Ἐπιστολαί
- Scientific editors
- Friedrich Blass
- Edition reference
- Aeschinis. Orationes. · Leipzig · Teubner · 1896
- CTS identifier
urn:cts:greekLit:tlg0026.tlg004.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Epistle 1
AΙΣΧΙΝΗΣ ΦΙΛΟΚΡΑΤΕΙ XΑΙΡΕΙΝ.
Λύσαντες ἐκ Μουνιχίας ἑσπέρας λαμπρῷ σφόδρα Σκίρωνι περὶ μέσην ἡμέραν κατήχθημεν εἰς Κορησὸν τὴν Κείων. καθίσαντες δὲ ἡμέρας ἐννέα (σκαιὸς γὰρ ἦν ὁ ἄνεμος),εἶτα ἑσπέρας πάλιν λύσαντες ἄμα τῇ ἕῳ εἰς Δῆλον ἤλθομεν.
Δήλιοι δὲ ἐνόσουν λοιμώδη τινὰ νόσον· τὰ μὲν πρόσωπα ἐπίμπλαντο λεύκης καὶ τὰς τρίχας λευκοὶ ἐγίγνοντο, ὁ δὲ τράχηλος καὶ τὰ στέρνα ἀνῴδει, πυρετοὶ δʼ οὐκ ἐγίγνοντο οὐδὲ ἀλγηδόνες μεγάλαι, οὐδὲ τὰ κάτω μέρη παρήλλαττεν οὐδέν τι. ταῦτα δὲ ἐπείθοντο κατὰ μῆνιν Ἀπόλλωνος αὐτοῖς συμβεβηκέναι, ταφέντος ἐν τῇ νήσῳ τινὸς τῶν ἐπιφανῶν, οὐ πρότερον εἶωθός· ἐκ τούτου προσβαλεῖν αὐτοῖς τὸν θεὸν τὴν νόσον ταύτην ὑπελάμβανον.
ἡμεῖς δὲ ὥσπερ εἰς τι ἔθνος ἀλλόφυλον ἢ νῆσον ἐν τῇ ἔξω θαλάττῃ ἀφιγμένοι, καὶ ἰδόντες ἐξαίφνης χρῆμαποικίλον ἀνθρώπων, νυκτὸς ἔτι φεύγοντες ῴχόμεθα, πυνθανόμενοι ἀλλήλων κατὰ τὸν πόρον, εἰ τὸ χρῶμα ἔχοι ἕκαστος οἷον ἐκόμιζεν οἴκοθεν, καὶ τὰς τρίχας. ζάλη δὲ καὶ ἄνεμος ἐξώστης ἐμπεσὼν ἀπήνεγκεν ἡμᾶς ὑπὲρ Κρήτην, πλησίον αμαθοῦντος.
ὡς δὲ ἐν συνόπτῳ ἡμεν ἤδη, ἀντιπνεῖ πνεῦμα Διβυκὸν. εἶτα πνεύσαντος ἡμῖν ἀπʼ ἄρκτων πάλιν, πέντε νύκτας ἐν θαλάττῃ γενόμενοι προσέχομεν Ἀερώνῃ, ἵνα μάθωμεν μὴ πολυπραγμονεῖν, εἴ τις ἐν τῇ ἑαυτοῦ πατρίδι κατὰ τοὺς νόμους ἢ μὴ στεφανοῦται. κἀκεῖθεν τέτταρσιν ἡμέραις ἀφικόμεθα εἰς ἐπίνειόν τι τῆς Ῥοδίας, ὅπου νοσῆσαί μοι συνέβη τὴν περὶ τὸ ἄσθμα νόσον.
ὡς δὲ ἐπιμείναντος αὐτόθι οὐκ ἐνεδίδου ἡ νόσος, διέπλευσα εἰς Ρόδὸν, καὶ ἐδέξατο ἡμᾶς εὐμενῶς ὁ τόπος· εὐθὺς γὰρ ὡς ἀφικόμην, πολὑ ῥᾴων ἐγενόμην. καὶ ταυτὶ μὲν ἔχομέν σοι τέως ἐπιστέλλειν· τὰ δʼ ἄλλα ὡς ἂν ἕκαστα συμβαίνῃ, δηλώσομεν. εὐτύχει, καὶ μὴ πολιτεύου μηδὲ πρόσκρουε μήτε τοῖς πλέον σοῦ μήτε τοῖς ἔλαττον δυναμένοις.
Epistle 2
ΚΤΗΣΙΦΩΝΤΙ.
Ἐπέστειλεν ἡμῖν Νικόστρατος ὁ πρὸς μητρὸς θεῖος, ὡς ἐπηρεάζοις μὲν εἰς αὐτὸν οὐ μετρίως, ἐμοὶ δὲ ὀνειδίζοις τὴν διὰ σέ μοι συμβᾶσαν συμφοράν. ἐγὼ δὲ θαυμάζω, τί παθὼν ἐξιοῦσι μὲν ἡμῖν οἴκοθεν τοιαῦτα διελέχθης, ὥστε πεισθῆναί με μηδὲν ὡν διελέχθης πεπλάσθαι σε μηδʼ ἄλλως φρονεῖν, βλέποντα πρῶτον μὲν εἰς τὴν ἐμὴν συμφοράν, ἢν οὐκ ἀπεικὸς εἶναι καὶ τοὺς ἐχθροὺς ἐλεεῖν ὑπελάμβανον, ἔπειτα δὲ εἰς τὸ τοῦ προσῇ ὤπου σου σκυθρωπὸν καὶ ὄμοιον δεδακρυμένῳ·
ὥστʼ ἔγωγε καὶ ἐπέσκηψα ἐνίοις τῶν προσηκόντων ἡμῖν, εἴ του δέοιντο, προσιέναι σοι, καὶ μηδενὸς ὑστερήσειν ὑπεσχόμην αὐτοῖς, καὶ αὐτὸς δὲ ἐπέστειλα περὶ ὡν ἔχρῃζον Ἀθήνησί μοι γενέσθαι πολλάκις· νῦν δʼ οὐδʼ ἐμποδὼν ἔτι οὗσιν ἡμῖν, οὐδὲ διενοχλοῦσι σοὶ οὐδʼ ἄλλῳ τινὶ Ἀθηναίων ἐπηρεάζεις, καὶ οὔτε εἰς τὴν τύχην ἀποβλέπεις οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων, ἀλλʼ ἐπαγωνίζῃ ἔτι καὶ ἐκπεπτωκόσι τῆς πατρίδος καὶ ἀπεστερημένοις ἐπιτιμίας καὶ πόλεως καὶ πολιτῶν καὶ φίλων.
καὶ ὅσα μὲν εἰς ἐμὲ ἀπόντα ἐβλασφήμεις, σοὶ μὲν ἴσως φέροι ἄν τινα εκότως καὶ φθόνον καὶ μῖσος, ὥσπερ ἂν εἴ τινα τῶν τεθνεώτων ἐπιβάλλοιο βλασφημεῖν, ἐν οὕτω χρηστῇ τε καὶ φιλανθρώπῳ πόλει· ἐγὼ δὲ οὐκ ἄν διὰ ταῦτα φαυλότερος νομισθείην, ὑπὸ σοῦ λοιδορούμενος ἀπών, ἀτυχέστερος μέντοι καὶ ἐλεεινότερος ἴσω, ...ποτὲ μὲν οὐδενὸς ἥττων, νυνὶ δὲ οὐδεμίαν ὑπὲρ αὐτοῦ φωνὴν ἐκπέμπειν, ἀλλʼ οὐδὲ ἀκούειν λοιδορούμενος δύναμαι.
