Fragmenta
- Authority group
- Dinarchus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. Conomis, op. cit., 73–145.
- CTS identifier
urn:cts:greekLit:tlg0029.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
4
παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ
συκοφαντῶν τινας, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς
ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης
ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ' ἐκωλύετο λέγειν πρὶν ἀπο-
τῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν
πάλιν ἔλεγεν, ὡς δηλοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ
τοὺς τοιούτους ἐκάλουν παλιναιρέτους, καὶ τοὺς ἀπο-
χειροτονηθέντας τὴν ἀρχὴν καὶ πάλιν χειροτονηθέντας,
Εὔπολίς τε ἐν Βάπταις (fr. 89 K.) δηλοῖ καὶ Ἄρχιππος ἐν
Ἰχθύσι (fr. 14 K.) λέγων
αἱρουμένους τε πραγμάτων ἐπιστάτας
ἀποδοκιμάζειν, 〈εἶτα δοκιμάζειν〉 πάλιν.
ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν
ἁπαξάπαντας γενομένους παλιναιρέτους.
ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικο-
δομηθέντων Πίνδαρος Διθυράμβοις (fr. 84 Snell).
3
t
{ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ
ΠΕΡΙ ΤΟΥ ΓΕΩΦΑΝΙΟΥ}
1
Dionys. Halic. de Din. 10, p. 311, 5 R. Κατὰ Πολυ-
εύκτου περὶ τοῦ ⸢γ⸣εωφανίου· <περὶ μὲν αὐτῆς τῆς
μηνύσεως>.
2*
Harpocr. s. v. <Αἰγεῖον>· Αἰγέως ἡρῷον ἐν Ἀθήναις·
Δείναρχος ἐν τῷ Κατὰ Πολυεύκτου.
3*
P. Oxy. 2744 col. II 9ss. et W. Luppe, Archiv f. Pa-
pyrusf. 20, 1970, 37 et 42 βο?[λε]ῶ?[ν]α?ς δὲ καὶ τοὺς κο-
πρεῶνα?ς? καλεῖσθαί φησιν? Ἀμερ[ί]α?ς. Δε?ί?ναρχ?ο?ς? δὲ ἐν τ?ῶι
Κατὰ Πολυεύ?[κ]τ?ου κέχρηται τῶι ὀνόματι? [τού]τωι?· (<τὸ
Εὐρυσάκει?ον) ἐνταῦθα ἐ?[π]ρ?άτ?τ?ε[το] ἑ?π?τακ?ο?σίας
δρα?χ[μ]ὰς ὑπὲρ τῆς κόπ?ρ?[ου], ἥν φασιν † ο?[!]εεδω?-
[!!] † κ?αὶ? Ἀλεξάνδρου τ[ο]ῦ? ἐξ Οἴου καὶ τῶν ἄλλων
τῶν τοὺς βολεῶ?[να]ς? κεκτημένων>. cf. Harpocr. s. v.
βολεῶνες· ὁ τόπος ὅπου ἡ κόπρος βάλλεται βολεὼν κα-
λεῖται. Νίκανδρος ἐν γʹ Ἀττικῆς διαλέκτου (FGrHist 343
F 3) βολεῶνας ἐπὶ τῶν ἀγρῶν, εἰς οὓς τὰ κόπρια ἐκφέρε-
ται. οὕτω Δείναρχος καὶ Φιλήμων (fr. 221 K.) καὶ ἄλλοι.
4*
Harpocr. s. v. <Καρύανδα>· Δείναρχος ἐν τῷ Κατὰ
Πολυεύκτου. ἔστι δὲ πόλις τῆς Καρίας.
4
t
{ΠΕΡΙ ΤΟΥ ΓΕΩΦΑΝΙΟΥ ΕΠΙΛΟΓΟΣ}
1
Dionys. Halic. de Din. 10, p. 311, 6 R. Περὶ τοῦ ⸢γ⸣εω-
φαν〈ί〉ου ἐπίλογος· <βραχύν, ὦ ἄνδρες>.
4a
t
{ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ
ΑΠΟΦΑΣΙΣ}
1
Harpocr. s. v. <παραγγελία>· 〈Δημοσθένης ἐν τῷ Κατ'
Αἰσχίνου· ὅση σπουδὴ καὶ παραγγελία〉 περὶ τουτονὶ τὸν
ἀγῶνα γέγονε (Demosth. 19, 1). καὶ Αἰσχίνης δὲ τρόπον
τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ Κατὰ Κτησιφῶντος
(3, 1)· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι,
καὶ 〈τὴν〉 παράταξιν ὅση γεγένηται, καὶ τὰς κατ' ἀγορὰν
δεήσεις αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ Κατὰ Πο-
λυεύκτου ἀποφάσει· <καὶ τὰς ἰδίᾳ παραγγελίας γε-
γενημένας καὶ τὰς δεήσεις>.
4b
t
{ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ
ΔΩΡΟΔΟΚΙΑΣ}
1
Harpocr. s. v. <δώρων γραφή>· ὁπότε τις αἰτίαν
ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ'
αὐτοῦ διχῶς ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή.
Δείναρχος οὖν λόγον μέν τινα ἐπέγραψε Κατὰ Πολυεύκτου
δωροδοκίας, ἐν δὲ τῷ Κατὰ Πυθέου ξενίας πολλάκις
ὀνομάζει τὴν τῶν δώρων γραφήν.
2
P. Oxy. 1804 (III Oxy) fr. 3, 7—8 ...] κον Δείναρ-
χος [ἐν τῷ Κατὰ Πολυεύκτ]ου [δ]ωροδοκίας ...
5
t
{ΚΑΤΑ ΠΥΘΕΟΥ ΞΕΝΙΑΣ}
1
Dionys. Halic. de Din. 10, p. 311, 7 R. <Κατὰ Πυ-
θέου ξενίας· ἱκανὴ μὲν ἦν πρόφασις>.
2
Steph. Byz. p. 42, 5 Mein. Αἴγιναι τρεῖς. νῆσος, μία
τῶν Κυκλάδων ... ὁ πολίτης Αἰγινεύς, ὡς Στράβων
(nusquam legitur), ὡς οἱ πολλοί, Αἰγινήτης ... Αἰγιναῖος
δὲ ὁ ἔποικος ἢ κέραμος ἢ ὀβολὸς ἢ ἄλλο τι σκεῦος ἀπὸ
Αἰγίνης, καὶ τὸ θηλυκὸν Αἰγιναία. λέγεται καὶ <γυνὴ
Αἰγιναία>, ὡς Δείναρχος ἐν τῷ Κατὰ Π⸢υ⸣θέου ξενίας. τὸ
θηλυκὸν τοῦ Αἰγινήτης Αἰγινῆτις. σπάνια δὲ τὰ εἰς —της
ἐθνικὰ τῷ η παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς βαρύ-
τονα.
3
Harpocr. s. v. <Ἀρχιδάμειος πόλεμος>· Λυσίας ἐν
τῷ Κατ' Ἀνδροτίωνος (fr. 18 Turr. = fr. IX Thalh.) καὶ
〈Δείναρχος ἐν τῷ Κατὰ〉 Πυθέου ξενίας. τὰ πρῶτα δέκα
ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη
πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀτ-
τικὴν ἐμβαλεῖν ...
4
Harpocr. s. v. <δώρων γραφή>· ... Δείναρχος οὖν ...
ἐν δὲ τῷ Κατὰ Πυθέου ξενίας πολλάκις ὀνομάζει τὴν τῶν
δώρων γραφήν. cf. or. II, 1.
6
t
{ΚΑΤΑ ΠΥΘΕΟΥ ΠΕΡΙ
ΤΩΝ ΚΑΤΑ ΤΟ ΕΜΠΟΡΙΟΝ (ΕΙΣΑΓΓΕΛΙΑ)}
1
Dionys. Halic. de Din. 10, p. 311, 8 R. Κατὰ Πυθέου
περὶ τῶν κατὰ τὸ ἐμπόριον· <ἐπειδὴ τοῖς μὲν λέγειν
τῶν ῥητόρων>.
2
Harpocr. s. v. <ἀντιβληθέντος>· ἀντὶ τοῦ ὑπαγο-
ρευθέντος Δείναρχος ἐν τῇ Κατὰ Πυθέου εἰσαγγελίᾳ.
3
Harpocr. s. v. <ἀπρότων>· Δείναρχος ἐν τῷ Κατὰ
Πυθέου· <ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ
ἀπρότων εἰς τὸ ἐμπόριον>. μήποτε γραφικὸν ἁμάρ-
τημα, καὶ δεῖ γράφειν <ὥσπερ ⸢λῃστῶν⸣>. ἔν τισι δὲ
γέγραπται <ὥσπερ παρνόπων>· εἰσὶ δ' οἱ πάρνοπες
εἶδος ἀκρίδος.
