The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Nicander (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, ed. Gow and Scholfield, op. cit., 138–166.
CTS identifier
urn:cts:greekLit:tlg0022.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

74

ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὅσς' ὡραῖα φυτεύοις

ἄνθε' Ἰαονίηθε. γένη γε μὲν ἰάσι δισσά,

ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσεικές,

ἅσσα τ' Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι

Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν.

ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν,

Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων

ἑσπέριος, Νύμφῃσιν Ἰαονίδεσσι νυχεύσων.

αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας

τάφροις τ' ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων—

πρῶτα μὲν Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχήν

λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν

αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις·

δεύτερα Νισαίης Μεγαρηίδος· οὐδὲ Φάσηλις

οὐδ' αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής,

Ληθαίου Μάγνητος ἐφ' ὕδασιν εὐθαλέουσα.

κισσοῦ δ' ἄλλοτε κλῶνας ἐυρρίζου καπέτοισι,

πολλάκι δὲ στέφος αὐτὸ κορυμβήλοιο φυτεύσαις

Θράσκιον ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην·

βλαστοδρεπῆ δ' ἐχυροῖο, καὶ εἰς μίαν ὄρσεο κόρσην

σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοισι καθάπτων

ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κόρυμβοι

μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου

χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν.

σπέρματι μὴν κάλυκες κεφαληγόνοι ἀντέλλουσιν,

ἀργήεις πετάλοισι κρόκῳ μέσα χροιισθεῖσαι,

ἃ κρίνα λείρια δ' ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν,

οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ' Ἀφροδίτης·

ἤρισε γὰρ χροιῇ· τὸ δέ που ἐπὶ μέσσον ὄνειδος

ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται.

ἶρις δ' ἐν ῥίζῃσιν ἀγαλλιὰς ἥ θ' ὑακίνθῳ

αἰαστῇ προσέοικε χελιδονίοισι δὲ τέλλει

ἄνθεσιν ἰσοδρομεῦσα χελιδόσιν, αἵ τ' ἀνὰ κόλπῳ

φυλλάδα νηλείην ἐκχεύετον, ἀρτίγονοι δέ

εἴδοντ' ἠμύουσαι ἀεὶ κάλυκες στομίοισιν·

σὺν καὶ ἅπερ τ' ὀξεῖα χρόῃ, λυχνὶς ἠδὲ θρυαλλίς,

οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή

οὐδὲ βοάνθεμα κεῖνα τά τ' αἰπύτατον κάρη ὑψοῖ,

φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομέναις ἰσάουσα.

ἕρπυλλον δὲ † φριαλευσοτεν βώλοισι † φυτεύσεις,

ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται

ἠὲ κατακρεμάῃσιν ἐφιμείρων ποτὰ νυμφέων.

καὶ δ' αὐτῆς μήκωνος ... ... ἀπὸ πλαταγώνια βάλλοις,

ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ·

φυλλάσιν ἦ γὰρ πάντα διοιγομένῃσιν ἐφίζει

ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται

κώδειαν καρποῖο μελιχροτέρου πλήθουσαν.

θρίων δ' οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαί

πῆξαν σάρκα τυπῇσι· τὰ δ' οὐ βάσιν ἐστήριξαν

† οὔτε τι παι † βρώμην ποτιδεγμένα· πολλάκι δ' ἴχνη

στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντα καρείοις.. . . . . . . .

ἁδρύνει δὲ βλαστὰ βαθεῖ' ἐν τεύχεϊ κόπρος

σαμψύχου λιβάνου τε νέας κλάδας ἠδ' ὅσα κῆποι

ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν. . . . . . . . .

ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες

λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων,

κύπρος τ' ὀσμηρόν τε σισύμβριον ὅσσα τε κοίλοις

ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμών

κάλλεα, βούφθαλμόν τε καὶ εὐῶδες Διὸς ἄνθος,

χάλκας, σὺν δ' ὑάκινθον ἰωνιάδας τε χαμηλάς

ὀρφνοτέρας, ἃς στύξε μετ' ἄνθεσι Περσεφόνεια.

σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον, ὅσσα τε τύμβοι

φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται,

αὐτάς τ' ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι

τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσι.

πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα

δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς

ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται·

πολλάκι θερμία καλά, τοτὲ χρυσανθὲς ἀμέργων

λείριά τε στήλῃσιν ἐπιφθίνοντα καμόντων

καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους

σαύρην θ' ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.

75

καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι

πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.

76

λόπιμον κάρυόν τε

Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,

78

ἐχθρὰ δ' ἐλαίης

ῥοιῆς τε πρίνου τε δρυός τ' ἀπὸ πήματα κεῖται. . . . . . . . .

οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων.

συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ

κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις,

φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα

θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.

79

καί τε μύκητας ἀμανίτας τότ' ἐφεύσεις

80

σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες

ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.

81

σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης

ἀνθέων μὲν στεφάνους ἀνύσῃς τὰ δὲ πεπτηῶτα

ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν

ἐς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.

ῥίζας δ' ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.

82

κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.

