The Greek Library Author

Oppian

Ἁλιευτικά

Scientific editors
A. W. Mair
Edition reference
Oppian, Colluthus, Tryphiodorus · London · William Heinemann, Ltd. · 1928
CTS identifier
urn:cts:greekLit:tlg0023.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

1ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας

2παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης,

3ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε·

4ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θʼ ἕκαστα

5ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας

6καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας

7καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνης

8κερδαλέης, ὅσα φῶτες ἐπʼ ἰχθύσι μητίσαντο

9ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν

10τολμηρῇ κραδίῃ, κατὰ δʼ ἔδρακον οὐκ ἐπίοπτα

11βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο

12δαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτον

13θηρητὴρ ὁράᾳ τε καὶ ἀντιόωντα δοκεύει

14ἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι·

15ἄμφω δʼ ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρ

16μάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆες

17κνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακτας

18εὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται.

19οὐδʼ ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη

20φλέγμα φέρει· πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶ

21λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης

22αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατʼ ὄρεσφιν

23ἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν

24ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις

25ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι

26εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι

27ὕλης ἀγρονόμοιο, τά τʼ οὔρεσι πολλὰ φύονται.

28τερπωλὴ δʼ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.

29ὅσσοι δʼ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,

30ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·

31τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς

32κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·

33οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ

34εὐνῆς χρηΐζοντες, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν.

35τλησιπόνοις δʼ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,

36ἐλπὶς δʼ οὐ σταθερὴ σαίνει φρένας ἠΰτʼ ὄνειρος·

37οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,

38ἀλλʼ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι

39ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι

40δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·

41δούρασι δʼ ἐν βαιοῖσιν ἀελλάων θεράποντες

42πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,

43αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,

44αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·

45οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τινʼ ὄμβρων

46ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.

47πρὸς δʼ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης

48κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,

49εὖτʼ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·

50οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει

51ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·

52οὐδʼ οἵ γʼ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης

53ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·

54θριξὶ δʼ ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ

55χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν.

56οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κʼ ἐθέλῃσθα

57τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.

58νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,

59αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,

60νῶτον ἁλὸς θείνοντες· ὁ δʼ ἐν πρύμνῃσιν ἄριστος

61ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα

62χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·

63ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα

64φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ

65πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης

66σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.

67αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις

68ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ

69ἰχθὺς ἀντιάσας, τάχα δʼ ἕλκεται ἐκ βασιλῆος

70οὐκ ἀέκων, σέο δʼ ἦτορ ἰαίνεται, ὄρχαμε γαίης·

71πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι

72παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.

73ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων

74εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα

75αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης

76δαίμονες, ὑμετέρας τʼ ἀγέλας καὶ ἁλίτροφα φῦλα

77εἰπέμεν αἰνήσαιτε· σὺ δʼ ἰθύνειας ἕκαστα,

78πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος

79θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.

80μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου

81ἐμφέρεται πλώοντα· τὰ δʼ οὔ κέ τις ἐξονομήναι

82ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·

83ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα

84ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.

85πολλὰ δʼ (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα)

86κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο

87θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.

88οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην

89παυροτέρας ἀγέλας οὔτʼ ἔθνεα μείονα φέρβειν.

90ἀλλʼ εἴτʼ ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη

91εἴθʼ ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,

92ἡμεῖς δʼ ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.

93ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης

94κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·

95οἱ μὲν γὰρ χθαμαλοῖσι παρʼ αἰγιαλοῖσι νέμονται,

96ψάμμον ἐρεπτόμενοι καὶ ὅσʼ ἐν ψαμάθοισι φύονται,

97ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τʼ ἐρυθῖνοι

98καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι

99τραχούρων τʼ ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι

100ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,

101σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.

102ἄλλοι δʼ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης

103φέρβονται, βατίδες τε βοῶν θʼ ὑπέροπλα γένεθλα

104τρυγών τʼ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,

105ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τʼ ὀνίσκων

106σαῦροί τε σκέπανοί τε καὶ ὅσσʼ ἐνιτέτροφε πηλοῖς.

107θῖνα δʼ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι

108βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδʼ ἀθερῖναι

109καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε

110βῶκες ὅσοις τʼ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.

111Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,

112λάβρακές τʼ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες

113πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον

114γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν

115ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,

116πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,

117ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται

118φορβὴν ἱμερτὴν γλυκερῇ θʼ ἁλὶ πιαίνονται.