4*
Harpocr. s. v. <ἀρρηφορεῖν>· Δείναρχος Κατὰ Πυ-
θέου. τέσσαρες μὲν ἐχειροτονοῦντο δι' εὐγένειαν ἀρρη-
φόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον
καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευκὴν δ' ἐσθῆτα ἐφόρουν.
εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο.
5*
Harpocr. s. v. <βασιλικὴ διαδρομή>· ἔοικεν ἡ
γ⸢ι⸣νομένη διαδρομὴ τοῦ βασιλέως παρόντος, ὅσπερ εἷς
ἐστι τῶν Ἀθήνησιν θʹ ἀρχόντων, βασιλικὴ διαδρομὴ κα-
λεῖσθαι· Δείναρχος Κατὰ Πυθέου.
6
Harpocr. s. v. <ἐπιμελητὴς ἐμπορίου>· Δείναρχος
ἐν τῷ Κατὰ Πυθέου. Ἀριστοτέλης· ἐμπορίου δ' ἐπιμελη-
τὰς ιʹ κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπο-
ρίων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ
Ἀττικὸν ἐμπόριον τὰ βʹ μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς
τὸ ἄστυ κομίζειν (Ἀθ. πολ. 51, 4).
7*
Suda κ 215 <Καλλίας πτερορρυεῖ>· ... καὶ καλλίου,
πιθήκου. τὰ δυσχερῆ γὰρ τῶν ὀνομάτων εὐφημότερον εἰώ-
θασιν οἱ Ἀττικοὶ προφέρεσθαι. καὶ τὸν πίθηκον οὖν καλ-
λίαν προσηγόρευσαν. Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· <ἀλλ',
οἶμαι, ὥσπερ οἱ τοὺς καλλίας ἐν τοῖς οἴκοις τρέ-
φοντες>, τουτέστι πιθήκους. οὕτω δὲ καὶ τὰς Ἐρινύας
Εὐμενίδας λέγουσιν.
8
Harpocr. s. v. <καταδεδέσθαι>· ἀντὶ τοῦ πεφαρμα-
κεῦσθαι καὶ δεδέσθαι φαρμάκοις Δείναρχος ἐν τῇ Κατὰ
Πυθέου εἰσαγγελίᾳ.
9
Harpocr. s. v. <κοβαλεία>· Δείναρχος ἐν τῇ Κατὰ Πυ-
θέου εἰσαγγελίᾳ. κοβαλεία ἐλέγετο ἡ προσποιητὴ μετ'
ἀπάτης παιδιά, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ
συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος 〈ἐν〉 βʹ Ἀτθίδος
(FGrHist 328 F 6)· οὐ γάρ, ὥσπερ ἔνιοι λέγουσι, βωμο-
λόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυ-
σον ...
10*
Harpocr. s. v. <λαμπάδιον>· ἣν νῦν ἡμεῖς λαμπάδα
καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ Κατὰ Πυθέου
καὶ Πλάτων ἐν αʹ τῆς Πολιτείας (328a).
11*
Harpocr. s. v. <μητρῷον>· Λυκοῦργος ἐν τῷ Κατ'
Ἀριστογείτονος (II 1 Conomis)· τοὺς νόμους ἔθεντο ἀνα-
γράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ 〈καὶ〉 Δείναρχος ἐν τῷ
Κατὰ Πυθέου.
12*
Harpocr. s. v. <νομοφύλακες>· ἀρχή τις παρ' Ἀθη-
ναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δεί-
ναρχος Καθ' Ἱμεραίου (XIV 3) καὶ ἐν τῷ Κατὰ Πυθέου.
Φιλόχορος δὲ ἐν τῷ ζʹ (FGrHist 328 F 64) ἄλλα τέ τινα
διεξῆλθε περὶ αὐτῶν καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον
τοῖς νόμοις χρῆσθαι.
13
Harpocr. s. v. ὑπόλογον· Λυσίας περὶ ἀμβλώσεως,
εἰ γνήσιος, οὐχ ὑπόλογον ὄντα ἀντὶ τοῦ οὐκ ἐν λόγῳ
(fr. X Thalh.). Δείναρχος ἐν τῷ Κατὰ Πυθέου· <οὐδεὶς
ὑπόλογος 〈τῇ〉 βουλῇ γέγονεν> ἀντὶ τοῦ οὐδεμία συγ-
γνώμη, οὐδεμία παραίτησις.
14*
Harpocr. s. v. <χρυσοχοεῖν>· Δείναρχος ἐν τῷ Κατὰ
Πυθέου· <πάλιν παρ' Αἰσχίνου ἀποφοιτήσας παρὰ
τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ' οὐ
τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν>. κέχρηται
δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν εʹ Πολιτείας (450 b) λέ-
γων· τί δέ; ἦ δ' ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει
τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ' οὐ λόγων ἀκουσομένους;
ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη
ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ
ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρ-
μήκων. οἱ δ' ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ' αὐτούς.
ἄπρακτοι δ' ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες
ἔσκωπτον ἀλλήλους, λέγοντες „σὺ δὲ ᾤου χρυσοχοήσειν“,
ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσο-
χοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν·
Εὔβουλος γοῦν ἐν Γλαύκῳ (fr. 20 K.) φησίν·
ἡμεῖς ποτ' ἄνδρας Κεκροπίδας ἐπείσαμεν
λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα
καὶ ⸢σιτί'⸣ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν,
ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.
15*
Harpocr. s. v. <Χύτροι>· ... ἔστι δὲ καὶ Ἀττική τις
ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ Κατὰ Πυ-
θέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα,
ὥς φησι Φιλόχορος ἐν τῷ Περὶ ἑορτῶν (FGrHist 328
F 84).
7
t
{ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ}
1
Dionys. Halic. de Din. 10, p. 311, 10 R. Κατὰ Τιμο-
κράτους· <ὥσπερ δίκαιόν ἐστι>.
2
Harpocr. s. v. λογισταὶ καὶ <λογιστήρια>. ἀρχή τις
παρ' Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα,
οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις
τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δη-
μοσθένης ἐν τῷ Ὑπὲρ Κτησιφῶντος (18, 117. 229). διεί-
λεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ
(48, 3), ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέ-
μνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν
(fr. 223 K.)·
ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν.
<λογιστήρια> δ' ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρ-
χος ἐν τῷ Κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ Περὶ
τῶν μυστηρίων (78) δηλοῦσιν.
3
Lex. Cantabr. s. v. Πάραλος καὶ Σαλαμινία· ταύτας
τὰς τριήρεις εἶχον διὰ παντὸς πρὸς τὰς ἐπειγούσας ὑπ-
ηρεσίας, ἐφ' αἷς καὶ ταμίαι τινὲς ἐχειροτονοῦντο. ἐχρῶντο
δ' αὐταῖς, εἰ δέοι στρατηγὸν μεταπέμψασθαι κριθησό-
μενον, ὥσπερ Ἀλκιβιάδην. ἡ δὲ Πάραλος {καὶ} ἀπό τινος
ἥρωος ἐπιχωρίου ἐκλήθη· τῆς μὲν Παράλου καὶ Σαλαμι-
νίας ἐν τρίτῃ (33. 1, 2; 77, 3) μνημονεύει Θουκυδίδης καὶ
Ἀριστοφάνης ἐν Ὄρνισιν (1204). Ἀριστοτέλης (Ἀθ. πολ.
61, 7; v. Rose, Aristot. pseudepigr. p. 397s.) δὲ <Ἀμ-
⸢μων⸣ιάδα καὶ Πάραλον> οἶδε, καὶ Δείναρχος ἐν τῷ
Κατὰ Τιμοκράτους. ⸢Φιλό⸣χορος δὲ (FGrHist 328 F*48)
... ἐκαλοῦντο δὲ οἱ ἐμπλέοντες τῇ Παράλῳ Πάραλοι, ὡς
καὶ παρ' Αἰσχίνῃ (3, 162), ⸢οἱ δὲ⸣ τῇ Σαλαμινίᾳ Σαλαμίνιοι.
8
t
{ΚΑΤΑ ΛΥΚΟΥΡΓΟΥ ΕΥΘΥΝΑΙ}
1
Dionys. Halic. de Din. 10, p. 311, 11 R. Κατὰ Λυ-
κούργου εὔθυναι· <οἶδα, ὅτι, κἂν μηδὲν ὑμῖν>.