τὸ δὲ γέροντα ἐπιεικῆ ὑβρίζεσθαι, μηδεμίαν ἔτι ἐλπίδα ἔχοντα τοῦ δυνήσεσθαί ποτε ἀμύνασθαι, ὅς γε τὴν σήμπασαν ἐλπίδα ἐφʼ ἡμῖν ἀκμὴν ἔχει τοῖς μηδʼ αὐτοὺς σῴζειν ἔτι δυναμένοις, πῶς οὐκ αἰσχρόν ἐστιν; ἀλλὰ μὴ πρὸς τοῦ Διός, μὴ σύ γε, ὧ Κτησιφῶν, μηδὲ εἰ τὰ μάλιστα ἡμᾶς ἀνιᾶν ἔτι βούλει, καὶ εἰ μὴ πεπλήρωκέ σε μηδὲν τῶν ἡμετέρων κακῶν,
μίασμα τοῦτο προσθῇς σαυτῷ τε καὶ τοῖς παισίν, οὕς τρέφεις βοηθοὺς ἔσεσθαι δηλονότι τῷ γήρᾳ σου προσδοκῶν. καὶ μέμνησο, ὅτι οὐδὲ Αἰσχίνης εἰς τοῦτό ποτε ἀφίξεσθαι ἤλπισεν, οὐδʼ ἀλλοί πολλοὶ καὶ ἔτι μᾶλλον ἀκμάσαντες ἐν τῇ ἑαυτῶν πόλει καὶ πολὑ λαμπρότεροι ἐμοῦ τε καὶ σοῦ γενόμενοι.
Epistle 3
ΑΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ.
Οἱ μὲν ἄλλοι πάντες, ὅσοι φεύγουσιν ἀδίκως, ἢ δέονται τῶν πολιτῶν, ὅπως ἐπανέλθωσιν, ἢ διαμαρτόντες τούτου λοιδοροῦσι τὰς ἑαυτῶν πατρίδας, ὡς φαύλως αὐτοῖς προσφερομένας· ἐγὼ δὲ ἐπείπερ ἅπαξ ἀναξίως ὡν ἐπολιτευσάμην ήτύχησα, καὶ κατηγορῶν ἄλλων αὐτὸς ἑάλων, ἄχθομαι μέν, ὥσπερ εἰκός ἐστιν, ἀγανακτῶ δὲ οὐδέν.
οὐ γὰρ οὕτως ἔγωγε ήλίθιός εἶμι, ὥστε, ἐξ ἧς πόλεως Θεμιστοκλῆς ὁ τὴν Ἐλλάδα ἐλευθερώσας ἐξηλάθη, καὶ ὅπου Μιλτιάδης, ὅτι μικρὸν ῶφειλε τῷ δημοσίῳ, γέρων ὢν ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ταύτῃ τῇ πόλει Αἰσχίνην τὸν Ἀτρομήτου φεύγοντα ἀγανακτεῖν οἴεσθαι δεῖν, εἴ τι τῶν εἰωθότων Ἀθήνησιν ἔπαθεν.
ἀλλʼ ἔγωγε καὶ λαμπρὸν εἰκότως μοι νομίσαιμιʼ ἂν αὐτὸ γενέσθαι, τὸ μετʼ ἐκείνων ἐν ἀδοξίᾳ παρὰ τοῖς ἔπειτα ἀνθρώποις καὶ ἄξιος τοῦ ὄμοια παθεῖν ἐκείνοις γεγονέναι.
Epistle 4
Ἐπεὶ δοκεῖ σοι πυνθάνεσθαι περὶ Κλεοκράτους, ὅστις ἐστὶν ὁ Κλεοκράτης, ἄκουε· παύσῃ γὰρ οὐ προῖκαʼ πολυπραγμονῶν, οὐδʼ ἄπει πρὶν μακρᾶς ἀκοῦσαι διηγήσεως. τὸ μὲν γὰρ γένος ἐστὶν ἀπάντων ἀνδρῶν Ἐλλήνων οὐκ ἐν ἀφανεστάτοις, Ἀρίφρονα τὸν ἐκ Δαμαγήτου εἴ που πυνθάνοιο, ὅν που καὶ ὁ μέγας αἴρει Πίνδαρος. ἀλλʼ ὅπως μὴ γέλωτα ὀφλισκάνῃς ζητῶν, ὅστις ἐστὶν ὁ Πίνδαρος.
τουτὶ μὲν γὰρ οἶμαι ὅτι καὶ παρὰ Μαντίᾳ τῷ γραμματιστῇ ἄμα ἐμοί ποτε ἔμαθες τὸ γράμμα· καὶ εἰ μηδενὸς ἔτι τῶν παρὰ Μαντίᾳ μνημονεύεις, ἐν γοῦν ταῖς ἐκκλησίαις Μελανώπου ἑκάστοτε ἀκούεις λέγοντος, ὡ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι ἁλιάδος ἔρεισμʼ Ἀθᾶναι;
καὶ ὅτι Πινδάρου τοῦ Θηβαίου τὸ ἔπος τοῦτό ἐστι, λέγοντος, καὶ ὅτι ἐζημίωσκν αὐτὸν Θη βαῖοι τοῦτο ποιήσαντα τὸ ἔπος, οἷ δὲ ἡμέτεροι πρόγονοι διπλῆν αὐτῷ τὴν ζημίαν ἀπέδοσαν μετὰ τοῦ καὶ εἰκόνι χαλκῇ τιμῆσαι· καὶ ἥν αὕτη καὶ εἰς ἡμᾶς ἔτι, πρὸ τῆς βασιλείου στοᾶς καθήμενος ἐνδύματι καὶ λύρᾳ ὁ Πίνδαρος, διάδημα ἔχων καὶ ἐπὶ τῶν γονάτων ἀνειλιγμένον βιβλίον.
οὖτος δὴ ὁ Πίνδαρος Δαμάγητον ἄδει ἐκεῖνον, εἰς ὅν ἀνατείνει τὸ Κλεοκράτους γένος. λέγει δέ που ὁ αὐτὸς Πίνδαρος καὶ τὰ περὶ τὸὺς Διαγορείους καὶ τὰ περὶ τὴν πρεσβῦτιν, ἧς τὸ μητρῷον γένος αὐτοῦ ἄπτεται. καὶ εἰ μὴ σφόδρα γδεῖν ποιητῶν ὑπέρφρονα ὄντα σε, καὶ τὰ ἀγοραῖα ταῦτα καὶ τὰ ἀπολέσαντα ἡμᾶς ἐπιτηδεύματα μᾶλλον περιέποντα, κἂν ἀποχρῆν ὑπελάμβανόν σε ὑπομνῆσαι μόνον τὰ περὶ τοὺς Διαγορείους εἶπὼν ἔπη Πινδάρου· νυνὶ δὲ οἶδα, ὅτι μάτην σοι αὐτὰ τὴν λύραν λέξομεν.
δοκεῖ οὖν μοι ἀνάγκη εἶναι διηγήσασθαί σοι τὸ διήγημα τοῦτο· ἄξιον γὰρ ἀκοῦσαι, εἰ καὶ μὴ προσῆκον Κλεοκράτει. λέγεται γὰρ γυνή ποτε πρεσβῦτις Ὀλυμιπίασι παρελθοῦσα εἰς τὸ στάδιον ἑστάναι τε ἅμα τοῖς ἀνδράσι καὶ θεάσασθαι τοὺς ἀγωνιζομένους, ἐπιστάντων δὲ αὐτῇ τῶν Ἑλλανοδικῶν, ὅτι ἐτόλμησε παρελθεῖν εἰς τὸ στάδιον, ἀποκρίνασθαι τίνι γὰρ ἄλλῃ τοῦτο γυναικὶ δέδωκε καυχήσασθαι οὗτος ὁ θεός, ὅτι καὶ πατέρα καὶ τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας ἔχοι καὶ υἱὸν ἐπʼ Ὀλύμπια ἄγοι;
ταύτης οὖν τῆς πρεσβύτιδος καὶ τούτου τοῦ γένους ἀπορρώξ ἐστιν ὁ Κλεοκράτης, ὡς ἔστι μᾶλλον πάντων ἢ αὐτοῦ πυθέσθαι. καὶ πλείω μὲν οὐ βούλομαι λέγειν, μὴ οὐ μηνῦσαί σοι, ὅπερ ἠξίωσας, ὅστις ἐστὶν ὁ Κλεοκράτης, βούλεσθαι μόνον, ἀλλὰ καὶ ἐγκεκωμιακέναι αὐτόν, ὥσπερ καὶ Θρασύμαχος τὸν ξένον, συντετάχθαι καὶ ἀποτίνειν ταύτην τὴν χάριν τοῦ λαμπρῶς ἑστιᾶσθαι δοκῶ. τοσοῦτον μέντοι εἴποιμ’ ἄν, ὅτι ἡ πρεσβῦτις ἐκείνη, ε τοῦτον ἐγνώκει τὸν Κλεοκράτη, πολὑ ἄν μᾶλλον ἐπὶ τούτῳ ἢ ἐπὶ τοῖς πέντε Ὀλυμπιονίκαις ἐσεμνύνετο.