119λάβραξ δʼ οὐδʼ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,

120ἐκ δʼ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ

121ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.

122πέτραι δʼ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι

123φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·

124τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι

125φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι

126καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θʼ ἅς θ᾽ MSS. And schol. ἁλιῆες

127ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.

128ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης

129λεπράδες, ἅς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι

130ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.

131ἄλλαι δʼ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα

132πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν

133χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,

134καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις

135φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν

136ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις

137δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.

138Ὅσσαι δʼ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,

139ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,

140τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι

141κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ

142μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,

143οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι

144ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.

145ἄλλοι δʼ ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι

146φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,

147ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα

148εἱλεῦνται· τὸ καὶ οὔποθʼ ἑὴν λείπουσι χαράδρην,

149ἀλλʼ αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,

150χειροτέροις ἀΐδηλον ἐπʼ ἰχθύσι πότμον ἄγοντες·

151ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὅς περὶ πάντων

152πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,

153μίμνει δʼ ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν

154ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.

155ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς,

156ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,

157τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,

158ἄλλοι δʼ ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας

159ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δʼ ἐπὶ χέρσον ἀμείβει,

160ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.

161εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,

162αὐτὰρ ὅ γʼ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,

163πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.

164ὀρνίθων δʼ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι

165δυσμενέες· τῶν ἤν τινʼ ἐσαθρήσῃ πελάσαντα,

166πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου

167προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.

168οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,

169ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες

170σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,

171σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε

172σφύραιναι δολιχαὶ ῥαφίδες θʼ ἅμα τῇσιν ἀραιαί·

173ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι

174κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων

175θαρσαλέοι νεπόδων καί τʼ ἀνδράσιν ἀντιφέρονται,

176οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα

177ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,

178ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.

179οἱ δʼ ἐν ἁμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,

180τηλοῦ ἀπὸ τραφερῆς οὐδʼ ᾐόσιν εἰσὶν ἑταῖροι,

181θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,

182κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδʼ ὑπέροπλος

183ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,

184καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.

185ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς·

186ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται

187ἅζονται, πομπῇ δʼ ἐπεφήμισαν οὔνομα νηῶν·

188ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις

189ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος

190ἀμφιπερισκαίροντες ἐΰξυγον ἅρμα θαλάσσης

191τοίχους τʼ ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ

192οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·

193οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλʼ ὑπὸ δεσμῷ

194φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν

195ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι.

196τόσσον ἔρως γλαφυρῇσιν ἐφʼ ὁλκάσιν ἑσμὸν ἀγείρει.

197οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τινʼ ἄνδρα

198ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,

199παῖδές τʼ ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες

200ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται,

201εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·

202ὣς οἵ γʼ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,

203ὄφρʼ οὔτις γαίης ἐλάει φόβος· ἀλλʼ ὅτε χέρσον

204φράσσωνται, τραφερὴν δὲ μέγʼ ἐχθαίρουσιν ἄρουραν,

205αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης

206πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.

207σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης

208ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.

209πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ

210εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας·

211εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.

212καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·

213ἡ δʼ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δʼ ἰσόπηχυς,

214χροιὴ δʼ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν

215εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε

216καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.

217θαῦμα δʼ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο

218ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο

219εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν

220δύσμαχος, οὐδʼ ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι·

221νῆα τιταινομένην ἀνέμου ζαχρηέος ὁρμῇ,

222λαίφεσι πεπταμένοισιν ἁλὸς διὰ μέτρα θέουσαν,

223ἰχθὺς ἀμφιχανὼν ὀλίγον στόμα νέρθεν ἐρύκει,

224πᾶσαν ὑποτρόπιος βεβιημένος· οὐδʼ ἔτι τέμνει

225κῦμα καὶ ἱεμένη, κατὰ δʼ ἔμπεδον ἐστήρικται,

226ἠΰτʼ ἐν ἀκλύστοισιν ἐεργομένη λιμένεσσι.