2
Et.M 469, 7 μὴ ἀγνοῶμεν δέ, ὅτι καὶ ἄλλοι εἰσὶν ἱερο-
ποιοὶ τῶν σεμνῶν θεῶν, τὸν ἀριθμὸν δέκα. Δημοσθένης
ἐν τῷ Κατὰ Μειδίου· {οὐ} περιεῖδε 〈δὲ〉 ταῖς σεμναῖς
θεαῖς ἱεροποιὸν αἱρεθέντα ἐξ Ἀθηναίων ἁπάντων καὶ περὶ
τὸν αὐτὸν καιρὸν καταρξάμενον τῶν ἱερῶν. Δείναρχος δὲ
ἐν τῷ Κατὰ Λυκούργου εὐθυνῶν φησι· <καὶ τὰς σεμνὰς
θεὰς αἷς ἐκεῖνος ἱεροποιὸς καταστὰς δέκατος
αὐτός.>
3
Harpocr. s. v. <διαγράψαντος>· Δείναρχος Κατὰ Λυ-
κούργου. μήποτε ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος.
ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν
ἐν τῇ συνηθείᾳ.
4
Phot. s. v. <καταλεύσιμον>· τὸν ἄξιον τοῦ καταλευ-
σθῆναι λίθοις εἶπε Δείναρχος ἐν τῷ Κατὰ Λυκούργου.
5
Harpocr. s. v. <τρίτον ἡμίδραχμον>· Δείναρχος Κατὰ
Λυκούργου. τὰς δύο ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνο-
μάζειν οἱ παλαιοί.
9
t
{ΣΥΝΗΓΟΡΙΑ ΑΙΣΧΙΝΗΙ ΚΑΤΑ ΔΕΙΝΙΟΥ}
1
Dionys. Halic. de Din. 10, p. 311, 12 R. Συνηγορία
Αἰσχίνῃ κατὰ Δεινίου· <βουλοίμην ἄν, ὦ ἄνδρες>.
2
Harpocr. s. v. <ἐκμαρτυρία>· διαφέρει τῆς μαρτυρίας,
ὅτι ἡ μὲν μαρτυρία τῶν παρόντων ἐστίν, ἡ δ' ἐκμαρτυ-
ρία τῶν ἀπόντων, σαφέστατα δὲ περὶ τούτων διδάσκουσι
Δημοσθένης τε ἐν τῷ Κατὰ Στεφάνου (46, 7) καὶ Δεί-
ναρχος ἐν τῷ Ὑπὲρ Αἰσχίνου κατὰ Δεινίου. cf. et. Din.
LXVI—LXVII, 3 et 4.
3
Harpocr. s. v. <κλιμάζῃ>· Δείναρχος ἐν τῷ ἐπιγραφο-
μένῳ Συνηγορία Αἰσχίνῃ κατὰ Δεινίου· <ὅταν οὖν ἀπο-
λογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους>
ἀντὶ τοῦ παρακλίνῃ καὶ παρατρέπῃ· μήποτε δὲ δεῖ γρά-
φειν βλιμάζῃ, ἵν' ᾖ οἷον θλίβῃ καὶ βιάζηται. cf. Phot.nr.2.
Suda κ 1804 <κλιμακίζειν>· μέμνηται Δείναρχος ἐν τῇ
Ὑπὲρ Αἰσχίνου εἰσηγορίᾳ (sic), λέγων· <οὗτος κλιμακί-
ζει τοὺς νόμους>. ἔστιν δὲ οἷον παράγει καὶ διαστρέφει,
ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος, ἥτις
οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώματα τῶν
βασανιζομένων ...
4
Harpocr. s. v. <παραφρυκτωρεῖν>· Δείναρχος ἐν τ⸢ῇ⸣
Κατὰ Δεινίου ἐνδείξει. τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον
χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ
βλάβῃ δὲ τῶν φιλίων, οὕτως ἔλεγον, ὡς αὐτὸς ὁ ῥήτωρ ἐν
τῷ λόγῳ {αὐτὸ} ἐξηγήσατο.
5
Harpocr. s. v. <πινάκια>· τὰ καθιέμενα ἀντὶ κλήρων
ὑπὸ τῶν κληρουμένων. ἔοικε δ' εἶναι ταῦτα χαλκᾶ ὡς ἑξῆς
ὑποσημαίνει ὁ ῥήτωρ. ἐν δὲ τοῖς Φιλιππικοῖς (8, 28) ὅταν
λέγῃ ”μικρόν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον πάντα τὰ ἐν-
ταῦθα”, τυχὸν πινάκιον λέγει εἰς ὃ ἐγγράφεται τὰ ἐγ-
κλήματα τὰ κατὰ τῶν εἰσαγγελλομένων, ὡς καὶ παρὰ
Δεινάρχῳ ἐν Συνηγορίᾳ Αἰσχίνῃ δείκνυται.
6
Harpocr. s. v. <φρυκτωρῶν>· φρυκτωρεῖν ἐστι κυρίως
τὸ διὰ πυρσῶν ἀνατεινομένων σημαίνειν ὁτιοῦν· Δείναρχος
ἐν τῇ Αἰσχίν⸢ῃ συν⸣ηγορίᾳ κατὰ Δεινίου.
10
t
{ΚΑΤΑ ΦΟΡΜΙΣΙΟΥ ΑΣΕΒΕΙΑΣ}
1
Dionys. Halic. de Din. 10, p. 311, 13 R. Κατὰ Φορ-
〈μισίου〉 ἀσεβείας· <ἆρά γ' εἴ τινες>.
2
Harpocr. s. v. <ἀποβάτης> καὶ <ἀποβαίνειν> καὶ <ἀπο-
βατικοὶ τρόχοι>. Δείναρχος Κατὰ Φορμισίου καὶ ἐν τῇ
πρὸς Ἀντιφάνην ἀπολογίᾳ (LXXI—LXXII), Λυκοῦργός
τε ἐν τῇ Πρὸς Δημάδην ἀπολογίᾳ (IV Con.). ὁ ἀποβά-
της ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι
τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τρόχοι οἱ ἀπὸ τούτου τοῦ
ἀγωνίσματος. τὰ δ' ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος
ἐν τῷ κʹ τῶν Νόμων (fr. 23 Hager = JPh 6, 1876, 5—6),
χρῶνται δέ, φησί, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ
Βοιωτοί.
3
Phot. s. v. Suda η 229 <ἠλινδημένον>· ἀντὶ τοῦ ἀνε-
στραμμένον· Δείναρχος ἐν τῷ Κατὰ Φορμισίου, ὅπερ
Ἰσοκράτης καλινδεῖσθαι (5, 81. 13, 20. 15, 30. 213) λέγει.
4
Harpocr. s. v. <προστρόπαιον>· Αἰσχίνης Περὶ τῆς
πρεσβείας (2, 158)· ἐάσετε οὖν αὐτὸν τὸ τοιοῦτον προσ-
τρόπαιον, ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ <προστρο-
πὴ> δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ Κατὰ Κτησιφῶν-
τος (3, 110) ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ.
κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ Κατὰ
Φορμισίου ἀσεβείας.
5
Harpocr. s. v. <ὑποφόνια>· τὰ ἐπὶ φόνῳ διδόμενα χρή-
ματα τοῖς οἰκείοις τοῦ φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν·
Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους (fr. XIX 13) καὶ ἐν
τῷ Κατὰ Φορμισίου, Θεόφραστος Νόμων ιϚʹ (fr. 18 Ha-
ger = JPh 6, 1876, 3).
11
t
{ΚΑΤΑ ΚΑΛΛΑΙΣΧΡΟΥ
ΠΕΡΙ ΤΩΝ ΤΙΜΩΝ}
1
Dionys. Halic. de Din. 10, p. 311, 14 R. Κατὰ Καλλ-
αίσχρου περὶ τῶν τιμῶν· <πολλάκις, ὦ Ἀθηναῖοι>.
2
Harpocr. s. v. <Κηφισόδωρος>· —ἕτερος δ' ἂν εἴη
Κηφισόδωρος, ὃς ἵππαρχος ὢν ἐν Μαντινείᾳ μετὰ Γρύλλου
τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν
τῷ Κατὰ Καλλαίσχρου. cf. Lyc. XIV 9 Con.
3
Harpocr. s. v. <κύκλοι>· Δείναρχος ἐν τῷ Κατὰ Καλλ-
αίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό
τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς
πωλουμένους. Μένανδρος Ἐφεσίῳ (fr. 171 Koerte)·
ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς,
ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα
ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.
12
t
{ΤΥΡΡΗΝΙΚΟΣ}
1
Dionys. Halic. de Din. 10, p. 311, 15 R. Τυρρηνικός·
<ἅπαντα συμβήσεσθαι ἔτι>.
2
Harpocr. s. v. <κέρκουρος>· εἶδός τι νεώς· Δείναρ-
χος Τυρ⸢ρη⸣νικῷ.