Epistle 5
Ὁ μὲν Οὐλιάδης, ᾧ μάλιστʼ ἐπεποίθεις, οὔτε ὅτε ἀφίγμεθα εἰς Ῥόδον παρὼν ἔτυχεν, ἀλλὰ περὶ Αἰνδον ἧν, οὔτʼ ἐπανελθών εἰς Ῥόδον περιττῶς ήσμένισεν ἡμᾶς, ἔξω δὴ τοῦ τὰ κοινὰ ταῦτα προστάξαι, λέγειν, εἴ τινων χρῇζομεν. ὁ δὲ Κλεοκράτης, οὐδὲ μὰ τοὺς θεοὺς ἐπιστεῖλαί σοι δυναίμην ἂν αὐταρκῶς τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας, ὅσῃ κέχρηται περὶ ἐμέ.
καὶ γὰρ οἰκίαν παρεσκεύασέ μοι δημοσίᾳ δοθῆναι καὶ χωρίον ἐν Καμίρῳ, καὶ αὐτὸς δὲ ἔπεμψεν ἡμῖν τὰ ἐπιτήδεια καὶ εἰς ἐνιαυτὸν ἄφθονα, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ Τεύθραντι καὶ Πλειστίᾳ, τὰ μὲν ἄλλα καὶ εἰ φαυλότερα τῶν Ἀθήνησιν, ὥσπερ ἔλαιον καὶ μέλι, ἀλλʼ οἵων παρόντων οὐδὲν ἂν τῶν ἐκεῖθεν δεηθείημεν, οἶνόν γε μὴν καὶ πολὑ ἀμείνω τοῦ παρʼ ὑμῖν, καὶ ἐκ στροβίλου ἄμα καὶ ἀλεύρων καὶ ἀρωμάτων πεποιημένα ἐν τύποις τραγήματα, ὧν καὶ πέπομφά σοι.
ταῦτά θʼ ἡμῖν ἔπεμψε, καὶ πυρῶν μεδίμνους, ὅσοις ἐγὼ μεδίμνοις οὐκ ὅπως ἐμαυτόν, ἀλλὰ καὶ πάντας Κοθωκίδας διαρκεῖν ἂν ἐδυνάμην· καὶ πολλὰ δὲ ἄλλα πρὸς τούτοις, ἄ γράφειν αἰσχύνομαι, ἵνα μή τινα δηλοῦν ἐμὴν μικρολογίαν δόξω. τὸ μὲν γὰρ τὰ μικρὰ πάνυ ὑπερασπάζεσθαι μικρολογίας τινὸς εἶναί φημι καὶ ἀπειροκαλίας, φιλοφρονημάτων δὲ καὶ μικρῶν πάνυ ἔγωγε ἡττᾶσθαι ὁμολογῶ.
παρέχει δὲ ἡμῖν καὶ ἄλλα καλλίω, συῶν τε ἀγρίων καὶ δορκάδων τῶν πέραθεν ἀπολαύσματα. ἔτι δὲ καὶ αὐτὸς ἡμῖν σύνεστιν ὁσημέραι, καὶ μεταδίδωσι τῆς αὐτοῦ σοφίας, ἢ σοφωτέρα ἢ καθʼ ἡμᾶς ἐστιν. ἂ γὰρ ἐγὼ παθὼν ἐδιδάχθην, ταῦτα πρὶν παθεῖν φυλάττεται, σοφίᾳ καὶ οὐχ ὥσπερ οἱ ἄφρονες πείρᾳ διδασκόμενος·
οὐ γὰρ πολιτεύεται. καὶ ὅσον γʼ ἐπὶ Κλεοκράτει, οὐδεμιᾶς πόλεως ἄλλης οὐδὲ ἀνθρώπων ἐπιθυμῶ, ἀλλὰ καὶ σφόδρα ἀσμενίζω τῇ συμφορᾷ, καὶ ἀρχὴ δοκεῖ μοι τοῦ βίου ἡ ἀπαλλαγὴ τῆς αὐτόθι πολιτείας. καὶ ὁτὲ μὲν ὑπεραγαπῶ τὰ παρόντα, καὶ ὅπερ φασὶ Σοφοκλέα ἤδη γέροντα ὑπὲρ ἄλλης ἡδονῆς εἰπεῖν, ὥσπερ κυνὸς λυττώσης ἀπηλλάχθαι ποτὲ τῆς τοῦ πολιτεύεσθαι ἡδονῆς δοκῶ, καὶ ὅταν ὁ νοῦς ἐπικρατῇ, τρισευδαίμων ἔγωγε ἐμαυτῷ τῆς φυγῆς, ἤν φεύγω, φαίνομαι·
ὅταν δʼ αὖ πάλιν ὑπέλθῃ με λογισμός τε καὶ μνήμη τῶν αὐτόθι, οὐχ ἑταίρων μόνον, ἀλλὰ καὶ συγγενῶν καὶ ἐκκλησίας καὶ Κολλυτοῦ, ἐν ᾧ πέντε καὶ τετταράκοντα ἔτη ῷκησα, καὶ τοῦ Ἁλῆσι χωρίου καὶ τῶν ἐκεῖ μοι μετὰ σοῦ καὶ φιλίνου διατριβῶν γενομένων, μεταρρεῖ ἅπαν τὸ αἷμα ἄλλοσέ ποι τῶν σπλάγχνων πάλιν, καί μοι δήποτε καὶ λοιδορίαι, αἷς ἐλοιδορούμην ὑπὸ Δημοσθένους, ἥδισται δοκοῦσι, καὶ σκώμματα, ἐφʼ οἷς οὐδεὶς ἔξω Κτησιφῶντος ἐγέλασε πώποτε.
ἀλλὰ γὰρ ἄλις μὲν ῆδη δακρύων, σύ δʼ εὐτυχοίης, καὶ μὴ μόνον πολιτείαν ἄπασαν, ἀλλὰ καὶ Λεπτίνην φεῦγε, ὅτι πρὸς ἡμᾶς ἔχει φιλαπεχθημόνως, καὶ ὅτι τἄλλα τοιοῦτός ἐστιν, ὅτου περιεῖναι μὲν μηδενὸς λαμπρότερον, ἡττᾶσθαι δὲ ἀδοξότατον. καὶ μάλιστα μὲν παραινῶ, φεῦγε τὰς μετʼ αὐτοῦ διατριβάς· εἰ δʼ αὗ συνέλθοις ἐκ τύχης καὶ καθʼ ἡμῶν λέγοι τι, πειρῶ σιωπᾶν, ἂν ἰσχύῃς, καὶ γελᾶν.
ἀλλʼ ὁ μὲν δίδωσιν ἀποχρῶσαν δίκην τῷ πᾶσιν ἀνθρώποις καὶ γέλωτος εἶναι δοκεῖν ἄμα καὶ μίσους ἄξιος· σύ δέ, εἰ μὴ πάνυ φοβῇ τὴν θάλατταν, ἀφίκοιο παρʼ ἡμᾶς ποτε, καὶ παρασχών σαυτὸν ἰδεῖν ἡμῖν ἐπανίοις πάλιν.
Epistle 6
AΙΣΧΙΝΗΣ ΦΙΛΟΚΡΑΤΕΙ.
