Κυνηγετικά
- Scientific editors
- A. W. Mair
- Edition reference
- Oppian, Colluthus, Tryphiodorus · London · William Heinemann Ltd. · 1928
- CTS identifier
urn:cts:greekLit:tlg0024.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
1σοί, μάκαρ, ἀείδω, γαίης ἐρικυδὲς ἔρεισμα,
2φέγγος ἐνυαλίων πολυήρατον Αἰνεαδάων,
3Αὐσονίου Ζηνὸς γλυκερὸν θάλος, Ἀντωνῖνε·
4τὸν μεγάλη μεγάλῳ φιτύσατο Δόμνα Σεβήρῳ,
5ὀλβίῳ εὐνηθεῖσα καὶ ὄλβιον ὠδίνασα,
6νύμφη ἀριστοπόσεια, λεχὼ δέ τε καλλιτόκεια,
7Ἀσσυρίη Κυθέρεια καὶ οὐ λείπουσα Σελήνη,
8οὐδὲν ἀφαυρότερον Ζηνὸς Κρονίδαο γενέθλης·
9ἑὐμενέοι Τιτὰν Φαέθων καὶ Φοῖβος Ἀπόλλων.
10τῷ ῥα πατὴρ μεγάλῃσι πονησάμενος παλάμῃσι v. l. κρατερῇσι.
11δῶκεν ἔχειν πᾶσαν τραφερήν, πᾶσαν δὲ καὶ ὑγρήν.
12σοὶ μὲν γὰρ θαλέθουσα κύει πάνδωρος ἄρουρα,
13καὶ πάλιν εὐδιόωσα τρέφει κλυτὰ φῦλα θάλασσα·
14σοὶ δέ τε πάντα νάουσιν ἀπʼ Ὠκεανοῖο ῥέεθρα,
15φαιδρά τε μειδιόωσα θέει κλυτὸς Ἠριγένεια.
16τοιγὰρ ἐγὼν ἔραμαι θήρης κλυτὰ δήνἐ ἀεῖσαι.
17τοῦτό με Καλλιόπη κέλεται, τοῦτʼ Ἄρτεμις αὐτή.
18ἔκλυον, ᾗ θέμις ἐστί, θεείης ἔκλυον ἠχῆς,
19καὶ θεὸν ἠμείφθην· πρώτη δέ με τοιάδʼ ἔνισπεν·
20α. ἔγρεο, καὶ τρηχεῖαν ἐπιστείβωμεν ἀταρπόν,
21τὴν μερόπων οὔπω τις ἑῇς ἐπάτησεν ἀοιδαῖς.
22ο. ἵλαθι, πότνια δῖα, τὰ δʼ ἐν φρεσὶ σῇσι μενοινᾷς,
23ἄμμες ὑφʼ ἡμετέρῃ μεροπηΐδι λέξομεν ἠχῇ.
24α. οὐκ ἐθέλω τριετῆ σε τὰ νῦν Ὀρίβακχον ἀείδειν,
25οὐ χορὸν Ἀονίου παρὰ βένθεσιν Ἀσωποῖο.
26ο. Λείψομεν, ὡς κέλεαι, τὰ Σαβάζιατὰ βάζειν MSS. νύκτερα θύσθλα·
27δηθάκις ἀμφεχόρευσα Θυωναίῳ Διονύσῳ.
28α. μὴ γένος ἡρώων εἴπῃς, μὴ ναυτίλον Ἀργώ,
29μηδὲ μόθους μερόπων, μή μοι Βροτολοιγὸν ἀείσῃς.
30ο. οὐκ ἐρέω πολέμους, οὐκ Ἄρεος ἔργα κάκιστα·
31ἐφρασάμην Πάρθων τε δύας καὶ Κτησιφόωντα.
32α. ἀμφὶ πόθοιςπόθοις Koechly: μόθοις. ὀλοοῖσιν ἀκὴν ἔχε, λεῖπέ τε κεστούς·
33ἐχθαίρω τὰ λέγουσιν ἀθύρματα Ποντογενείης.
34ο. Ἐκλύομέν σε, μάκαιρα, γάμων ἀμύητον ἐοῦσαν.
35α. μέλπε μόθους θηρῶν τε καὶ ἀνδρῶν ἀγρευτήρων·
36μέλπε γένη σκυλάκων τε καὶ ἵππων αἰόλα φῦλα,
37βουλὰς ὠκυνόους, στιβίης ἐϋκερδέος ἔργα·
38ἔχθεά μοι θήρεια λέγειν, φιλότητας ἀείδειν
39καὶ θαλάμους ἐν ὄρεσσιν ἀδακρύτοιο Κυθείρης
40καὶ τοκετοὺς ἐνὶ θηρσὶν ἀμαιεύτοιο λοχείης.
41τοῖαι συνθεσίαι Ζηνὸς μεγάλοιο θυγατρός.
42ἔκλυον, ἀείδω· βάλλοιμι δʼ ἐπίσκοπον ἠχήν.
43ἄλλὰ σύ γʼ, ἀντολίηθεν ἐπʼ Ὠκεανὸν βασιλεύων,
44εὔδιον ἀμβροσίῃσιν ὑπʼ ὀφρύσι σῇσι γεγηθώς,
45δεξιτερὴν ὀπάσαιο πανίλαον ὀλβοδότειραν
46γαίῃ καὶ πολίεσσι καὶ εὐθήροισιν ἀοιδαῖς.
47Τριχθαδίην θήρην θεὸς ὤπασεν ἀνθρώποισιν,
48ἠερίην χθονίην τε καὶ εἰναλίην ἐρατεινήν·
49ἀλλʼ οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται,
50ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι,
51καὶ ταναοὺς ὄρνιθας ἀπʼ ἠέρος εἰρύσασθαι,
52ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;
53οὐ μὲν ἄρʼ οὐδʼ ἁλιῆϊ καὶ οὐκ ἐτὸς ἰξευτῆρι
54ἄγρη νόσφι πόνοιο· πόνῳ δʼ ἅμα τέρψις ὀπηδεῖ
55μούνη, καὶ φόνος οὔτις· ἀναίμακτοι δὲ πέλονται.
56ἤτοι ὁ μὲν πέτρῃσιν ἐφήμενος ἀγχιάλοισι
57γυραλέοις δονάκεσσι καὶ ἀγκίστροισι δαφοινοῖς
58ἄτρομος ἀσπαλιεὺς ἐπεδήσατο δαίδαλον ἰχθύν·l. 58 is omitted in Aldine (Editio princeps), Venice, 1517.
59τερπωλὴ δʼ , ὅτε χαλκοῦχαλκὸν MSS. ὑπαὶ γενύεσσι τορήσας
60ὕψι μάλα θρώσκοντα βυθῶν ὕπερ ἀσπαίροντα
61εἰνάλιον φορέῃσι διʼ ἠέρος ὀρχηστῆρα.
62ναὶ μὴν ἰξευτῆρι πόνος γλυκύς· ἦ γὰρ ἐπʼ ἄγρην
63οὐκ ἄορ, οὐ δρεπάνην, οὐ χάλκεα δοῦρα φέρονται,
64ἀλλʼ αὐτοῖς ἐπὶ δρυμὰ συνέμπορος ἕσπετο κίρκος
65καὶ δολιχαὶ θώμιγγες ὑγρός τε μελίχροος ἰξὸς
66οἵ τε διηερίην δόνακες πατέουσιν ἀταρπόν.