3
Harpocr. s. v. <Λιπάρα>· Δείναρχος Τυρ⸢ρη⸣νικῷ. μία
τῶν καλουμένων Αἰόλου νήσων περὶ τὴν Σικελίαν ἡ Λι-
πάρα, ὡς Εὔδοξος ζʹ Περιόδου (fr. 326 Lasserre).
4
Harpocr. s. v. <οἴκημα>· ἀντὶ τοῦ δεσμωτήριον Δεί-
ναρχος ἐν Τυρ⸢ρη⸣νικῷ καὶ ἐν τῷ Κατὰ Ποσειδίππου
(LIII2), ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ Κατὰ Τιμ-
άρχου (1, 74. 123).
5
Harpocr. s. v. <περίστασιν>· Δείναρχος Τυρ⸢ρη⸣νικῷ·
<μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν
ὄντα με περίστασιν ποιησαμένου καὶ μαρτυρεῖν
ἀξιοῦντος> καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λεγό-
μενον, ἐν κύκλῳ περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες
αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκαζον, ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ
τ⸢ῷ⸣ περίστατόν με ἐποίησαν. ἐν ἐνίοις δὲ <παράστασιν>
γράφεται.
6
Harpocr. s. v. <Στρο⸢φά⸣δες νῆσοι>· Δείναρχος
Τυρ⸢ρη⸣νικῷ. νῆσοί τινές εἰσι μεταξὺ Ζακύνθου καὶ Ἤλι-
δος κείμεναι.
13
t
{ΚΑΤΑ ΔΙΟΝΥΣΙΟΥ
ΤΟΥ ΕΠΙ ΤΗΣ ΔΙΟΙΚΗΣΕΩΣ}
1
Dionys. Halic. de Din. 10, p. 311, 16 R. Κατὰ Διονυ-
σίου τοῦ ἐπὶ τῆς διοικήσεως· <ἴσως μέν, ὦ Ἀθηναῖοι>.
2
Bk. ΔΟ 191, 27 <ὀργεῶνές> εἰσιν οἱ κοινωνοῦντες ἀλ-
λήλοις θεῶν 〈ἢ〉 ἡρώων ἐν ἱεροῖς καὶ κοινῇ θυηπολοῦντες,
ὡς ⸢Δείναρχος⸣ λέγει ἐν τῷ Κατὰ Διονυσίου. καὶ πάλιν
ὀργεῶνες τίνες, ἐν Ἀπολογίᾳ ὕβρεως (LXV 2) σαφὲς
ποιεῖ. οὗτοί εἰσιν οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζον-
τες καὶ τῶν ἱερῶν δὲ ⸢κοινωνοῦντες⸣ ὀργεῶνας ἑαυτοὺς
{ἀλλήλους} ἐκάλουν.
14
t
{ΚΑΘ' ΙΜΕΡΑΙΟΥ ΕΙΣΑΓΓΕΛΤΙΚΟΣ}
1
Dionys. Halic. de Din. 10, p.311, 17 R. Καθ' Ἱμε-
ρ〈α〉ίου εἰσαγγελτικός· <οὐδένα νομίζω, ὦ Ἀθηναῖοι>.
2
Harpocr. s. v. <Ἀμμωνίς>· ἡ τοῦ Ἄμμωνος ἱερὰ τρι-
ήρης· Δείναρχος ἐν τῷ Κατὰ Ἱμεραίου.
3
Harpocr. s. v. <νομοφύλακες>· ἀρχή τις παρ' Ἀθη-
ναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δεί-
ναρχος Καθ' Ἱμεραίου καὶ ἐν τῷ Κατὰ Πυθέου (VI 12).
Φιλόχορος δὲ ἐν {τῷ} ζʹ (FGrHist 328 F 64) ἄλλα τέ
τινα διεξῆλθε περὶ αὐτῶν, καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπ-
ηνάγκαζον τοῖς νόμοις χρῆσθαι.
15
t
{ΚΑΤΑ ΠΙΣΤΙΟΥ ΕΙΣΑΓΓΕΛΙΑ}
1
Dionys. Halic. de Din. 10, p. 311, 18 R. Εἰσαγγελία
Κατὰ Πιστίου· <ὥσπερ καὶ ὑμῶν ἕκαστος>.
2
Harpocr. s. v. <βουλεύσεως>· ἐγκλήματος ὄνομα ἐπὶ
δυοῖν ταττόμενον πραγμάτοιν· τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ
ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀπο-
θάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μή, τὸ δ' ἕτερον ὅταν ἐγγε-
γραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι
ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι. τοῦ μὲν οὖν προτέρου
μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην (fr. 62 Turr.), ἐπὶ
Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ
Κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ' ἐν τῇ
Ἀθηναίων πολιτείᾳ (57, 3) τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ
τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ Κατ' Ἀριστο-
γείτονος αʹ (25, 71. 73). Ὑπερείδης δ' ἐν τῷ Κατ' Ἀθηνο-
γένους αʹ (5, 18) ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρή-
ματα ἰδίως κέχρηται τῷ ὀνόματι.
16
t
{ΚΑΤ' ΑΓΑΣΙΚΛΕΟΥΣ ΕΙΣΑΓΓΕΛΙΑ
ΞΕΝΙΑΣ}
1
Dionys. Halic. de Din. 10, p. 311, 19 R. Κατ' ⸢Ἀγα⸣-
σικλέους εἰσαγγελία ξενίας· <οὐδένα πώποτε οἶμαι>.
2
Harpocr. s. v. <ἀπόταφος>· ἀντὶ τοῦ ἀπεστερημένος
τῶν προγονικῶν τάφων Δείναρχος ἐν τῇ Κατ' Ἀγασι-
κλέους εἰσαγγελίᾳ.
3
Harpocr. s. v. <εὐανδρία>· Δείναρχος ἐν τῷ Κατ'
Ἀγασικλέους. Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο. Ἀνδο-
κίδης ⸢τ'⸣ ἐν τῷ Κατ' Ἀλκιβιάδου (4, 42) δηλοῖ καὶ Φι-
λόχορος (FGrHist 328 F 102).
4
Harpocr. s. v. <προμετρητάς>· Ὑπερείδης ἐν τῷ Περὶ
τοῦ ταρίχους (fr. 184 J.). Δείναρχος Κατ' Ἀγασικλέους·
<Σκύθου τοίνυν τοῦ προμετρητοῦ ἦν υἱὸς καὶ ἐν
δημόταις γέγονε καὶ αὐτὸς ἐν τῇ ἀγορᾷ προ-
μετρῶν διατετέλεκεν>.
4a
Suda π 2504 προμετρητής· ὁ τοὺς πιπρασκομένους
πυροὺς ἐν τῇ ἀγορᾷ καὶ τῶν ἄλλων σπερμάτων ἕκαστον
διαμετρῶν, καὶ {ὁ} τούτου τοῦ ἔργου μισθὸν λαμβάνων
προμετρητὴς ἐκαλεῖτο. Δείναρχος· ὁ <Σκύθου τοῦ προ-
μετρητοῦ υἱὸς ἐν δημόταις γέγονε, καὶ ὁ αὐ-
τὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκε καὶ
ὑμεῖς ἐκλαμβανόμενοι παρ' αὐτοῦ τοὺς πυροὺς
διατελεῖτε>.
5
Harpocr. s. v. <σκαφηφόροι>· Δείναρχος ἐν τῷ Κατὰ
Ἀγασικλέους φησίν· <οἳ ἀντὶ σκαφηφόρων ἔφηβοι
εἰς τὴν ἀκρόπολιν ἀναβήσονται, οὐχ ὑμῖν ἔχον-
τες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ τούτου ἀρ-
γυρίῳ>, ἀντὶ τοῦ μέτοικοι· οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθή-
νησι. Δημήτριος γοῦν ἐν γʹ Νομοθεσίας (FGrHist 228
F 5 = fr. 146 Wehrli) φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς
μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς
δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια· διείλεκται περὶ
τούτων καὶ Θεόφραστος ἐν ιʹ Νόμων (fr. 10 Hager =
JPh 6, 1876, 2—3).
17*
t
{ΚΑΤΑ ΘΕΟΚΡΙΝΟΥ ΕΝΔΕΙΞΙΣ}
1
Dionys. Halic. de Din. 10, p. 312, 21 R. Κατὰ Θεο-
κρίνου ἔνδειξις· <τοῦ πατρὸς 〈ἡμῶν〉, ὦ ἄνδρες>. τοῦ-
τον Καλλίμαχος ἐν τοῖς Δημοσθένους φέρει.
2
Harpocr. s. v. <ἀγραφίου>· εἶδός τι δίκης οὕτω κα-
λουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ
τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτεῖσαι ἐξαλειφθέντων.