Ἀρίστων οὗτος, ὁ κομίζων σοι τὴν ἐπιστολήν, ὁ πρῶτός ἐστιν ἡμᾶς ὑποδεξάμενος ἐν Ῥόδῳ. πέπλευκε δὲ Ἀθήναζε κατὰ χρείαν κηδεστοῦ γέροντος, ἀργύριον εσπράξων παρὰ τοῦ τραπεζίτου Χαρμόλα. σκόπει οὖν, ὅπως αὐτὸν ὑποδέξῃ φιλοφρόνως (ἔστι δὲ κομιδῆ εὐτελὴς τὴν δίαιταν καὶ πρέπων ἡμῖν, ὡ Αθηναῖοι) καὶ τὰ ἄλλα συμπράξεις, ὡς μάθῃ, ὅτι οὐ παντελῶς ἔρημον φίλων ὑπέλαβεν, ἀλλʼ ἔστι τις Ἀθήνησιν Αἰσχίνου μνήμη καὶ λόγος.
Epistle 7
AΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗI ΚΑΙ ΔΗΜΩΙ.
ʼΕπυθόμην τὰ ῥηθέντα Μελανώπῳ πρὸς ὑμᾶς, καὶ τὴν μὲν ὑμετέραν ἀπεδεξάμην φιλανθρωπίαν, Μελανώπῳ δὲ οὐκ ἐπανελθὼν μόνον πρὸς ὑμᾶς νομίζω τοῖς βεβιωμένοις αὐτῷ πρέπουσαν ἀποδώσειν χάριν, ἀλλʼ ἀτυχῶν ἔτι καὶ τῆς πατρίδος ἐστερημένος ὅμῶς ἀρκέσαι πειράσομαι.
ἐγὼ γάρ, ὦ ΜΔλάνωπε, κατὰ μὲν τοὺς νόμους ὁμολογῶ ταύτη κεχρῆσθαι τῇ συμφορᾷ, φημὶ μέντοι βοηθῶν ταῦτα τοῖς νόμοις πεπονθέναι, καὶ ὑπὲρ τοῦ μηδένα στεφανοῦσθαι παρʼ αὐτοὺς ἀγωνιζόμενος. ἐμοὶ μὲν οὗν τὸ δεδυστυχηκέναι πολιτευομένῳ κοινόν ἐστι πρὸς Θεμιστοκλέα καὶ Ἀριστείδην καὶ ἄλλους πολλοὺς τῶν λαμπροτάτων ποτὲ ἐν τῆ πόλει γενομένων·
σοὶ δὲ τὸ μέχρι μὲν χθὲς καὶ πρώην θεσμοθετοῦντος ἤδή σοῦ προεστάναι τὴν μητέρα, τρὶς δὲ ἐμπεσεῖν εἶς τὸ δεσμωτήριον τὸν πατέρα σου, σὲ δὲ πραθέντα τρισχιλίων δραχμῶν τὴν ἀκμὴν ἡταιρηκέναι, τοῖς περὶ Τί‒ μαρχον νέοις κοινὰ ταῦτʼ εἶναι, οὐ τοῖς περὶ Gεμιστοκλέα ἢ Ἀριστείδην τὸν δίκαιον ὑπολαμβάνω.
ἀλλὰ Μελανώπῳ μὲν αὗθις, ἐὰν ὑμῖν δόξῃ, διαλέξομαι παρών· ὑμῖν δὲ τῆς μὲν εὐνοίας, ἥν ἀπόντι μοι παρέχεσθε, θορυβοῦντες ἀεὶ καὶ μὴ θέλοντες ἀκροᾶσθαι τῶν λοιδορούντων ἡμᾶς, πολλὴν χάριν ἔχω, δικαιότερον μέντοι καὶ ἄμεινον ἥν ἐμὲ αὐτὸν ἐᾶσαι πρὸς τοὺς λοιδοροῦντας λέγειν, ψηφισαμένους πολλάκις πολλοῖς ῆδη ἐψηφίσασθε τὰ μέγιστα ἁμαρτοῦσιν εἰς ὑμᾶς.
εἰ δὲ μή, τό γε δεύτερον ἂν δεηθείην, ἀνέχεσθαι πολὺ μᾶλλον τῶν λοιδορουμένων ἡμᾶς, ἢ χαρίζεσθαι δοκοῦντας, ὅτι τῶν βλασφημιῶν οὐκ ἀκροᾶσθε, μείζω τὴν ὑποψίαν τῶν δυναμένων λέγεσθαι ποιεῖν.
Epistle 8
Σύ μὲν οὐδέπω καὶ νῦν ἀφῖξαι πρὸς ἡμᾶς, ἀλλὰ καὶ νόσους καὶ δίκας καὶ πάντα μᾶλλον τοῦ μὴ βούλεσθαι ἐλθεῖν πρὸς ἡμᾶς σιτία· Νικίας δὲ ἀφῖκται πάλαι καὶ Ἀνδρωνίδας. εἶ μὲν οὗν νῦν γε σύν Φιλίνῳ (πυνθάνομαι γὰρ αὐτὸν ἐξιέναι) διέγνωκας ἀφικνεῖσθαι πρὸς ἡμᾶς, τάχʼ ἂν εἴη σοι ἔτι ἀπολογία καὶ λυθείη ὁ πόλεμος· εἰ δὲ οὐδὲ σύν ἐκείνῳ διέγνωκας ἐξιέναι, σύ μὲν ἐπιστελεῖς διὰ παντὸς ἡμῖν ἀφίξεσθαι πρὸς ἡμᾶς, ἐγὼ δὲ ἅπαξ ἀνιάσομαι.
Epistle 9
Περαιωθεὶς ἐπὶ Φύσκον, ἡσυχάσας ἐκείνην τὴν ἡμέραν, οὐχ ὑπʼ ἀργίας, ἀλλὰ μηκυνεῖν ἔδοξεν ἡ περὶ τὸ ἄσθμα νόσος, ὡς τὴν νύκτα ἐνέδωκε καὶ ῥᾴων ἐγενόμην, βαδίσας εἰς τὴν ʼʼΑμὸν ἐπεῖδον τὰ χωρία. καί μοι ἔδοξε καλὰ μὲν ἄλλως καὶ ποικίλα εἶναι τὰ χωρία (καὶ γὰρ ἐλαιῶν φυτὰ ἥν πολλὰ καὶ ἄμπελοι συχναὶ καὶ σπόριμα πλείονα καὶ νομαὶ καλαί), ἐπαύλιον δὲ οὐδὲ μέτριον, ἀλλὰ πάντα ἐρείπια.
ἐδέξατο δʼ ἡμᾶς ὁ Μυωνίδης φιλανθρώπως σφόδρα. τὰ μέντοι χωρία δυοῖν ταλάντων ἐπριάμην, καὶ νῦν ἐπαύλιόν τι μηχανῶμαι τοιοῦτον, οἷον ἂν μηχανῴμην ἐγὼ κεκτημένος βραχέα καὶ μέλλων ὅμως οἰκεῖν ἐνθάδε, μὰ τοὺς θεοὺς οὐχ ἡδέως στερόμενος τῆς ἐμαυτοῦ πόλεως, καὶ μάλιστα τοιαύτης, ἐν δύναιτο ἄν τις ἧττον ἀλγεῖν ὑπολαμβάνων οἰκεῖν. ἔρρωσο.
Epistle 10
Ὁ δὴ Κίμων οἷα κατὰ πόλιν ἑκάστην καὶ αἰγιαλὸν ἡμᾶς δέδρακεν, οὐκ ἔθους, οὐ νόμου φειδόμενος οὐδενός. κατὰ θέαν εἰς ʼʼΙλιον ἀφικόμην τῆς τε γῆς καὶ θαλάττης. καὶ ἂ μὲν εἶδον αὐτόθι, γράφειν ἐπεὶ δοκεῖ ὕλην ἀφθονον ἔχειν, σιωπήσω· δέδοικα γάρ, μὴ ποιητικῆς λαβόμενος φλυαρίας ἀπειροκαλεύεσθαι δόξω. τὰ δὲ Κίμωνος ἔργα καὶ τὴν ἀκρασίαν, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαἰ, δυναίμην ἂν ἀρκέσαι λέγων.
