸς

28πυκνὸς ἐπεμφέρεται, τὰ δὲ διπλόα δέρκεται ὄσσοις

29οἷα χαλικραίῃ νύχιος δεδαμασμένος οἴνῃ.

30ὡς δ’ ὁπότ’ ἀγριόεσσαν ὑποθλίψαντες ὀπώρην

31Σιληνοὶ κεραοῖο Διωνύσοιο τιθηνοὶ

32πρῶτον ἐπαφρίζοντι ποτῷ φρένα θωρηχθέντες

33ὄθμασι δινήθησαν ἔπι, σφαλεροῖσι δὲ κώλοις

34Νυσαίην ἀνὰ κλιτὺν ἐπέδραμον ἀφραίνοντες,

35ὣς οἵγε σκοτόωσι κακῇ βεβαρηότες ἄτῃ.

36Τὴν μέν τε κλείουσι μυοκτόνον, ἦ γὰρ ἀνιγροὺς

37παμπήδην ὕρακας λιχμήμονας ἠρήμωσεν,

38οἱ δέ τε πορδαλιαγχὲς, ἐπεὶ θήρεσσι πελώροις

39πότμον βουπελάται τε καὶ αἰγινομῆες ἔθεντο

40Ἴδης ἐν νεμέεσσι Φαλακραίῃ ἐνὶ βήσσῃ,

41πολλάκι θηλυφόνον καὶ κάμμαρον· ἐν δ’ Ἀκοναίοις

42δηλήειν ἀκόνιτον ἐνεβλάστησεν ὀρόγκοις.

43Τῷ καί που τιτάνοιο χερὸς βάρος ἔσσεται ἄρκος

44πιμπλαμένης, ὅτε νέκταρ ἐύτριβι κιρρὸν ἀφύσσῃς

45μετρήδην — κοτύλη δὲ πέλοι καταμέστιος οἴνης —,

46σὺν δὲ καὶ ἁβροτόνοιο ταμὼν ἄπο καύλεα θάμνου

47ἢ χλοεροῦ πρασίοιο, τὸ δὴ μελίφυλλον ὑδεῦσι·

48καί τε σὺ ποιήεντος ἀειθαλέος χαμελαίης

49βλάστην πηγάνιόν τε πόροις ἐν βάμματι σίμβλων,

50σβεννὺς αἰθαλόεντα μύδρον γενύεσσι πυράγρης

51ἠὲ σιδηρήεσσαν ἀπὸ τρύγα, τήν τε καμίνων

52ἔντοσθεν χοάνοιο διχῆ πυρὸς ἤλασε λιγνύς,

53ἄλλοτε δὲ χρυσοῖο νέον βάρος ἐν πυρὶ θάλψας

54ἠὲ καὶ ἀργυρόεν θολερῷ ἐνὶ πώματι βάπτοις·

55πολλάκι δ’ ἡμιδαὲς χειρὸς βάρος αἴνυσο θρίων

56παῦρα χαμαιπίτυος, τότ’ ὀνίτιδος αὖον ὀρείης

57ἠὲ νέον ῥάδικα πολυκνήμοιο κολούσας,

58τέτρασι δ’ ἐν κυάθοισι χαδεῖν μελιανθέος οἴνης·

59ἢ ἔτι μυελόεντα χαλικρότερον πότον ἴσχοις

60ὄρνιθος στρουθοῖο κατοικάδος, εὖθ’ ὑπὸ χύτρῳ

61γυῖα καταθρύπτῃσι βιαζομένη πυρὸς αὐγή·

62καί τε βοὸς νέα γέντα περιφλίοντος ἀλοιφῇ

63τηξάμενος κορέσαιο ποτῷ εὐχανδέα νηδύν·

64ναὶ μὴν βαλσάμοιο τότ’ ἐν σταγόνεσσι γάλακτος

65θηλυτέρης πώλοιο χέαις ὀπὸν, ἄλλοτε νύμφαις,

66ἔστ’ ἂν ὑπὲκ φάρυγος χεύῃ παναεργέα δόρπον.

67πολλάκι δ’ ἢ σκίνακος δερκευνέος ἢ ἀπὸ νεβροῦ

68πυετίην τμήξαιο, πόροις δ’ ἐν νέκταρι φύρσας,

69ἄλλοτε καὶ μορέης ἀπὸ ῥίζεα φοινηέσσης,

70ὅλμου ἐνὶ στύπεϊ προβαλὼν καὶ ὁμήρεα κόψας

71οἴνῳ, ἐνεψηθέντα πόροις καμάτοισι μελίσσης,

72καί κεν ἐπικρατέουσαν ἀπεχθέα νοῦσον ἀλάλκοις

73φωτὸς, ὁ δ’ ἀσφαλέεσσι πάλιν μετὰ ποσσὶν ὁδεύοι.

74Δεύτερα δ’ αἰγλήεντος ἐπιφράζευ πόσιν ἐχθρὴν

75κιρναμένην ὀλοοῦ ψιμυθίου, ἢ τε γάλακτι

76πάντοθεν ἀφρίζοντι νέην εἰδήνατο χροιὴν,

77πελλίσιν ἐν γρώνῃσιν ὅτ’ εἴαρι πῖον ἀμέλξαις

78Τοῦ μὲν ὑπὲρ γένυάς τε καὶ ᾗ ῥυσαίνεται οὖλα

79ἀφρὸς ἐπιστύφων ἐμπλάσσεται, ἀμφὶ καὶ ὁλκὸς

80τέτρηχε γλώσσης, νέατος δ’ ὑποκάρφεται ἰσθμός·

81ξηρὰ δ’ ἐπιλλύζων ὀλοῇ χελλύσσεται ἄτῃ·

82ἀβλεμὲς ἦ γὰρ κεῖνο πέλει βάρος, αὐτὰρ ὃ θυμῷ

83ναυσιόεις ὀλοοῖσιν ὑποτρύει καμάτοισι·

84πολλάκι δ’ ἐν φαέεσσιν ἄλην ἑτερειδέα λεύσσων,

85ἄλλοτε δ’ ὑπναλέος ψύχει δέμας, οὐδ’ ἔτι γυῖα

86ὡς τὸ πάρος δονέει, καμάτῳ δ’ ὑποδάμναται εἴκων.

87Τῷ καὶ πρημαδίης ἢ ὀρχάδος εἶαρ ἐλαίης

88ἢ ἔτι μυρτίνης σχεδίην δεπάεσσιν ὀρέξαις,

89ὄφρ’ ἂν ὀλισθήνασα χέῃ κακὰ φάρμακα νηδύς·

90ἠὲ σύ γ’ οὐθατόεντα διοιδέα μαζὸν ἀμέλξας

91ῥεῖα φέροις, φιαρὴν δὲ ποτοῦ ἀποαίνυσο γρῆυν.

92καί τε σύ γ’ ἢ μαλάχης ῥαδάμους ἢ φυλλάδα τήξας

93χυλῷ ἐνὶ κλώθοντι κακηπελέοντα κορέσσαις.

94πολλάκι σήσαμα κόπτε, πόροις δ’ ἐν νέκταρι καὶ τά·

95ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην

96θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο

97κόλποις ἰκμήνειας· ὃ γάρ τ’ ἀναδέξεται ἰλύν.

98καί τε κατατριφθέντα μετ’ ἀργήεντος ἐλαίου

99σκλήρ’ ἀπὸ περσείης κάρυα βλάβος οἶον ἐρύξει,

100Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν,

101αὐχέν’ ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης,

102ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις,

103Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης.

104ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος, ἔνθα τε νύμφη

105Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί.

