Fragmenta
- Authority group
- Hyperides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. Jensen, op. cit., 115–154.
- CTS identifier
urn:cts:greekLit:tlg0030.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
40
καὶ ὡς στρατηγήσας ἐν Κέῳ διὰ φιλοχρηματίαν πολλὰ
κακὰ ἐργασάμενος τοὺς ἐνοικοῦντας, ἐφ' ᾧ γραφεὶς ὑπὸ
Ὑπερείδου παρανόμων ἑάλω. φησὶ δ' αὐτὸν Ὑπ. καὶ
Ἀρδηττὸν ἐπικληθῆναι, διὰ τὸ πολλάκις αὐτόθι ἐπιωρ-
κηκέναι. —Schol. Aesch. 1, 64.
41
οἶδε γὰρ αὑτῷ δεδομένην ἄδειαν καὶ πράττειν καὶ
γράφειν ὅ τι ἂν ἔμβραχυ βούληται—Schol. Plat. p.288 H.
42
μοιχίδιον τὸν ἐκ μοιχοῦ γεγεννημένον Ὑπ. ἐν τῷ
κατὰ Ἀρ. —Antiattic. in Bekk. Anecd. p. 108, 1
43
μονοπώλιον δὲ Ὑπ. εἴρηκεν ἐν τῷ κατὰ Ἀρ.· οἱ
δὲ ἄλλοι λέγουσι μονοπωλίαν. —Poll. VII, 11.
45t
{ΥΠΕΡ ΑΡΠΑΛΟΥ}
{εἰ γνήσιος.}
45
εἰ δὲ μὴ ψευδὴς ὁ Ὑπερείδου λόγος ὑπὲρ Ἁρπά-
λου, ἐν αὐτῷ γέγραπται· ἐκπηδήϲαντεϲ ἐκ τῶν περδικο-
τροφείων. —Pollux X, 159.
46-54t
{ΚΑΤ' ΑΡΧΕΣΤΡΑΤΙΔΟΥ.}
46
κινήσομεν δὲ ἔλεον, κἂν ὑποδεικνύωμεν πάθος
τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου
ἢ τοῦ τεθνεῶτος, 〈ὡς〉 Ὑπ. ἐν τῷ κατ' Ἀρχ.· ἐπέξεισι
γὰρ τὰ συμβεβηκότα τῇ τοῦ Ὀνείδου μητρί. —Apsin.
τέχν. ῥητ. IX p. 591 W. I p. 403 Sp. 324 Hammer.
47
ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμ-
βάνειν, Ὑπ. δεδήλωκεν ἐν τῷ κατ' Ἀρχ. —Harp. s. v.
θεωρικά.
48
Εὔβουλοϲ. —ἕτερος δ' ἐστὶν ὁ κωμικός, οὗ μνη-
μονεύει Ὑπ. ἐν τῷ κατ' Ἀρχ. —Harp.
49
ἱερά· τὰ τῶν τεθνηκότων ὀστᾶ. Ὑπ. κατὰ Ἀρχ. —
Antiattic. in Bekk. Anecd. p. 100, 18, et similiter Am-
mon. π. διαφ. λ. p. 73 Valck.
50
Ὑπ. ἐν τῷ κατ' Ἀρχ.· οἱ τοὺϲ ἰθυφάλλουϲ ἐν τῇ
ὀρχήϲτρᾳ ὀρχούμενοι. —Harp. s. v. ἰθύφαλλοι.
51
πάραλοϲ· ... οἱ δὲ ἐπιβεβηκότες αὐτῆς ἐκαλοῦντο
Πάραλοι, οἳ διὰ ταύτην τὴν ὑπηρεσίαν δʹ τε ὀβολοὺς
ἐλάμβανον καὶ τὸ πλεῖον μέρος τοῦ ἐνιαυτοῦ οἴκοι ἔμε-
νον, ἄλλα τέ τινα ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, ὥς
φησιν Ὑπ. ἐν τῷ κατ' Ἀρχ. —Harp.
52
Ξυπεταίονεϲ· Ὑπ. κατ' Ἀρχ. —Harp.
53
ἐν παραβύϲτῳ ἀντὶ τοῦ κρύφα καὶ οὐ φανερῶς
Ὑπ. ἐν τῷ κατ' Ἀρχ. —Harp.
54
Ϲτειριεύϲ· Ὑπ. κατ' Ἀρχ. —Harp.