διατριβόντων γὰρ ἡμῶν πολλὰς ἡμέρας ἐν Ἰλίῳ καὶ μὴ πληρουμένων τῆς θέας τῶν τάφων (ἦν δέ μοι γνώμη μένειν, ἕως ἅπαντα ἐπεξέλθω τὰ ἐν τῇ Ἰλιάδι ἔπη πρὸς αὐτοῖς ἑκάστοις, ὑπὲρ ὧν τὰ ἔπη ἐστὶ γιγνόμενα), ἐμπίπτει ἡμέρα, ἐν ᾗ πειρῶνται τοὺς γάμους οἱ Ἰλιεῖς τῶν θυγατέρων, ὅσων ἐπιτρέπει ποιεῖν ἡ ὥρα.
ἐγένοντο δὲ συχναὶ αἱ γαμούμεναι. νενόμισται δὲ ἐν τῇ Τρῳάδι γῇ τὰς γαμουμένας παρθένους ἐπὶ τὸν Σκάμανδρον ἔρχεσθαι, καὶ λουσαμένας ἀπʼ αὐτοῦ τὸ ἔπος τοῦτο ὥσπερ ἱερόν τι ἐπιλέγειν, λαβέ μου, κάμανδρε, τὴν παρθενίαν ἐν δὴ ταῖς ἄλλαις Καλλιρρόη ὄνομα παρθένος μεγάλη, πατρὸς δὲ οὐ τῶν ἐπιφανῶν, ἐπὶ τὸν ποταμὸν ἧκε λουσομένη.
καὶ ἡμεῖς ἄμα τοῖς τε οἰκείοις τῶν γαμουμένων καὶ τοῖς ἄλλοις ὄχλοις πόρρωθεν τὴν ἑορτὴν καὶ τὰ λουτρὰ τῶν παρθένων, ᾗ θέμις αὐτὰ ἐξωτέρω ὁρᾶν, ἐθεώμεθα. ὁ δὲ καλὸς κἀγαθὸς Κίμων ἐγκρύπτεται εἰς θάμνον τοῦ καμάνδρου, καὶ στέφει ἑαυτὸν δόναξιν· ἦν δὲ αὐτῷ δηλαδὴ τὸ στρατήγημα τοῦτο καὶ ὁ λόχος ἐξ ἡμέρας ἐπὶ τὴν Καλλιρρόην εὐτρεπής.
λουομένης δὲ καὶ τὸ εἰωθὸς ἔπος, ὡς μετὰ ταῦτα ἐπυθόμην, λεγούσης, λαβέ μου, Σκάμανδρε, τὴν παρθενίαν, ἐκθορὼν ἐκ τῶν θάμνων ὁ Σκάμανδρος Κίμων ἡδέως ἔφη δέχομαι καὶ λαμιβάνω Καλλιρρόην Σκάμανδρος ὥν, καὶ πόλλʼ ἀγαθὰ ποιήσω σοι. ταῦτα ἄμα λέγων καὶ ἁρπάσας τὴν παῖδα αφανὴς γίγνεται.
οὐ μὴν καὶ τὸ πρᾶγμα ἀφανὲς γίγνεται, ἀλλὰ τέτταρσιν ὕστερον ἡμέραις πομπὴ μὲν ἦν Ἀφροδίτης, ἐπόμπευον δὲ αἱ νεωστὶ γεγαμημέναι, καὶ ἡμεῖς τὴν πομπὴν ἐθεώμεθα. ἡ δὲ νύμφη ἴδοῦσα τὸν Κίμωνα ὡς μηδὲν αὐτῷ κακὸν συνειδότα ἄμα ἐμοὶ θεώμενον, προσεκύνησε, καὶ ἀποβλέψασα εἰς τὴν τροφόν, ὁρᾷς εἶπε, τίτθη, τὸν Σκάμανδρον, ῴ τὴν παρθενίαν ἔδωκα; καὶ ἡ τίτθη ἀκούσασα ἀνέκραγε, καὶ τὸ πρᾶγμα ἔκπυστον γίγνεται.
ὡς δὲ οἴκαδε εἶσέρχομαι, καταλαμβάνω τὸν Κίμωνα, καὶ οἷα ἥν εἶκὸς ἐργάζομαι, καλῶν ἀνόσιον καὶ διʼ αὐτὸν ἀπολωλέναι λέγων ἡμᾶς. ὁ δὲ οὐδὲν διʼ αὐτὸ ἔδεισεν, οὐδὲ ᾐσχύνθη τοῖς πεπραγμένοις, ἀλλὰ μύθους ἐπεβάλλετο λέγειν μακρούς, τοὺς ἁπανταχόθι τροχῶν ἄξια εἰργασμένους καταριθμούμενος.
καὶ γὰρ ἐν Μαγνησίᾳ ταὐτὸ τοῦτο περὶ Μαίανδρον τὸν ποταμὸν ἔφη γεγονέναι ὑπό τινος τῶν ἐκεῖ νέων, ἀφʼ οὗ καὶ ἔτι σήμερον Ἄτταλον τὸν ἀθλητὴν ὁ πατήρ, ἔφη, αὐτοῦ οὐχ ἑαυτοῦ υἱόν, ἀλλὰ τοῦ Μαιάνδρου εἶναι πείθεται, καὶ διὰ τοῦτο αὐτὸν οὕτω πάνυ νομίζει σαρκῶν τε καὶ ῥώμης εὗ ἔχειν· ἐπειδὰν δὲ πολλὰς λαβὼν πληγὰς καὶ ἀπειπάμενος ἐξίῃ, τὸν ποταμὸν αὐτῷ νεμεσῆσαῖ λέγει, ὅτι νικήσας οὐ πατέρα ἀνηγόρευεν αὐτόν. οὐκ ἄρʼ ἀπορεῖ γε ἡττώμενος προφάσεως.
καὶ περὶ Ἐπίδαμνον δʼ ὁμοίως πάλιν κατιὼν δὲ ἔφη μουσικὸν ὑπʼ εὐηθείας πεπεῖσθαι, ὅτι ρακλέους εἴη τὸ ἐκ μοιχοῦ γεγονὸς αὐτῷ παιδίον. ἐγὼ δὲ οὐκ ἐπαιδοποιησάμην, ἔφη, ἅπαξ δὲ διελέχθην παιδὶ ὑπερώρῳ τε ἤδη, καὶ λουομένην αὐτὴν μετὰ μιᾶς γραὸς ἰδών. καὶ ἄλλως δʼ ἐδόκει μοι, ἔφη, ὡς μὴ παντάπασι τὰ ἐν Ἰλίῳ τραγικά τε καὶ φοβερὰ ᾖ, παίζειν δεῖν τι καὶ ἡμᾶς καὶ οἷον ἐν κωμῳδίαις περὶ τὸν Σκάμανδρον ἐργάσασθαι.
κἀγὼ μὲν ἄλλο οὐδὲν ἢ ποῖ λήξει ἡ τοσαύτη ἀναισχυντία προσμένων, λίθινος ὑπʼ ἀπιστίας ἐγεγόνειν· ὁ δὲ ἐῴκει καὶ τρίτην Ἀπόλλωνός μοι δοκῶ καὶ Διονύσου μοιχείαν ἐπάξειν, ἕως ἰδὼν ἐγὼ ὄχλον προσιόντα τῇ θύρᾳ, τοῦτʼ ἐκεῖνο ἔφην, καταπρήσοντες ἡμᾶς πάρεισι, καὶ διʼ ὀπισθοδόμου τινὸς εὐθέως πρὸς Μελανιππίδην φεύγων ᾠχόμην, ἐκεῖθεν δὲ ἑσπέρας ἐπὶ θάλατταν, εἶτα εἰς τοὔμπροσθεν. εἶτα ἀξένῳ καὶ ὤστῃ ἀνέμῳ κατήχθημεν, ὄν μηδεὶς ἄν ἄλλως ἢ φεύγων τὸ Κιμώνειον ἄγος ὑπομείναι πλέων. τοιαῦτα μὲν παθὼν δεῖν σοι γράφειν, ὡς σχετλιάσοντι καὶ ἐμοῦ μᾶλλον, ᾤμην· σὺ δὲ ἄν ἱκανῶς οἶμαι γελάσειαῇ.