διδάσκουσι δὲ τοῦθ' οὕτως ἔχειν Δημοσθένης ([58], 51)
τε ⸢ἢ⸣ Δείναρχος ἐν τῷ Κατὰ Θεοκρίνου καὶ Λυκοῦργος ἐν
τῷ Κατ' Ἀριστογείτονος (II 2 Con.), ἔτι τε Πυθέας ἐν
τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ (II2 Turr.).
18
t
{ΚΑΤΑ ΣΤΕΦΑΝΟΥ ΠΑΡΑΝΟΜΩΝ}
1
Dionys. Halic. de Din. 10, p. 312, 1 R. Κατὰ Στεφάνου
⸢παρ⸣ανόμων· † <ὑπάρχει † τοῦ νόμου δεδωκότος, ὦ
ἄνδρες>.
2
Harpocr. s. v. <γηπέδων>· Δείναρχος ἐν τῷ Κατὰ
Στεφάνου. γήπεδον τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ
γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Πλάτων γοῦν ἐν εʹ
Νόμων (741 c) φησίν· ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων.
3
Harpocr. s. v. <δημοτελῆ> καὶ <δημοτικὰ ἱερά>· δι-
έφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν,
ὡς Δείναρχος δηλοῖ ἐν τῷ Κατὰ Στεφάνου.
4
Harpocr. s. v. <Ἐρχιᾶθεν>· Δείναρχος Κατὰ Στεφά-
νου. Ἐρχιὰ δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος
(FGrHist 372 F *5).
5
Harpocr. s. v. Παιανιεῖς καὶ <Παιονίδαι>· Αἰσχί-
νης ἐν τῷ Κατὰ Κτησιφῶντος (3, 51)· ὅτ' ἐγράψατο εἰς
Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα.
Δίδυμος (p. 317 Schmidt) γραπτέον εἶναί φησι Παιανιᾶ,
χωρὶς τοῦ ⸢ε⸣. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Παν-
διονίδος φυλῆς, ⸢οὓς⸣ Διόδωρος (FGrHist 372 F*9) καλεῖ-
σθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν·
ὁμοίως δ' ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί
φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς
Ἴστρος ἐν Ἀτάκτω〈ν〉 (?) (FGrHist 334 F 21) ὑποση-
μαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ
Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος
δέ ἐστιν {καὶ} οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος
(FGrHist 372 F *13) δηλοῖ.
6
Harpocr. s. v. Παλληνεύς· Ὑπερείδης ἐν τῇ ὑπὲρ
Χαιρεφίλου ἀπολογίᾳ (fr. 190 J.). Παλλήνη δῆμος τῆς
Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος ἐν τῷ
Κατὰ Στεφάνου <Παλλήνηθέν> φησιν, ὁ δὲ δημότης Παλ-
ληνεύς. ὅτι δ' ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη, γνώριμον.
7
Harpocr. s. v. <ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι>·
Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δί-
υγρος, ὡς ἐκ τῆς γʹ Κτησίου (FGrHist 688 F 62) φανερόν
ἐστιν. Εὐφορίων (fr. 181 Scheidw. = 138 Powell, Collect.
Alex.)·
οἷόν ⸢θ'⸣ εἱαμενῆς ὑποκυδέ⸢ο⸣ς.
ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων παρὰ τῷ ῥήτορι γέγρα-
πται <ὑπόκοιλοι>.
19
t
{ΚΑΤΑ ΚΑΛΛΙΣΘΕΝΟΥΣ ΕΙΣΑΓΓΕΛΙΑ}
1
Dionys. Halic. de Din. 10, p. 312, 3 R. Κατὰ Κ⸢αλλι⸣-
σθένους εἰσαγγελία· <οὐκ ἀγνοῶ, 〈ὦ〉 ἄνδρες>.
2*
Harpocr. s. v. <βουλαία>· Δείναρχος ἐν τῇ Κατὰ
Καλλισθένους ἐνδείξει· <μαρτύρομαι τὴν Ἑστίαν τὴν
βουλαίαν>, οἷον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην.
3
Harpocr. s. v. <διάμετρον>· τὸ ἐλλεῖπον ἀπὸ τοῦ δι-
καίως μετρηθέντος· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθέ-
νους εἰσαγγελίᾳ.
4
Harpocr. s. v. <ἡμίεκτον> καὶ <ἡμιμέδιμνον>· Δεί-
ναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τοῦ μεδί-
μνου ἔχοντος χοίνικας μηʹ, τὸ χωροῦν κδʹ χοίνικας ἡμι-
μέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δʹ χοίνικας, τοῦ
ἕκτου, ὅπερ ἐστὶ χοίνικες ηʹ, τὸ ἥμισυ.
5
Harpocr. s. v. <κόμματα> καὶ <κυρήβια>· Δείναρχος ἐν
τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι
τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς
καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυι γιγνο-
μένων ἢ τῶν ἀνθερίκων.
6
Harpocr. s. v. <λουτροφόρος> καὶ <λουτροφορεῖν>·
ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ
τὴν τοῦ γάμου ἡμέραν, ἔπεμπον δ' ἐπὶ ταῦτα τὸν ἐγγύτατα
γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ
ἦν καὶ τῶν ἀγάμων ἀποθανόντων λουτροφό〈ρον φέ〉ρειν
καὶ ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν
ἔχων. λέγει περὶ τούτων Δείναρχος ἔν τε τῷ Κατὰ Θεο-
δότου (XCII) καὶ ἐν τῇ Κατὰ Καλλισθένους 〈εἰσ〉αγγελίᾳ·
ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου
καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Πολυστέ-
φανος ἐν τῷ περὶ κρηνῶν φησι. μέμνηνται δὲ τοῦ ἔθους οἱ
κωμικοί.
7
Harpocr. s.v. <μέδιμνος>· Δείναρχος ἐν τῷ Κατὰ Καλ-
λισθένους. μέτρον ἐστὶ ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει
δὲ χοίνικας μηʹ, καθά φησι Νίκανδρος ὁ Θυατειρηνὸς ἐν
τοῖς Ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου (FGrHist 343 F6).
8
Harpocr. s. v. <μετρονόμοι>· ἀρχή τις Ἀθήνησίν
ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ Κατὰ Καλλι-
σθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ⸢ιʹ⸣, ⸢εʹ⸣ μὲν εἰς Πειραιᾶ, εʹ
δ' εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ
μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθη-
ναίων πολιτείᾳ (51, 2) δηλοῖ. cf. Pollux 4, 167 καὶ Δεί-
ναρχος <μετρονόμου> τοῦ ἐπὶ τῶν μέτρων.
9
Harpocr. s. v. <μυλωθρός>· ὁ μυλῶνα κεκτημένος
καὶ ἐργαζόμενος ἐν αὐτῷ· Δείναρχος ἐν τῷ Κατὰ Καλλι-
σθένους πολλάκις. ἔστι δὲ καὶ παρὰ τοῖς κωμικοῖς πολὺ
τοὔνομα.
10
Harpocr. s. v. <σιτοφύλακες>· Δείναρχος ἐν τῇ
Κατὰ Καλλισθένους εἰσαγγελίᾳ· ἀρχή τις ἦν Ἀθήνησιν
ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ
ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν ἐν
ἄστει, εʹ δ' ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων
πολιτείᾳ (51, 3).
11
Harpocr. s. v. <τεταρτημόριον> (= Bachm. Anecd.
385, 11)· Δείναρχος ἐν τῇ Κατὰ Καλλισθένους εἰσαγγελίᾳ.
τεταρτημόριόν ἐστι τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτ-
έστι χαλκοῖ βʹ.
12
Harpocr. s. v. <τριτημόριον>· Δείναρχος Κατὰ
Καλλισθένους. ὅτι δὲ τριτημόριόν ἐστιν Ϛʹ χαλκοῖ Φιλή-
μων ἐν ἀρχῇ τοῦ 〈Σαρ〉δίου (fr. 74, 2 K.) διδάσκει.
13
Harpocr. s. v. <ὑποφόνια>· τὰ ἐπὶ φόνῳ διδόμενα
χρήματα τοῖς οἰκείοις τοῦ φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν·
Δείναρχος ἐν τῷ Κατὰ Καλλισθένους καὶ ἐν τῷ Κατὰ
Φορμισίου (X 5), Θεόφραστος Νόμων ιϚʹ (fr. 18 Hager =
JPh 6, 1876, 3).