106πολλάκι δ’ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς

107Γερραίης λιβάνοιο χύσιν περιπηγέα θάμνοις·

108καί τε σύ γ’ ἢ καρύης ἄπο δάκρυον ἢ ἀταλύμνου

109ἢ πτελέης, ὅ τε πολλὸν ἀεὶ καταλείβεται ὄσχαις,

110κόμμινά τε χλιόωντι ποτῷ ἐπαρωγέα τήξαις,

111ὄφρα τὰ μέν τ’ ἐρύγῃσι, τὰ δ’ ἑψητοῖσι δαμασθεὶς

112ἀλθήσῃ ὑδάτεσσιν, ὅτ’ ἰκμήνῃ δέμας ἱδρώς.

113καί κεν ὅγ’ ἄλλοτε δόρπα δεδεγμένος, ἄλλοτε δ’ οἴνης

114πιοτέρης κορέοιτο, καὶ ἀκλέα πότμον ἀλύξαι.

115Μὴ μὲν, κανθαρίδος σιτηβόρου εὖτ’ ἂν ὀδώδῃ,

116κεῖνο ποτὸν δέξαιτο, χυτῇ ἐναλίγκια πίσσῃ·

117πίσσης γὰρ ῥώθωσιν ἄγει βάρος, ἐν δὲ χαλινοῖς

118οἷά τε δὴ καρφεῖα νέον βεβρωμένα κέδρου.

119Αἳ δ’ ὁτὲ μὲν πλαδόωντι ποτῷ ἐπὶ χείλεσι δηχμὸν

120τεύχουσιν, τοτὲ δ’ αὖτε περὶ στόμα νείατα γαστρός·

121ἄλλοτε καὶ μεσάτη ἐπιδάκνεται ἄλγεσι νηδὺς

122ἢ κύστις βρωθεῖσα· περιψαύουσι δ’ ἀνῖαι,

123θώρηκος τόθι χόνδρος ὑπὲρ κύτος ἕζετο γαστρός ·

124αὐτοὶ δ’ ἀσχαλόωσιν, ἄλη δέ φιν ἤθεα φωτὸς

125ἄψυχος πεδάει· ὃ δ’ ἀελπέα δάμναται ἄταις,

126οἷά τε δὴ γήρεια νέον τεθρυμμένα κάκτου

127ἠέρ’ ἐπιπλάζοντα διαψαίρουσι πνοῇσι.

128Τῷ δὲ σὺ πολλάκι μὲν γληχὼ ποταμηίσι νύμφαις

129ἐμπλήδην κυκεῶνα πόροις ἐν κύμβεϊ τεύξας,

130νηστείρης Δῃοῦς μορόεν ποτόν, ᾧ ποτε Δῃὼ

131λαυκανίην ἔβρεξεν ἀν’ ἄστυρον Ἱπποθόωντος

132Θρηίσσης ἀθύροισιν ὑπὸ ῥήτρῃσιν Ἰάμβης.

133δήποτε δ’ ἢ σιάλοιο καρήατος ἠὲ καὶ ἀμνοῦ

134ἀμμίγδην σπεράδεσσιν ἐυτροχάλοισι λίνοιο,

135ἠὲ νέον κορσεῖα ταμὼν κερόεντα χιμαίρης,

136ἢ ἔτι που χηνὸς μορόεν ποτὸν αἴνυσο χύτρου,

137ἐς δ’ ἔμετον κορέσαιο, τὰ δ’ ἀθρόα νειόθι βράσσοις

138ἐμμαπέως ἔτ’ ἄπεπτα πύλῃ μεμιασμένα δόρπα.

139πολλάκι δ’ ἐν κλυστῆρι νέον γλάγος οἰὸς ἀμέλξας

140κλύζε, τὰ δ’ ἤλιθα γαστρὸς ἀφόρδια κεινώσειας·

141ἄλλοτ’ ἀλυσθαίνοντι ποθὲν γάλα πῖον ἀρήξει·

142ἠὲ σύ γ’ ἀμπελόεντα γλυκεῖ ἔνι καύλεα κόψαις

143χλωρὰ, νέον πετάλοισι περιβρίθοντα κολούσας·

144ἠὲ μελισσάων καμάτῳ ἔνι παῦρα μορύξαις

145σκορπιόεντα χαδὼν ψαθυρῆς ἐκ ῥίζεα γαίης

146αἰὲν κεντρήεντα· πόη γε μὲν ὕψι τέθηλεν

147οἵη περ μολόθουρος, ἔνισχνα δὲ καύλεα βάλλει.

148καί τε σὺ δραχμάων πισύρων βάρος αἴνυσο γαίης

149Παρθενίης, τὴν Φυλλὶς ὑπὸ κνημοῖσιν ἀνῆκεν,

150Ἰμβρασίδος γαίης χιονώδεος, ἥν τε κεράστης

151ἀμνὸς Χησιάδεσσι νέον σημήνατο νύμφαις

152Κερκέτεω νιφόεντος ὑπὸ σχοινώδεσιν ὄχθαις·

153ἢ καὶ σειραίοιο πόσιν διπλήθεα τεύξαις·

154σὺν δέ τε πηγανόεντας ἐνιθρύψειας ὀράμνους,

155ὀργάζων λίπεϊ ῥοδέῳ θρόνα, πολλάκι χραίνοις

156ἰρινέῳ, τό τε πολλὸν ἐπαλθέα νοῦσον ἔτευξεν.

157Ἤν γε μὲν οὐλόμενόν γε ποτὸν κορίοιο δυσαλθὲς

158ἀφραδέως δεπάεσσιν ἀπεχθομένοισι πάσηται,

159οἳ μέν τ’ ἀφροσύνῃ ἐμπληγέες οἷά τε μάργοι

160δήμια λαβράζουσι παραπλῆγές θ’ ἅτε Βάκχαι

161ὀξὺ μέλος βοόωσιν ἀταρμύκτῳ φρενὸς οἴστρῳ.

162Τῷ μέν τ’ ἐξ ἑδανοῖο πόροις δέπας ἔμπλεον οἴνης,

163Πράμνιον αὐτοκρηὲς, ὅπως ὑπετύψατο ληνοῦ·

164ἢ νύμφαις τήξαιο βαλὼν ἁλὸς ἔμπλεα κύμβην·

165πολλάκι δ’ ὀρταλίχων ἁπαλὴν ὠδῖνα κενώσας

166ἀφρὸν ἐπεγκεράσαιο, θοοῦ δορπήια κέπφου.

167τῷ γὰρ δὴ ζωήν τε σαοῖ, καὶ πότμον ἐπισπεῖ

168εὖτε δόλοις νήχοντα κακοφθόρα τέκν’ ἁλιήων

169οἰωνὸν χραίνωσιν, ὃ δ’ ἐς χέρας ἔμπεσε παίδων

170θηρεύων ἀφροῖο νέην κλύδα λευκαίνουσαν.

171καί τε σύ γ’ ἀγλεύκην βάψαις ἰόεντα θάλασσαν,

172ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν Ἐννοσίγαιος

173σὺν πυρί. καὶ γὰρ δὴ τὸ πνοαῖς συνδάμναται ἐχθραῖς·

174πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ

175ἀργέστας, καί ῥ’ ἣ μὲν ἀκοσμήεσσα, φιλοργὴς

176δεσπόζει νηῶν τε καὶ ἐμφθορέων αἰζηῶν,

177ὕλη δ’ ἐχθομένοιο πυρὸς κατὰ θεσμὸν ἀκούει.

178ναὶ μὴν ἀτμένιόν τε κεραιόμενον λίπος οἴνῃ

179ἢ χιόνι γλυκέος μίγδην πόσις ἄλγος ἐρύξει,

180ἦμος ὑπὸ ζάγκλῃσι περιβρίθουσαν ὀπώρην

181ῥυσαλέην ἑδανοῖο καὶ ἐκ ψιθίης ἑλίνοιο

182κείροντες θλίβωσιν, ὅτε ῥοιζηδὰ μέλισσαι,

183πεμφρηδὼν, σφῆκές τε καὶ ἐκ βέμβικες ὄρειαι

184γλεῦκος ἅλις δαίνυνται ἐπὶ ῥαγέεσσι πεσοῦσαι,

185πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ.

186Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα·

187κεῖνο ποτὸν δὴ γάρ τε καρήατι φοινὸν ἰάπτει

188νύκτα φέρον σκοτόεσσαν· ἐδίνησεν δὲ καὶ ὄσσε,

189ἴχνεσι δὲ σφαλεροί τε καὶ ἐμπλάζοντες ἀγυιαῖς

190χερσὶν ἐφερπύζουσι· κακὸς δ’ ὑπὸ νείατα πνιχμὸς 190

191ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον·

192ἄκρα δέ τοι ψύχει, περὶ δὲ φλέβες ἔνδοθι γυίων

193ῥωμαλέαι στέλλονται· ὃ δ’ ἠέρα παῦρον ἀτύζει

194οἷα κατηβολέων, ψυχὴ δ’ Ἀιδωνέα λεύσσει.

195Τὸν μέν τ’ ἢ λίπεος κορέοις ἢ ἀμισγέος οἴνης,

196ὄφρα κεν ἐξερύγῃσι κακὴν καὶ ἐπώδυνον ἄτην·

197ἠὲ σύ γε κλυστῆρος ἐνεὶς ὁπλίζεο τεῦχος.

198πολλάκι δ’ ἢ οἴνης ἀμιγῆ πόσιν, ἢ ἀπὸ δάφνης,

199Τεμπίδος ἢ δαυχνοῖο φέροις ἐκ καύλεα κόψας,

200ἢ πρώτη Φοίβοιο κατέστεφε Δελφίδα χαίτην,

201ἢ πέπερι κνίδης τε μίγα σπερμεῖα λεήνας

202νείμειας, τοτὲ νέκταρ ὀπῷ ἐμπευκέι χράνας·

203δήποτε δ’ ἰρινέου θυέος μετρηδὸν ὀρέξαις

204σίλφιά τ’ ἐνθρυφθέντα μετ’ ἀργήεντος ἐλαίου·

205ἐν δὲ μελιζώρου γλυκέος πόσιν, ἐν δὲ γάλακτος

206ἀφριόεν νέμε τεῦχος ὑπὲρ πυρὸς ἠρέμα θάλψας.

207Καί κεν λοιγήεντι παρασχεδὸν ἄχθος ἀμύνοις

208τοξικῷ εὖτ’ ἀχέεσσι βαρύνηται ποτῷ ἀνήρ.

209Τοῦ καὶ ἔνερθε γλῶσσα παχύνεται, ἀμφὶ δὲ χείλη

210οἰδαλέα βρίθοντα περὶ στομάτεσσι βαρύνει·

211ξηρὰ δ’ ἀναπτύει, νεόθεν δ’ ἐκρήγνυται οὖλα’

212πολλάκι δ’ ἐς κραδίην πτοίην βάλε, πᾶν δὲ νόημα

213ἔμπληκτον μεμόρηκε κακῇ ἐσφαλμένον ἄτῃ,

214αὐτὰρ ὃ μηκάζει μανίης ὕπο μυρία φλύζων,

215δηθάκι δ’ ἀχθόμενος βοάᾳ, ἅ τις ἐμπελάδην φὼς

216ἀμφιβρότην κώδειαν ἀπὸ ξιφέεσσιν ἀμηθεὶς,

217ἢ ἅτε κερνοφόρος ζάκορος βωμίστρια Ῥείης

218εἰνάδι λαοφόροισιν ἐνιχρίμπτουσα κελεύθοις

219μακρὸν ἐπεμβοάᾳ γλώσσῃ θρόον, οἱ δὲ τρέουσιν

220Ἰδαίης ῥιγηλὸν ὅτ’ εἰσαῖωσιν ὑλαγμόν·

221ὣς ὃ νόου λύσσῃ ἐσφαλμένα βρυχανάαται

222ὠρυδὸν, λοξαῖς δὲ κόραις ταυρώδεα λεύσσων

223θήγει λευκὸν ὀδόντα, παραφρίζει δὲ χαλινοῖς.

224Τὸν μὲν καὶ δεσμοῖσι πολυπλέκτοισι πιάξας

225νέκταρι θωρήξαιο, καὶ οὐ χατέοντα κορέσκων

226ἦκα βιησάμενος· διὰ δὲ στόμα βρῦκον ὀχλίζοις.

227ὄφρ’ ἂν ὑπεξερύγῃσι δαμαζόμενος χερὶ λώβην.

228ἠὲ σὺ βοσκαδίης χηνὸς νέον ὀρταλιχῆα

229ὕδασιν ἐντήξαιο πυρὸς μεμορημένον αὐγαῖς·

230καί τε σὺ μηλείης ῥηχώδεος ἄγρια κάρφη

231οὔρεσιν ἐνθρέφθεντα πόροις ἀπὸ σίνεα κόψας,

232ἢ ἔτι καὶ κλήροισιν ἐπήβολα, τοῖά περ ὧραι

233εἰαριναὶ φορέουσιν ἐνεψιήματα κούραις,

234ἄλλοτε δὲ στρούθεια, τοτὲ βλοσυροῖο Κύδωνος

235κεῖνο φυτὸν Κρήτηθεν, ὃ δή ῥ’ ἐκόμισσαν ἄναυροι· 235

236πολλάκι δὴ σφύρῃσιν ἅλις ἐναολλέα κόψας

237ὕδασιν ἐμβρέξαιο, νέην δ’ ὀσμήρεα γληχὼ

238σπέρμασι μηλείοισι βάλοις ἐνομήρεα φύρων.

239καί τε σύ γ’ ἢ ῥοδέης θυόεν μαλλοῖσιν ἀφύσσων

240παῦρα λίπος στάξειας ἀνοιγομένος στομάτεσσιν,

241ἠὲ καὶ ἰρινέοιο· μόλις δέ κε μυρί’ ἐπιτλὰς

242ἤμασιν ἐν πολέεσσιν ἀκροσφαλὲς ἴχνος ἰήλαι

243ἀσφαλέως, πτοιητὸν ἔχων ἑτεροπλανὲς ὄθμα.

244Τῷ μὲν Γερραῖοι νομάδες χαλκήρεας αἰχμὰς

245οἵ τε παρ’ Εὐφρήταο ῥόον πολέοντες ἀρούρας

246χραίνουσιν· τὰ δὲ πολλὸν ἀναλθέα τραύματα τεύχει

247σάρκα μελαινομένην, πικρὸς δ’ ὑποβόσκεται ὕδρης

248ἰὸς, σηπόμενον δὲ μύδῳ ἐκρήγνυται ἔρφος.

249Ἢν δὲ τὸ Μηδείης Κολχηίδος ἐχθόμενον πῦρ

250κεῖνό τις ἐνδέξηται, ἐφήμερον, οὗ περὶ χείλη

251δευομένου δυσάλυκτος ἰάπτεται ἄμμιγα κνηθμὸς

252οἷά τ’ ὀπῷ νιφόεντι κράδης ἢ τρηχέι κνίδῃ

253χρῶτα μιαινομένοις ἢ καὶ σπειρώδεϊ κόρσῃ

254σκίλλης, ἥ τ’ ἔκπαγλα νέην φοινίξατο σάρκα.

255τοῦ καὶ ἐπισχομένοιο περὶ στόμαχον βάρος ἵζει

256πρῶτον ἐρεπτόμενον, μετέπειτα δὲ λοιγέι συρμῷ

257ῥιζόθεν ἑλκωθέντα, κακὸν δ’ ἀποήρυγε δειρῆς,

258ὡς εἴ τε κρεάων θολερὸν πλύμα χεύατο δαιτρός,

259σὺν δέ τε καὶ νηδὺς μεμιασμένα λύματα βάλλει.