Epistle 11
ΤΗΙ ΒΟΥΛΗΙ ΚΑΙ ΔΗΜΩΙ TΩΙ AΘΗΝΑΙΩΝ.
Τὰ μὲν ἄλλα δεῖν ὑμῖν ἐπιστέλλειν, περὶ ὧν ἐβουλόμην, καὶ πρότερον ᾠόμην (οὐ γὰρ ἀφῃρῆσθαί γε |τοῦτο τῶν ἀτυχησάντων παρʼ ὑμῖν ὑπελάμβανον) συμβουλεύειν δὲ καὶ πολυπραγμονεῖν οὐ μικρᾶς ἔμοιγε ἀκρασίας ἐφαίνετο ἔργον εἶναι, δεδωκότι τηλικαύτην δίκην τοῦ πολιτεύεσθαι, πλὴν εἴ τι δέοι καλούντων ὑμῶν·
ἄλλως δὲ μηδʼ ἰδίᾳ τισὶ τὤν ἐπιτηδείων, οὐχ ὅτι πόλει, συμβουλεύειν προσήκειν ᾠόμην. ὑμῖν δὲ ἑώρων ἄλλους καὶ λέγειν καὶ πράττειν δυναμένους τὰ κοινά· κατέλιπον γὰρ οὐκ ὀλίγους. ἐπεὶ δὲ οἰ μὲν τεθνᾶσι, πολλοὶ δὲ ἠτυχύκασιν ὥσπερ ἐγώ, περιέστηκε δὲ ἡ πόλις εἰς ἐρημίαν τῶν πολιτευομένων, ἀκούω δὲ τοὺς μὲν αὐτοῦ παρόντας, τοὺς δὲ καὶ διʼ ἐπιστολῶν κινεῖν τι τῶν τῆς πόλεως πραγμάτων, ἕτοιμος ἤδη τὰ δοκοῦντα τῇ πόλει συμφέρειν, ὡς μόνως ἔξεστίν μοι, διʼ ἐπιστολῶν λέγειν.
εἰ δὲ καὶ νῦν τὰ Μακεδόνων φρονεῖν ἐροῦσί με, καὶ παραπρεσβείας πάλιν γράψονταί τινες ἀπόντα με δίκην ἢ προδοσίας τῆς Ἑλλάδος, ἕτοιμος ἤδη καὶ Ῥόδου καὶ γῆς ἀπάσης Ἑλληνίδος πρόσω φεύγειν, ἐὰν βούλωνται, καὶ πρὸς τὸς ἐν Πέρσαῖς ἄπειμι καὶ Μήδοις βασιλέα. καίτοι τὰ Περσῶν με καὶ Μήδων οὐδεὶς ἔφη ποτὲ φρονεῖν, καὶ πάντων ἤκιστα Δημοσθένης. ἀλλʼ οὐδʼ ἐκεῖ παύσομαι γράφων, ἂ τῇ πόλει δόξω συμφέρειν, οὐ χαριζόμενος ὑμῖν μετὰ τοῦ δοκεῖν ἐπιπλήττειν, ὥσπερ ἄλλοι τινές, ἀλλʼ ἐλευθέρως νουθετῶν.
εὗ γὰρ εἰδέναι χρή, ὅτι τῶν πολιτευομένων οἷ μᾶλλον ἐπιπλήττειν ἢ χαρίζεσθαι θέλοντες ὑμῖν δοκεῖν, οὗτοι καὶ μάλιστα πρὸς ἡδονὴν λέγουσι, τὴν ὑπὸ προσχήματι τῆς παρρησίας ὁδὸν τοῦ κολακεύειν ἑλόμενοι (καὶ γὰρ αὕτη τίς ἐστιν τοῦ χαρίζεσθαι πολίταις καὶ ἡγεμόσι πολὺ κακουργοτέρα προαίρεσις)· ἢν βαδίζοντές τινες Ἀθήνησι καὶ περιόντος ἐμοῦ παρʼ ὑμῖν (οὕτω γάρ με χρὴ λέγειν), καὶ νῦν, ὅσον ἐφʼ ὑμῖν, τεθνεῶτος, αἰτιῶνται μὲν ὑμῶν τὴν ὀλιγωρίαν ὡς οὐκ ἐθελόντων ἄρχειν τῆς Ἑλλάδος, προτρέπονται δὲ ἐπὶ τὴν ἡγεμονίαν ὡς δυναμένους.
ὑμεῖς δὲ μετὰ τοῦ δοκεῖν ἀργοὶ γεγονέναι δύνασθαι τῶν Ἐλλήνων ἄρχειν νομίζεσθαι θέλετε μᾶλλον, ἢ μετὰ τοῦ μένειν ὑμῶν τὰς προθυμίας ἐνδεῖσθαι τῆς δυνάμεως. πυνθάνομαι γὰρ τελευτήσαντος Ἀλεξάνδρου προτρέπειν τινὰς ὑμᾶς καινοτέρων ἄπτεσθαι πραγμάτων· ἐγὼ δʼ ἐβουλόμην ἂν ταὐτὰ συμβουλεύειν ὑμῖν μετὰ τοῦ ταῦτα συμφέρειν.
οὐ γὰρ ἠγνόουν μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, ὅτι λαμπρόν ἐστιν τὸ τοῖς μὲν βαρβάροις πολεμεῖν, τοὺς δὲ `´Ελληνας ἐλευθεροῦν, καὶ ταῦτά γε καὶ τοὺς πατέρας ἡμῶν προελομένους· ἀλλʼ εἰς μὲν τὸ βούλεσθαι τὰ κράτιστα τὴν γνώμην οὗσαν ἱκανήν, εἰς δὲ τὸ δύνασθαι καὶ τύχης ἀγαθῆς ὑμᾶς δεομένους.
προσήκειν οὖν μεμνῆσθαι καὶ ὑμᾶς ὑπελάμβανον, ὅτι Ἀθηναίοις μὲν ἐπιστέλλομεν, Ἀθηναίοις δὲ οὐκ ἐν οἷς Θεμιστοκλῆς ἐπολιτεύσατο, ἀλλʼ οἵ τὰς μὲν γνώμας καὶ τὰς νήσας ἐκείνων εἰσί, τὰς μέντοι πρὸς τοὺς πολέμους ἀφορμὰς οὐχ ὁμοίας ἔχουσιν. ἐπεὶ δότωσαν μὲν ἡμῖν τριακοσίας τριήρεις οἷ τὰ τῆς `Ελλαδος ἄξια γράφοντες ἡμῖν, δότωσαν δὲτρισμύρια τάλαντα ἀργυρίου καὶ χρυσίου ἀπέφθου δισχίλια, δότωσαν δὲ ἀνδρῶν ἐν ἥβῃ τοσοῦτο πλῆθος, ἤδη γεγυμνασμένων ἐν ὅπλοις· καὶ μηκέτι συμβουλευέτωσαν·
αὐτοὶ γὰρ εἰδήσομεν ἄ χρὴ πράττειν, δυνάμενοι τὰ δόξαντα πράττειν. μηδὲ ῥαψῳδείτωσαν μάτην ἐπαινοῦντες ἡμῶν τοὺς προγόνους τε καὶ τὴν χώραν, ὅτι ἐγένοντο ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς ήγωνίζοντο οἷ θεοί· ἐπεὶ πύθεσθε αὐτῶν, τί ἔν τη περὶ Χαιρώνειαν μάχῃ τὴν πόλιν ὥνησε τὴν Ἀθηναίων, ὅτι Ἄρης πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου ἐν Ἀρείῳ πάγῳ ἐκρίθη.