67τίς τάδε τολμήσειεν ἀείδειν ἰσοτάλαντα;
68ἢ βασιλῆϊ λέοντι τίς αἰετὸν ἀντιβάλοιτο;
69ἰῷ πορδαλίων δὲ τίς ἄν μύραιναν ἐΐσκοι,
70ἢ θῶας κίρκοις, ἢ ῥινοκέρωτας ἐχίνοις,
71ἢ λάρον αἰγάγροις, ἢ κήτεα πάντʼ ἐλέφαντι;
72θηρητῆρε λύκους ὄλεσαν, θύννους ἁλιῆες,
73ἀγρευτῆρες ὄϊς, τρήρωνας ἕλον δονακῆες,
74ἄρκτον ἐπακτῆρες, καὶ μορμύρον ἀσπαλιῆες,
75τίγριν δʼ ἱππῆες, καὶ τριγλίδας ἰχθυβολῆες,
76κάπριον ἰχνευτῆρες, ἀηδόνας ἰξευτῆρες.
77ἀλλὰ σὺ μέν, Νηρεῦ, καὶ δαίμονες Ἀμφιτρίτης,
78ἠδὲ φιλορνίθων Δρυάδων χορὸς, ἱλήκοιτε·
79δὴ γὰρ ἐπιστροφάδην με φίλαι καλέουσιν ἀοιδαί·
80δαίμοσι θηροφόνοισι παλίντροπος ἔρχομʼ ἀείσων.
81πρῶτα μὲν αἰζηοὶ μή μοι μάλα πίονες ἔστων·
82ἦ γάρ τοι σκοπέλοισι θορεῖν μὲν ὑπείροχον ἵππον
83χρειὼ ἀναγκαίη, χρειὼ δʼ ἄρα τάφρον ἁλέσθαι.
84δηθάκι δʼ ἐν δρυμοῖσιν ἀνάγκη θῆρα δίεσθαι,
85ποσσὶν ἐλαφρίζοντα καὶ εὐφόρτοις μελέεσσι.
86τῷ μὴ πιαλέοι θήρης ἐπὶ μῶλον ἴοιεν,
87μηδʼ ἔτι λεπταλέοι· καὶ γάρ ποτε δηρίσασθαι
88θηρσὶν ἐνυαλίοισι χρεὼ πολυαγρέα φῶτα.
89τοὔνεκά μοι δέμας ὧδε κερασσάμενοι φορέοιεν,
90ἀμφότερον κραιπνόν τε θέειν σθεναρόν τε μάχεσθαι.
91καὶ δʼ ἄρα δεξιτερῇ μὲν ἐπικραδάοιεν ἄκοντας
92ἀμφιδύμους ταναούς, δρεπάνην δʼ ἐπὶ μεσσόθι ζώνης·
93καὶ γὰρ καὶ θήρεσσι πικρὸν φόνον ἐντύνοιντο,
94καί τε κακῶν φορέοιεν ἀλεξητήρια φωτῶν.
95λαιῇ δὲ πεζὸς μὲν ἄγοι κύνας, ἱππελάτης δὲ
96ἵππων ἰθύνειε κυβερνητῆρα χαλινόν.
97εὐσταλέως δὲ χιτῶνα καὶ εἰς ἐπιγουνίδα πήξας
98ἑλκέσθω, σφίγγοιτο δʼ ἐπημοιβοῖς τελαμῶσιν.
99αὐχένος αὖθʼ ἑκάτερθε παρήορον ἐκ παλαμάων
100εἷμα περιστέλλοιτʼ ὀπίσω σθεναρῶν ὑπὲρ ὤμων,
101ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν
102κείνους, τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν,
103ὄφρα κε μὴ θήρεσσιν ἀπʼ ὄμματος ὕπνον ἕλοιτο
104ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.
105μηδʼ ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα
106πολλάκι κινύμενον πνοιῇ κελάδοντος ἀήτου
107θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι.
108ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες·
109τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.
110ἄλλοτε δʼ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων,
111ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο,
112καὶ μεσάτου, ποτὲ δʼ ἑσπερίου· ποτὲ δʼ αὖτε καὶ ὄρφνῃ
113θῆρας ὑπʼ ἀκτίνεσσι σεληναίης ἐδάμασσαν.
114Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆρι
115πᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν
116εἴαρι φυλλοτόκῳ καὶ φυλλορόῳ φθινοπώρῳ·
117ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι
118καὶ κυσὶν ὠμηστῇσι θέειν εὐκραέες ὧραι
119εἴαρι χρυσείῳ, κρυερῶν νεφέων ἐλατῆρι,
120ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα,
121ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν·
122ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν·
123ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει·
124ἢ πάλιν ἐσχατίῃσιν ὀπωρινῇσι τροπῇσιν,
125ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ,
126καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει
127καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει,
128σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει.
129χείματι δʼ ἐν μεσάτῳ μέσου ἤματος ἀγρώσσοιεν,
130εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς,
131κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας,
132ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός.
133ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν
134ἄζαν τʼ ἠελίου· κέλομαι δʼ ἐπʼ ἄεθλον ἱκάνειν
135πρώτῃ ὑπʼ ἀμφιλύκῃ, ὅθʼ ἑωθινὸν ἀγροιῶται
136ἱστοβοῆος ἔνερθεν ὑπʼ εὐποίητον ἐχέτλην
137γειοτόμον δαμάλῃσιν ἐπιθύνουσιν ἄροτρον·
138ἢ πάλιν ἑσπερίῃσιν ὅτʼ ἠέλιος ζυγὰ κλίνει,
139ὁππότε σημαίνουσιν ἑαῖς ἀγέλῃσι νομῆες,
140εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺς
141βριθόμεναι μαζούς τε καὶ οὔθατα κυκαίνουσαι·
142οἱ δʼ ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων
143πάντες ἑαῖσι φίλῃσι περισκαίρουσι τεκούσαις,
144ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,
145αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ,
146μηκάδας αὖτʼ ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω.
147καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε
148ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα,
149ἔντεά τʼ εὐθήροιο μέγα πνείοντα φόνοιο,
150ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον
151δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά,
152αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,
153ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν,
154φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,
155ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας,
156σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην,
157ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην.
158ἵππους δʼ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων
159ἄρσενας· οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι
160θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν,
161ἀλλʼ ὅτʼ ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ
162ἵππων ὠκυπόδων, ἀπὸ δʼ ἱππάδα τηλόσʼ ἐρύκειν,
163ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος,
164καί τʼ ἀΐοντες ἄδην v. l. αὐδὴν. κρυερὴν φύζανδε νέωνται
165νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ.
166ἵππων δʼ αἰόλα φῦλα, τόσʼ ἔθνεα μυρία φωτῶν,
167ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν·
168ἀλλʼ ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ
169ὅσσοι θʼ ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·
170Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες, v. l. Μάζηκες. Ἀχαιοί,
171Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί,
172Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί.
173ἵππον δʼ ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο
174ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,
175εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται·
176βαιὸν ὑπέρ δειρῆφι μετήορον ὕψι κάρηνον
177ἀείροι, μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·
178ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι·
179εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δʼ ἄρα κόρσης
180ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι·
181ὄμμα τορόν, πυρσωπόν, ἐπισκυνίοισι δαφοινόν·
182εὐρεῖαι ῥῖνες, στόμα δʼ ἄρκιον, οὔατα βαιά·
183γυραλέη δειρή τελέθοι λασιαύχενος ἵππου,
184ὡς ὅτε χαιτήεσσα λόφον νεύει τρυφάλεια·
185πουλὺ πέλοι στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα,
186καὶ ῥάχις ἀμφίδυμος μέσον ἰσχία πιαίνουσα· leg. πειραίνουσα?