260Ἀλλὰ σὺ πολλάκι μὲν χαίτην δρυὸς οὐλάδα κόψας,

261πολλάκι καὶ φηγοῖο πόροις ἀκύλοισιν ὁμαρτῇ,

262ἠὲ σύ γε βδήλαιο νέον γλάγος ἔνδοθι πέλλης,

263αὐτὰρ ὃ τοῦ κορέοιτο, καὶ ἐν στομάτεσσιν ἐρύξας.

264ἦ μὴν πουλυγόνοιο τοτὲ βλαστήματ’ ἀρήξει,

265ἄλλοτε δὴ ῥιζεῖα καθεψηθέντα γάλακτι.

266σὺν δὲ καὶ ἀμπελόεις ἕλικας ἐνθρύπτεο νύμφαις,

267ἴσως καὶ βατόεντα περὶ πτορθεῖα κολούσας.

268καί τε σὺ γυμνώσειας ἐυτρεφέος νέα τέρφη

269καστηνοῦ, καρύοιο λαχυφλοίοιο κάλυμμα,

270νείαιραν τόθι σάρκα περὶ σκύλος αὖον ὀπάζει

271δυσλεπέος καρύοιο, τὸ Καστανὶς ἔτρεφεν αἶα.

272ῥεῖα δὲ νάρθηκος νεάτην ἐξαίνυσο νηδὺν,

273ὅς τε Προμηθείοιο κλοπὴν ἀνεδέξατο φώρης·

274σὺν δὲ καὶ ἑρπύλλοιο φιλοζώοιο πέτηλα,

275εὐφίμου τ’ ἀπὸ καρπὸν ἅλις καταβάλλεο μύρτου·

276ἢ καί που σιδόεντος ἀποβρέξαιο κάλυμμα

277καρπείου, μιγάδην δὲ βαλὼν ἐμπίσεο μήλοις,

278ὄφρ’ ἂν ἔπι στῦφόν τι ποτῷ, νοῦσον δὲ κεδάσσεις.

279Ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πῶμα

280οὐλόμενον λήσειεν, ὅ τ’ ὠκιμοειδὲς ὄδωδε.

281τοῦ μὲν ὑπὸ γλώσσης νέατος τρηχύνεται ὁλκὸς

282νέρθεν ἐπιφλεγέθων, τὸ δέ οἱ ἀμπάζεται ἦτορ·

283λυσσηθεὶς γλῶσσαν δὲ καταπρίει κυνοδόντι,

284δὴ γὰρ ὅτ’ ἔμπληκτος φρένα δάμναται· ἀμφὶ δὲ δοιοὺς

285εἰκῇ ἐπιφράσσουσα πόρους τυφλώσατο νηδὺς

286ὑγρῶν τε βρωτῶν τε, καταπνίγουσα δὲ πνεῦμα

287ἐντὸς ὑποβρομέει, ὀλίγῳ δ’ ἐνελίσσεται ὄγμῳ

288πολλάκι δὴ βροντῇσιν ἀνομβρήεντος ὀλύμπου

289εἰδόμενον, τοτὲ δ’ αὐτε κακοῖς ῥόχθοισι θαλάσσης,

290οἵοις πετραίῃσιν ὑποβρέμεται σπιλάδεσσι.

291τῷ καὶ στρευγομένῳ περ ἀνήλυθεν ἐκ καμάτοιο

292πνεῦμα μόλις, πόσιες δὲ παραυτίκα λύματ’ ἔχευαν

293φαρμακόεις ὠοῖσιν ἀλίγκια, τοῖά τε βοσκὰς

294ὀρταλὶς αἰχμητῇσιν ὑπευνασθεῖσα νεοσσοῖς

295ἄλλοτε μὲν πληγῇσι νέον θρομβήια γαστρὸς

296ἔκβαλεν ἐν μήνιγξιν ἀνόστεα, πολλάκι νούσῳ

297δαμναμένη δύσποτμον ὑπὲκ γόνον ἔκχεε γαίῃ.

298Τῷ μέν τ’ εὐβραχέος ἀψινθίου ἄλγος ἐρύξει

299ἐνστῦφον πόμα κεῖνο νεοθλίπτῳ ὑπὸ γλεύκει·

300καί ποτε ῥητίνην τερμινθίδα, πολλάκι πεύκης,

301πολλάκι καὶ πίτυος γοερῆς ἀπὸ δάκρυα τμήξαις,

302Μαρσύου ἧχί τε Φοῖβος ἀπὸ φλόα δύσατο γυίων,

303ἣ δὲ μόρον πολύπυστον ἐπαιάζουσα κατ’ ἄγκη

304οἴη συνεχέως ἀδινὴν ἀναβάλλεται ἠχήν.

305ἆσαι δ’ ἢ πολίοιο μυοκτόνου ἀργέος ἄνθην,

306ἢ ἔτι καὶ ῥυτῆς πεδανὰς ἀπαμέργεο βλάστας,

307νάρδον, λιμναίου τε χαδὼν ἀπὸ κάστορος ὄρχιν·

308ἢ ὀδελὸν κνηστῆρι κατατρίψαιο χαρακτῷ

309σιλφίου, ἄλλοτε δ’ ἶσον ἀποτμήξειας ὀποῖο.

310πολλάκι δ’ ἀγροτέρης τραγοριγάνου ἠὲ γάλακτος

311πηγνυμένου κορέοιτο νεημέλκτῃ ἐνὶ πέλλῃ.

312Ἢν δέ τις ἀφροσύνῃ ταύρου νέον αἷμα πάσηται,

313στρευγεδόνι προδέδουπε δαμαζόμενος καμάτοισιν,

314ἦμος πιλνάμενον στέρνοις κρυσταίνεται εἶαρ

315ῥεῖα, θρομβοῦται δὲ μέσῳ ἐνὶ τεύχεϊ γαστρός·

316φράσσονται δὲ πόροι, τὸ δὲ θλίβεται ἔνδοθι πνεῦμα

317αὐχένος ἐμπλασθέντος, ὃ δὲ σπαδόνεσσιν ἀλύων

318δηθάκις ἐν γαίῃ σπαίρει μεμορυχμένος ἀφρῷ.

319Τῷ μέν τ’ ἢ ὀπόεντας ἀποκραδίσειας ἐρινοὺς,

320ὄξει δ’ ἐμπίσαιο, τὸ δ’ ἀθρόον ὕδατι μίξαις

321συγκεράων νύμφας τε καὶ ἐνστῦφον ποτὸν ὄξευς,

322ἠὲ καὶ ἐκβδήλαιο καταχθέος ἕρματα γαστρός.

323καί τε σὺ πυετίην ὀθόνης πολυωπέι κόλπῳ

324φύρσιμον ἠθήσαιο, τοτὲ προκὸς, ἄλλοτε νεβροῦ,

325ἢ ἐρίφου, τοτὲ δ’ ἂν σὺ καὶ εὐσκάρθμοιο λαγωοῦ

326αἰνύμενος μογέοντι φέροις εὐαλθέ’ ἀρωγήν.

327ἠὲ λίτρου στήδην ὀδελοῦ πόρε τριπλόον ἄχθος

328εὐτριβέος, κίρνα δὲ ποτῷ ἐνδευκέι Βάκχου,

329ἐν καὶ σιλφιόεσσαν ὁποῖό τε μοιρίδα λίτρην,

330καὶ σπέραδος κραμβῆεν ἄδην μεμορυχμένον ὄξει.

331ἆσαι δὲ ῥάδικα κακοχλοίοιο κονύζης

332ἢ πέπεριν, τά τε βλαστὰ κατασμώξαιο βάτοιο,

333καί κεν πηγνυμένοιο χύσιν διὰ ῥεῖα κεδάσσαις

334ἠὲ διαθρύψειας ἐν ἄγγεσιν ἑστηκυῖαν.

335Μὴ μὲν ἐπαλγύνουσα πόσις βουπρήστιδος ἐχθρῆς

336λήσειεν, σὺ δὲ φῶτα δαμαζόμενον πεπύθοιο.