83

ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅ τε βόσκεται ἅλμης,

νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε,

γλίσχρ' ἁλοσύδνης τέκνα, καὶ αὐτῆς φωλεὰ πίνης.

84

κάρδαμ' ἀνάρρινόν τε μελάμφυλλόν τε σίνηπυ.

85

λείη μὲν κράμβη, ὁτὲ δ' ἀγριὰς ἐμπίπτουσα

σπειρομέναις πολύφυλλος ἐνηβήσαι πρασιῇσιν

ἢ οὔλη † καὶ τύριος ὁθἀμνιτις † πετάλοισιν

ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη

βατραχέη Κύμη τε κακόχροος ἣ μὲν ἔοικε

πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσύουσιν,

ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.

86

Οἰνεὺς δ' ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν

οἶνον ἔκλησε.

87

μῆλον ὃ κόκκυγος καλέουσι.

90

βουκαῖοι ζεύγεσσιν ἀμορβεύουσιν ὀρήων.

91

ὄμφακες ἡνίκα χεῖλος ἐπιστύφουσι ποθεῖσαι.

98

Ἄρτεμις εὐρίνων ἑσμὸν ἄγει 〈σκυλάκων〉.

100

ἐπιλίζοντας ὀιστούς

104

Τευθρανίδης, ὦ κλῆρον ἀεὶ πατρώιον ἴσχων,

κέκλυθι μηδ' ἄμνηστον ἀπ' οὔατος ὕμνον ἐρύξῃς,

Ἄτταλ', ἐπεί σεο ῥίζαν ἐπέκλυον Ἡρακλῆος

ἐξέτι Λυσιδίκης τε περίφρονος, ἣν Πελοπηίς

Ἱπποδάμη ἐφύτευσεν ὅτ' Ἀπίδος ἤρατο τιμήν.

105

Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων,

ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα

Μεσσάνας ὑπὸ τεῖχος· ὁ δ' ἕβδομος ἄμμε Γύλιππος

ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν,

Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ' ἄχθος

ματρί· τὸ δ' ἓν πάντων καὶ καλὸν ἐντάφιον.

106

Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον

ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν

πατρίδ' ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν

‘δοῦλα’ καταγράψας ‘σκῦλα κατ' Ἰναχιδᾶν’;

107

Οὐδεὶς τὴν ἰδίην συνεχῶς, Χαρίδημε, γυναῖκα

κινεῖν ἐκ ψυχῆς τερπόμενος δύναται·

οὕτως ἡ φύσις ἐστὶ φιλόκνισος † ἀλλότριος χρώς †

καὶ ζητεῖ διόλου τὴν ξενοκυσθαπάτην.

108

ἠρία τ' εἰς Ἀίδαο κατοιχομένου Κορύθοιο

ὅν τε καὶ ἁρπακτοῖσιν ὑποδμηθεῖς' ὑμεναίοις

Τυνδαρὶς αἴν' ἀχέουσα κακὸν γόνον ἤρατο βούτεω.

109

δι' αἰπεινήν τε κολώνην

Οἰωνοῦ Ῥύπης 〈τε〉 πάγον κατ' Ὀανθίδα λίμνην

στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ' ἐπέλαζον.

110

αἰνήσεις υἱῆα πολυμνήστοιο Δαμαίου.

111

ἐυκτιμένην Μαραθῶνα.

112

†αἰγίνεον† Εὐρύβατον πανουργότατον.

Ἶλος δ' ἀφραδίη[ισι λόφον] περιδώμεεν Ἄτης,ὃς δὴ Λαομέδον[τι κακορ]ρέκτηι λίπε τιμήν,ὃς πρῶτος ψυθί[οισι θεοὺς] ληΐσσατο μύθοις,εὖτε Ποσειδάων[!!!!!!!!]μαδας ἀμφὶ κολώναςλαΐνεον πυ?[!!!!!!!!] κ?αρτύνατο χώ?ρουΦοῖβος δ' ι[[ ]σχεδε[!] ἤλασε κῆτοςπάντα δελ?η[!!!!!!!!!!] καταχνύεσκε δὲ λαούςθηρείου δορ![!!!!!!]λος προκρίνατο πάσας,αὐτὰρ ὁ Θυμβρα[ῖος τοὺς] ἃλς ἔθρεψε δράκοντας,Πόρκην κα[ὶ Χαρίβοι]αν, ὅτε προλιπόντε Καλύδναςυἱέ[α Λαοκόωντος] ὑπὲρ βωμῶν ἐπάσαντο δήεις καὶσκυ]τάλην ἐναλίγκιον ἀμφισφα[ίνηι εἶδος, ἀτὰρπάχε]τός τε καὶ οὐτιδανὴν ἐπὶ σε[ιρὴν μάσσον', ἐπεὶ σκυτά-λης μ]ὲν ὅσον σμινύοιο τέτυκτα[ι στειλειὸν πάχετος,τῆς] δ' ἕλμινθος πλέει ὄγκος, ἠ[ὲ καὶ ἔντερα γῆς οἷα τρέφειὄμ]βριος αἶα. μαθήσει καὶ σκυτά[λην