Κατὰ Ἀλκιβιάδου
- Scientific editors
- Kenneth John Maidment
- Edition reference
- Minor Attic Orators · London · William Heinemann, Ltd. · 1941
- CTS identifier
urn:cts:greekLit:tlg0027.tlg004.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
οὐκ ἐν τῷ παρόντι μόνον γιγνώσκω τῶν πολιτικῶν πραγμάτων ὡς σφαλερόν ἐστιν ἅπτεσθαι, ἀλλὰ καὶ πρότερον χαλεπὸν ἡγούμην, πρὶν τῶν κοινῶν ἐπιμελεῖσθαί τινος. πολίτου δὲ ἀγαθοῦ νομίζω νομίζω om. Q. προκινδυνεύειν ἐθέλειν τοῦ πλήθους, καὶ μὴ καταδείσαντα τὰς ἔχθρας τὰς ἰδίας ὑπὲρ τῶν δημοσίων ἔχειν ἡσυχίαν· διὰ μὲν γὰρ τοὺς τῶν ἰδίων ἐπιμελουμένους οὐδὲν αἱ πόλεις μείζους καθίστανται, διὰ δὲ τοὺς τῶν κοινῶν μεγάλαι καὶ ἐλεύθεραι γίγνονται.
ὧν τῶν ἀγαθῶν τῶν ἀγαθῶν del. Valckenaer. εἷς ἐγὼ βουληθεὶς ἐξετάζεσθαι μεγίστοις περιπέπτωκα περιπέπτωκα A: περιπίπτω Q. κινδύνοις, προθύμων μὲν καὶ ἀγαθῶν ἀνδρῶν ὑμῶν τυγχάνων, διʼ ὅπερ σῴζομαι, πλείστοις δὲ καὶ δεινοτάτοις ἐχθροῖς χρώμενος, ὑφʼ ὧν διαβάλλομαι. ὁ μὲν οὖν ἀγὼν ὁ παρὼν οὐ στεφανηφόρος, ἀλλʼ εἰ χρὴ μηδὲν ἀδικήσαντα τὴν πόλιν δέκα ἔτη φεύγειν· οἱ δʼ ἀνταγωνιζόμενοι περὶ τῶν ἄθλων τούτων ἐσμὲν ἐγὼ καὶ Ἀλκιβιάδης καὶ Νικίας, ὧν ἀναγκαῖον ἕνα τῇ συμφορᾷ περιπεσεῖν.
ἄξιον δὲ μέμψασθαι τὸν θέντα τὸν νόμον, ὃς ἐναντία τῷ ὅρκῳ τοῦ δήμου καὶ τῆς βουλῆς ἐνομοθέτησεν· ἐκεῖ μὲν γὰρ ὄμνυτε μηδένα μήτε ἐξελᾶν μήτε δήσειν μήτε ἀποκτενεῖν ἀποκτενεῖν Stephanus: ἀποκτείνειν codd. ἄκριτον, ἐν δὲ τῷδε τῷ καιρῷ οὔτε κατηγορίας γενομένης οὔτε ἀπολογίας ἀποδοθείσης οὔτε οὔτε del. Schleiermacher. διαψηφισαμένων κρύβδην τὸν ὀστρακισθέντα τοσοῦτον χρόνον δεῖ στερηθῆναι τῆς πόλεως.
εἶτα ἐν τοῖς τοιούτοις οἱ τοὺς ἑταίρους καὶ συνωμότας κεκτημένοι πλέον φέρονται τῶν ἄλλων· οὐ γὰρ ὥσπερ ἐν τοῖς δικαστηρίοις οἱ λαχόντες κρίνουσιν, ἀλλὰ τούτου τοῦ πράγματος ἅπασιν Ἀθηναίοις μέτεστι. πρὸς δὲ τούτοις τῷ μὲν ἐλλείπειν τῷ δʼ ὑπερβάλλειν ὁ νόμος μοι μοι om. Q. δοκεῖ· τῶν μὲν γὰρ ἰδίων ἀδικημάτων μεγάλην τιμωρίαν ταύτην νομίζω, τῶν δὲ δημοσίων μικρὰν καὶ οὐδενὸς ἀξίαν ἡγοῦμαι ζημίαν, ζημίαν ἡγοῦμαι Q. ἐξὸν κολάζειν χρήμασι καὶ δεσμῷ καὶ θανάτῳ.
ἔτι δʼ εἴ τις διὰ τοῦτο μεθίσταται ὅτι πονηρὸς πονηρὸς add. Emperius: πολίτης codd. κακὸς addebat Reiske. πολίτης ἐστίν, οὗτος οὐδʼ ἀπελθὼν ἐνθένδε ἐνθένδε A corr.: ἐνθάδε A et Q. παύσεται, ἀλλʼ ὅπου ἂν οἰκῇ, ταύτην τὴν πόλιν διαφθερεῖ, διαφθερεῖ Ald.: διαφθείρη A, διαφθείρει Q. καὶ τῇδε οὐδὲν ἧττον ἐπιβουλεύσει, ἀλλὰ καὶ μᾶλλον καὶ καὶ add. Reiske. δικαιότερον ἢ πρὶν ἐκβληθῆναι. οἶμαι δὲ καὶ τοὺς φίλους ὑμῶν ὑμῶν Stephanus: ἡμῶν codd. ἐν ταύτῃ μάλιστα τῇ ἡμέρᾳ λυπεῖσθαι καὶ τοὺς ἐχθροὺς ἥδεσθαι, συνειδότας ὡς ἂν ἀγνοήσαντες ἐξελάσητε τὸν βέλτιστον, δέκα ἐτῶν ἡ πόλις οὐδὲν ἀγαθὸν ὑπὸ ὑπὸ Bekker: ἀπὸ codd. τούτου τοῦ ἀνδρὸς πείσεται.