20
t
{ΔΙΑΔΙΚΑΣΙΑ ΦΑΛΗΡΕΩΝ ΠΡΟΣ
ΦΟΙΝΙΚΑΣ ΥΠΕΡ ΤΗΣ ΙΕΡΩΣΥΝΗΣ
ΤΟΥ ΠΟΣΕΙΔΩΝΟΣ}
1
Dionys. Halic. de Din. 10, p. 312, 4 R. Διαδικασία
Φαληρέων πρὸς Φοίνικας ὑπὲρ τῆς ἱερωσύνης τοῦ Πο-
σειδῶνος· <εὔχομαι, νὴ τὴν Ἀθηνᾶν, πρέπειν δή>.
2
Harpocr. s. v. <Ἀλόπη>· ... Κερκυόνος θυγάτηρ, ἐξ
ἧς καὶ Ποσειδῶνος Ἱπποθ⸢ῶ⸣ν ὁ τῆς Ἱπποθ⸢ω⸣ντίδος
φυλῆς ἐπώνυμος, ὡς ... καὶ Δείναρχος ἐν τῇ Διαδικασίᾳ
Φαληρέων.
20a
t
{ΚΡΟΚΩΝΙΔΩΝ ΔΙΑΔΙΚΑΣΙΑ}
v. ad orat. XXXV
21
t
{ΠΡΟΣ ΤΗΝ ΚΗΦΙΣΟΦΩΝΤΟΣ
ΑΠΟΓΡΑΦΗΝ}
1
Dionys. Halic. de Din. 10, p. 312, 6 R. Πρὸς τὴν Κη-
φισ〈οφ〉ῶντος ἀπογραφήν· <πρῶτον μέν, ὦ ἄνδρες,
δέομαι>.
22
t
{ΠΡΟΣ ΤΗΝ ΚΗΦΙΣΟΦΩΝΤΟΣ
ΑΠΟΓΡΑΦΗΝ· Ο ΥΣΤΕΡΟΣ}
1
Dionys. Halic. de Din. 10, p. 312, 8 R. Ὁ ὕστερος· <τὰ
μὲν περὶ τὴν ὠνήν>.
23
t
{ΑΠΟΛΟΓΙΑ ΔΙΑΜΑΡΤΥΡΙΑΣ
ΠΡΟΣ ΤΗΝ ΧΑΡΗΤΟΣ 〈...〉}
1
Dionys. Halic. de Din. 10, p. 312, 8 R. Ἀπολογία δια-
μαρτυρίας πρὸς τὴν Χάρ⸢η⸣τος ...
24
t
{ΕΙΣΑΓΓΕΛΙΑ
ΚΑΤΑ ΦΕΙΔΙΑΔΟΥ ΓΡΑΜΜΑΤΕΩΣ}
1
Dionys. Halic. de Din. 10, p. 312, 9 R. Εἰσαγγελία κατὰ
Φειδιάδου γραμματέως· <οὔτ' ἔχθρας οὐδεμιᾶς ἕνεκα>.
25
t
{ΚΑΤΑ ΦΙΛΟΚΛΕΟΥΣ
ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ}
1
Dionys. Halic. de Din. 10, p. 312, 11 R. Κατὰ Φιλο-
κλέους ⸢περὶ⸣ τῶν Ἁρπαλ〈ε〉ίων· <τί χρὴ λέγειν {τὸ}
πρὸς τῶν 〈θεῶν〉>.
26
t
{ΚΑΘ' ΑΓΝΩΝΙΔΟΥ
ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΟΥ}
1
Dionys. Halic. de Din. 10, p. 312, 12 R. Καθ' ⸢Ἁγνω-
νίδου⸣ περὶ τῶν Ἁρπάλου· <οὐκ ἄδηλον>.
27
t
{ΚΑΤ' ΑΡΙΣΤΟΝΙΚΟΥ
ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ}
1
Dionys. Halic. de Din. 10, p. 312, 13 R. Κατ' Ἀριστονί-
κου περὶ τῶν Ἁρπαλ⸢είων⸣· <εὐτύχημα μὲν ἦν, ὦ ἄν-
δρες>.
28
t
{ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ
ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ}
1
Dionys. Halic. de Din. 10, p. 312, 14 R. Κατὰ Δημο-
σθένους περὶ τῶν Ἁρπαλείων· <ὁ μὲν δημαγωγὸς ὑμῖν>.
vide supra p. 11, 2
29
t
{ΚΑΤ' ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ
ΠΕΡΙ ΤΩΝ ΑΡΠΑΛΕΙΩΝ}
1
Dionys. Halic. de Din. 10, p. 312, 16 R. Κατ' Ἀριστο-
γείτονος περὶ τῶν Ἁρπαλείων· <πάνθ', ὡς ἔοικεν, ὦ
ἄνδρες>. vide supra p. 54, 16.
30
t
{ΚΑΤΑ ΘΕΟΔΩΡΟΥ
ΕΥΘΥΝΤΙΚΟΣ}
1
Dionys. Halic. de Din. 11, p. 312, 19 R. Κατὰ Θεοδώρου
εὐθυν〈τ〉ικός· <ἥκιστα μέν, ὦ ἄνδρες>. πρεσβύτερός
⸢ἐστι⸣ τῆς Δεινάρχου ἡλικίας. εἴρηται γὰρ ἐπὶ Θεοφίλου
⸢ἢ⸣ Θεμιστοκλέους, ἄρχοντος μετὰ Θέ〈ε〉λλον ἀνιόντα
ἐνιαυτῷ τρίτῳ, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται φανερόν,
οὔ⸢π⸣ω πέμπτον 〈καὶ δέκατον〉, ὡς δείξομεν, ἔτος ἔχον-
τος αὐτοῦ.
31
t
{ΚΑΤΑ ΚΗΡΥΚΩΝ}
1
Dionys. Halic. de Din. 11, p. 313, 2 R. Κατὰ Κηρύκων·
<εἰ μὲν ὁ πατήρ, ὦ ἄνδρες>. οὗτος ὁ ἀγὼν εἴρηται ἐπ'
ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετ' Εὔβουλον,
οὔπω εἴκοσιν 〈ἔτη ἔχ〉οντος αὐτοῦ ... ὁ μὲν γὰρ λόγος περί
τινος ἀποψηφισθέντος γέγονεν ἐπ' Ἀρχίου τοῦ μετὰ
Θεμιστοκλέα. δῆλον δ' ἕκαστον τῶν εἰρημένων ἐξ αὐτοῦ
τοῦ λόγου γίγνεται.
32
t
{ΚΑΤΑ ΜΟΣΧΙΩΝΟΣ}
1
Dionys. Halic. de Din. 11, p. 313, 8 R. Κατὰ Μο-
σχίωνος ἀπογραψαμένου αὑτὸν Νικοδίκου υἱόν· <ἀποψηφι-
σαμένων, ὦ ἄνδρες, 〈του〉τουὶ Μοσχίωνος † συμ-
βαλών>. καὶ οὗτος ὁ λόγος κατὰ τοὺς αὐτοὺς χρόνους τῷ
προτέρῳ (i. e. ἐπ' ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ
μετ' Εὔβουλον) εἴρηται. δηλοῦται δ' ἔκ 〈τε〉 αὐτῆς τῆς
ἀρχῆς τοῦ λόγου καὶ {τὰ} τῶν ἑξῆς.
2
Harpocr. s. v. <ἑρκεῖος Ζεύς>· Δείναρχος ἐν τῷ Κατὰ
Μοσχίωνος· 〈e. g. ἐπερωτᾷ〉 <εἰ φράτορες αὐτῷ καὶ
βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου
εἰσίν>. ἑρκεῖος Ζεύς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ
ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις
μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἑρκεῖος, δεδήλωκε καὶ
Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου (fr. 94 J.), εἰ γνήσιος,
καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας
(FGrHist 228 F 6 = fr. 139 Wehrli).
33
t
{ΚΑΤΑ ΜΕΝΕΚΛΕΟΥΣ ΑΠΑΓΩΓΗΣ}
1
Dionys. Halic. de Din. 11, p. 313, 13 R. Κατὰ Μενε-
κλέους ἀπαγωγῆς· <ὦ ἄνδρες δικασταί, καὶ τῶν
νόμων καθ' οὕς>. καὶ οὗτος εἴρηται παιδὸς ὄντος ἔτι
Δεινάρχου. ὁ μὲν γὰρ κρινόμενός ἐστι Μενεκλῆς, ὁ τὴν
ἱέρειαν Νῖνον ἑ⸢λ⸣ών, ὁ δὲ κατηγορῶν υἱὸς τῆς Νίνου.