187ἐκ δὲ θέοι πολλὴ μετόπισθε τανύτριχος οὐρή·
188μηροὶ δʼ εὐπαγέες, μυώδεες· αὐτὰρ ἔνερθεν
189ὀρθοτενεῖς δολιχοί τε ποδῶν περιηγέες αὐλοὶ
190καὶ μάλα λεπταλέοι· καὶ σαρκὶ λελειμμένα κῶλα,
191οἷα τανυκραίροισιν ἀελλοπόδεσσʼ ἐλάφοισι·
192καὶ σφυρὸν ἀγκλίνοιτο, θέοι δὲ περίδρομος ὁπλὴ
193ὕψι μάλʼ ἐκ γαίης, πυκινή, κερόεσσα, κραταιή.
194τοῖός μοι βαίνοι κρατερὴν θήρειον ἐνυὼ
195θυμαίνων, συνάεθλος, ἀρήϊος, ὄβριμος ἵππος.
196Τυρσηνοὶ τοιοίδε καὶ Ἀρμένιοι καὶ Ἀχαιοὶ
197Καππαδόκαι τε κλυτοὶ Ταύρου πρόπαρ οἵ τεπρόπαρ οἵ τε Koechly: προπάροιθε MSS. νέμονται.
198θαῦμα δὲ Καππαδόκεσσι μέγʼ ἔδρακον ὠκυπόδεσσι·
199εἰσόκε μὲν νεογιλὸν ὑπὸ στομάτεσσιν ὀδόντα
200καὶ γλαγερὸν φορέουσι δέμας, τελέθουσʼ ἀμενηνοί·
201κραιπνότεροι δὲ πέλουσιν, ὅσῳ μάλα γηράσκουσι.
202κείνους εἰς πόλεμον μεγαλήτορα θωρήσσοιο
203αἴθωνάς τʼ ἐπὶ θῆρας· ἐπεὶ μάλα θαρσήεντες
204ὅπλοις ἀντιάαν, πυκινὴν ῥῆξαί τε φάλαγγα,
205θηρσί τʼ ἐνυαλίοισιν ἐναντία δηρίσασθαι.
206πῶς μὲν γάρ τε μάχαισιν ἀρήϊος ἔκλυεν ἵππος
207ἦχον ἐγερσίμοθον δολιχῶν πολεμήϊον αὐλῶν;
208ἤ πῶς ἄντα δέδορκεν ἀκαρδαμύτοισιν vv. ll. ἀσκαρδαμύκτοισιν, ἀσκαρδαμύτοισιν, ἀκαρδαμύκτοισιν. ὀπωπαῖς
209αἰζηοῖσι λόχον πεπυκασμένον ὁπλίτῃσι,
210καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον,
211καὶ μάθεν εὖτε μένειν χρειώ, πότε δʼ αὖτις ὀρούειν,
212καὶ μάθεν εἰσαΐειν κρατερῶν σύνθημα λοχαγῶν;
213πολλάκι καὶ δῆρινδηΐων most MSS. ἀνδρῶν ἐπελάσσατο πύργοις
214ἤρεμος ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν
215ἀσπὶς ὑπέρ κεφαλῆς ἐπικάρσιον ἀσπίδʼ ἐρείδει,
216ὁππότʼ ἐέλδονται δηΐων πόλιν ἐξαλαπάξαι,
217καὶ πεδίον τεύχουσι μετήορον, ἑπταβόειον,
218δαιδαλέον, πυκινόν, πολυόμφαλον, ἀντία δʼ αἴγλη
219χαλκοῦ ἀποθρώσκει φαεθοντιάς, αἶψα δʼ ὀπίσσω
220κλινομένης ἀκτῖνος ἀπαστράπτει πολὺς αἰθήρ.
221ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσα
222ἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ·
223αἰὲν γινώσκουσιν ἐὸν φίλον ἡνιοχῆα
224καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα
225καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον.
226ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς
227καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν
228ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν.
229ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος
230Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν.
231ἵππος ἐπʼ ἀνθερίκων ἔθεεν κούφοισι πόδεσσιν,
232ἄλλος ὑπὲρ πόντοιο, καὶ οὐ στεφάνην ἐδίηνεν.
233ἵππος ὑπὲρ νεφέων Χιμαροκτόνον ἤγαγε φῶτα,
234καὶ χρεμέθων ποτὲ πῶλος ὑφʼ ἡνιόχοιο δόλοισι
235θήκατο τῶν Περσῶν Ἀσιηγενέων βασιλῆα.
236ἔξοχα δʼ αὖ τίουσι φύσιν· τὸ δὲ πάμπαν ἄπυστον
237ἐς φιλότητα μολεῖν, τὴν οὐ θέμις· ἀλλὰ μένουσιν
238ἄχραντοι μυσέων,μυσῶν MSS. καθαρῆς τʼ ἐράουσι Κυθείρης.
239ἔκλυον ὡς προπάροιθε πολυκτεάνων τις ἀνάκτων
240καλὸν ἔχεν πεδίοις ἵππων ἀγελαῖον ὅμιλον·
241τοὺς πάντας μετέπειτα δαμασσαμένη προθελύμνους
242ἱππαλέη νοῦσος πρόλιπεν δύο, μητέρα μούνην
243καὶ μητρὸς φιλίης ὑπομάζιον εἰσέτι πῶλον.
244αὐτὰρ ἐπεὶ μέγας ἦν, πειρᾶτο σχέτλιος ἀνὴρ
245μητέρα παιδὸς ἑοῖο παρʼ ἀγκοίνῃσι βαλέσθαι.
246τοὺς δʼ ὡς οὖν ἐνόησεν ἀναινομένους φιλότητα
247καὶ γάμον ἀμφοτέροισιν ἀπώμοτον, αὐτίκʼ ἔπειτα
248αἰνὰ τιτυσκόμενος δολίην ἐπὶ μῆτιν ὕφαινεν,
249ἐλπόμενος καλέειν γένος ἵπποισιν παλίνορσον.
250ἄμφω μέν πρώτιστα καλύψατο βυσσοδομεύων
251ἄλλοισιν ῥινοῖς· μετέπειτα δὲ χρῖσεν ἐλαίῳ
252πᾶν δέμας εὐώδει, κηώδεϊ· ἔλπετο γάρ δὴ
253ὀδμὴν ἡγήτειραν ἀμαλδῦναι φιλότητος·
254καὶ λάθεν, ὦ μάκαρες, ῥέζων κακά· καὶ τετέλεστο
255ξεῖνος, ἀπόπτυστος θάλαμος, στυγερώτατος ἵπποις,
256οἶος ἐν ἀνθρώποισιν ἐνυμφεύθη προπάροιθε
257Καδμεῖος γάμος αἰνὸς ἀλήμονος Οἰδιπόδαο.
258οἱ δʼ ὅτε γυμνωθέντες ἑὴν ἄτην ἐνόησαν,
259λοξῇσίν τʼ ἄθρησαν ἀνιάζοντες ὀπωπαῖς
260ἡ μὲν ἄρα τλήμων ἄγονον γόνον, αὐτὰρ ὅ γʼ αἶψα
261αἰνόγαμος κακόλεκτρος ἀμήτορα μητέρα δειλήν,
262ὕψι μάλʼ ἠέρθησαν, ἀμείλιχα φυσιόωντες,
263δεσμά τʼ ἀπορρήξαντες ἴτην μεγάλα χρεμέθοντες,
264οἷα θεοὺς μάκαρας μαρτυρόμενοι κακότητος,
265ἀράς τʼ εὐχόμενοι πολυπήμονι νυμφευτῆρι·
266ὀψὲ δὲ μυρόμενοί τε καὶ ἄσχετον ἀΐσσοντες,
267ἀντιπέρην πέτρῃσιν ἑὰς κεφαλὰς ἐλόωντες,
268ὀστὰ συνηλοίησαν, ἐὸν δʼ ἀπὸ φέγγος ἄμερσαν
269αὐτοφόνοι, κλίναντες ἐπʼ ἀλλήλοισι κάρηνα.