ἀλλʼ εἰ πρὸς Ἀντίπατρον, ἢ ὅστις ἄλλος Μακεδόνων βασιλεύς, ἴκανοί ἐσμεν ἀγωνίσασθαι, τοῦτο χρὴ σκοβούλεσθαι πεῖν· κἂν ἱκανοὶ ὧμεν, ἀγαθῇ τύχῃ ἀναλαβόντες τὰ ὅπλα εὐθέως ἐλευθερῶμεν τοὺς Ἕλληνας. εἰ δὲ τούτου μὲν ὀλιγωρήσομεν, κολακευόμενοι δὲ ἡσθησόμεθα, πῶς οὐ μετὰ τοῦ δοκεῖν ἑαυτοῖς αἴτιοι γεγονέναι τῶν συμφορῶν, ὅ μόνον οὐδὲ παραμυθίαν ἔχει τοῖς κακῶς πράττουσιν, ἀτυχήσομεν;
ἔστιν δὲ καὶ πόλεως καὶ ἀνδρὸς εὗ φρονοῦντος ἔργον, ἀεὶ πρὸς τὰς παρούσας ἀφορμὰς ὑπὲρ τῶν παρόντων βουλεύσασθαι· τὸ δὲ τὴν μὲν τόλμαν εἰς τὰ πράγματα, οἷς ἐπιχειρεῖ τις, ἐκ τῆς πρόσθεν ἰσχύος ἔχειν, τὴν δὲ ἰσχὺν πάλαι ποτʼ ἐσχηκέναι μεγάλην, ὅμοιά γε φαίνεται, ὥσπερ ἂν εἴ τις λυμπίασι νικήσας πολλάκις ὕστερον γέρων ὢν ἀπογρά(ψοιτο ἔτι καὶ προκαλοῖτο τοὺς ἀντιπάλους, ἀναμιμνῇσκόμενος ἧς ἔσχηκεν, οὐχὶ τῆς παρούσης, δυνάμεως.
ἄξιον δὲ καὶ ἄ λέγειν αὐτοὺς πυνθάνομαι λογίσασθαι μεθʼ ὑμῶν, ὡς καινὰ καὶ θαυμαστὸν ὅσον εἰς ἂ βούλονται πρᾶξαι συλλαβεῖν δυνάμενα, φάσκοντας δεῖν ὑμᾶς ὁμονοεῖν, ὥσπερ ὑμᾶς οὐκ ἐπισταμένους, ὅτι τοῦτο μὲν πάσῃ πόλει, καὶ πολεμεῖν καὶ εἰρήνην ἄγειν βουλουμένῃ, κράτιστόν ἐστιν.
δεῖ δὲ οὐ τοῦτο σκοπεῖν, εἰ ὁμονοητέον ὑμῖν πολεμοῦσιν ὑπὲρ τῶν Ἑλλήνων· ὁμονοητέον γὰρ καὶ πολεμοῦσι καὶ μὴ παντὸς εἵνεκα· ἀλλʼ εἰ βουλομένοις πολεμεῖν καὶ ὁμοκἂν νοεῖν, ὡς ἴσμεν ἄπαντες, αὐτάρκης ἐστὶν ἡ δύναμις. ἕως δʼ ἂν μήτε στρατιάς, ἄς πολεμοῦντες ἕξομεν, μήτε χρημάτων πόρους δεικνύωσιν, ἀλλὰ τὴν Ἀθηνᾶν ἔγγυον διδῶσι τοῦ πολέμου, μηδὲν Δημοσθένους διαφέρειν αὐτοὺς αὐτίκα νομίζετε.
ἀλλʼ ἐκεῖνον μέν, ὥσπερ ἥν ἄξιος παραπλὴξ τὴν διάνοιαν ὥν, κατελύσατε εἰκότως· τούτοις δὲ ἀποχρησάτω μηδὲν παθεῖν κακὸν παραδόξους λόγους μελετῶσι, καὶ μηδὲ λείψανον ἐῶσιν ἡμῖν τι τῶν πραγμάτων, ἀλλὰ καὶ τούτων φθονοῦσι, πράττειν δʼ ἀεὶ βουλομένοις, ἕως ἂν τὸ Θηβαίων πολιτεύσωνται πολίτευμα, μηλόβοτον ἡμῶν γενέσθαι τὴν χώραν καὶ κατασκαφῆναι τὴν πόλιν ἀναγκάσαντες. οὐ γάρ, εἰ κακῶς ἔχει τὰ πράγματα, διὰ τοῦτο οὐδέν, ὅπως μὴ χεῖρον ἔξει, φροντιστέον.
Epistle 12
AΙΣΧΙΝΗΣ ΑΘΗΝΑΙΩΝ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ.
Κγὼ προσῆλθον τῷ πολιτεύεσθαι γεγονὼς ἔτη τρία καὶ τριάκοντα, μὰ Δίʼ οὐ τριταγωνιστεῖν μαθών, ὡς Δημοσθένης ἔλεγεν, ἀλλὰ καὶ τραφεὶς ἐλευθερίως, καὶ παιδείας φροντίσας τὰ μέτρια, καὶ λόγων οἵους λέγειν ἐν Ἀθήναις ἔπρεπε.
καὶ τούτους οὐκ εἰς συκοφαντίανʼ γυμνάσας, οὐδά τινι τῶν πολιτῶν δίκην δικασάμενος εὑρεθήσομαι λαβὼν ἀργύριον, οὐδὲ ὕβρεις ἀποδόμενος,| ἀλλʼ οὐδὲ ὑβρισθεὶς ὅλως οὐδὲ ἀφορμὴν προπηλακισμοῦ παρασχών, οὐδὲ εἰς δίκην τινὰ τῶν πολιτῶν καταστύσας, ἔξω Τιμάρχου μόνου.
καὶ οὐκ ἀλαζονεύομαι πρὸς ὑμᾶς, ὡς πολλὰ πάνυ λαβεῖν ἐξόν μοι χρήματα μὴ λαβών, ἀλλʼ ὡς ἥν προσῆκον, δίκην κατὰ τοὺς νόμους λαβών. καὶ μετὰ ταῦτα πάλιν Κτησιφῶντα, πολλὰʼ μὲν ὑπʼ αὐτοῦ παθών, πολλὰ δὲ ὑπὸ Δημοσθένους, παρανόμων ἐγραψάμην, δικαιοτάτην ὥ θεοὶ γραφήν.
καὶ οὐδὲν θαυμαστόν, εἰ καὶ τῶν νόμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν λόγων ἡ Δημοσθένους δεινότης κρείττων ἐγένετο. ἐφάνη δὲ ἰσως ἐφʼ οἷς κατηγορήθην πρότερον ὑπὸ Δημοσθένους, πολὺ μείζοσι δηλονότι τούτων οὗσι, διʼ ἄ νῦν ἐξέπεσον, οὐ μικρὸν δεῖγμα τοῦτο τοῦ καλῶς πολιτεύεσθαι νομίζεσθαι, ὅτι οὐδὲ Δημοσθένους κατηγοροῦντος ἑάλων.
μετὰ δὲ ταύτην τὴν συμφορὰν καὶ τελέως καταφανῆ πᾶσι τοῖς Ἐλλησιν, οὐχ ὅπως μόνοις ὑμῖν, ἐμαυτὸν οἴομαι γεγονέναι. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀποθανόντες οἱ ἄνθρωποι οὕτω καὶ φεύγοντες ἐκ τῶν πατρίδων, τότε δὴ καὶ μάλιστα, ὁποῖοί τινες ἐγένοντο τοὑς τρόπους, διαδείκνυνται;
και γαρ ἅ συνεχρυπτον αυτοὶ πρόστερον, ἐκ μέσου γενομένων ἐκείνων ἀναφαίνεται καθαρῶς· αἰτιᾶται γὰρ πολὑ μᾶλλον αὐτοὑς τῶν ἐχθρῶν ἕκαστος οὐδὲν ἀντ|ειπεῖν δυναμένους. οἷ δὲ δὴ φεύγοντες ἐπὶ τοιαύταις αἰτίαις, ὡς τὰ τῶν πολεμίων ἀεὶ προαιρούμενοι, καὶ παντελῶς δεικνύουσι καὶ τοὺς τρόπους καὶ τὰς ἐν τῷ πολιτεύεσθαι γενομένας αὐτοῖς γνώμας καταφανεῖς· καὶ γὰρ καὶ ὅπως φέρουσι τὰς συμφοράς, καὶ ὡς διάκεινται πρὸς τὰς ἑαυτῶν πατρίδας, ἐξετάζονται σαφῶς.