227καὶ τῆς μὲν λίνα πάντα περὶ προτόνοισι μέμυκε,

228ῥοχθεῦσιν δὲ κάλωες, ἐπημύει δὲ κεραίη,

229ῥιπῇ ἐπειγομένη, πρύμνῃ δʼ ἔπι πάντα χαλινὰ

230ἰθυντὴρ ἀνίησιν, ἐπισπέρχων ὁδὸν ἅλμης·

231ἡ δʼ οὔτʼ οἰήκων ἐμπάζεται οὔτʼ ἀνέμοισι

232πείθεται, οὐ ῥοθίοισιν ἐλαύνεται, ἀλλὰ παγεῖσα

233μίμνει τʼ οὐκ ἐθέλουσα καὶ ἐσσυμένη πεπέδηται,

234ἰχθύος οὐτιδανοῖο κατὰ στόμα ῥιζωθεῖσα·

235ναῦται δὲ τρομέουσιν, ἀείδελα δεσμὰ θαλάσσης

236δερκόμενοι καὶ θάμβος ἴσον λεύσσοντες ὀνείρῳ.

237ὡς δʼ ὅτʼ ἐνὶ ξυλόχοισιν ἀνὴρ λαιψηρὰ θέουσαν

238θηρητὴρ ἔλαφον δεδοκημένος ἄκρον ὀϊστῷ

239κῶλον ὑπὸ πτερόεντι βαλὼν ἐπέδησεν ἐρωῆς·

240ἡ δὲ καὶ ἐσσυμένη περ ἀναγκαίῃς ὀδύνῃσιν

241ἀμφιπαγεῖσʼ ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·

242τοίην νηΐ πέδην περιβάλλεται αἰόλος ἰχθὺς

243ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.

244Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται

245ἀθρόαι, ἄλλοτε δʼ ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας

246ἢ πελάγη, δολιχοῖσί τʼ ἐπέδραμον αἰγιαλοῖσιν,

247αἰέν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ’ ἀλῆται.

248Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις

249ἔμφυλοι· ταῖς δʼ οὔτι παρέστιοι αἰὲν ἔασι,

250πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει

251γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·

252ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει

253κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.

254τέσσαρα δʼ ἀνθιέων μεγακήτεα φῦλα νέμονται,

255ξανθοί τʼ ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα αἷμα· εἷμα Koechly κελαινοί·

256ἄλλους δʼ εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,

257οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον

258ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.

259δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι

260φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης,

261κάραβος ὀξυπαγὴς ἠδʼ ἀστακός· οἱ δὲ καὶ ἄμφω

262πέτραις ἐνναίουσι καὶ ἐν πέτρῃσι νέμονται.

263ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωτα

264οἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτʼ αὐτῆς

265λείπεθʼ ἑκών, ἀλλʼ εἴ μιν ἀναγκαίῃ τις ἐρύσσας

266τῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη,

267αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρην

268σπεύδων, οὐδʼ ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι,

269οὐδʼ ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει

270καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμης

271κείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν,

272τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες.

273ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσα

274πατρῴη καὶ χῶρος ἐφέστιος, ἔνθʼ ἐγένοντο,

275στάζει ἐνὶ κραδίῃ γλυκερὸν γάνος, οὐδʼ ἄρα μούνοις

276πατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων·

277οὐδʼ ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκῃ

278φυξίπολιν πάτρης τελέσῃ βίον ἀλγινόεντα,

279ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων.

280ἐν κείνῃ γενεῇ καὶ καρκίνοι εἰσὶν ἀλῆται

281καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,

282οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.

283πάντες δʼ οἷσί τε κῶλον ὑπʼ ὀστράκῳ ἐστήρικται,

284ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δʼ ἔνερθε

285σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι,

286ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,

287πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες,

288ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται

289πλησαμένων· εὖτʼ ἄν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,

290οἱ δʼ ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται

291αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,

292ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδʼ ἔτι θερμὸν

293ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ

294ἀρτιφύτῳ· μετὰ δʼ αὖτις ἀγειρόμενοι νόον ἤδη

295βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο·

296τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,

297ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.

298ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων

299ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,

300πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα

301τυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν

302ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ·

303ὣς οἵγʼ ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις

304δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.

305ἄλλοι δʼ ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,

306πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδʼ ἁλιεῦσιν

307ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ

308ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης

309γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,

310ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι

311πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.

312τοῖς δὲ μεθʼ ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων

313σηπίη· ἄλλα δὲ φῦλα μετʼ οἴδμασιν ὀστρακόρινα,

314πολλὰ μὲν πέτρῃσι, τὰ δʼ ἐν ψαμάθοισι νέμονται,

315νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ

316κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν

317ὄστρεά θʼ ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·

318τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ

319ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.