ἔστι δὲ ταῦτα πρεσβύτερα τῆς Δεινάρχου ἀκμῆς. ὁ μὲν
γὰρ Δημοσθένους περὶ τοῦ ὀνόματος {δεδηλώκαμεν} λόγος
(39, 2. 40, 9), ἐν ᾧ τούτων μέμνηται, κατὰ Θέ⸢ελ⸣λον ἢ
Ἀπολλόδωρον ἄρχοντα τετέλεσται, ὡς ἐν τοῖς περὶ Δημο-
σθένους δεδηλώκαμεν. εἰ δ' ὡς τεθνηκότος ἤδη τοῦ Μενε-
κλέους ὁ Δημοσθένης ἐκεῖ μέμνηται λέγων· ἑωρᾶτε γὰρ
πάντες αὐτὸν χρώμενον, ἕως ἔζη, Μενεκλεῖ, παλαιὸς λό-
γος τίς ἐστιν. ὅτι δὲ οὗτος ὁ Μενεκλῆς, ἐν αὐτῷ τῷ λόγῳ
δεδήλωκεν ὁ κατηγορῶν.
34
t
{ΔΙΑΔΙΚΑΣΙΑ ΑΘΜΟΝΕΥΣΙ
ΠΕΡΙ ΤΗΣ ΜΥΡΡΙΝΗΣ
ΚΑΙ ΤΗΣ ΜΙΛΑΚΟΣ}
1
Dionys. Halic. de Din. 11, p. 314, 4 R. Διαδικασία
Ἀθμονεῦσι περὶ τῆς μυρρίνης καὶ τῆς μίλακος· <εὔχομαι
δὴ τῇ Δήμητρι καὶ τῇ Κόρῃ>· πρεσβύτερός ἐστι τῆς
Δεινάρχου ἀκμῆς. εἴρηται γὰρ ἐπὶ Νικομάχου ἄρχοντος,
ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται δῆλον, ἓν πρὸς τοῖς εἴκοσιν
ἔτος τοῦ ῥήτορος ἔχοντος. cf. Schol. ad Soph. O. C.
681 ... ὁ δ' Ἴστρος (sc. φησὶ) τῆς Δήμητρος εἶναι στέμμα
τὴν μυρρίνην καὶ τὴν μίλακα περὶ ἧς γίνεσθαι τὴν 〈δια〉-
δικασίαν καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ
τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυρρίνης ἔχειν στέ-
φανον δι' ἃ καὶ τὴν Δήμητρα προσθέσθαι ταύτην φησί
(FGrHist 334 F 29).
35
t
{ΔΙΑΔΙΚΑΣΙΑ ΤΗΣ ΙΕΡΕΙΑΣ
ΤΗΣ ΔΗΜΗΤΡΟΣ
ΠΡΟΣ ΤΟΝ ΙΕΡΟΦΑΝΤΗΝ}
1
Dionys. Halic. de Din. 11, p. 314, 12 R. Διαδικασία
τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην· <πολλῶν
καὶ παραδόξων, ὦ ἄνδρες δικασταί>. οὗτος ὁ λόγος
ἤδη πεφευγότος αὐτοῦ εἴρηται, ὡς ἐξ αὐτοῦ γίγνεται
φανερόν. μέμνηται γὰρ ἐν αὐτῷ τῆς κατασχούσης ὀλιγ-
αρχίας.
2
Harpocr. s. v. <Δυσαύλης>· Δείναρχος ἐν τῇ {περὶ}
τῆς ἱερείας διαδικασίᾳ, εἰ γνήσιος. Ἀσκληπιάδης δ' ἐν
δʹ Τραγῳδουμένων (FGrHist 12 F 4) τὸν Δυσαύλην
αὐτόχθονα εἶναί φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν
παῖδας Πρωτονόην τε καὶ Νῖσαν. Παλαίφατος δ' ἐν αʹ
Τρωικῶν (FGrHist 44 F 1) σὺν τῇ γυναικί φησιν αὐτὸν
ὑποδέξασθαι τὴν Δήμητρα.
3
Pollux 7, 69 <ὀρθάπτου> δὲ μέμνηται Δείναρχος ἐν
τῇ τῆς ἱερείας δοκιμασίᾳ· ἔστι δ' ἐξ ἐρίου πίλημα φοινι-
κοῦν, ᾧ φαιδρύνουσι τὰ ἕδη τῶν θεῶν.
36
t
{ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ
(ΕΙΣΑΓΓΕΛΤΙΚΟΣ ΔΗΜΟΥ
ΚΑΤΑΛΥΣΕΩΣ)}
1
Dionys. Halic. de Din. 11, p. 314, 17 R. Κατὰ Τιμο-
κράτο?υς εἰσαγγελτικὸς δήμου καταλύσεως· <ἔργα ποιεῖς>.
οὗτος καὶ ἀπ' αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπί-
γραφος ὤν.
37
t
{ΚΑΤΑ ΣΠΟΥΔΙΟΥ}
1
Dionys. Halic. de Din. 11, p. 314, 20 R. Κατὰ Σπου-
δίου· <καὶ ἐν τῷ δήμῳ κατηγορήσειν ὑπεσχόμην>.
μετὰ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας εἴρηται καὶ οὗτος ἤδη
Δεινάρχου {φαίνεται} φεύγοντος, ὡς ἐξ αὐτοῦ μάλιστα
τοῦ λόγου γίγνεται φανερόν.
38
t
{ΔΙΑΔΙΚΑΣΙΑ ΕΥΔΑΝΕΜΩΝ
ΠΡΟΣ ΚΗΡΥΚΑΣ ΥΠΕΡ ΤΟΥ ΚΑΝΟΥ}
1
Dionys. Halic. de Din. 11, p. 315, 1 R. Διαδικασία Εὐ-
δανέμων πρὸς Κήρυκας ὑπὲρ τοῦ καν⸢οῦ⸣· <οὐδαμῶς
τοιαῦτα πράγματα>. καὶ οὗτος κατὰ τοὺς αὐτοὺς χρό-
νους εἴρηται, πεφευγότος ἤδη τοῦ ῥήτορος, ὡς ἐν αὐτῷ
τῷ λόγῳ πάλιν δηλοῦται.
39
t
{ΑΤΤΙΚΟΣ}
1
Dionys. Halic. de Din. 11, p. 315, 5 R. Ἀττικός· <πάν-
των ἦσαν ὁμοίως>. καὶ οὗτος εἴρηται ἐν ἐκείνοις τοῖς
χρόνοις, ὡς καὶ ἐν αὐτῷ τῷ λόγῳ φανερὸν γίγνεται.
40
t
{ΑΙΤΩΛΙΚΟΣ}
1
Dionys. Halic. de Din. 11, p. 315, 7 R. Αἰτωλικός· <καὶ
ἡμεῖς, ὦ ἄνδρες Αἰτωλοί, πρέσβεις>. οὗτ⸢ο⸣ς καθ-
εστώσης τῆς ὀλιγαρχίας ὑπὸ τῶν Ἀθήνηθεν φυγάδων
εἴρηται δεομένων το⸢ὺ⸣ς Αἰτωλο⸢ὺ⸣ς αὑτοῖς βοηθεῖν, ἐπεὶ
καὶ ὁ Κάσσανδρος αὐτοὺς ἐλευθεροῦν ἐπεχείρει, ὡς ἐν
αὐτῷ τῷ λόγῳ γίγνεται τοῦτο δῆλον. οὔκουν εἰκ⸢ὸς⸣ φίλον
ὄντα τὸν Δείναρχον τῶν τὴν ὀλιγαρχίαν καταστησάντων
τοῖς καταλύειν ἐπιχειροῦσιν συναγωνίζεσθαι, οὐδ' αὐτο〈ὺ〉ς
Ἀθήνηθεν λόγους ⸢παρ⸣αλαμβάνειν οἷόν τ' ἐστί.
41
t
{ΔΙΦΙΛΩΙ ΔΗΜΗΓΟΡΙΚΟΣ}
1
Dionys. Halic. de Din. 11, p. 315, 15 R. Διφίλῳ δημη-
γορικός, αἰτοῦντι δωρεάς· <διὰ τὸ μὴ ῥᾴδιον εἶναι>.
τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον,
ὅτι τὰς δωρεὰς ἔγραψεν ⸢αὐτῷ⸣ Δημοσθένης, ὡς Δείναρ-
χος ἐν τῷ Κατὰ Δημοσθένους λόγῳ (1, 43) δεδήλωκε, καὶ
ὅτι ἐπὶ τέλει 〈τοῦ〉 λόγου ὁ Δίφιλος Δημοσθένην παρακα-
λεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω
γράφειν εὐνοοῦντα τῷ 〈Δι〉φίλῳ τὸν Δημοσθένην, λόγον
δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν.