ἆρʼ οὖν καὶ Φιλίππῳ προδοὺς τὴν ἐμαυτοῦ πατρίδα, καὶ παραπρεσβεύσας τοιαῦτα κατὰ τῆς πόλεως, καὶ ἀεὶ θεραπεύσας Μακεδόνας, ἐπειδὴ τάχιστα φεύγων παρʼ ὑμῶν ᾠχόμην, πρὸς Ἀλέξανδρον ἀπηλλάγην, χάριν τε ὧν παρεσχόμην αὐτῷ κομιούμενος καὶ προμηθείας δηλονότι τευξόμενος παρʼ αὐτοῦ;
καὶ οὐκ ἔσθʼ ὅπως οὐχ ἑώρων τὰ μὲν ἐν Βοιωτίᾳ πανδοκεῖα Δημάδην ἔχοντα καὶ χωρία ζευγῶν εἴκοσιν ἀροῦντα καὶ χρυσᾶς ἔχοντα φιάλας, Ἡγήμονα δὲ καὶ Καλλιμέδοντα, τὸν μὲν ἐν Πέλλῃ, τὸν δὲ ἐν Βεροία, καὶ δωρεὰς ἄμα εἰληφότας καὶ γυναῖκας εὐπρεπεστάτας γεγαμηκότας.
καὶ μὴν οὐδὲ πρὸς Θηβαίους οὐδʼ εἰς Θετταλίαν ᾠχόμην παρʼ ὑμῶν, οὐδὲ πρὸς ἄλλους τινάς, παρʼ οἷς ἢ λοιδορεῖν ἔδει με τὴν πατρίδα τὴν ἐμήν, ἢ λοιδορουμένης αὐτῆς ἀκούειν, ἀλλʼ εἰς Ῥόδον ἀφικόμην, οὔτε μὰ τὸν Δία δυσμενῶν ὑμῖν οὔτʼ ἄλλως φιλαπεχθημόνων ἀνθρώπων πόλιν.
τὸ μὲν γὰρ ὡς ἄγχιστα τῆς ἑαυτῶν πατρίδος ἑστάναι κατειρωνευομένων ἔμοιγε τῆς συμφορᾶς εἶναι μᾶλλον ἢ στεργόντων ἐδόκει τὴν πόλιντὸν δὲ ὄντως στέργοντα τὴν ἑαυτοῦ πόλιν ὡς πορρωτατῶ μᾶλλον αὐτῆς ἐχρῆν ἀπιέναι, καὶ μηδὲν ἐν τοῖς ὄμμασιν ὑπόμνημα ἔχειν, ὅ τὴν γνώμην ἀμύξει.
καὶ γὰρ οὐδʼ ἐνταῦθα μείνας, ἐν ʽΡόδῳ, φανείην ἄν, ἀλλὰ τῆς περαίας ἑλόμενός τι φρούριον μικρόν, ʼʼΑμὸν· κἀνταῦθα πριάμενος χωρία τοσούτων ταλάντων, ὅσων εἰκὸς ἥν τὸν Φιλίππου μὲν πρότερον, εἶτʼ Ἀλεξάνδρου μισθωτὸν ὕστερον γενόμενον, καὶ Φωκεῖς προδόντα καὶ τὴν τῶν Ἐλλήνων ἐλευθερίαν Μακεδόσι, κάθημαι μεθʼ ἑπτὰ θεραπόντων ἐνταῦθα καὶ δυοῖν μόνων γνωρίμων καὶ τῆς μητρός,
ἢ τρίτον ἔχουσα καὶ ἑβδομηκοστὸν ἔτος ἔπλευσε σύν ἐμοὶ μεθέξουσα τῆς διʼ ὑμᾶς μοι συμφορᾶς γενομένης, καὶ μετὰ γυναικός, ἢ συνεξέπεσέ μοι κωλύοντος αὐτὴν τοῦ πατρὸς καὶ μένειν ἴσως ἀναγκαζόντων τῶν νόμων, τὸν τρόπον τῆς πόλεως μᾶλλον ἢ τοὺς νόμους ἐπισταμένη, καὶ μετὰ τριῶν παίδων οὐδέπω καὶ νῦν τῆς ἑαυτῶν συμφορᾶς ἐπαισθομένων, οὐδὲ ὁποίαν μὲν αὐτοῖς ὁ θεὸς δέδωκε γιγνομένοις πατρίδα τὴν Ἀθηναίων πόλιν, ὁποίαν δʼ εὐθέως γενομένων ἀφῇρηται πάλιν.
καὶ ἕτεροι μέν, ὡς ἔοικε, τοὺς ἑαυτῶν παῖδας, τοὺς ἢ ἐν Βοιωτίᾳ γενηθέντας ἢ ἐν Αἴτωλιᾳ, πρὸς ὑμᾶς πέμπουσι τῆς αὐτόθι παιδείας μεθέξοντας· οἷς δὲ ταῦτα παρὰ τῆς φύσεως ὑπῆρξεν, οὐ δημοποιήτου πατρὸς οὗσιν οὐδʼ ἐπʼ αἰτίαις αἰσχραῖς ἑαλωκότος, φεύγουσιν ἔτι νήπιοι, καὶ τρέφονται πένητες ἐν ἐρημίᾳ τε καὶ φυγῇ πατρῴᾳ.
καὶ περὶ μὲν τῶν Αυκούργου παίδων Δημοσθένης ὑμῖν ἐπιστέλλει, καὶ δεῖται καλῶς ποιῶν χαρίσασθαι τὸ πατρῷον αὐτοῖς ὄφλημα, καὶ ὑμεῖς οὐδὲν ἄλλʼ ἤ Ἀθηναίων ἔργον, ἐλεήσαντες αὐτοὺς καὶ χαρισάο μένοι, ἐποιήσατε· καὶ γὰρ ὀργίζεσθαι ῥᾳδίως ὑμῖν ἔθος ἐστὶν καὶ χαρίζεσθαι πάλιν·
ἐγὼ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ παίδων οὐκ ἂν ὑμᾶς πείσαιμι δεόμενος, ὡς μή μοι μὴ μόνον ἐν ὀρφανίᾳ τραφῶσιν, ἀλλʼ ὀρφανοί θʼ ἄμα καὶ φυγάδες ὄντες, οὔτε ἀδικήσαντες παῖδες ὄντες, ἀλλʼ οὐδὲ ἄλλως ἑαλωκότες, τὰ μέντοι τῶν ἑαλωκότων πάντα πεπονθότες; εἶτα τελευτήσαντος ἄν ἀναμνησθεῖτέ μου, καὶ χαρίσαισθε τὰς δεήσεις, νῦν οὐ προσέχοντες ἡμῖν; ἀλλὰ καὶ πράξατε. ἄνδρες Ἀθηναῖοι, καὶ πείσθητε, τὰ συνήθη τε αὐτοῖς καὶ μέτρια ποιοῦντες.
οὐ γὰρ ἂν δὴ τῶν τρόπων ἀποσταίητε καὶ καταλύσαιτε τὴν τῆς πόλεως δόξαν, ἢν ἐπὶ χρηστότητι μείζω καὶ φιλανθρωπίᾳ διὰ παντὸς ἔσχεν ἢ ταῖς ἄλλαις ἀρεταῖς πάσαις ἡ πόλις. οὐδʼ ἂν Μελάνωπος ἰσχύσειε πλέον κωλύων ὑμᾶς μιμεῖσθαι τὴν ἑαυτῶν χρηστότητα καὶ φιλανθρωπίαν,
ἢ παρακαλῶν — οὐκ Αἰσχίνης, οὐδαμῶς μὰ τοὺς θεούς· οὐ γὰρ αὐτάρκης οὐδʼ εὐτυχὴς πείθειν ἔγωγε τὴν πατρίδα τὴν ἐμήν, καὶ μάλιστα νῦν, ἐμαυτοῦ χάριν πείθειν δοκῶν· ἀλλʼ ὁ τῆς πόλεως τρόπος καὶ τὸ πάλαι ὑμῶν ὄνομα καὶ τὸ τῶν προγόνων ἡθος, οἶς ἀναγκαιότερον δήπουθεν ἢ Μελανώπῳ καθʼ ἡμῶν δεομένῳ προσέχειν.