337Ἣ δ’ ἤτοι λίτρῳ μὲν ἐπιχρώζουσα χαλινὰ

338εἴδεται ἐμβρυχθεῖσα, βαρύπνοος· ἀμφὶ δὲ γαστρὸς

339ἄλγεα δινεύοντα περὶ στομάτεσσιν ὄρωρεν·

340οὖρα δὲ τυφλοῦται, νεάτη δ’ ὑπὸ κύστις ὀρεχθεῖ·

341πᾶσα δέ οἱ νηδὺς διαπίμπραται, ὡς ὁπόθ’ ὕδρωψ

342τυμπανόεις ἀνὰ μέσσον ἀφυσγετὸς ὀμφαλὸν ἵζει·

343ἀμφὶ δέ οἱ γυίοις τετανὸν περιφαίνεται ἔρφος.

344Ἣ καί που δαμάλεις, ἐριγάστορας ἄλλοτε μόσχους

345πίμπραται, ὁππότε θῆρα νομαζόμενοι δατέονται·

346τούνεκα τὴν βούπρηστιν ἐπικλείουσι νομῆες.

347Τῷ δὲ καὶ εὐκραδέος τριέτει ἐν νέκταρι μίξαις

348συκέης αὐανθεῖσαν ἅλις πόσιν ὀμφαλόεσσαν,

349ἢ ἔτι καὶ σφύρῃ μιγάδην τεθλασμένα κόψας

350ἐν πυρὶ τηξάμενος πορέειν ἀλκτήρια νούσων.

351καί κε μελιζώροιο νέον κορέσαιο ποτοῖο

352ἀνέρα λαιμάσσοντα, τοτὲ γλάγος εἰν ἑνὶ χεύας·

353πολλάκι φοίνικος ψαφαρὸν καταμίσγεο καρπὸν,

354ἄλλοτε δ’ αὐαλέας δὴν ἀχράδας, ἢ ἀπὸ βάκχης

355ἢ ἀπὸ μυρτίνης ὁτὲ μυρτίδας οἰνάδι βάλλων.

356ἢ ὅγε καὶ θηλῆς ἅτε δὴ βρέφος ἐμπελάοιτο

357ἀρτιγενὲς, μαστοῦ δὲ ποτὸν μοσχηδὸν ἀμέλγοι,

358οἵη τ’ ἐξ ὑμένων νεαλὴς ὕπο οὔθατα μόσχος

359βράσσει ἀνακρούουσα χύσιν μενοεικέα θηλῆς·

360ἄλλοτε πιαλέης πόσιος χλιαροῖο κορέσκοις,

361ἐς δ’ ἔμετον βιάοιο καὶ οὐ ποθέοντά περ ἔμπης

362χειρὶ βιησάμενος ἠὲ πτερῷ, ἢ ἀπὸ βύβλου

363στρεβλὸν ἐπιγνάμψαιο ταμὼν ἐρυτῆρα φάρυγγος.

364Ἢν δ’ ἐνιτυρωθῇ νεαρὸν γάλα τεύχει γαστρὸς,

365δὴ τότε τόνδε πνιχμὸς ἀθροιζομένοιο δαμάζει.

366Τῷ δ’ ἤτοι τρισσὰς πόσιας πόρε, μέσσα μὲν ὄξευς,

367δοιὰς δὲ γλυκέος, στεγανὴν δ’ ὑποσύρεο νηδύν·

368ἢ ἔτι καὶ Λιβύηθε ποτῷ ἐγκνήθεο ῥίζας

369σιλφίου, ἄλλοτ’ ὀποῖο, νέμοις δ’ ἐν βάμματι τήξας·

370πολλάκι δὲ θρύπτειραν ἐπεγκεράσαιο κονίην

371ἠὲ νέον βρυόεντα θύμου στάχυν· ἄλλοτ’ ἀμύνει

372βότρυς ἐυκνήμοιο μίγα βρεχθέντος ἐν οἴνῃ·

373ἐν καί που ταμίσοιο ποτὸν διεχεύατο θρόμβους,

374καὶ χλοεραὶ μίνθης ἄπο φυλλάδες, ἠὲ μελίσσης

375ἠὲ καὶ ἐνστύφοντι ποτῷ μεμορυχμέναι ὄξευς.

376Ἀλλ’ ἄγε δὴ φράζοιο δορύκνιον, οὗ τε γάλακτι

377ὠπή τε βρῶσίς τε παρὰ στομάτεσσιν ἔικται.

378τῷ δ’ ἤτοι λυγμοὶ μὲν ἀηθέσσοντος ὁμαρτῇ

379αὐχέν’ ἀνακρούουσιν, ὃ δ’ ἀχθόμενος στόμα γαστρὸς

380πολλάκι μὲν δαίτην ἀπερεύγεται αἱματόεσσαν,

381ἄλλοτε νηδυίων θολερὴν μυξώδεα χεύει,

382τηνεσμῷ ὡς εἴ τε δυσέντερος ἀχθόμενος φώς·

383δήποτε τειρόμενος καμάτοις κάρφουσι δέδουπε

384γυῖα δαμείς· οὐ μὲν ποθέει ξηρὸν στόμα δεῦσαι.

385Τῷ δὲ σὺ πολλάκι μὲν γλάγεος πόσιν, ἄλλοτε μίγδην

386ῥεῖα γλυκὺ νείμειας ἀλυκρότερον δεπάεσσι·

387καί τε καὶ ὄρνιθος φιαρῆς πυρὶ τηκομένη σὰρξ

388θωρήκων ἤμυνεν ἐυτρεφέων βρωθεῖσα·

389ἤμυνεν καὶ χυλὸς ἅλις κύμβησι ῥοφηθεὶς,

390ὅσσα τε πετρήεντος ὑπὸ ῥόχθοισι θαλάσσης

391κνώδαλα φυκιόεντας ἀεὶ περιβόσκεται ἀγμούς·

392ὧν τὰ μὲν ὠμὰ δάσαιτο, τὰ δ’ ἑφθέα, πολλὰ δὲ θάλψας

393ἐν φλογιῇ· στρόμβων δὲ πολὺ πλέον, ἢ ἔτι κάλχης,

394κηραφίδος, πίνης τε καὶ αἰθήεντος ἐχίνου

395δαῖτες ἐπαλθήσουσιν ἰδὲ κτένες· οὐδέ τι κήρυξ

396δὴν ἔσεται τήθη τε γεραιρόμενα μνίοισι.

397Μηδέ σέ γ’ ἐχθομένη λήθῃ πόσις — οὐ γὰρ ἄιδρις —

398φαρικοῦ, ἣ γναθμοῖσιν ἔπι βαρὺν ὤπασε μόχθον.

399Τὴν ἤτοι γευθμῷ μὲν ἰσαιομένην μάθε νάρδῳ·

400ἤνυσε δὲ σφαλεροὺς, ὁτὲ δ’ ἄφρονας, ἐν δὲ μονήρει

401ῥηιδίως ἀκτῖνι βαρὺν κατεναίρεται ἄνδρα.

402Ἀλλὰ σὺ πολλάκι μὲν σταδίην εὐανθέα νάρδου

403ῥιζίδα θυλακόεσσαν ὀπάζεο, τήν τε Κίλισσαι

404πρηόνες ἀλδαίνουσι παρὰ πλημμυρίδα Κέστρου,

405ἄλλοτε δὲ σμυρνεῖον ἐυτριβές. αἵνυσο δ’ αὐτὴν

406ἴριδα λειριόεν τε κάρη, τό τ’ ἀπέστυγεν Ἀφρὼ,

407οὕνεκ’ ἐριδμαίνεσκε χροῆς ὕπερ, ἐν δέ νυ θρίοις

408ἀργαλέην μεσάτοισιν ὀνειδείην ἐπέλασσε

409δεινὴν βρωμήεντος ἐνανθήσασα κορύνην.