ῥᾴδιον δὲ καὶ ἐντεῦθεν γνῶναι τὸν νόμον πονηρὸν ὄντα· μόνοι γὰρ αὐτῷ τῶν Ἑλλήνων χρώμεθα, καὶ οὐδεμία τῶν ἄλλων πόλεων ἐθέλει μιμήσασθαι. καίτοι ταῦτα διέγνωσται ἄριστα τῶν δογμάτων, ἃ καὶ τοῖς πολλοῖς καὶ τοῖς ὀλίγοις ἁρμόττοντα μάλιστα τυγχάνει καὶ πλείστους ἐπιθυμητὰς ἔχει.
περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ μακρότερα λέγειν· πάντως γὰρ οὐδὲν γὰρ οὐδὲν Reiske: οὐδὲν γὰρ codd. ἂν πλεῖον εἰς τὸ παρὸν ποιήσαιμεν· δέομαι δʼ ὑμῶν τῶν λόγων ἴσους καὶ κοινοὺς ἡμῖν ἐπιστάτας γενέσθαι, καὶ πάντας ἄρχοντας περὶ τούτων καταστῆναι, καὶ μήτε τοῖς λοιδορουμένοις μήτε τοῖς ὑπὲρ καιρὸν χαριζομένοις ἐπιτρέπειν, ἀλλὰ τῷ μὲν θέλοντι λέγειν καὶ ἀκούειν εὐμενεῖς εἶναι, τῷ δὲ ἀσελγαίνοντι καὶ θορυβοῦντι χαλεπούς. ἀκούσαντες γὰρ ἕκαστον ἕκαστον scripsi: ἑκάστου AQ. περὶ add. Reiske. τῶν ὑπαρχόντων ἄμεινον βουλεύσεσθε περὶ ἡμῶν.
ἔστι δὲ περὶ τῆς μισοδημίας καὶ τῆς στασιωτείας στασιωτείας Ald.: στασιωτίας A, ἀσωτίας Q. βραχύς μοι λόγος καταλελειμμένος. εἰ μὲν γὰρ ἄκριτος ἦν, εἰκότως ἂν τῶν κατηγορούντων ἠκροᾶσθε καὶ ἐμοὶ ἀναγκαῖον ἦν ἀπολογεῖσθαι περὶ τούτων· ἐπειδὴ δὲ τετράκις ἀγωνιζόμενος ἀπέφυγον, οὐκέτι δίκαιον ἡγοῦμαι λόγον οὐδένα περὶ τούτου γίγνεσθαι. πρὶν μὲν γὰρ κριθῆναι οὐ ῥᾴδιον ἦν ἦν secl. Blass. εἰδέναι τὰς αἰτίας, οὔτʼ εἰ ψευδεῖς εἰσιν οὔτʼ εἰ ἀληθεῖς· ἀποφυγόντος ἀποφυγόντος Ald.: ἀποφεύγοντος codd. δὲ ἢ καταγνωσθέντος τέλος ἔχει καὶ διώρισται τούτων ὁπότερόν ἐστιν.
ὥστε ὥστε Stephanus: ὡς codd. δεινὸν νομίζω τοὺς μὲν ἁλόντας μιᾷ ψήφῳ μόνον ἀποθνῄσκειν, καὶ τὰ χρήματα δημεύεσθαι δημεύεσθαι Muretus: δημεύειν codd. αὐτῶν, τοὺς δὲ νικήσαντας τοὺς δὲ νικήσαντας Muretus: τῶν δὲ νικησάντωνcodd. πάλιν τὰς αὐτὰς κατηγορίας ὑπομένειν, καὶ τοὺς δικαστὰς ἀπολέσαι μὲν κυρίους εἶναι, σῷσαι δʼ ἀκύρους καὶ ἀτελεῖς φαίνεσθαι, ἄλλως τε καὶ τῶν νόμων ἀπαγορευόντων δὶς περὶ τῶν αὐτῶν τῶν αὐτῶν Q: τοῦ αὐτοῦ A. πρὸς τὸν αὐτὸν μὴ ἐξεῖναι δικάζεσθαι, καὶ ὑμῶν ὑμῶν A: ἡμῶν Q. ὀμωμοκότων χρῆσθαι τοῖς νόμοις.
ὧν ἕνεκα περὶ ἐμαυτοῦ παραλιπὼν Ἀλκιβιάδου τὸν βίον ἀναμνῆσαι βούλομαι. καίτοι ἀπορῶ γε διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων πόθεν ἄρξωμαι, ἄρξωμαι Blass: ἄρξομαι codd. ἐμποδὼν ἁπάντων ὄντων. περὶ μὲν οὖν μοιχείας καὶ γυναικῶν ἀλλοτρίων ἁρπαγῆς καὶ τῆς ἄλλης βιαιότητος καὶ παρανομίας καθʼ ἕκαστον εἰ δεήσειε δεήσειε Baiter: δεήσει codd. λέγειν, οὐκ ἂν ἐξαρκέσειεν ὁ παρὼν χρόνος, ἅμα δὲ καὶ πολλοῖς ἀπεχθοίμην τῶν πολιτῶν, φανερὰς τὰς συμφορὰς ποιῶν αὐτῶν. ἃ δὲ περὶ τὴν πόλιν εἴργασται καὶ τοὺς προσήκοντας καὶ τῶν ἄλλων ἀστῶν καὶ ξένων τοὺς ἐντυγχάνοντας, ἀποδείξω.