55-65t
{ΚΑΤ' ΑΥΤΟΚΛΕΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.}
55
Ὑπ. ἐν τῷ κατ' Αὐτ. εἰπών, ὅτι τοῦτον ἐπὶ λόγοις
δεῖ κολάσαι, τίθησιν ὅμοιον, ὅτι καὶ Ϲωκράτην οἱ πρό-
γονοι ἡμῶν ἐπὶ λόγοιϲ ἐκόλαζον. Gregor. Corinth. ad Her-
mog. VII p. 1148 W.
56
ἐγκάθετοϲ· Ὑπ. κατὰ Αὐτοκλέους. Antiattic. in
Bekk. Anecd. p. 96, 30. Ἐγκάθετοϲ· οὕτως Ὑπ. ἀπερ-
ριμμένως, δέον δοκιμώτερον χρήσασθαι τῷ θετὸς ἢ εἰσ-
ποίητος ἢ ὑπόβλητος. Phrynich. epitomes p. 333 Lob.
57
ἔργα νέων. τοῦτο καὶ Ὑπερείδης ἐν τῷ κατ' Αὐτ.
Ἡσιόδου φησὶν εἶναι. Harp. —Ἔργα νέων, βουλαὶ δὲ
μέσων, εὐχαὶ δὲ γερόντων. τοῦτο Ὑπ. ἐν τῷ κατ' Αὐτ.
Ἡσιόδου φησὶν εἶναι παροιμίαν. Mich. apost. prov. cent.
VII, 90 L.
58
Εὔηνοϲ· Ὑπ. ἐν τῷ κατ' Αὐτ.· βʹ ἀναγράφουσιν
Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις. Harp.
59
κατέλευϲαν 〈ἀντὶ τοῦ〉 λίθοις κατέβαλον· Ὑπ. ἐν
τῷ κατ' Αὐτοκλέους. —Harp.
60
ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσει-
δῶνος ἱερόν, ὡς Ὑπ. ἐν τῷ κατ' Αὐτ.· οὗτος δ' ἂν εἴη
ὁ τῶν ἱππέων. —Harp. s. v. Κολωνέτας.
61
Μηλόβιοϲ· Ὑπ. ἐν τῷ κατ' Αὐτοκλ.· ἔστι δὲ εἷς
τῶν λʹ τῶν παρ' Ἀθηναίοις τυραννησάντων. Harp.
62
ποδοϲτράβη· Ὑπ. ἔν τε τῷ κατ' Ἀθηνογένους (v.
col. 8, 25) καὶ ἐν τῷ κατ' Αὐτοκλ. Harp.
63
Ὑπ. ἐν τῷ κατ' Αὐτοκλ. προδοσίας· ῥητορικῆϲ ἐκ
δήμου (scil. γραφῆς)· ἔστι γὰρ καὶ ἐκ βουλῆς. Lex. can-
tabrig. 677, 16.
64
ϲτρατηγοί· —οἱ καθ' ἕκαστον ἐνιαυτὸν χειροτο-
νούμενοι στρατηγοὶ ιʹ ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τοῦ
Ὑπερείδου κατ' Αὐτοκλ. καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας
Ἀριστοτέλους. Harp.
65
μέμνημαι δὲ καὶ περὶ τοῦ τῆς γνώμηϲ ὀνόματος
εἰπών, ὡς ἐπὶ τῶν παλαιῶν ἐν ἴσῳ εἴτε τῷ διανοίας
εἴτε καὶ ἐννοήσεως ἐλέγετο——καὶ Αἰσχίνης δὲ κατὰ
τούσδε ὁ Σωκρατικὸς ἐν τῷ Μιλτιάδῃ κατὰ τὸ αὐτὸ ση-
μαινόμενον κέχρηται τῷ ὀνόματι καὶ Ὑπ. ἐν τῷ κατ'
Αὐτ. καὶ ἄλλοι. Galenus vol. XVIII, 2 p. 657 sq. Kühn.
66t
{ΠΡΟΣ ΔΑΜΙΠΠΟΝ.}
66
πρόϲκληϲιϲ ἡ εἰς δικαστήριον κλῆσις, καὶ προϲ-
καλέϲαϲθαι τὸ παραγγέλλειν εἰς δίκην· Δημοσθένης ἐν
τῷ περὶ τοῦ Ἁγνίου κλήρου, Ὑπ. ἐν τῷ πρὸς Δάμιππον.