410πολλάκι δὲ σκύλαιο κάρη, περὶ δ’ αἴνυσο λάχνην

411κέρσας εὐήκει νεόθεν ξυρῷ, ἐν δέ νυ θάλψαις

412ἤια κριθάων νεοθηλέα φυλλάδα τ’ ἰσχνὴν

413πηγάνου, τήν τ’ ὤκιστα βορῇ ἐπεσίνατο κάμπη,

414βάμματι δ’ ἐνδεύσαιο καὶ εὖ περὶ κόρσεα πλάσσοις.

415Μὴ δὲ συοσκυάμῳ τις ἀιδρήεντα κορέσκοι

416νηδύν, οἷά τε πολλὰ παρασφαλέες τεύχονται,

417ἠὲ νέον σπείρημα καὶ ἀμφίκρηνα κομάων

418κοῦροι ἀπειπάμενοι ὀλοήν θ’ ἑρπηδόνα γυίων

419ὀρθόποδες βαίνοντες ἄνευ σμυγεροῖο τιθήνης

420ἠλοσύνῃ βρύκωσι κακανθήεντας ὀράμνους,

421ἠὲ νέον βρωτῆρας ὑπὸ γναθμοῖσιν ὀδόντας

422φαίνοντες, τότε κνηθμὸς ἐνοιδέα δάμναται οὖλα.

423Τῷ δ’ ὁτὲ μὲν γλάγεος καθαρὴν πόσιν ἤλιθα* *,

424ἄλλοτε βουκέραος χιληγόνου, ὅρρα κεραίας

425εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει,

426ἀτμενίῳ μέγ’ ὄνειαρ ὅτ’ ἐμπλώῃσιν ἐλαίῳ·

427ἠὲ σύ γ’ αὐαλέον κνίδης σπόρον, ἄλλοτε δ’ αὐτὴν

428νείμαις ὠμόβρωτον ἄδην ἀνὰ φυλλάδ’ ἀμέλξαι,

429κίχορα, καρδαμίδας τε καὶ ἣν Πέρσειον ἔπουσιν,

430ἐν δέ τε νάπειον ῥάφανόν θ’ ἅλις, ἐν δέ τε λεπτὰς

431ἄμμιγα κρομμύων γηθυλλίδας· ἤρκεσε δ’ ἄτην

432εὐάγλις κώδεια νέον σκορόδοιο ποθεῖσα.

433Καί τε σὺ μήκωνος κεβληγόνου ὁππότε δάκρυ

434πίνωσιν, πεπύθοιο καθυπνέας· ἀμφὶ γὰρ ἄκρα

435γυῖα καταψύχουσι, τὰ δ’ οὐκ ἀναπίτναται ὄσσε,

436ἀλλ’ αὕτως βλεφάροισιν ἀκινήεντα δέδηεν·

437ἀμφὶ καὶ ὀδμήεις καμάτῳ περιλείβεται ἱδρὼς

438ἀθρόος, ὠχραίνει δὲ ῥέθος, πίμπρησι δὲ χείλη,

439δέσμα δ’ ἐπεγχαλάουσι γενειάδος, ἐκ δέ τε παῦρον

440αὐχένος ἑλκόμενον ψυχρὸν διανίσσεται ἄσθμα·

441πολλάκι δ’ ἠὲ πελιδνὸς ὄνυξ μόρον ἢ ἔτι μυκτὴρ

442στρεβλὸς ἀπαγγέλλει, ὁτὲ δ’ αὖ κοιλώπεες αὐγαί.

443Ἅσσα σὺ μὴ δείδιχθι, μέλοιο δὲ πάμπαν ἀρωγῆς,

444οἰνάδι καὶ γλυκόεντι ποτῷ κεκαφηότα πιμπλὰς

445τινθαλέῳ, τοτὲ δ’ ἔργα διαθρύψαιο μελίσσης

446ἄμμιγα ποιπνύων Ὑμησσίδος, αἵ τ’ ἀπὸ μόσχου

447σκήνεος ἐξεγένοντο δεδουπότος ἐν νεμέεσσιν·

448ἔνθα δὲ καὶ κοίλοιο κατὰ δρυὸς ἐκτίσσαντο

449πρῶτόν που θαλάμας συνομήρεες, ἀμφὶ καὶ ἔργων

450μνησάμεναι Δῃοῖ πολυωπέας ἤνυσαν ὄμπας

451βοσκόμεναι θύμα ποσσὶ καὶ ἀνθεμόεσσαν ἐρείκην.

452δήποτε δ’ ἢ ῥοδέοιο νέον θύος εὔτριχι λήνει,

453ὀχλίζων κυνόδοντα τότ’ ἠμύουσι χαλίνοις,

454ἐνθλίβοις, μαλλὸν δὲ βαθὺν κεκορημένον ἕλκοις,

455ἠὲ καὶ ἰρινόεν, τοτὲ δ’ αὖ μορόεντος ἐλαίης·

456αἶψα δὲ τόν γ’ ἑκάτερθε διὰ ῥέθος ἔγρεο πλήσσων,

457ἄλλοτε δ’ ἐμβοόων, τοτὲ δὲ κνώσσοντα σαλάσσων,

458ὄφρα κατηβολέων ὀλοὸν διὰ κῶμα κεδαίῃ,

459τῆμος δ’ ἐξερύγῃσιν ἀλεξόμενος κακὸν ἄλγος.

460σπεῖρα δ’ ἐνὶ χλιαρῷ λίπεϊ, πρὸ δὲ νέκταρι βάπτων

461τρῖβε καὶ ἐκθέρμαινε ποτῷ ἐψυγμένα γυῖα,

462ἄλλοτε δ’ ἐν δροίτῃ κεράων ἐμβάπτεο σάρκας,

463αἶψα δὲ τινθαλέοισιν ἐπαιονάασθε λοετροῖς

464αἷμ’ ἀναλυόμενοι τέτανόν τ’ ἐσκληκότα ῥινόν.

465Εἰδείης δὲ λαγοῖο κακοφθορέος πόσιν αἰνὴν,

466οὐλομένην, τὸν κῦμα πολυστίου τέκεν ἅλμης.

467τοῦ δ’ ἤτοι λοπίδων μὲν ἰδὲ πλύματος πέλει ὀδμὴ,

468γευθμὸς δ’ ἰχθυόεις νεπόδων ἅτε σαπρυνθέντων

469ἠὲ καὶ ἀρρύπτων, ὁπόταν λοπὶς αὐξίδα χραίνῃ.

470ὅς δ’ ἤτοι ῥυπόεις μὲν ὑπ’ ὀστλίγγεσσιν ἀραιαῖς

471τευθίδος ἐμφέρεται νεαλὴς γόνος ἢ ἀπὸ τεύθου,

472οἷά τε σηπιάδος φυξήλιδος, ἥ τε μελαίνει

473οἶδμα χολῇ δολόεντα μαθοῦσ’ ἀγρώστορος ὁρμήν.

474Τῶν ἤτοι ζοφόεις μὲν ἐπὶ χλόος ἔδραμε γυίοις

475ἰκτερόεις, σάρκες δὲ περὶ σταλάδην μινύθουσι

476τηκόμεναι, ὅ δὲ δόρπα κατέστυγεν· ἄλλοτε ῥινὸς

477ἄκρον ἐποιδαίνων σφυρὰ πίμπραται, ἀμφὶ δὲ μήλοις

478ἄνθε’ ἅτε βρυόεντα κυλοιδιόωντος ἐφίζει.

479δὴ γὰρ ἐφωμάρτησεν ὀλιζοτέρη κρίσις οὔρων

480ἄλλοτε πορφυρέη, τότ’ ἐπιπλέον αἱμάσσουσα.

481πᾶς δὲ παρὰ δρακέεσσι φανεὶς ἐχθαίρεται ἔλλοψ,

482αὐτὰρ ὃ ναυσιόεις ἁλίην ἀπεμύξατο δαῖτα.