πρῶτον μὲν οὖν πείσας ὑμᾶς ὑμᾶς A: ἡμᾶς Q. τὸν φόρον ταῖς πόλεσιν ἐξ ἀρχῆς τάξαι τὸν ὑπʼ Ἀριστείδου πάντων δικαιότατα τεταγμένον, αἱρεθεὶς ἐπὶ τούτῳ δέκατος αὐτὸς μάλιστα διπλάσιον αὐτὸν ἑκάστοις ἑκάστοις Blass: ἑκάστω codd. τῶν συμμάχων ἐποίησεν, ἐπιδείξας δʼ αὑτὸν φοβερὸν καὶ μέγα δυνάμενον ἰδίας ἀπὸ τῶν κοινῶν προσόδους κατεσκευάσατο. σκέψασθε δὲ πῶς ἄν τις κακὰ μείζω τούτων κατασκευάσειεν, εἰ τῆς σωτηρίας ἡμῖν πάσης διὰ τῶν συμμάχων οὔσης, ὁμολογουμένως νῦν κάκιον ἢ πρότερον πραττόντων, τὸν φόρον ἑκάστοις ἑκάστοις Baiter et Sauppe: ἑκάστης codd. διπλασιάσειεν.
ὥστʼ εἴπερ ἡγεῖσθε πολίτην ἀγαθὸν Ἀριστείδην καὶ δίκαιον γεγονέναι, τοῦτον προσήκει κάκιστον νομίζειν, ὡς τἀναντία περὶ τῶν πόλεων περὶ τῶν πόλεων om. Q. ἐκείνῳ γιγνώσκοντα. τοιγάρτοι διὰ ταῦτα πολλοὶ τὴν πατρίδα τὴν αὑτῶν ἀπολιπόντες ἀπολιπόντες A: καταλιπόντες Q. φυγάδες γίγνονται καὶ εἰς Θουρίους οἰκήσοντες ἀπέρχονται. δηλώσει δὲ ἡ τῶν συμμάχων ἔχθρα, ὅταν πρῶτον ὅταν πρῶτον Reiske: πρῶτον ὅταν codd. ἡμῖν καὶ Λακεδαιμονίοις γένηται ναυτικὸς πόλεμος. ἐγὼ δὲ νομίζω τὸν τοιοῦτον πονηρὸν εἶναι προστάτην, ὅστις τοῦ παρόντος χρόνου ἐπιμελεῖται, ἀλλὰ μὴ καὶ τοῦ μέλλοντος προνοεῖται, καὶ τὰ ἥδιστα τῷ πλήθει, παραλιπὼν τὰ βέλτιστα, συμβουλεύει.
θαυμάζω δὲ τῶν πεπεισμένων Ἀλκιβιάδην δημοκρατίας ἐπιθυμεῖν, τοιαύτης πολιτείας ἣ μάλιστα κοινότητα δοκεῖ ᾑρῆσθαι, ᾑρῆσθαι Valckenaer: εὑρῆσθαι codd. οἳ οὐδʼ ἀπὸ τῶν ἰδίων αὐτὸν θεῶνται, ὁρῶντες τὴν πλεονεξίαν καὶ τὴν ὑπερηφανίαν, ὃς τὴν Καλλίου γήμας ἀδελφὴν ἐπὶ δέκα ταλάντοις, τελευτήσαντος Ἱππονίκου στρατηγοῦντος ἐπὶ Δηλίῳ ἕτερα τοσαῦτα προσεπράξατο, λέγων ὡς ὡμολόγησεν ἐκεῖνος, ὁπότε παῖς αὐτῷ ἐκ τῆς θυγατρὸς θυγατρὸς αὐτοῦ γένοιτο Q. γένοιτο, προσθήσειν ταῦτα.
λαβὼν λαβὼν A : παραλαβὼν Q. δὲ τοσαύτην προῖκα ὅσην οὐδεὶς τῶν Ἑλλήνων, οὕτως ὑβριστὴς ἦν, ἐπεισάγων εἰς τὴν αὐτὴν οἰκίαν ἑταίρας, καὶ δούλας καὶ ἐλευθέρας, ὥστʼ ἠνάγκασε τὴν γυναῖκα σωφρονεστάτην οὖσαν ἀπολιπεῖν, ἐλθοῦσαν πρὸς τὸν ἄρχοντα κατὰ τὸν νόμον. οὗ δὴ μάλιστα τὴν αὑτοῦ δύναμιν ἐπεδείξατο· παρακαλέσας γὰρ τοὺς ἑταίρους, ἁρπάσας ἐκ τῆς ἀγορᾶς τὴν γυναῖκα ᾤχετο βίᾳ, καὶ πᾶσιν ἐδήλωσε καὶ τῶν ἀρχόντων καὶ τῶν νόμων καὶ τῶν ἄλλων πολιτῶν καταφρονῶν. οὐ τοίνυν ταῦτα μόνον ἐξήρκεσεν, ἀλλὰ καὶ λαθραῖον θάνατον ἐπεβούλευσε Καλλίᾳ,
ἵνα τὸν οἶκον τὸν Ἱππονίκου τὸν Ἱππονίκου A: τοῦ Ἱππ. Q. κατάσχοι, ὡς ἐναντίον πάντων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ κατηγόρει κατηγόρει Stephanus : κατηγορεῖ codd.· καὶ τὰ χρήματα τῷ δήμῳ ἔδωκεν, εἴ πως τελευτήσειεν ἄπαις, φοβούμενος μὴ διὰ τὴν οὐσίαν οὐσίαν A : ἀπουσίαν Q. ἀπόλοιτο. ἀλλὰ μὴν οὐδʼ ἔρημος οὐδʼ εὐαδίκητός ἐστιν, ἐπεὶ διὰ τὸν πλοῦτον ἔχει πολλοὺς τοὺς βοηθήσοντας.Verba ἀλλὰ μὴν . . . βοηθήσοντας, quae post περὶ πλείονος(sec. 15 ad fin.) habent codd., huc transposuit Fuhr. καίτοι ὅστις ὑβρίζει γυναῖκα τὴν ἑαυτοῦ καὶ τῷ κηδεστῇ θάνατον ἐπιβουλεύει, τί χρὴ προσδοκᾶν τοῦτον περὶ τοὺς ἐντυχόντας τῶν πολιτῶν διαπράττεσθαι; πάντες γὰρ ἄνθρωποι τοὺς οἰκείους τῶν ἀλλοτρίων ποιοῦνται περὶ πλείονος.