270ὧδε φάτις προτέροις κλέος ἵπποισιν μέγʼ ἀείδει.
271ἵππων δʼ ὅσσα γένεθλʼ ἀτιτήλατο μυρίος αἶα,
272ὠκύτατοι Σικελοί, Λιλυβήϊον οἵτε νέμονται
273καὶ τρικάρηνον ὄρος ὅθι τοι σκέπας Ἐγκελάδοιο
274πυρσοῖς αἰθερίοισιν ἐρευγομένοιο κεραυνοῦ
275Σικελικῆς Αἴτνης ἀνεκάχλασεν ἀέναον πῦρ.
276κραιπνότεροι Σικελῶν δὲ παρʼ Εὐφρήταο ῥέεθρα
277Ἀρμένιοι Πάρθοι τε βαθυπλόκαμοι τελέθουσιν.
278ἀλλʼ ἄρα καὶ Πάρθοισι μέγα προφέρουσιν Ἴβηρες,
279ὠκυτέροισι πόδεσσι κροαίνοντες πεδίοιο.
280κείνοισιν τάχα μοῦνος ἐναντίον ἰσοφαρίζοι
281αἰετὸς αἰθερίοισιν ἐπιθύνων γυάλοισιν,
282ἢ κίρκος ταναῇσι τινασσόμενος πτερύγεσσιν,
283ἢ δελφὶς πολιοῖσιν ὀλισθαίνων ῥοθίοισι.
284τόσσον Ἴβηρες ἔασι θοοὶ πόδας ἠνεμόεντας·
285ἀλλʼ ὀλίγοι βαιοί τε μένος καὶ ἀνάλκιδες ἦτορ,
286καὶ δρόμον ἐν παύροισιν ἐλεγχόμενοι σταδίοισιν·
287εἴδεα δʼ ἀγλαόμορφα κλυτὸν δέμας ἀμφιέσαντο,
288ὁπλὴν δʼ οὐ κρατερήν, πηλότροφον, εὐρυπέδιλον.
289Μαύρων δʼ αἰόλα φῦλα πολὺ προφέρουσιν ἁπάντων
290ἀμφὶ δρόμους ταναούς τε καὶ ἀμφὶ πόνους ἀλεγεινούς.
291καὶ Λίβυες μετὰ τοὺς δολιχὸν δρόμον ἐκτελέουσιν,
292ὅσσοι Κυρήνην πουλυψηφῖδα νέμονται.
293εἴδεα δʼ ἀμφοτέροισιν ὁμοίια, πλὴν ὅσον αὖτε
294μείζονες εἰσιδέειν Λίβυες κρατεροὶ γεγάασιν,
295ἀλλὰ δέμας δολιχοί· πλευρῇσι γὰρ ἀμφὶς ἔχουσι
296τῶν ἄλλων πλέονα σπαθίην κτένα· τοὔνεκέν εἰσι
297πάσσονες εἰσιδέειν καὶ κρείσσονες ἰθὺς ὀρούειν,
298ἐσθλοὶ δʼ ἠελίου φορέειν πυρόεσσαν ἐρωὴν
299καί τε μεσημβρινὴν δίψους δριμεῖαν ἐνιπήν.
300ἵπποι Τυρσηνοὶ δὲ καὶ ἄπλετα Κρήσια φῦλα
301ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται.
302Μαύρων δʼ ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε ΠάρθοιΠάρθοι Brodaeus ( cf. iv. 112 ff.): θυμόν MSS. Gesner supposed that a line has been lost after v. 302 which mentioned the Πάρθοι.
303καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες,
304καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.
305ἦ γάρ τοι θήρεσσιν ἐπʼ ἄλλοις ἄλλα γένεθλα
306ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.
307στικτοπόδεσσʼ ἐλάφοις κυανώπεας ὁπλίζοιο,
308ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς,
309αἴθωνας δʼ ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,
310αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι.
311κάλλεϊ δʼ ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος
312Νησαῖος, v. l. Νισ(σ)αῖος. τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες·
313καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῷ·
314βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,
315κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις.
316ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο
317στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν,
318ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν,
319ἢ ὅτι πάγχυ θέλουσʼ ἐπὶ θηλυτέρῃσιν ὀρούειν.
320δοιὰ δʼ ἐπʼ ὠρύγγων τελέθει πολυανθέα κάλλη·
321τοὶ μὲν γὰρ δειρὴν καλλίτριχά τʼ εὐρέα νῶτα
322γεγράφαται δολιχῇσιν ἐπήτριμα ταινίῃσι,
323τίγριες οἷα θοοί, κραιπνοῦ Ζεφύροιο γενέθλη·
324τοὶ δʼ ἄρʼ ἐϋτροχάλοισι περίδρομα δαιδάλλονται
325σφραγῖσιν πυκινῇσιν ὁμοίϊα πορδαλίεσσι·
326τοὺς ἔτι νηπιάχους γράψαν τεχνήμονες ἄνδρες
327αἰθομένῳ χαλκῷ ταναὴν τρίχα πυρσεύοντες.
328δηθάκι δʼ ἄλλα βροτοὶ πανεπίφρονα μητίσαντο,
329πῶλον ἐπιγράψαι καὶ νηδύϊ μητρὸς ἐόντα.
330ὢ πόσση κραδίη, πόσση μερόπεσσι πέλει φρήν.
331ἔρξαν ὅπως ἐθέλουσι· θέσαν πολυειδέος ἵππους,
332μητρὸς ἔτι γλαγερῇσι περισχομένους λαγόνεσσιν.
333ὁππότε θηλυτέρην γὰρ ἕλῃ φιλοτήσιος ὁρμὴ
334ἵππον τʼ ἐγγὺς ἰόντα κλυτὸν μεγαλήτορα μίμνῃ,
335δὴ τότε δαιδάλλουσι πόσιν καλόν· ἀμφὶ δὲ πάντῃ
336πᾶν δέμας εὐστίκτοισι περὶ χροιῇσι γράφουσι,
337καὶ ποτὶ λέκτρον ἄγουσιν ἐπʼ ἀγλαΐῃ κομόωντα.
338ὡς δέ τις ἠϊθέων ὑπὸ νυμφοκόμοισι γυναιξὶν
339εἵμασιν ἀργεννοῖσι καὶ ἄνθεσι πορφυρέοισι
340στεψάμενος, πνείων τε Παλαιστίνοιο μύροιο,
341ἐς θάλαμον βαίνησιν ὑμὴν ὑμέναιον ἀείδων·
342ὣς ἵππον σπέρχοντα γαμήλιά τε χρεμέθοντα,
343πρόσθεν ἑῆς ἀλόχοιο κλυτὸν πόσιν ἀφριόωντα,
344δηρὸν ἐρητύουσι φίλης λελιημένον εὐνῆς·
345ὀψέ δέ τοι μεθιᾶσιν ἐπήρατον ἐς φιλότητα·
346ἡ δʼ ὑποκυσαμένη πολυανθέα γείνατο παῖδα,
347νηδύϊ μὲν πόσιος γόνιμον θορὸν ἀείρασα,
348δεξαμένη μορφὴν δὲ πολύχροον ὀφθαλμοῖσι.
349τοῖά νυ κἀκεῖνοι, τοῖσιν δόνακες μεμέληνται,
350μησάσθην πυκινοῖσι νοήμασιν ἰξευτῆρες,
351ὁππότε δαιδάλλουσι πεληϊάδεσσι νεοσσούς·
352εὖτε γὰρ ἐς φιλότητα θοαὶ τρήρωνες ἴωσι,
353μιγνύμεναι στομάτεσσι βαρυφθόγγοις ἀλόχοισι,
354δὴ τότε μῆτιν ὕφαινε κλυτὴν τιθασοτρόφος ἀνήρ,
355ἄγχι δὲ θηλυτέρῃσιν ἐθήκατο δαίδαλα πολλὰ
356εἵματα πορφύρεα· ταὶ δὲ κλιδὸν ὄσσε βαλοῦσαι
357θυμὸν ἰαινόμεναι τίκτουσʼ ἁλιπόρφυρα τέκνα.