483Τῷ μὲν Φωκήεσσαν ἅλις πόσιν ἐλλεβόροιο

484νείμειας, τοτὲ δάκρυ νεοβλάστοιο κάμωνος,

485ὄφρα ποτὸν νέποδός τε κακοῦ ἐκ φύρματα χεύῃ·

486ἄλλοτε βρωμήεντος ἀμελγόμενος γάλα πίνοι

487ἠὲ χύτρῳ τήξας μαλάχης λιπόωντας ὀράμνους·

488καί ποτε κεδρινέης πελάνου βάρος ἔμμορε πίσσης·

489βρύκοι δ’ ἄλλοτε καρπὸν ἅλις φοινώδεα σίδης

490Κρησίδος, οἰνωπῆς τε καὶ ἣν Προμένειον ἔπουσι,

491σὺν δὲ καὶ Αἰγινῆτιν, ὅσαι τὰ σκληρέα κάρφη

492φοίνι’ ἀραχνήεντι διαφράσσουσι καλύπτρῃ·

493ἄλλοτε δ’ οἰνοβρῶτα βορὴν ἐν κυρτίδι θλίψαις

494ὡς εἴ περ νοτέουσαν ὑπὸ τριπτῆρσιν ἐλαίην.

495Ἤν δέ τις ἀζαλέῃ πεπιεσμένος αὐχένα δίψῃ

496ἐκ ποταμοῦ ταυρηδὸν ἐπιπροπεσὼν ποτὸν ἴσχῃ

497λεπτὰ διαστείλας παλάμῃ μνιώδεα θρῖα,

498τῷ μέν τε ῥοιζηδὰ φιλαίματος ἐμπελάουσα

499ῥύμῃ ἅλις προὔτυψε ποτοῦ μέτα χήτεϊ βρώμης

500βδέλλα πάλαι λαπαρή τε καὶ ἱμείρουσα φόνοιο·

501ἢ ὅθ’ ὑπὸ ζοφερῆς νυκτὸς κεκαλυμμένος αὐγὰς

502ἀφραδέως κρωσσοῖο κατακλίνας ποτὸν ἴσχῃ

503χείλεσι πρὸς χείλη πιέσας, τὸ δὲ λαιμὸν ἀμείψῃ

504κνώδαλον ἀκροτάτοισιν ἐπιπλῶον ὑδάτεσσι,

505τὰς μὲν ἵνα πρώτιστον ὀχλιζόμενος ῥόος ὤσῃ,

506ἀθρόα προσφύονται ἀμελγόμεναι χροὸς αἷμα,

507ἄλλοτε μέν τε πύλῃσιν ἐφήμεναι, ἔνθα τε πνεῦμα

508αἰὲν ἀθροιζόμενον στεινοῦ διαχεύεται ἰσθμοῦ,

509ἄλλοτε δὲ στομίοισι πέριξ ἐπενήνοθε γαστρὸς

510ἀνέρα πημαίνουσα, νέην δ’ ἐπενείματο δαῖτα.

511Τῷ σὺ τότ’ ἐν δεπάεσσι κεραιόμενον ποτὸν ὄξευς

512νείμειας, ποτὲ δαῖτα συνήρεα χιονόεσσαν,

513πολλάκι κρυστάλλοιο νέον βορέαο παγέντος.

514ἠὲ σὺ γυρώσαιο καθαλμέα βώλακα γαίης

515ναιομένην, θολερὴν δὲ πόσιν μενοεικέα τεῦχε·

516ἢ αὐτὴν ἅλα βάπτε, τότ’ ἠελίοισι δαμάζων

517εἶθαρ ὀπωρινοῖσι, τότ’ ἠνεκὲς ἐν φλογὶ θάλψας·

518πολλάκι δ’ ἢ ἅλα πηκτὸν ὁμιλαδὸν ἢ ἁλὸς ἄχνην

519ἐμπίσαις, τήν τ’ αἰὲν ἀνὴρ ἁλοπηγὸς ἀγείρει

520νειόθ’ ὑφισταμένην, ὁπόθ’ ὕδασιν ὕδατα μίξῃ.

521Μὴ μὲν δὴ ζύμωμα κακὸν χθονὸς ἀνέρα κήδοι

522πολλάκι μὲν στέρνοισιν ἀνοιδέον, ἄλλοτε δ’ ἄγχον,

523εὖθ’ ὑπὸ φωλεύοντα τραφῇ βαθὺν ὁλκὸν ἐχίδνης,

524ἰὸν ἀνικμαῖνον στομίων τ’ ἀποφώλιον ἄσθμα.

525κεῖνο κακὸν ζύμωμα, τὸ δὴ ῥ’ ὑδέουσι μύκητας

526παμπήδην, ἄλλῳ γὰρ ἐπ’ οὔνομα κέκριται ἄλλο.

527Ἀλλὰ σύ γ’ ἢ ῥαφάνοιο πόροις σπειρώδεα κόρσην.

528ἢ ῥυτῆς κλώθοντα περὶ σπάδικα κολούσας,

529πολλάκι καὶ χαλκοῖο πάλαι μεμογηότος ἄνθην·

530ἄλλοτε κληματόεσσαν ἐν ὄξεϊ θρύπτεο τέφρην·

531δήποτε ῥιζάδα τρῖβε πυρίτιδα βάμματι χραίνων

532ἢ λίτρον, τοτὲ φύλλον ἐναλδόμενον πρασιῇσι

533καρδαμίδος, Μῆδόν τε καὶ ἐμπρίοντα σίνηπυν.

534σὺν δὲ καὶ οἰνηρὴν φλογιῇ τρύγα τεφρώσαιο

535ἠὲ πάτον στρουθοῖο κατοικάδος· ἐκ δὲ βαρεῖαν

536χεῖρα κατεμματέων ἐρύγοι λωβήμονα κῆρα.

537Ἢν δὲ λιπορρίνοιο ποτὸν δυασάλυκτον ἰάψῃ

538φαρμακίδος σαύρης πανακηδέος, ἣν σαλαμάνδρην

539κλείουσιν, τὴν οὐδὲ πυρὸς λωβήσατο λιγνύς,

540αἶψα μὲν ἐπρήσθη γλώσσης βάθος, ἂψ δ’ ὑπὸ μάλκης

541δάμνανται, βαρύθων δὲ κακὸς τρόμος ἅψεα λύει·

542οἳ δὲ περισφαλόωντες ἅτε βρέφος ἑρπύζουσι

543τετραποδί· νοεραὶ γὰρ ἀπὸ φρένες ἀμβλύνονται·

544σάρκα δ’ ἐπιτροχόωσαι ἀολλέες ἄκρα πελιδναὶ

545σμώδιγγες στίζουσι κεδαιομένης κακότητος.

546Τῷ δὲ σὺ πολλάκι μὲν πεύκης ἀπὸ δάκρυ’ ἀμέρξας

547τενθρήνης ἀναμίγδα πόροις ἐν πίοσιν ἔργοις·

548ἠὲ χαμαιπίτυος βλαστήμονος ἄμμιγα κώνοις

549φύλλα καθεψήσειας, ὅσους ἐθρέψατο πεύκη·

550ἄλλοτε δὲ σπέραδος κνίδης μυλοεργέι μίσγων

551τερσαίνοις ὀρόβοιο παλήματι· καί ποτε κνίδην

552ἑψαλέην κρίμνοισι παλυνάμενος ψαθυροῖσιν

553εὖ λίπεϊ χραίνοιο, βορῆς δ’ ἀέκοντα κορέσκοις.