ὃ δὲ πάντων δεινότατόν ἐστι, τοιοῦτος ὢν ὡς εὔνους τῷ δήμῳ τοὺς λόγους ποιεῖται, καὶ τοὺς καὶ τοὺς Dobree: αὐτὸς codd. ἄλλους ὀλιγαρχικοὺς καὶ μισοδήμους ἀποκαλεῖ. καὶ ὃν ἔδει ἔδει Dobree: δεῖ codd. τεθνάναι διὰ τὰ ἐπιτηδεύματα, κατήγορος τῶν διαβεβλημένων ὑφʼ ὑμῶν ὑμῶν Emperius: ἡμῶν codd. αἱρεῖται, καί φησι φύλαξ εἶναι τῆς πολιτείας, οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτʼ ὅσον ὀλίγῳ πλέον ἀξιῶν ἔχειν· ἀλλʼ οὕτω σφόδρα καταπεφρόνηκεν ὥστε διατετέλεκεν ἁθρόους μὲν ὑμᾶς κολακεύων, ἕνα δʼ ἕκαστον προπηλακίζων.
ὃς εἰς τοσοῦτον ἐλήλυθε τόλμης, ὥστε πείσας Ἀγάθαρχον τὸν γραφέα τὸν γραφέα om. Q. συνεισελθεῖν οἴκαδε οἴκαδε del. Hirschig. τὴν οἰκίαν ἐπηνάγκασε γράφειν, δεομένου δὲ καὶ προφάσεις ἀληθεῖς λέγοντος, ὡς οὐκ ἂν δύναιτο ταῦτα πράττειν ἤδη διὰ τὸ συγγραφὰς ἔχειν παρʼ ἑτέρων, προεῖπεν αὐτῷ δήσειν, εἰ μὴ πάνυ ταχέως γράφοι. ὅπερ ἐποίησε· καὶ οὐ πρότερον ἀπηλλάγη, πρὶν ἀποδρὰς ᾤχετο τετάρτῳ μηνί, τοὺς φύλακας λαθών, ὥσπερ παρὰ βασιλέως. οὕτω δʼ ἀναίσχυντός ἐστιν, ὥστε προσελθὼν προσελθὼν A: προελθὼν Q. ἐνεκάλει αὐτῷ ὡς ἀδικούμενος, καὶ οὐχ ὧν ἐβιάσατο μετέμελεν αὐτῷ, ἀλλʼ ὅτι κατέλιπε τὸ ἔργον ἠπείλει, καὶ οὔτε τῆς δημοκρατίας οὔτε τῆς ἐλευθερίας οὐδὲν ἦν ὄφελος· οὐδὲν γὰρ ἧττον ἐδεδέκει ἐδεδέκει Emperius: ἐδεδοίκει codd. τῶν ὁμολογουμένων δούλων.
ἀγανακτῶ δʼ ἐνθυμούμενος ὑμῖν μὲν ὑμῖν μὲν οὐδὲ A corr.: ὑμῖν οὐδὲ A pr. Q. οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν, διὰ τὸ χιλίας δραχμὰς τετάχθαι ἀποτεῖσαι ὃς ἂν τὸ πέμπτον μέρος μὴ μεταλάβῃ τῶν ψήφων· ὁ δὲ τοσοῦτον χρόνον εἵρξας καὶ ἐπαναγκάζων γράφειν οὐδὲν κακὸν πέπονθεν, ἀλλὰ διὰ ταῦτα σεμνότερος δοκεῖ καὶ φοβερώτερος εἶναι. καὶ πρὸς μὲν τὰς ἄλλας πόλεις ἐν τοῖς συμβόλοις συντιθέμεθα μὴ ἐξεῖναι μήθʼ εἷρξαι μήτε δῆσαι τὸν ἐλεύθερον· ἐὰν δέ τις παραβῇ, μεγάλην ζημίαν ἐπὶ τούτοις, ἔθεμεν· τούτου δὲ τοιαῦτα πράξαντος οὐδεμίαν οὐδεὶς οὔτʼ ἰδίαν οὔτε δημοσίαν τιμωρίαν ποιεῖται.
νομίζω δὲ ταύτην εἶναι σωτηρίαν ἅπασι, πείθεσθαι τοῖς ἄρχουσι καὶ τοῖς νόμοις· ὅστις δὲ ὑπερορᾷ ταῦτα, τὴν μεγίστην φυλακὴν ἀνῄρηκε τῆς πόλεως. δεινὸν μὲν οὖν ἐστι καὶ ὑπὸ τῶν ἀγνοούντων τὰ δίκαια πάσχειν κακῶς, πολὺ δὲ χαλεπώτερον, ὅταν τις ἐπιστάμενος τὰ διαφέροντα παραβαίνειν τολμᾷ· φανερῶς φανερῶς Q: φανερὸς A : γὰρ ἐνδείκνυται, ὥσπερ οὗτος, οὐκ αὐτὸς τοῖς νόμοις τοῖς τῆς τοῖς τῆς πόλεως Q: τοῖς πόλεως A. πόλεως, ἀλλʼ ὑμᾶς τοῖς αὑτοῦ αὑτοῦ Baiter et Sauppe: αὐτοῦ codd. τρόποις ἀκολουθεῖν ἀξιῶν.