42
t
{ΕΡΜΙΑΙ ΕΜΠΟΡΙΟΥ ΕΠΙΜΕΛΗΤΗΙ
ΠΕΡΙ ΤΩΝ
ΚΑΤΗΓΟΡΗΘΕΝΤΩΝ ΑΠΟΛΟΓΙΑ}
1
Dionys. Halic. de Din. 11, p. 315, 24 R. ⸢Ἑρ⸣μίᾳ ἐμ-
πορίου ἐπιμελ⸢η⸣τῇ περὶ τῶν κατηγορηθέντων ἀπολογία·
<δέομαι ὑμῶν, ὦ ἄνδρες>. ἀπ' αὐτοῦ τοῦ χαρακτῆρος
εὕροι τις ἂν οὐκ ὄντα τὸν λόγον Δεινάρχου (ὑδαρής τε
γὰρ καὶ ἀσθενὴς καὶ ψυχρός ἐστιν), ἀλλὰ μᾶλλον αὐτὸν ἄν
τις θείη Δημοκλείδου ἢ Μενεσαίχμου ἢ τῶν ἄλλων τῶν
τοιούτων τινός.
43
t
{ΥΠΕΡ ΜΕΝΕΣΑΙΧΜΟΥ
ΠΕΡΙ ΤΗΣ ΔΗΛΟΥ ΘΥΣΙΑΣ}
1
Dionys. Halic. de Din. 11, p. 316, 5 R. ἀφαιροῦμαι δὲ
καὶ τοὺς περὶ Μενεσαίχμου λόγους ἀμφοτέρους αὐτοῦ,
ὧν ὁ μέν ἐστιν περὶ τῆς Δήλου θυσίας· <ἱκετεύομεν
⸢ὑ⸣μᾶς καί>.
44
t
{ΥΠΕΡ ΜΕΝΕΣΑΙΧΜΟΥ
ΠΡΟΣ ΠΕΡΙΚΛΕΑ ΚΑΙ ΔΗΜΟΚΡΑΤΗΝ}
1
Dionys. Halic. de Din. 11, p. 316, 8 R. ὁ δὲ πρὸς Περι-
κλέα καὶ Δημοκράτην, οὗ ἡ ἀρχή· <νομίζομεν, ὦ ἄν-
δρες>, διά τε τὸν χαρακτῆρα (ὑδαρὴς γὰρ καὶ κεχυμένος
καὶ ψυχρός), καὶ ὅτι ὁ λέγων αὐτο〈ύ〉ς, ὢν οὔτε ἄδοξος καὶ
μετὰ Λυκοῦργον τὴν διοίκησιν τῶν δημοσίων χρημάτων
παραλαβών, ἐξητασμένος δὲ πολλάκις αὐτός, ὡς ἐν τοῖς
λόγοις περὶ ἁπάντων μηνύει, καὶ ἐν ἰδίοις καὶ ἐν δημο-
σίοις ἀγῶσιν οὐκ ἂν ἦν ἀδύνατος, ὥστε Δεινάρχῳ λογο-
γράφ⸢ῳ⸣ χρῆσθαι.
45
t
{ΥΠΕΡ ΤΟΥ ΜΗ ΕΚΔΟΥΝΑΙ
ΑΡΠΑΛΟΝ ΑΛΕΞΑΝΔΡΩΙ}
1
Dionys. Halic. de Din. 11, p. 316, 16 R. Ὑπὲρ τοῦ μὴ
ἐκδοῦναι Ἅρπαλον Ἀλεξάνδρῳ· <οὐκ ἄξιον ἄρα θαυ-
μάζ⸢ειν⸣>. οὐδ' οὗτος ὁ λόγος ἐμφαίνει τὸν Δεινάρχου
χαρακτῆρα. εἰ γὰρ κἂν μηδὲν ἄλλο, τό γ' οὖν ἠλίθιον καὶ
σοφιστικὸν εὕροι τις ἂν ἐν αὐτῷ πολύ, τὸ πλεῖστον ἀπέχον
τῶν Δεινάρχου χαρακτήρων.
46
t
{ΔΗΛΙΑΚΟΣ}
1
Dionys. Halic. de Din. 11, p. 316, 21 R. Δηλιακός·
<Ἀπόλλωνος καὶ Ῥοιοῦς τῆς 〈Σ〉ταφύλου>. οὗτος
οὐ τοῦ ῥήτορος ἀλλ' ἑτέρου τινὸς συγγραφέως ἐστί. δηλοῖ
δ' ἐκ τοῦ τρόπου καὶ τοῦ χαρακτῆρος ἀρχαϊκὸς ὢν καὶ
περιτρέχων τὴν τοπικὴν Δήλου καὶ † Λέρου ἱστορίαν.
47
t
{ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ
ΠΑΡΑΝΟΜΩΝ}
1
Dionys. Halic. de Din. 11, p. 317, 2 R. Κατὰ Δημο-
σθένους παρανόμω〈ν〉· <εἰώθατε, ὦ ἄνδρες>. οὗτος ἐν
τοῖς Πε⸢ργ⸣αμηνοῖς πίναξι φέρεται ὡς Καλλικράτους.
ἐγὼ δ', εἰ μὲν ἐκείνου ἐστίν, οὐκ οἶδα (οὐδὲ γὰρ ἐνέτυχον
τῶν Καλλικράτους οὐδενί), ὅτι δὲ πάμπολυ τῶν Δεινάρχου
λόγων ἀφέστηκεν, εὐτελής τε ὢν καὶ οὐκ ἀπέχων ἰδιω-
τικῆς φλυαρίας, πείθομαι.
48
t
{ΚΑΤΑ ΠΡΟΞΕΝΟΥ ΒΛΑΒΗΣ}
1
Dionys. Halic. de Din. 12, p. 317, 10 R. Κατὰ Προ-
ξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· <εἴ τίς μοι
θεῶν, ὦ ἄνδρες>.
3
Harpocr. s. v. <ἀργυριοθήκη>· Δείναρχος ἐν τῷ Κατὰ
Προξένου βλάβης. διττὰ ἦν γραμματείδια οἷς ἐχρῶντο
Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον τι ἐν αὐτοῖς, τὰ δὲ
ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἅπερ καὶ κιβώτια ἐκά-
λουν, τὰ δ' ἄλλα μαρ⸢σίπ⸣ια.
4
Harpocr. s. v. <βασανίσας>· ἀντὶ τοῦ δοκιμάσας Δεί-
ναρχος ἐν τῷ Κατὰ Προξένου. πολὺ δ' ἐστὶ τοὔνομα ἐπὶ
τούτου τοῦ σημαινομένου παρ' Ἀττικοῖς.
5
Harpocr. s. v. <ματρυλεῖον>· Δείναρχος ἐν τῷ Κατὰ
Προξένου. Ἡρακλέων καὶ Δίδυμος (p. 320 Schmidt) τό-
πον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται
τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέ-
πουσιν (501 Koerte = 601 Sandbach).
οὐκ οἰμώξεται
καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;
6
Harpocr. s. v. <ὀρνιθευτής>. ὁ ὀρνιθοθήρας· Δείναρ-
χος ἐν τῷ Κατὰ Προξένου, Πλάτων (fr. 157 K.) ἢ Κάν-
θαρος (1, p. 765 K.) Συμμαχίᾳ. ἔστι δὲ καὶ ἐν τῇ νέᾳ
κωμῳδίᾳ δρᾶμα Ὀρνιθευτὴς Νικοστράτου (2, p. 224 K.).
7
Harpocr. s. v. <σκιραφ〈ε〉ῖα>· Δείναρχος ἐν τῷ Κατὰ
Προξένου. σκιραφ〈ε〉ῖα ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέ-
τριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῇ νʹ
(FGrHist 115 F 228) ὑποσημαίνει.
49
t
{ΚΑΤΑ ΚΗΦΙΣΟΚΛΕΟΥΣ
ΚΑΙ ΤΩΝ ΟΙΚΕΙΩΝ ΒΛΑΒΗΣ}
1
Dionys. Halic. de Din. 12, p. 317, 11 R. Κατὰ Κηφι-
σοκλέους καὶ τῶν οἰκείων βλάβης· ἃ <μὲν ἐγκαλῶν, ὦ
ἄνδρες.>
2
Harpocr. s. v. <ἀπήχεια>· ἀντὶ τοῦ ἀπέχθεια Λυσίας
(fr. LXXXVIII) πρὸς Μέδοντα καὶ Δείναρχος Κατὰ Κη-
φισοκλέους. cf. Schol. Aristid. p. 196 Fr. μηδὲν ἀπ-
ηχὲς] ἡ λέξις κατὰ μεταφορὰν εἴρηται ἀπὸ τῶν μελῶν·
δηλοῖ δὲ τὸ ὑβριστικὸν καὶ ἔξω τοῦ καλοῦ καὶ τραχύτερον
εἰς ἀκοὴν καὶ οἷον τοῦ ῥυθμοῦ καὶ μέλους {καὶ} τοῦ
τεταγμένου παρηλλαγμένο⸢ν⸣ καὶ…
ναρχος…
…
The complete text is available when the reading interface loads.