358ναὶ μὴν ὧδε Λάκωνες ἐπίφρονα μητίσαντο
359αἷσι φίλαις ἀλόχοις, ὅτε γαστέρα κυμαίνουσι·
360γράψαντες πινάκεσσι πέλας θέσαν ἀγλαὰ κάλλη,
361τοὺς πάρος ἀστράψαντας ἐν ἡμερίοισιν ἐφήβους,
362Νιρέα καί Νάρκισσον ἐϋμμελίην θʼ Ὑάκινθον,
363Κάστορά τʼ εὐκόρυθον καὶ Ἀμυκοφόνον Πολυδεύκην,
364ἠϊθέους τε νέους, τοί τʼ ἐν μακάρεσσιν ἀγητοί,
365Φοῖβον δαφνοκόμην καὶ κισσοφόρον Διόνυσον·
366αἱ δʼ ἐπιτέρπονται πολυήρατον εἶδος ἰδοῦσαι,
367τίκτουσίν τε καλοὺς ἐπὶ κάλλεϊ πεπτηυῖαι.
368τόσσα μὲν ἀμφʼ ἵπποισιν· ἀτὰρ κατάβηθι, φίλη φρήν,
369οἶμον ἐπὶ σκυλάκων· τόσσοι δʼ ἐπὶ πᾶσι κύνεσσιν
370ἔξοχʼ ἀρίζηλοι, μάλα τʼ ἀγρευτῆρσι μέλονται,
371Παίονες, Αὐσόνιοι, Κᾶρες, Θρήϊκες, Ἴβηρες,
372Ἀρκάδες, Ἀργεῖοι, Λακεδαιμόνιοι, Τεγεῆται,
373Σαυρομάται, Κελτοί, Κρῆτες, Μάγνητες, Ἀμοργοί,
374ὅσσοι τʼ Αἰγύπτοιο πολυψαμάθοισιν ἐπʼ ὄχθαις
375βουκολίων οὖροι, Λοκροί, χαροποί τε Μολοσσοί.
376εἰ δέ νύ τοι κεράσαι φίλον ἔπλετο δοιὰ γένεθλα,
377εἴαρι μὲν πρώτιστα λέχος πόρσυνε κύνεσσιν·
378εἴαρι γὰρ μᾶλλον φιλοτήσια μέμβλεται ἔργα
379θηρσί τε καὶ σκυλάκεσσι καὶ οὐλομένοισι δράκουσιν
380ἠερίοις τʼ ὄρνισι καὶ εἰναλίοις νεπόδεσσιν.
381εἴαρι μὲν χολόεντος ἔχις πεφορυγμένος ἰοῦ
382ἷκτο λέχος ποτὶ θῖνα θαλασσαίης ἀλόχοιο·
383εἴαρι πόντος ὅλος δὲ περισμαραγεῖ Κυθερείῃ
384καὶ νέποδες γαμέοντες ἐπιφρίσσουσι γαλήνῃ·
385εἴαρι καὶ τρήρωνες ἐπιθύνουσι πελείαις,
386ἵπποι δʼ ἀγραύλοις ἐπὶ φορβάσιν ὁπλίζονται,
387ταῦροι δʼ ἀγροτέρας ἐπὶ πόρτιας ὁρμαίνουσι,
388καὶ κτίλοι εἱλικόεντες ἐν εἴαρι μηλοβατεῦσι,
389καὶ κάπροι πυρόεντες ἐπαιχμάζουσι σύεσσι,
390καὶ χίμαροι λασίῃσιν ἐφιππεύουσι χιμαίραις·
391καὶ δʼ αὐτοῖς μερόπεσσιν ἐν εἴαρι μᾶλλον ἔρωτες·
392εἴαρι γὰρ πάνδημος ἐπιβρίθει Κυθέρεια.
393ἔθνεα σοὶ δὲ κυνῶν θαλαμηπολέοντι μελέσθω
394ἄρμενά τʼ ἀλλήλοισιν ἐοικότα τʼ ἔξοχα φῦλα.
395Ἀρκάδας Ἠλείοις ἐπιμίσγεο, Παίοσι Κρῆτας,
396Κᾶρας Θρηϊκίοις, Τυρσηνὰ γένεθλα Λάκωσι,
397Σαρματικόν τε πόσιν φορέοις πρὸς Ἰβηρίδα νύμφην.
398ὧδε μὲν εὖ κεράσειας· ἀτὰρ πολὺ φέρτατα πάντων
399φῦλα μένειν μονόφυλα, τὰ δʼ ἔξοχα τεκμήραντο
400ἄνδρες ἐπακτῆρες· τὰ δὲ μυρία φῦλα πέλονται,
401τῶν ἀμόθεν μορφαί τε καὶ εἴδεα τοῖα πελέσθω.
402μηκεδανόν, κρατερὸν δέμας ἄρκιον, ἠδὲ κάρηνον
403κοῦφον, ἐΰγληνον· κυαναὶ στίλβοιεν ὀπωπαί·
404κάρχαρον ἐκτάδιον τελέθοι στόμα· βαιὰ δʼ ὕπερθεν
405οὔατα λεπταλέοισι περιστέλλοιθʼ ὑμένεσσι·
406δειρὴ μηκεδανή, καὶ στήθεα νέρθε κραταιά,
407εὐρέα· τὼ πρόσθεν δέ τʼ ὀλιζοτέρω πόδες ἔστων·
408ὀρθοτενεῖς κώλων ταναοὶ δολιχήρεες ἱστοί·
409εὐρέες ὠμοπλάται, πλευρῶν ἐπικάρσια ταρσά·
410ὀσφύες εὔσαρκοι, μὴ πίονες· αὐτὰρ ὄπισθε
411στρυφνή τʼ ἐκτάδιός τε πέλοι δολιχόσκιος οὐρή.
412τοῖοι μὲν ταναοῖσιν ἐφοπλίζοιντο δρόμοισι
413δόρκοις ἠδʼ ἐλάφοισιν ἀελλοπόδῃ τε λαγωῷ.
414Θοῦροι δʼ αὖθʼ ἕτεροι, τοῖσιν μενεδήϊος ἀλκή,
415ὅσσοι καὶ ταύροισιν ἐπέχραον ἠϋγενείοις
416καὶ σύας ὑβριστῆρας ἐπαΐξαντες ὄλεσσαν·
417ὅσσοι μηδὲ λέοντας ἑοὺς τρείουσιν ἄνακτας,
418ζατρεφέες, πρώνεσσιν ἐοικότες ἀκρολόφοισι·
419σιμότεροι μὲν ἔασι προσώπατα, δεινὰ δʼ ὕπερθε
420νεύει ἐπισκυνίοισι μεσόφρυα, καὶ πυρόεντες
421ὀφθαλμοὶ χαροπαῖσιν ὑποστίλβοντες ὀπωπαῖς·
422ῥινὸς ἅπας λάσιος· κρατερὸν δέμας· εὐρέα νῶτα·
423κραιπνοὶ δʼ οὐ τελέθουσιν, ἀτὰρ μένος ἐνδόθι πολλόν,
424καὶ σθένος ἄφραστον, καθαρόν, καὶ θυμὸς ἀναιδής.
425ἐς μέν νυν θήρην ὁπλίζεο τοῖα γένεθλα
426αἰχμητῶν σκυλάκων, τοὶ κνώδαλα πάντα δίενται.