ἐνθυμήθητε δὲ Ταυρέαν, ὃς ἀντιχορηγὸς ἦν Ἀλκιβιάδῃ Ἀλκιβιάδῃ A: Ἀλκιβιάδου Q. παισί. κελεύοντος δὲ τοῦ νόμου τῶν χορευτῶν ἐξάγειν ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον, οὐκ ἐξὸν ἐπιχειρήσαντα κωλύειν, ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν θεωρούντων καὶ τῶν ἀρχόντων ἁπάντων παρόντων τῶν τῶν add. Blass. Idem tamen παρόντων secludit. ἐν τῇ πόλει τύπτων ἐξήλασεν αὐτόν, καὶ τῶν θεατῶν συμφιλονικούντων ἐκείνῳ καὶ μισούντων τοῦτον, ὥστε τῶν χορῶν τὸν μὲν ἐπαινούντων, τοῦ δʼ ἀκροάσασθαι οὐκ ἐθελόντων, οὐδὲν πλέον ἔπραξεν·
ἀλλὰ τῶν κριτῶν οἱ μὲν φοβούμενοι οἱ δὲ χαριζόμενοι νικᾶν ἔκριναν αὐτόν, περὶ ἐλάττονος ποιούμενοι τὸν ὅρκον ἢ τοῦτον. εἰκότως δέ μοι δοκοῦσιν οἱ κριταὶ ὑπέρχεσθαι Ἀλκιβιάδην, ὁρῶντες Ταυρέαν μὲν τοσαῦτα μὲν τοσαῦτα Q: τοσαῦτα μὲν A. χρήματα ἀναλώσαντα προπηλακιζόμενον, τὸν δὲ τοιαῦτα παρανομοῦντα μέγιστον δυνάμενον. αἴτιοι δʼ ὑμεῖς, ὑμεῖς A: ἡμεῖς Q. οὐ τιμωρούμενοι τοὺς ὑβρίζοντας, καὶ τοὺς μὲν λάθρᾳ ἀδικοῦντας κολάζοντες, τοὺς δὲ φανερῶς ἀσελγαίνοντας θαυμάζοντες.
τοιγάρτοι τῶν νέων αἱ διατριβαὶ οὐκ ἐν τοῖς γυμνασίοις, ἀλλʼ ἐν τοῖς δικαστηρίοις εἰσί, καὶ στρατεύονται μὲν οἱ πρεσβύτεροι, δημηγοροῦσι δὲ οἱ νεώτεροι, παραδείγματι τούτῳ χρώμενοι, ὃς τηλικαύτας ποιεῖται τῶν ἁμαρτημάτων ὑπερβολάς, ὥστε περὶ τῶν Μηλίων γνώμην ἀποφηνάμενος ἐξανδραποδίζεσθαι, πριάμενος γυναῖκα τῶν αἰχμαλώτων υἱὸν ἐξ αὐτῆς πεποίηται, ὃς τοσούτῳ παρανομωτέρως παρανομωτέρως Reiske: παρανομώτατος A : -ώτερος Q. Αἰγίσθου γέγονεν, ὥστʼ ἐκ τῶν ἐχθίστων ἀλλήλοις πέφυκε, καὶ τῶν οἰκειοτάτων ὑπάρχει αὐτῷ τὰ ἔσχατα τοὺς μὲν πεποιηκέναι τοὺς δὲ πεπονθέναι.
ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν. ἐκ ταύτης γὰρ γὰρ A: δὲ Q. παιδοποιεῖται τῆς γυναικός, ἣν ἀντʼ ἐλευθέρας δούλην κατέστησε, καὶ ἧς τὸν πατέρα καὶ τοὺς προσήκοντας ἀπέκτεινε, καὶ ἧς ἧς om. A pr. τὴν πόλιν ἀνάστατον πεποίηκεν, ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε· τοσαύταις ἀνάγκαις κατείληπται μισεῖν. ἀλλʼ ὑμεῖς ἐν μὲν ταῖς τραγῳδίαις τοιαῦτα θεωροῦντες δεινὰ νομίζετε, γιγνόμενα δʼ ἐν τῇ πόλει ὁρῶντες οὐδὲν φροντίζετε. καίτοι ἐκεῖνα μὲν οὐκ ἐπίστασθε πότερον οὕτω γεγένηται ἢ πέπλασται ὑπὸ τῶν ποιητῶν· ταῦτα δὲ σαφῶς εἰδότες οὕτω παρανόμως πεπραγμένα παρανόμως πεπραγμένα Q: pepr. παρανόμως A. ῥᾳθύμως φέρετε.
πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι· ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιήσασθαι. ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολιτῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν τοιούτων τὰς τυραννίδας καθισταμένας.
ἡγοῦμαι δʼ αὐτὸν πρὸς ταῦτα ταῦτα Meier: τοῦτο codd. μὲν οὐδὲν ἀντερεῖν, λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπιάσι, καὶ περὶ πάντων μᾶλλον ἢ τῶν κατηγορηθέντων ἀπολογήσεσθαι. ἀπολογήσεσθαι Ald.: ἀπολογήσασθαι codd. ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον ἢ σῴζεσθαι. διηγήσομαι δʼ ὑμῖν.