320Καρκινάσιν δʼ αὐταῖς μὲν ἐπʼ ὄστρακον οὔτι πέφυκεν

321ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ

322τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,

323ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·

324εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως

325ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο,

326αἵδʼ εἴσω καταδῦσαι ὑπʼ ἀλλοτρίοισιν ἐλύτροις

327ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·

328τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,

329εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ

330ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα,

331οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.

332ἀλλʼ ὅτʼ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα

333καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα

334δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.

335πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν

336ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δʼ ἐλάσασα

337κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετʼ αὐτή.

338ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ ἰχθύς,

339μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι

340ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι·

341ναίει μὲν ψαμάθοις, ἀνὰ δʼ ἔρχεται ἄκρον ἐς ὕδωρ

342πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·

343ἀλλʼ ὅτʼ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,

344αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστʼ ἀκάτοιο

345ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας

346ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος

347λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε

348δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,

349πομποί τʼ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.

350ἀλλʼ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτʼ ἀήταις

351φεύγει ἐπιτρέψας, σὺν δʼ ἔσπασε πάντα χαλινά,

352ἱστία τʼ οἴηκάς τε, τὸ δʼ ἀθρόον ἔνδον ἔδεκτο

353κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.

354ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,

355εἴτʼ οὖν ἀθανάτων τις ἐπεφράσατʼ εἴτε τις ἀνὴρ

356τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,

357ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον

358δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας

359ἐκ προτόνων, τὰ δʼ ὄπισθε χαλινωτήρια νηῶν.

360κήτεα δʼ ὀβριμόγυια, πελώρια, θαύματα πόντου,

361ἀλκῇ ἀμαιμακέτῳ βεβριθότα, δεῖμα μὲν ὅσσοις

362εἰσιδέειν, αἰεὶ δʼ ὀλοῇ κεκορυθμένα λύσσῃ,

363πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν,

364ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί,

365παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσιν

366ἠϊόνες βαρύθοντα καὶ οὐκ ἀπολείπεται ἅλμης·

367τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαινα

368πορδάλιές τʼ ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες·

369ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ

370πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης,

371μάλθη τʼ οὐ v. l. μάλθη θ’ ἡ. μαλακῇσιν ἐπώνυμος ἀδρανίῃσι,

372κριοί τʼ ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνης

373καὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσι

374τριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι

375κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλα

376διπλόα καρτίστοισι μετʼ ἰχθύσι δινεύονται

377πηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖς

378κεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δʼ ὁμαρτῇ

379κλείονται γαλεοί· γαλεῶν δʼ ἑτερότροπα φῦλα

380σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δʼ ἄρα τοῖσι

381ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δʼ ἔργα

382πᾶσιν ὁμοῦ φορβή τε σύν ἀλλήλοις τε νέμονται.

383δελφῖνες δʼ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται

384καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα

385δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει·

386οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην

387μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην

388φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι

389κευθομένην ἤγγειλαν· ὁ δʼ αὐτίκα κυανοχαίτης

390παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε.

391καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,

392ἀγγελίης δʼ ᾔνησεν ἐνηέας οὓς θεράποντας,

393κλήρῳ δʼ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.

394ἔστι δʼ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης

395ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·

396δηρὸν δʼ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις

397μίσγοντʼ ἐγχέλυές τε καὶ ἀσπισδόεσσα χελώνη

398καστορίδες τʼ ὀλοαὶ δυσπενθέες, αἵ τʼ ἀλεγεινὴν

399ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται

400ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν

401δέξηται στυγερῆς τʼ ἐνοπῆς κωκυτὸν ἀκούσῃ,

402οὐ τηλοῦ θανάτοιο τάχʼ ἔσσεται, ἀλλά οἱ ἄτην

403καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.

404ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης

405ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι.

406φῶκαι δʼ ἐννύχιαι μέν ἀεὶ λείπουσι θάλασσαν,

407πολλάκι δʼ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν

408εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.

409Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·

410εἴτʼ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἵτʼ ἄρα πάντῃ

411ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.

412οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας

413αἰθέρα τʼ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ

414καὶ χθόνα παμμήτειραν, ἀπʼ ἀλλήλων μὲν ἕκαστα,

415πάντα δʼ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ

416ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δʼ ἐπέρεισας

417ἀστεμφῆ πάγκοινον ὑπό ζυγόν· οὔτε γὰρ αἰθὴρ

418ἠέρος οὔτʼ ἀήρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ

419γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,

420πάντα δʼ ὁδὸν μίαν εἶσι, μίαν δʼ ἀνελίσσετʼ ἀμοιβήν.

421τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις

422ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχουσʼ ἐπὶ γαῖαν

423ποντόθεν, ἄλλοι δʼ αὖτε κατʼ ἠέρος Ἀμφιτρίτῃ

424μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα

425ἁλκυόνων κρατεροί θʼ ἁλιαίετοι ἁρπακτῆρες

426ἄλλα θʼ ὅσʼ ἰχθυάᾳ διερῆς τʼ ἐπιβάλλεται ἄγρης.

427ἠέρα δʼ αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες

428τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·

429οἱ δʼ ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,

430ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται.

431ἀλλʼ αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι

432τευθίδες· ἧτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν

433εἰσοράαν, ἀγεληδὸν ὅθʼ ὁρμήσωσι πέτεσθαι·

434αἱ δʼ ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·

435ἵρηκες δʼ αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται,

436ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι

437ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.

438αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θʼ ὅμιλοι

439κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.

440τῶν δʼ οἱ μὲν μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,

441πώεσιν ἤ στρατιῇσιν ἐοικότες, οἵ τʼ ἀγελαῖοι

442κέκληνται· τοὶ δʼ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν

443εἴκελοι ἢ δεκάδεσσιν· ὁ δʼ ἔρχεται οἶος ἀπʼ ἄλλων

444μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·

445οἱ δʼ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι.

446χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας

447σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου

448ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων

449ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν

450μαινομένην· τότε δʼ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι

451ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δʼ ὑπὸ πέτραις

452εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα

453ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·

454κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθʼ ὑπʼ ἀήταις

455πρυμνόθεν εἱλεῖται, διὰ δʼ ἔσσυται οὔτις ἄελλα

456ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει

457ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.

458ἀλλʼ ὁπότʼ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι

459πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα

460χείματος εὐδιόωσα γαληναίη τε γένηται

461ἤπια κυμαίνουσα, τότʼ ἰχθύες ἄλλοθεν ἄλλοι

462πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.

463ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα

464ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν

465δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,

466ὀψὲ δʼ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο

467ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι

468τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,

469ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·

470ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης

471ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,

472θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.

473εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης

474καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες

475πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τʼ ἀνὰ κόλπους

476ἠέρος οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται.

477εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι

478ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.

479αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο

480θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς

481γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλʼ ἐνέχονται

482ὠὰ μετʼ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,

483φύρδην συμπεφυῶτα· τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;

484στεινόμεναι δʼ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.

485ὡς οὐ ῥηϊδίην γενεὴν οὐδʼ ἰχθύσι Μοῖραι

486ὤπασαν, οὐδʼ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν

487ἄλγεα, πάντῃ δʼ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.

488ἄρσενες αὖτʼ ἄλλοι μὲν ἐπʼ ἰχθύσι κῆρας ἄγοντες

489δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·

490ἄλλοι δʼ αὖ μετόπισθε διωκόμενοι προθέουσι

491θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι

492ἑλκόμεναι σπεύδουσι μετʼ ἄρσενας ἀσχέτῳ ὁρμῇ.

493ἔνθʼ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι

494τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,

495αἱ δʼ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι

496κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.

497πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰς

498καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι

499ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστʼ Ἀφροδίτη

500Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει

501θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.

502πολλοὶ δʼ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς

503μάρνανται, μνηστῆρσιν ἐοικότες, οἵ περὶ νύμφην

504πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται

505ὄλβῳ τʼ ἀγλαΐῃ τε· τὰ δʼ ἰχθύσιν οὐ παρέασιν,

506ἀλλʼ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,

507τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·

508τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.

509καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι

510τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων·

511τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,

512κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.

513ἀλλʼ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις

514οὔτʼ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ

515μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν·

516αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι

517ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ

518πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ

519ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς

520δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς.

521τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.

522αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι

523ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις

524τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·

525σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην,

526ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.

527τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τʼ ὀδοῦσιν

528ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,

529αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δʼ ἀεκουσῶν

530εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ

531νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,

532ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δʼ εὐνῆς

533ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·

534εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι

535ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ.

536πουλύποδος δʼ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος

537συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·

538οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδʼ ἀπολήγει,

539πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,

540αὐτὸς δʼ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται·

541πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,

542καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι

543ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·

544τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,

545οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι.

546τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτʼ ὀλέθρῳ.

547ὣς δʼ αὔτως καὶ θῆλυς ὑπʼ ὠδίνων μογέουσα

548ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις

549ὠὰ διαθρώσκουσιν, ἀρηρότα δʼ ἀλλήλοισι

550βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ.

551τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρον

552πουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ

553αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.

554ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,

555ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ

556πρόφρων, ἱμείρουσα παρʼ ἱμείροντα γάμοιο.

557ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ

558μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς

559πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,

560τῇ δʼ ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δʼ ὀδόντων

561ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,

562ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.

563στὰς δʼ ἄρʼ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε

564κικλήσκων φιλότητα· θοῶς δʼ ἐσάκουσε κελαινὴ

565ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ.

566ἡ μὲν ἄρʼ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου

567ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·

568ἄμφω δʼ ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε

569συμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα

570νύμφη φυσιόωσα· γάμῳ δʼ ἐπιγηθήσαντες

571ἡ μὲν ἁλὸς πάλιν εἶσι μετʼ ἤθεα, τὸν δʼ ἐπὶ χέρσον

572ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν

573λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.

574ἢν δʼ ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,

575ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ,

576αὐτὰρ ὅ γʼ ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν

577λευγαλέοιο λάβῃσιν ἀνωϊστου θανάτοιο,

578αἰδόμενος, ὅτʼ ἄναλκις ὅπλων γένεθʼ οἷς ἐπεποίθει,

579ἔμμενʼ ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.

580δελφῖνες δʼ ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται

581μήδεά τʼ ἀνδρομέοισι πανείκελα καρτύνονται·

582οὐδʼ αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω

583κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.

584τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.

585ἄλλος δʼ ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ,

586καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,

587τοῖς δʼ ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.

588καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην

589οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·

590τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι·

591σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·

592πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·

593οἴου δʼ οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,

594ἀλλʼ ἔτι τοῦτʼ ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.

595Εὖτʼ ἂν δʼ εἰαρινοῖο περιπλήθωσι γόνοιο

596ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι

597εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·

598πολλοὶ δʼ ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται

599Εὔξεινον μετὰ πόντον, ἵνʼ αὐτόθι τέκνα τέκωνται.

600κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης

601κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν

602ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τʼ ἐπιωγαί·

603ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ

604πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες

605ἄκραι τε σκιεραὶ καὶ ὅσʼ ἰχθύσι φίλτατʼ ἔασιν·

606ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα

607ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι

608δυσμενέες γεγάασιν ἐπʼ ἰχθύσι βαιοτέροισιν

609ὁλκοὶ πουλυπόδων οὐδʼ ἀστακοὶ οὐδὲ πάγουροι·

610παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ

611κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.

612τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ

613ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.

614στέλλονται δʼ ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος

615εἰς ἕν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος

616πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.

617Θρηΐκιον δʼ ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι

618ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου

619στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.

620ὡς δʼ ὅτʼ ἀπʼ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων

621ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,

622Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι

623Πυγμαίων τʼ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·

624τῇσι δʼ ἄρʼ ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ

625ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν·

626ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες

627Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα

628πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,

629εἰσόκʼ ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι

630καὶ τόκον. ἀλλʼ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης,

631νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων

632χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·

633οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετʼ ἀήταις,

634οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τʼ ὀλοοί τε.

635τοὔνεκʼ ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης

636αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,

637κίδνανται δʼ ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.

638ἀλλʼ ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τʼ ἀναίμων

639ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα

640ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι

641φρακτά, τὰ δʼ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·

642ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα

643κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων

644δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες

645ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν.

646οἱ δʼ ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν

647ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,

648δελφίνων δʼ οὔπω τι θεώτερον ἄλλο τέτυκται·

649ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας

650ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ

651πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντο

652γυίοις· ἀλλʼ ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν

653ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.

654εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,

655αὐτίχʼ ὁμοῦ τʼ ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαν

656νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων

657εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν·

658ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ

659στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.

660μαζὸν δʼ ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ,

661θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων

662καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.

663τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν·

664ἀλλʼ ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι

665μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης

666ἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν,

667οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδʼ ἀπολείπει,

668πρίν γʼ ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,

669ἀλλʼ αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.

670οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο

671τερπωλήν τʼ ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαι

672αὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ

673δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·

674οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι

675ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο

676κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·

677τοὶ δʼ ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδʼ ἀπάτερθεν

678ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθʼ ἁπαλοῖσι

679φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.

680ὡς δʼ ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν

681ἀθρόοι, οἱ δʼ ἄρʼ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται

682αἰδοῦς τε πραπίδων τε νόου τʼ ἐπιτιμητῆρες

683πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·

684ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες

685ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ.

686ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·

687καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος

688εἰσὶ ῥοαί· τῇ δʼ οὔτι μετʼ οἴδμασιν ἀλλʼ ἐπὶ χέρσου

689λύετʼ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·

690μίμνει δʼ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν

691αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ

692σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,

693παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.

694ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα

695ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει,

696παῖδα δʼ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,

697δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,

698τερπωλὴν ἀκόρεστον· ὁ δʼ οὐ φρονέων περ ἕκαστα

699παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·

700ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ

701ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.

702δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονται

703φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,

704ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν

705ἰχθύσι τʼ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος

706ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ

707καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα

708πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.

709ἤδη τις κατʼ ὄρεσφιν ἐριβρύχην ἐνόησε

710θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα,

711μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδʼ ὅ γε πυκνῆς

712χερμάδος ἱπταμένης οὐδ αἰγανέης ἀλεγίζει,

713ἀλλʼ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,

714βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·

715οὐδʼ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλʼ ἐπὶ παισὶν

716ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο

717τόσσον, ὅσον μὴ παῖδας ὑπʼ ἀγρευτῆρσιν ἰδέσθαι

718ἑρχθέντας θήρειον ὑπʼ αὐτοκμῆτα καλιήν.

719ἤδη δʼ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ

720ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος,

721χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,

722οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τινʼ αἰδῶ

723γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.

724οἷον δʼ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι

725μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι

726κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.

727καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ

728ὄρθριον ἀμφὶ τέκεσσʼ, ἢ ἀηδόνος αἰολοφώνου,

729ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε

730μυρομέναις ἑά τέκνα, τά τε σφίσι ληΐσσαντο

731ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.

732ἰχθύσι δʼ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι

733παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.

734θαῦμα δʼ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται

735τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ·

736ἀλλʼ ὅτε ταρβήσωσι τά τʼ ἄσπετα δείματʼ ἔασιν

737ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο

738αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον

739γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης

740ἀσπασίως τέτληκε, πάλιν δʼ ὑπεχεύατο παῖδας

741σπλάγχνοις, ἂψ δʼ ἀνέηκεν, ὅτʼ ἀμπνεύσωσι φόβοιο.

742τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,

743ἀλλʼ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,

744ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν

745εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις,

746τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.

747ἄλλοι δʼ αὖθʼ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα

748δεξάμενοι ῥύονται ἅτʼ ἐς δόμον ἠὲ καλιήν·

749οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκνʼ ἀγαπάζει

750πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·

751κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται

752παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·

753τοὺς δʼ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,

754ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα

755χάσσηται, τότε δʼ αὖτις ἀνέπτυσε λευκανίηθεν.

756θύννης δʼ οὔτινʼ ἔγωγʼ ἀθεμίστερον ἔλπομαι ἰχθὺν

757οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·

758ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δʼ ὠδῖνα βαρεῖαν,

759αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,

760νηλής, ἥ θʼ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδʼ ἐόντα

761ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.

762ἔστι δʼ ὅσʼ οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι

763τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,

764ὄστρεα δὴ σύμπαντα, τά γʼ ἰλύϊ τίκτεται αὐτῇ·

765κείνων δʼ οὔτε τι θῆλυ πέλει γένος, οὔτʼ ἐπʼ ἀμοιβῆς

766ἄρσενες, ἀλλʼ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.

767ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος

768οὔτινος ἐκγεγάασιν ἀφʼ αἵματος οὐδὲ τοκήων·

769εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ

770λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα

771μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα

772σίζει τʼ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,

773αἱ δʼ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν

774ἀθρόαι ἔκ τʼ ἐγένοντο καὶ ἔτραφον ἔκ τʼ ἐφάνησαν

775μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης

776οὔνομʼ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.

777ἄλλαι δʼ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·

778εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης

779βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο

780σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα

781ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης

782ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου

783πύθεται, ἐκ δὲ φύονται…

784οὐ μέν…

785

The complete text is available when the reading interface loads.