427χροιαὶ δʼ ἀργενναί τε κακαὶ μάλα κυάνεαί τε·
428οὔτε γὰρ ἠελίοιο φέρειν μένος ὦκα δύνανται
429οὔτε νιφοβλήτοιο μένος πολυχειμέρου ὥρης.
430κεῖνοι δʼ ἐν πάντεσσιν ἀριστεύουσι κύνεσσι,
431τοῖς ἴκελαι μορφαὶ μάλα θήρεσιν ὠμηστῇσι,
432μηλοφόνοισι λύκοις ἢ τίγρεσιν ἠνεμοέσσαις
433ἢ καὶ ἀλωπήκεσσι θοαῖσί τε πορδαλίεσσιν
434ἢ ὁπόσοι Δήμητρι πανείκελον εἶδος ἔχουσι
435σιτόχροοι· μάλα γάρ τε θοοὶ κρατεροί τε πέλονται.
436εἰ δέ νύ τοι πινυτὴ σκυλακοτροφίη μεμέληται,
437μήποτʼ ἀμέλγεσθαι σκύλακας νεοθηλέϊ μαζῷ
438αἰγῶν ἢ προβάτων, μηδʼ οἰκιδίῃσι κύνεσσιν·
439ἦ γάρ τοι νωθροί τε καὶ οὐτιδανοὶ βαρύθοιεν·
440ἀλλʼ ἐλάφων ἤ που μαζῷ τιθασοῖο λεαίνης
441ἤ που δορκαλίδων ἤ νυκτιπόροιο λυκαίνης·
442ὧδε γὰρ ἂν κρατερούς τε καὶ ὠκέας ἔξοχα θείης,
443εἰδομένους αὐτῇσι γαλακτοφόροισι τιθήναις.
444αὐτὰρ νηπιάχοισιν ἐπʼ οὐνόματα σκυλάκεσσι
445βαιὰ τίθει, θοὰ πάντα, θοὴν ἵνα βάξιν ἀκούῃ.
446ἵπποισι κρατεροῖσι δʼ ὁμήθεες ἀγρευτῆρσιν
447ἐξέτι νηπιάχων ἔστων, μερόπεσσί τε πᾶσιν
448ἠθάδιοι φίλιοί τε, μόνοισι δὲ θήρεσιν ἐχθροί.
449μηδʼ ὑλάαν ἐθέλοιεν· ἐπεὶ μάλα θηρευτῆρσι
450σιγὴ τέθμιός ἐστι, πανέξοχα δʼ ἰχνευτῆρσιν.
451εἴδεα δὲ στιβίης δυσδερκέος ἔπλετο δισσά,
452ἀνδρῶν ἠδὲ κυνῶν· μέροπες μὲν ἄρʼ αἰολόβουλοι
453ὄμμασι τεκμήραντο καὶ ἐφράσσαντο κέλευθα·
454μυξωτῆρσι κύνες δὲ πανίχνια σημήναντο.
455ναὶ μὴν ἀνθρώποισι πέλει περιδέξιος ὥρη
456χειμερίη, στείβουσί τʼ ἀμοχθήτοισιν ὀπωπαῖς,
457οὕνεκα καὶ νιφετοῖσι γεγραμμένα πάνθʼ ἅμʼ ὁρᾶται
458καὶ πηλοῖσι μένει τετυπασμένα εἴκελα ταρσῷ.τετυπωμένα δείκελα ταρσῶν Brunck.
459ἐχθρὸν ἔαρ δὲ κύνεσσι, φίλον δὲ πέλει φθινόπωρον·
460εἴαρι γὰρ βοτάνῃσιν ἄδην ποιητρόφος αἶα
461ἄνθεσι πληθύει τε πολύπνοος, ἀμφὶ δὲ πάντῃ
462εὐστέφανοι λειμῶνες ἀνήροτα πορφύρουσι,
463καὶ πᾶσαν στιβέεσσιν ἐϋρρίνοισι κύνεσσιν
464ὀσμὴν πρεσβεύτειραν ἀμαλδύνουσιν ἄρουραι·
465αὐτὰρ ἐν εὐκάρπῳ γλυκεροσταφύλῳ φθινοπώρῳ
466ποῖαι καὶ βοτάναι καί τʼ ἄνθεα γηράσκουσι,
467γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή.
468ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων,
469βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμενʼ ἀοιδῆς·
470τοὺς τράφεν ἄγρια φῦλα Βρετανῶν αἰολονώτων·
471αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν.
472τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι
473λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι,
474γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,
475ἀλλʼ ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι
476καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι·
477ῥίνεσι δʼ αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς
478καὶ στιβίῃ πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων
479ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν
480ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν.
481καί τις ἐπακτήρων πειρηθῆναι σκυλακήων
482ἱμείρων, προπάροιθε πυλάων αἰπεινάων
483ἢ νέκυν ἢ ζώοντα φέρει παλάμῃσι λαγωόν·
484ἑρπύζει δὲ πάροιθε παραιβαδὸν ἀτραπιτοῖο,
485πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων,
486λαιῇ, δεξιτερῇ, σκολιὴν ὁδὸν ἀμφὶς ἑλίσσων·
487ἀλλʼ ὅτε δὴ μάλα πολλὸν ἀπʼ ἄστεος ἠδὲ πυλάων
488ἔλθῃ, δὴ τότε βόθρον ὀρυξάμενος κατέθαψε·
489νοστήσας δʼ ἐπὶ ἄστυ παλίσσυτος αὐτίκʼ ἀγινεῖ
490ἀτραπιτοῖο πέλας κύνα μέρμερον· αὐτὰρ ὅγʼ αἶψα
491ὠρίνθη, φριμάᾳ τε λαγωείης ὑπʼ ἀϋτμῆς·
492ἴχνια μαστεύει δὲ κατὰ χθονός, οὐδὲ μάλʼ εὑρεῖν
493ἱμείρων δύναται· μάλα δʼ ἀσχαλόων ἀλάληται.
494ὡς δʼ ὅτε τις κούρη δέκατον περὶ μῆνα σελήνης
495πρωτοτόκος λοχίῃσιν ὑπʼ ὠδίνεσσι τυπεῖσα
496λύσατο μὲν πλοκάμους, λῦσεν δʼ ἀπὸ δαίδαλα μαζῶν,
497ἠδʼ ἀχίτων δειλή τε καὶ ἀκρήδεμνος ἐοῦσα
498στρωφᾶται πάντῃ κατὰ δώματα καὶ μογέουσα
499ἄλλοτε μὲν πρόδομον μετανίσσεται, ἄλλοτε δʼ αὖτε
500ἐς λέχος ἰθύει, ποτὲ δʼ ἐν κονίῃσι ῥιφεῖσα
501κωκύει ῥοδαλῇσιν ἐπισμήχουσα παρειαῖς·
502ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνῃσι,
503τῇ καὶ τῇ θύει τε καὶ ἑξείης ἐρεείνει
504πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν
505δένδρεά θʼ ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς.
506ἀλλʼ ὁπότʼ ἴχνεος ὀψὲ διηερίοιο τυχήσῃ,
507καγχαλάᾳ κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ
508σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας·
509ὣς καὶ τῷ μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ
510εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν·
511οὐδʼ ἀπό μιν πλάγξαις, οὐδʼ εἰ μάλα τηλόθʼ ἐλαύνοις,
512ἰθύει δʼ ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς,
513εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσῃ.
514εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,
515λάθρη μὲν πελάει, κατὰ δʼ ἴχνιον ἴχνος ἐρείδει,
516βαιὸς ὑφʼ ἡμερίσιν κεκαλυμμένος ἢ καλάμῃσιν,
517οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα
518ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει.