Διομήδης ἦλθε ζεῦγος ἵππων ἄγων Ὀλυμπίαζε, κεκτημένος μὲν οὐσίαν μετρίαν, στεφανῶσαι δὲ ἀπὸ τῶν ὑπαρχόντων τὴν πόλιν καὶ τὴν οἰκίαν βουλόμενος, λογιζόμενος τοὺς ἀγῶνας τοὺς ἱππικοὺς τύχῃ τύχῃ] τέχνῃ Schiller, Cobet: τιμῇ Sluiter. τοὺς πλείστους κρινομένους. τοῦτον Ἀλκιβιάδης πολίτην ὄντα καὶ οὐ οὐ add. Stephanus. τὸν ἐπιτυχόντα, δυνάμενος παρὰ τοῖς ἀγωνοθέταις τῶν Ἠλείων, τὸ ζεῦγος τὸ ζεῦγος add. Scaliger. ἀφελόμενος αὐτὸς ἠγωνίζετο. καίτοι τί ἂν ἐποίησεν, εἴ τις τῶν συμμάχων τῶν ὑμετέρων ὑμετέρων A: ἡμετέρων Q. ἀφίκετο ζεῦγος ἵππων ἔχων;
ἦ που ταχέως ἐπέτρεψεν ἂν ἀνταγωνίζεσθαι ἑαυτῷ, ὃς Ἀθηναῖον Ἀθηναῖον Q: Ἀθηναίων A. ἄνδρα βιασάμενος τοῖς ἀλλοτρίοις ἐτόλμησεν ἵπποις ἁμιλλᾶσθαι, δηλώσας τοῖς Ἕλλησι μηδὲν θαυμάζειν ἄν τινα αὐτῶν βιάσηται, ἐπεὶ καὶ τοῖς πολίταις οὐκ ἐξ ἴσου χρῆται, ἀλλὰ τοὺς μὲν ἀφαιρούμενος, τοὺς δὲ τύπτων, τοὺς δὲ εἱργνύων, τοὺς δὲ χρήματα πραττόμενος, οὐδενὸς ἀξίαν τὴν δημοκρατίαν ἀποφαίνει, ἀποφαίνει Reiske: ἀποφαίνων codd. τοὺς μὲν λόγους δημαγωγοῦ τὰ δʼ ἔργα τυράννου παρέχων, καταμαθὼν ὑμᾶς τοῦ μὲν ὀνόματος φροντίζοντας, τοῦ δὲ πράγματος ἀμελοῦντας.
τοσοῦτον δὲ διαφέρει Λακεδαιμονίων, ὥστʼ ἐκεῖνοι μὲν καὶ ὑπὸ τῶν συμμάχων ἀνταγωνιζομένων ἀνταγωνιζομένων A: ἀγωνιζομένων Q. ἀνέχονται ἡττώμενοι, οὗτος δὲ οὐδʼ ὑπὸ τῶν πολιτῶν, ἀλλὰ φανερῶς εἴρηκεν οὐκ ἐπιτρέψειν τοῖς ἀντεπιθυμοῦσί τινος. εἶτʼ ἐκ τῶν τοιούτων ἀναγκαῖον τὰς πόλεις τῶν ἡμετέρων πολεμίων ἐπιθυμεῖν, ἡμᾶς δὲ μισεῖν.
ἵνα δὲ μὴ μόνον Διομήδην, ἀλλὰ καὶ τὴν πόλιν ὅλην ὑβρίζων ἐπιδείξειε, ὑβρίζων ἐπιδείξειε Emperius (ἐπιδείξαιτο Reiske): ὑβρίζων (-ειν) ἐπιδόξειε codd. τὰ πομπεῖα παρὰ τῶν ἀρχιθεώρων αἰτησάμενος, ὡς εἰς τἀπινίκια τἀπινίκια Meursius: τὰ πινάκια codd. τῇ προτεραίᾳ προτεραίᾳ Canter: προτέρα codd. τῆς θυσίας θυσίας Scaliger: οὐσίας codd. χρησόμενος, ἐξηπάτησε καὶ ἀποδοῦναι οὐκ ἤθελε, βουλόμενος τῇ ὑστεραίᾳ πρότερος τῆς πόλεως χρήσασθαι τοῖς χρυσοῖς χερνιβίοις χερνιβίοις Valckenaer ex Athen. ix. 408 c: χερνίβοις codd. καὶ θυμιατηρίοις. ὅσοι μὲν οὖν τῶν ξένων μὴ ἐγίγνωσκον ἡμέτερα ὄντα, τὴν πομπὴν τὴν κοινὴν ὁρῶντες ὑστέραν οὖσαν τῆς Ἀλκιβιάδου τοῖς τούτου πομπείοις χρῆσθαι ἐνόμιζον ἡμᾶς· ὅσοι δὲ ἢ παρὰ τῶν πολιτῶν ἤκουον ἢ καὶ ἐπεγίγνωσκον τὰ τούτου, κατεγέλων ἡμῶν, ὁρῶντες ἕνα ἄνδρα μεῖζον ἁπάσης μεῖζον ἁπάσης Sluiter: μείζονα πάσης codd. τῆς πόλεως δυνάμενον.
σκέψασθε δὲ καὶ τὴν ἄλλην ἀποδημίαν τὴν εἰς Ὀλυμπίαν ὡς διέθετο. τούτῳ διέθετο. τούτῳ Reiske: διέθετο τούτῳ. Stephanus: διέθετο (διετίθετο) τοῦτο. codd. σκηνὴν μὲν Περσικὴν Ἐφέσιοι διπλασίαν τῆς δημοσίας ἔπηξαν, ἱερεῖα δὲ καὶ τοῖς ἵπποις ἐφόδια Χῖοι παρεσκεύασαν, οἶνον δὲ καὶ τὰ ἄλλα ἀναλώματα Λεσβίοις προσέταξε. καὶ οὕτως εὐτυχής ἐστιν, ὥστε τοὺς Ἕλληνας τῆς παρανομίας καὶ τῆς δωροδοκίας μάρτυρας κεκτημένος οὐδεμίαν δέδωκε δίκην, ἀλλὰ ὁπόσοι μὲν ἄρχοντες ἐν μιᾷ πόλει γεγένηνται, ὑπεύθυνοί εἰσιν,
ὁ δὲ πάντων τῶν συμμάχων ἄρχων ἄρχων add. Meier. καὶ χρήματα λαμβάνων οὐδενὸς τούτων ὑπόδικός ἐστιν, ἀλλὰ τοιαῦτα διαπεπραγμένος σίτησιν ἐν Πρυτανείῳ ἔλαβε, καὶ προσέτι πολλῇ τῇ νίκῃ χρῆται, ὥσπερ οὐ πολὺ μᾶλλον ἠτιμακὼς ἢ ἐστεφανωκὼς τὴν πόλιν. εἰ δὲ βούλεσθε σκοπεῖν, εὑρήσετε τῶν πολλάκις τούτῳ τῶν πολλάκις τούτῳ Lipsius: πολλὰ τῶν τούτωcodd. πεπραγμένων ἕκαστον ὀλίγον χρόνον πράξαντάς τινας ἀναστάτους τοὺς οἴκους ποιήσαντας· οὗτος δʼ ἐπιτηδεύων ἅπαντα πολυτελέστατα διπλασίαν οὐσίαν κέκτηται.