554ναὶ μὴν ῥητίνη τε καὶ ἱερὰ ἔργα μελίσσης

555ῥίζα τε χαλβανόεσσα καὶ ὤεα θιβρὰ χελύνης

556ἀλθαίνει, τοτὲ νέρθε πυρὸς ζαφέλοιο κεραίης

557[ἀλθαίνει καὶ γέντα συὸς φλιδόωντος ἀλοιφῇ]

558ἀμμίγδην ἁλίοιο καθεψηθέντα χελύνης

559γυίοις, ἥ τ’ ἀκιρῇσι διαπλώει πτερύγεσσιν,

560ἄλλοτε δ’ οὐρείης κυτισηνόμου, ἥν τ’ ἀκάκητα

560xαὐδήεσσαν ἔθηκεν ἀναύδητόν περ ἐοῦσαν

561Ἑρμείης· σαρκὸς γὰρ ἀπ’ οὖν νόσφισσε χέλειον

562αἰόλον, ἀγκῶνας δὲ δύω παρετείνατο πέζαις.

563καί τε σύ γ’ ἢ γερύνων λαιδροὺς δαμάσαιο τοκῆας,

564ἄμμιγα δὲ ῥίζας ἠρυγγίδας, ἢ καὶ ἐπαρκὲς

565θάλπε βαλὼν χύτρῳ σκαμμώνιον. οἷσι κορέσκοις

566ἀνέρα, καὶ θανάτοιο πέλας βεβαῶτα σαώσεις.

567Ἤν γε μὲν ἐκ φρυνοῖο θερειομένου ποτὸν ἴσχῃ

568ἢ ἔτι καὶ κωφοῖο λαχειδέος, ὃς ποτὶ θάμνοις

569εἴαρι προσφύεται μορόεις λιχμώμενος ἔρσην, —

570τῶν ἤτοι θερόεις μὲν ἄγει χλόον ἠύτε θάψου,

571γυῖα δὲ πίμπρησιν, τὸ δὲ συνεχὲς ἀθρόον ἄσθμα

572δύσπνοον ἐκφέρεται, παρὰ χείλεσι δ’ ἐχθρὸν ὄδωδεν.

573ἀλλὰ σὺ τῷ βατράχοιο καθεφθέον ἠὲ καὶ ὀπτὴν

574σάρκα πόροις, ὁτὲ πίσσαν ἐν ἡδέι μίγμενος οἴνῃ·

575καί τε σπλὴν ὀλοοῖο κακὸν βάρος ἤρκεσε φρύνης,

576λιμναίης φρύνης πολυαλγέος, ἥ τ’ ἐνὶ φύκει

577πρῶτον ἀπαγγελέουσα βοᾷ θυμάρμενον εἶαρ.

578αὐτὰρ ὅ γ’ ἄφθογγός τε καὶ ἐν δονάκεσσι θαμίζων

579πολλάκι μὲν πύξοιο χλόον κατεχεύατο γυίοις,

580ἄλλοτε δ’ ὑγραίνει χολόεν στόμα· καί ποτε λυγμοὶ

581ἀνέρα καρδιόωντα θαμειότεροι κλονέουσι·

582δὴν δὲ κατικμάζων ἄγονον σπόρον ἄλλοτε φωτὸς,

583πολλάκι θηλυτέρης σκεδάων γυίοισι τέλεσκε.

584ναὶ μὴν τοῖς ὁτὲ νέκταρ ἀφυσγετὸν ἐν δεπάεσσι

585χεύαις, εἰς ἔμετον δὲ καὶ οὐ χατέοντα πελάζοις,

586ἠὲ πίθου φλογιῇ θάλψας κύτος αἰὲν ἐναλθῆ

587ἀνέρα θερμάσσαιο, χέαι δ’ ἀπὸ νήχυτον ἱδρῷ·

588καί τε καὶ αὐξηρῶν δονάκων ἀπὸ ῥίζεα κόψας

589οἴνῃ ἐπεγκεράσαιο, τὰ δή ῥ’ ὑποτέτροφε λίμνη

590οἰκείη, τόθι λεπτὰ διὲκ πόσιν ἑρπετὰ νήχει,

591ἠὲ φιλοζώοιο κυπειρίδος ἠὲ κυπείρου,

592αὐτόν τ’ ἠνεκέεσσι τρίβοις πανάπαστον ἐδωδῆς

593καὶ πόσιος ξήραινε, κατατρύσαιο δὲ γυῖα.

594Ἐχθραλέον δέ σε μή τι λιθάργυρος ἀλγινόεσσα

595λήσειεν τότε γαστρὶ πέσῃ βάρος, ἀμφὶ δὲ μέσσον

596πνεύματ’ ἀνειλίσσοντα κατ’ ὀμφάλιον βρομέῃσιν,

597οἷά περ εἰλίγγοιο δυσαλθέος, ὅς τε δαμάζει

598ἀνέρας ἀπροφάτοισιν ἐνιπλήσσων ὀδύνῃσιν.

599οὐ μὲν τῶν γ’ οὔρων ἄνυται ῥύσις, ἀμφὶ δὲ γυῖα

600πίμπραται, αὐτάρ που μολίβῳ εἰδήνατο χροιή.

601Τῷ δ’ ὁτὲ μὲν σμύρνης ὀδελοῦ πόρε διπλόον ἄχθος,

602ἄλλοτε δ’ ὁρμίνοιο νέην χύσιν, ἄλλοτε κόψαις

603οὐρείην ὑπέρεικον, ὅθ’ ὑσσώπου ὀροδάμνους,

604πολλάκι δ’ ἀγριόεντα κράδην, σπέραδός τε σελίνου

605Ἴσθμιον, ᾧ θ’ ὑπὸ κοῦρον ἀλίβλαπτον Μελικέρτην

606Σισυφίδαι κτερίσαντες ἐπηέξησαν ἀέθλους.

607ἠὲ σύ γ’ ἐν πέπεριν ῥυτῇ συνομήρεα φώξας

608οἴνῳ ἐνιτρίψαιο, κακῆς δ’ ἀπερύκεο νούσου,

609κύπρου τε βλαστεῖα νεανθέα, πολλάκι σίδης

610πρωτόγονον κυτίνοιο πόροις ἀνθήμονα καρπόν.

611[Μὴ μὲν δὴ σμῖλον σὺ κακὴν ἐλατηίδα μάρψαις

612Οἰταίην, θανάτοιο πολυκλαύτοιο δότειραν,

613ἥν τε καὶ ἐμπλείουσα χαλικροτέρη πόσις οἴνης

614οἴη ἐπαλθήσειε παραχρέος, ἡνίκα φωτὸς

615ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον.]

616[Καὶ τὰ μὲν οὖν Νίκανδρος ἑῇ ἐνικάτθετο βίβλῳ

617μοχθήεντα μύκητα παρ’ ἀνέρι φαρμακόεντα.

618Πρὸς δ’ ἔτι τοῖς, Δίκτυννα τεῆς ἐχθήρατο κλῶνας

619Ἥρη τ’ Ἰμβρασίη μούνη στέφος οὐχ ὑπέδεκτο

620κάλλεος, οὕνεκα Κύπριν, ὅτ’ εἰς ἔριν ἠέρθησαν

621ἀθάναται, κόσμησεν ἐν Ἰδαίοισιν ὄρεσσι, —

622τῆς σύ γ’ ἀπ’ εὐύδροιο νάπης, εὐαλθὲς ὄνειαρ.

623καρπὸν πορφυρόεντα συναλδέα χειμερίῃσιν

624ἠελίου θαλφθέντα βολαῖς δοίδυκι λεήνας

625χυλὸν ὑπὲκ λεπτῆς ὀθόνης ἢ σχοινίδι κύρτῃ

626ἐκθλίψαντα πορεῖν κυάθου κοτυληδόνα πλήρη

627ἢ πλεῖον, πλεῖον γὰρ ὀνήιον· — οὐ γὰρ ἀνιγρὸν

628πῶμα βροτοῖς·— τόδε γάρ τε καὶ ἄρκιον, αἴκε πίῃσθα.]

629Καί κ’ ἔνθ’ ὑμνοπόλοιο καὶ εἰσέτι Νικάνδροιο

630μνῆστιν ἔχοις, θεσμὸν δὲ Διὸς ξενίοιο φυλάσσοις.