519ἀλλʼ ὅτε δὴ λόχμῃσι λαγωείῃσι πελάσσῃ,
520ῥίμφʼ ἔθορεν, τόξῳ ἐναλίγκιος ἠὲ δράκοντι
521συρικτῇ, τὸν ὄρινεν ἑῆς πάρος ἀτρεμέοντα
522ἰοδόκου χειῆς ἀμαλητόμος ἤ τις ἀροτρεύς.
523ὣς ὅ γε καγχαλόων ὠκὺς θόρεν· ἢν δὲ τυχήσῃ,
524ῥεῖά μιν ὀξυτέροισι δαμασσάμενος ὀνύχεσσι
525καὶ γενύεσσιν ἑλὼν φόρτον μέγαν ἀντιάσειεν·ἀντία σεῖο Lobeck.
526ὦκα φέρει μογέων τε βαρυνόμενός τε πελάζει.
527οἵη δʼ ἐκ ληΐοιο φέρει θέρος ἀμητοῖο
528βριθομένη πυρῷ τε μετʼ αὔλιον εἶσιν ἀπήνη,
529τὴν δʼ ἐσιδόντες ὄρουσαν ἀολλέες ἀγροιῶται,
530πρόπροθι δʼ ἀντήσαντες ὁ μὲν κύκλοισιν ἐρείδει,
531ἄλλος ὑπερτερίην, ὁ δʼ ἄρʼ ἄξονα βουσὶν ἀρήγων·
532εἰς αὖλιν δὲ μολόντες ἐλύσανθʼ ἱστοβοῆα,
533ταῦροι δʼ ἱδρώοντες ἀνέπνευσαν καμάτοιο,
534θυμὸς δʼ ἠπεδανοῦ μέγʼ ἐχήρατο βουπελάταο·
535ὣς ὁ μὲν ἱκνεῖται φόρτον γενύεσσιν ἀγινῶν.
536αὐτὰρ ὅ γʼ ἀντιάᾳ κεχαρημένος ὠκὺς ἐπακτήρ,
537ἄμφω δʼ ἀείρας ἀπὸ μητέρος ὑψόθι γαίης,
538κόλποισιν θέτο θῆρα καὶ αὐτὸν θηροφονῆα.
Book 2
1εἰεἰ] νῦν CFGI. δʼ ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη,
2παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι,
3εἰπέμεναι μερόπων τίς ἀγασθενέων θʼ ἡρώων
4σῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης.
5ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλα
6θηρομιγῆ, μερόπων μὲν ἐπʼ ἰξύας, ἰξυόφιν δὲ
7ἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην.
8ἐν μερόπεσσι δὲ πρῶτος ὁ Γοργόνος αὐχένʼ ἀμέρσας, v. l. αὐχένα κόψας.
9Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς·
10ἀλλὰ ποδῶν κραιπνῇσιν ἀειρόμενος πτερύγεσσι
11καὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶν
12ἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλα
13ἠδʼ αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα.
14ἱππαλέην δʼ ἄγρην ὁ φαεσφόρος εὕρετο Κάστωρ·
15καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντι
16βαλλόμενος, τοὺς δʼ αὖτε· θοοῖς ἵπποισιν ἐλαύνων
17θῆρας ἕλε ξυνοχῇσι μεσημβρινοῖο δρόμοιο.
18πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδοντας
19διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·
20καὶ γὰρ πυγμαχίῃσι λυγροὺς ἐναρίξατο φῶτας
21καὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας.
22ἔξοχα δʼ ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισιν
23Οἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος.
24ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος
25Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε.
26Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντη
27θηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη.
28νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην,
29Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων.
30τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες.
31πολλοὺς δʼ αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς·
32οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆς
33αὖθις ἑκὼν λείψειεν· ἔχει δέ μιν ἄσπετα δεσμά.
34οἷος μὲν γλυκὺς ὕπνος ἐπʼ ἄνθεσιν εἴαρος ὥρῃ,
35οἵη δʼ αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη,
36οἵη δʼ ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαι
37τερπωλή· πόσση δὲ χάρις κείνοισιν ὀπηδεῖ
38δρεπτομένοις αὐτοῖσι μελιχρῆς ἄνθος ὀπώρης·
39ψυχρὸν δʼ ἐξ ἄντροιο προχεύμενον ἄργυφον ὕδωρ
40οἷον κεκμηῶσι ποτὸν γλυκερόν τε λοετρόν·
41οἷα δʼ ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσιν
42ἐν γλυκεροῖς ταλάροισι παρʼ αἰπολίοισι νομῆες.
43ἀλλʼ ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθλην
44πρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος
45οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο.
46εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχʼ ἄριστος
47βαιοτέροις ταύροις καὶ θηλυτέρῃσιν ἀνάσσει·
48πέφρικεν δʼ ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα·
49αἱ δʼ αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα,
50ὁππότε μυκήσαιτʼ, ἄγριοιἄγριον GI βόες· ἀλλʼ ὅτʼ ἐπʼ ἄλλῳ
51ταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας,
52οἶος ἴῃ,ἴῃ Turnebus: ἔη MSS. κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων,
53δὴ τότʼ ἐπʼ ἀμφοτέροισιν ὑπέρβιος ἵστατʼ ἐνυώ.
54πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες
55ἄγρια θυμαίνοντι χόλῳ μέγα παιφάσσουσι
56καὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν,
57οἷα κονιόμενοι· προκαλίζονται δʼ ἑκάτερθεν,
58ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς·
59αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφʼ ὑσμίνην ἀλεγεινήν,
60ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δʼ ἄφαρ κεράεσσι
61πᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν.
62οἷα δʼ ἐνὶ πτολέμῳ βυθίῳ, ὅτε ναυμάχος Ἄρης
63δῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες,
64στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτῃσιν,
65ἀντίβιον πρώρῃσι μετωπαδὸν ἐγχρίμπτονται,
66σπερχόμεναι πνοιῇ τε λάβρῳ παλάμηφι τε ναυτῶν·
67ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶν
68νηῶν τʼ ἀγνυμένων· στένεται δʼ ὅλος οἴδματι Νηρεύς·
69τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει,
70θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν,
71εἰσόκε δή τις ἕλῃσι φίλην ἑτεραλκέα νίκην.
72αὐτὰρ ὅ γʼ οὔτι φέρει δοῦλον ζυγόν· αἰδόμενος δὲ
73καὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην·
74οἶος δʼ ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν
75φέρβετʼ ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν,
76οἶά τις ἀθλεύων· βριαρὸν δʼ ὅτε κάρτος ἴδηται
77καὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκʼ ὄρεσφιν·
78αὐτὰρ ὅγʼ ἀντήϋσεν· ἐπεσμαράγησε δὲ δρυμών·
79ἀλλʼ ὅτε θαρσήσειε κραταιοτέρῃσιν ἀϋταῖς,
80δή ῥα τότʼ ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει,
81ῥεῖα δʼ ἕλεν· φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησε
82τηλόθʼ ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης.
83εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις.
84ΑἰγύπτουΑἰγύπτιοι Brunck. μὲν ἔασι παρʼ ὄχθαις ἀγλαοκάρποις
85Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖο
86χιόνεοι χροιήν, μέγεθος πάντων ὄχʼ ἄριστοι·
87φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆα
88ἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν,
89ὅττι βροτοὶ δʼ ἐνέπουσιν, ἐνηέες ἐξανέχονται.ἐνηέες ἐξανέχονται Editor: νεηνίαι εἰσανέχονται most MSS.: ἐνηῆες εἰσανέχονται M: ἐνηῆες ἀνέχονται K, Schn. Lehrs. Boudr.
90οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι,
91ξανθοί τε φλογεροί τε· βαθεῖαι δʼ αὐχένι σάρκες·
92σφαιρωτὸς δʼ ἐφύπερθε μετήορος ὕψι κόρυμβος.
93ξείνη δʼ ἐν κεράεσσι φύσις κείνοισι τέτυκται·
94οὐ γάρ τοι κρατερῇσιν ὑπὲρ κεφαλῆφι πέπηγε,
95κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνουσʼ ἑκάτερθε.
96μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες,
97ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου.
98Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέας εἱλικόμορφον
99αἰχμῇσιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.
100οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα,
101αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,
102αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,
103ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,
104μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι·
105ἀλλʼ οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν,
106οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν·
107ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,
108ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·
109κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα
110καρτερόν ἀθλεύοντʼ ἀγέμεν πάρος ἐξ Ἐρυθείης,
111ὁππότʼ ἐπʼ Ὠκεανῷ δηρίσατο Γηρυονῆϊ
112καἰ κτάνεν ἐν σκοπιῇσιν· ἐπεὶ πόνον ἄλλον ἔμελλεν
113οὐχ Ἥρῃ τελέειν οὐδʼ Εὐρυσθῆος ἐνιπαῖς,
114Ἀρχίππῳ δʼ ἑτάρῳ, Πέλλης ἡγήτορι δίης.
115ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο
116πᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντης
117ἵετʼ ἐπειγόμενος, χαροποῦ δʼ ἐπελήθετο πόντου,
118δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης·
119δήθυνεν δὲ πάγοισι, κάλυπτε δʼ ἐρίσπορον αἶαν
120οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης.
121οὔρεσί τʼ ἀμφότερωθε περίδρομος ἐστεφάνωτο
122τειναμένοις ἑκάτερθεν ἐπʼ ἀλλήλοισι κάρηνα·
123ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ,
124ἐκ δʼ ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο,
125αὐτὸς δʼ ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν,
126αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων,
127χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.
128τοὔνεκεν αὐτίκʼ ἔμελλε Διὸς γόνος ἀμφοτέροισι
129νάματα μετρήσειν ῥοπάλῳ καὶ χερσὶ κραταιαῖς,
130ὕδατα δʼ ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαι
131εὐπλοκάμου λίμνης ἠδʼ εὐτροχάλου ποταμοῖο.
132ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσεν
133ἀμφιβόλων ὀρέων, λῦσεν δʼ ἄπο λάϊνα δεσμά,
134καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῇσιν,
135ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα,
136ἴθυνεν δʼ ἐπὶ θῖνας· ὁ δʼ ἔβραχεν ἠπύτα πόντος
137καὶ Συρίου κονάβησε μέλαν δέμας αἰγιαλοῖο.
138οὐ τοίω γʼ ἑκάτερθε πολυσμαράγοιο θαλάσσης
139ἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρῳ·
140ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰ
141ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντῃ,
142συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσινὑδατοπήγεσιν MSS.: corr. Guietus. ἄκραις·
143τῇ δʼ αὖτʼ ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο
144ἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.
145ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης
146σμερδαλέον μύκημα· πελώρια δʼ ἴαχον ἀκταὶ
147δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης·
148γαῖα δʼ ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,
149κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.
150πάντῃ δʼ εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι,
151πάντῃ δʼ ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς
152Μεμνόνιον περὶ νηόν, ὅθʼ Ἀσσύριοι ναετῆρες
153Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,
154ὅν ποτε Πριαμίδῃσιν ἀμυνέμεναι πελάσαντα
155θαρσαλέος πόσις ὦκα δαμάσσατο v. l. παρέδραμε. Δηϊδαμείης.
156ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη
157πάτρης ἡμετέρης ἐρατῇ Πιμπληΐδι μολπῇ·
158νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.
159ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,
160τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσι
161Βιστονίδος Θρῄκης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα·
162φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν
163αὐχέσι πιαλέοισι καὶ ἀμφʼ ἀταλοῖσι γενείοις·
164οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι
165ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες·
166ὀξεῖαι κεράων δὲ πυριγλώχινες v. l. περιγλώχινες. ἀκωκαὶ
167χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν·
168ἀλλʼ, οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι
169νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί,αἰχμαί Boudr.: αἰχμήν MSS.
170ὕπτια δʼ εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα.
171τοὔνεκεν, ὁππότε δή τινʼ ἐπιχρίμψωσι κιχόντες
172ἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι.
173γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,
174οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου·
175γλώσσῃ δʼ αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.
176ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα
177εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,
178στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,
179πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν·
180οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή·
181τετράδυμοι ῥῖνες, πίσυρες πνοιῇσι δίαυλοι·
182ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,
183καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν·
184οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,
185οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,
186οὐδʼ αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς.
187τρηχὺς δʼ αὖτʼ ἐλάφοισιν ἔρως πολλή τʼ Ἀφροδίτη
188καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,
189οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς
190πᾶσίν τʼ ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι.
191κεύθουσιν λαγόνεσσι δʼ ὑπʼ αὐτὴν ἔνδοθι νηδὺν
192ἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν,
193αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δʼ ἀπέρευσε καρήνων
194ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.
195οὐ μὲν ἄρʼ εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ
196τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται·
197οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,
198οὔτʼ ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπʼ ἄνθεσι ποίης
199θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,
200ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν·
201φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν·
202ἀλλʼ οὐδʼ ὣς παρέπεισε· φέρουσα πόσιν δʼ ἐπὶ νώτου
203ἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα·
204αὐτὰρ ὅ γʼ ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν
205οὐ μεθίησι πόθον, γαμίους δʼ ἐτελέσσατο θεσμούς.
206ἀλλʼ ὅτε δὴ μετόπισθε περιπλομένῃσι σελήναις
207θηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει,
208οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι.
209ἔξοχα δʼ ἐν θήρεσσιν ἐπʼ ἀγλαΐῃ κομόωσιν
210ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες·
211ἦ γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων,
212βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν,
213ὄφρα κε μή τις ἕλῃσιν ἐπʼ αὔλακος ἀντιβολήσας·
214κεύθονται δʼ αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις,
215αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι,
216γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο.
217ἀμφίβιοι δʼ ἔλαφοι· καὶ γὰρ τραφερὴν πατέουσι
218καὶ πόντον περόωσιν,πατέουσι . . περόωσιν IK: other MSS. περόωσι . . πατέουσι. ὁμόστολον ἀλλήλοισι
219ναυτιλίην πλώοντες, ὅτʼ ἐξανύουσι θάλασσαν·
220πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,
221οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός·
222τῷ δʼ ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε
223δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων·
224ἄλλος δʼ ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.
225ἀλλʼ ὅτε νηχόμενον κάματος πρώτιστον ἕλῃσι, v. l. ἔχῃσι.
226στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,
227παύσατο δʼ ἀγκλινθεὶς ἑτέρῳ βαιὸν καμάτοιο·
228ἄλλος δʼ αὖτʼ οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει·
229πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,
230ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ,
231ὕψι δʼ ἀνίσχονται κεράων πολυήρατον εἶδος,
232οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.
233ἔχθος δʼ ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι
234πᾶν ὀφίων ἐλάφων τε γένος, πάντῃ δʼ ἐρεείνει
235οὔρεος ἐν βήσσῃς ἔλαφος θρασὺν ἑρπηστῆρα.
236ἀλλʼ ὅτʼ ἴδῃ στροφάλιγξιν ὑφαινόμενον δολιχῇσιν
237ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει
238ἆσσον φωλειοῦ, ῥῖνας δʼ ἐπεθήκατο χειῇ,
239π…
The complete text is available when the reading interface loads.