καίτοι ὑμεῖς γε νομίζετε τοὺς φειδομένους καὶ τοὺς ἀκριβῶς διαιτωμένους φιλοχρημάτους εἶναι, οὐκ ὀρθῶς γιγνώσκοντες· οἱ γὰρ μεγάλα δαπανώμενοι πολλῶν δεόμενοι αἰσχροκερδέστατοί εἰσιν. αἴσχιστον δὲ φανήσεσθε ποιοῦντες, εἰ τοῦτον μὲν ἀγαπᾶτε τὸν ἀπὸ τῶν ὑμετέρων ὑμετέρων A: ἡμετέρων Q. χρημάτων ταῦτα κατεργασάμενον, κατεργασάμενον A: κατειργασμένον Q. Καλλίαν δὲ τὸν Διδυμίου, τῷ σώματι νικήσαντα πάντας τοὺς στεφανηφόρους ἀγῶνας, ἐξωστρακίσατε πρὸς τοῦτο τοῦτο Stephanus: τούτων Reiske: τοῦτον codd. οὐδὲν ἀποβλέψαντες, ὃς ἀπὸ τῶν ἑαυτοῦ πόνων ἐτίμησε τὴν πόλιν.
ἀναμνήσθητε δὲ καὶ τοὺς προγόνους, ὡς ἀγαθοὶ καὶ σώφρονες ἦσαν, οἵτινες ἐξωστράκισαν Κίμωνα διὰ παρανομίαν, ὅτι τῇ ἀδελφῇ τῇ ἑαυτοῦ συνῴκησε. καίτοι οὐ μόνον οὐ μόνον A: μὴ μόνος Q. αὐτὸς Ὀλυμπιονίκης ἦν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτοῦ Μιλτιάδης. ἀλλʼ ὅμως οὐδὲν ὑπελογίζοντο τὰς νίκας· οὐ γὰρ ἐκ τῶν ἀγώνων ἀλλʼ ἐκ τῶν ἐπιτηδευμάτων ἔκρινον ἔκρινον A: ἔκριναν Q. αὐτόν.
ἀλλὰ μὴν εἰ δεῖ κατὰ γένος σκοπεῖν, ἐμοὶ μὲν οὐδαμόθεν προσήκει τούτου τοῦ πράγματος — οὐδὲ ἔστιν οὐδεὶς ὅστις ἂν ἀποδείξειε τῶν ἡμετέρων οὐδένα τῇ συμφορᾷ ταύτῃ χρησάμενον — Ἀλκιβιάδῃ Ἀλκιβιάδῃ Valckenaer: ἀλκιβιάδης A, -δην Q. δὲ μάλιστα πάντων Ἀθηναίων. καὶ γὰρ ὁ τῆς μητρὸς πατὴρ Μεγακλῆς καὶ ὁ πάππος Ἀλκιβιάδης δὶς δὶς add. Markland, coll. Lys. 14. 39. ἐξωστρακίσθησαν ἀμφότεροι, ὥστʼ οὐδὲν θαυμαστὸν οὐδʼ ἄτοπον πείσεται τῶν αὐτῶν τοῖς προγόνοις ἀξιούμενος. καὶ μὴν οὐδʼ ἂν αὐτὸς ἐπιχειρήσειεν ἀντειπεῖν, ὡς οὐ τῶν ἄλλων ἐκεῖνοι παρανομώτατοι ὄντες τούτου σωφρονέστεροι καὶ δικαιότεροι καὶ δικαιότεροι om. Q. ἦσαν, ἐπεὶ τῶν γε τούτῳ πεπραγμένων οὐδʼ ἂν εἷς ἀξίως κατηγορῆσαι δύναιτο.
νομίζω δὲ καὶ τὸν θέντα τὸν νόμον ταύτην τὴν διάνοιαν ἔχειν· ἀποβλέψαντα τῶν πολιτῶν πρὸς τοὺς κρείττους τῶν ἀρχόντων καὶ τῶν νόμων, ἐπειδὴ παρὰ τῶν τοιούτων οὐκ ἔστιν ἰδίᾳ δίκην λαβεῖν, δημοσίαν τιμωρίαν ὑπὲρ τῶν ἀδικουμένων κατασκευάσαι. ἐγὼ μὲν μὲν ci. Bekker. τοίνυν ἔν τε τῷ κοινῷ κέκριμαι τετράκις, ἰδίᾳ τε οὐδένα διεκώλυσα δικάζεσθαι βουλόμενον· Ἀλκιβιάδης δὲ τοιαῦτα ἐργασάμενος ἐργασάμενος A: εἰργασμένος Q. οὐδεμίαν πώποτε δίκην ὑποσχεῖν ἐτόλμησεν.
οὕτω γὰρ χαλεπός ἐστιν, ὥστε οὐ περὶ τῶν παρεληλυθότων ἀδικημάτων αὐτὸν τιμωροῦνται, ἀλλʼ ὑπὲρ τῶν μελλόντων φοβοῦνται, καὶ τοῖς μὲν πεπονθόσι κακῶς ἀνέχεσθαι λυσιτελεῖ, τούτῳ δὲ οὐκ ἐξαρκεῖ, εἰ μὴ καὶ τὸ λοιπὸν ὅ τι ἂν βούληται διαπράξεται. διαπράξεται Bekker: διαπράξηται codd. καίτοι οὐ δήπου, ὦ Ἀθηναῖοι, ὀστρακισθῆναι μὲν ἐπιτήδειός εἰμι, τεθνάναι δὲ οὐκ ἄξιος, οὐδὲ κρινόμενος μὲν ἀποφυγεῖν, ἄκριτος δὲ φεύγειν, οὐδὲ τοσαυτάκις ἀγωνιζόμενος καὶ νικήσας δικαίως ἀγ. καὶ νικήσας δικαίως Bekker, ἂν add. Baiter et Sauppe: ἀγ. δικαίως καὶ νικήσας codd. ἂν πάλιν δόξαιμι διʼ ἐκεῖνα ἐκπεσεῖν.
ἀλλὰ γὰρ ἴσως μετὰ μικρᾶς διαβολῆς ἢ φαύλων κατηγόρων ἢ διὰ τῶν ἐπιτυχόντων ἐχθρῶν ἐκινδύνευον, ἀλλʼ οὐ διὰ τῶν ἐρρωμενεστάτων καὶ λέγειν καὶ πράττειν, οἵ τινες δύο τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐμοὶ ἀπέκτειναν. οὔκουν τοὺς τοιούτους δίκαιον ἐκβάλλειν, οὓς πολλάκις ἐλέγχοντες εὑρίσκετε μηδὲν ἀδικοῦντας, ἀλλὰ τοὺς μὴ θέλοντας ὑποσχεῖν τῇ πόλει περὶ τοῦ βίου λόγον.
δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ μέν τις ἀπολογεῖσθαι ἀξιώσειεν ὑπὲρ τῶν ἀποθανόντων ὡς ἀδίκως ἀπολώλασιν, οὐκ ἂν ἀνασχέσθαι τῶν ἐπιχειρούντων· εἰ δέ τις τῶν ἀποφυγόντων πάλιν περὶ τῆς αὐτῆς αἰτίας κατηγορεῖ, πῶς οὐ δίκαιον περὶ τοὺς ζῶντας καὶ τοὺς τεθνηκότας τὴν αὐτὴν γνώμην τὴν αὐτὴν γνώμην post δίκαιον habet Q. ἔχειν;
ἔστι μὲν οὖν οὖν om. Q. Ἀλκιβιάδου μήτε αὐτὸν αὐτὸν A: αὐτῶν Q. τῶν νόμων καὶ τῶν ὅρκων φροντίζειν, ὑμᾶς τε παραβαίνειν ἐπιχειρεῖν διδάσκειν, καὶ τοὺς μὲν ἄλλους ἐκβάλλειν καὶ ἀποκτείνειν ἀνηλεῶς, αὐτὸν δὲ ἱκετεύειν καὶ δακρύειν οἰκτρῶς. καὶ ταῦτα μὲν οὐ θαυμάζω· πολλῶν γὰρ αὐτῷ κλαυμάτων ἄξια εἴργασται· ἐνθυμοῦμαι δὲ τίνας ποτὲ καὶ πείσει δεόμενος, πότερα τοὺς νεωτέρους, οὓς πρὸς τὸ πλῆθος διαβέβληκεν ἀσελγαίνων καὶ τὰ γυμνάσια καταλύων καὶ παρὰ τὴν ἡλικίαν πράττων, ἢ τοὺς πρεσβυτέρους, οἷς οὐδὲν ὁμοίως βεβίωκεν, ἀλλὰ τῶν ἐπιτηδευμάτων αὐτῶν καταπεφρόνηκεν;
οὐ μόνον δὲ αὐτῶν ἕνεκα τῶν παρανομούντων, ἵνα δίκην διδῶσιν, ἐπιμελεῖσθαι ἄξιον, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως τούτους ὁρῶντες δικαιότεροι καὶ σωφρονέστεροι γίγνωνται. ἐμὲ μὲν τοίνυν ἐξελάσαντες τοὺς βελτίστους περιδεεῖς καταστήσετε, τοῦτον δὲ κολάσαντες τοὺς ἀσελγεστάτους ἀσελγεστάτους Emperius: ἀσελγεστέρους codd. νομιμωτέρους ποιήσετε.
βούλομαι δʼ ὑμᾶς ἀναμνῆσαι τῶν ἐμοὶ πεπραγμένων. ἐγὼ γὰρ πρεσβεύσας εἰς Θετταλίαν καὶ εἰς εἰς om. A. Μακεδονίαν καὶ εἰς Μολοσσίαν καὶ εἰς Θεσπρωτίαν καὶ εἰς Ἰταλίαν καὶ εἰς Σικελίαν τοὺς μὲν διαφόρους ὄντας διήλλαξα, τοὺς δʼ ἐπιτηδείους ἐποίησα, τοὺς δʼ ἀπὸ τῶν ἐχθρῶν ἀπέστησα. καίτοι εἰ τῶν πρεσβευόντων πρεσβευόντων Luzac: πρωτευόντων codd. ἕκαστος τὰ τὰ om. Q. αὐτὰ ἐποίησεν, ὀλίγους ἂν πολεμίους εἴχετε καὶ πολλοὺς συμμάχους ἐκέκτησθε.
περὶ δὲ τῶν λῃτουργιῶν οὐκ ἀξιῶ μεμνῆσθαι, πλὴν κατὰ τοσοῦτον, ὅτι τὰ προσταττόμενα δαπανῶ οὐκ ἀπὸ τῶν κοινῶν ἀλλʼ ἀπὸ τῶν τῶν om. Q. ἰδίων. καίτοι τυγχάνω νενικηκὼς εὐανδρίᾳ καὶ λαμπάδι καὶ τραγῳδοῖς, οὐ τύπτων τοὺς ἀντιχορηγοῦντας, οὐδʼ αἰσχυνόμενος εἰ τῶν νόμων ἔλαττον δύναμαι. τοὺς οὖν τοιούτους τῶν πολιτῶν πολὺ μᾶλλον ἐπιτηδείους ἡγοῦμαι μένειν ἢ φεύγειν.