Harp.
67-75t
{ΛΗΛΙΑΚΟΣ.}
67
λέγεται γὰρ τὴν Λητὼ κυοῦϲαν τοὺϲ παῖδαϲ ἐκ Διὸϲ
ἐλαύνεϲθαι ὑπὸ τῆϲ Ἥραϲ κατὰ πᾶϲαν γῆν καὶ θάλατταν·
ἤδη δὲ αὐτὴν βαρυνομένην καὶ ἀποροῦϲαν ἐλθεῖν εἰϲ τὴν
χώραν τὴν ἡμετέραν, καὶ λῦϲαι τὴν ζώνην ἐν τῷ τόπῳ,
ὃϲ νῦν Ζωϲτὴρ καλεῖται. Syrian. in Hermog. ed. Rabe I
p. 37 sq., Max. Planud. V, 481, 10, Ioann. Sic. VI p. 210W.
Bekk. Anecd. 261, 30. adde Aristid. 1 p. 157 Dind.: Λητώ
τε γὰρ λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς καὶ
λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ, βαδίζουσα ἀεὶ εἰς τὸ
πρὸς ἕω, τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης, ἀπ' ἄκρας
τῆς Ἀττικῆς ἐπιβᾶσα τῶν νήσων εἰς Δῆλον καταίρει καὶ
τίκτει δὴ τοὺς θεούς, τήν τε Ἄρτεμιν καὶ τὸν πατρῷον
Ἀπόλλω τῇ πόλει, et schol. ad h. l.: Τοῦτο καὶ Ὑπ. ἐν
τῷ Δηλιακῷ, βουλόμενος δεῖξαι ὅτι αἱ νῆσοι ἐγγύς εἰσι
τῆς Ἀττικῆς, εἶπεν, ὅτι ἀπ' ἄκρας τῆς Ἀττικῆς ἡ Λητὼ
ἐπέβη τῆς νήσου. Praeterea Schol. Vat. Laur. Aeschin.
3, 108: τὸ δὲ Προνοίας (scil. Ἀθηνᾶς ἱερὸν) Ὑπερείδης
ἐν Δηλιακῷ συνιστᾷ ὅτι ἐν τῇ Ἀττικῇ ἐστιν. Suid. et
Etymol. M.: Πρόνοια Ἀθηνᾶ—ὅτι προὐνόησεν ὅπως τέ-
κῃ ἡ Λητώ, et schol. Aristid. l. c.: διὰ τοῦτο γὰρ ἐκλήθη
Πρόνοια Ἀθηνᾶ, ὅτι προὐνοήθη τοῦ τόκου τῆς Λητοῦς. —
etiam Menander π. ἐπιδ. IX p. 323 W. (p. 144 Burs.),
id quod vidit Bab., hanc orationem respicit: λέγουσι μὲν
οἱ τὴν Δῆλον εὐτυχῆσαι φάσκοντες τὴν ὑποδοχὴν, ἀνα-
σχοῦσαν ἐκ θαλάττης πρὸ τοῦ κρυπτομένην καὶ οὖσαν
ὕφαλον ὑποδέξασθαι πλανωμένην τὴν θεὸν ἐκ Σουνίου
τῆς Ἀττικῆς ἐπιβᾶσαν τῇ νήσῳ
68
ἐνταυθοῖ θύεται τῷ Ἀπόλλωνι ὁϲημέραι καὶ μερὶϲ
αὐτῷ καὶ δεῖπνον παρατίθεται. Priscianus 18, § 251
p. 334 H.
69
καὶ τὸν κρατῆρα τὸν Πανιώνιον κοινῇ οἱ Ἕλληνεϲ
κεραννύουϲιν. Ath. X p. 424 E. κεραννύουσιν ex Hype-
ride etiam Photius et Suidas afferunt.
70
ἔχεις δὲ διπλοῦν στοχασμὸν παρὰ Ὑπ. ἐν τῷ Δηλ.·
ἐκθησόμεθα δὲ τὰ εἰρημένα ὑπὲρ τοῦ γενέσθαι σαφὲς τὸ
λεγόμενον. Ἀφίκοντό τινεϲ εἰϲ Δῆλον ἄνθρωποι Αἰολεῖϲ
πλούϲιοι, χρυϲίον ἔχοντεϲ πολύ, κατὰ θεωρίαν τῆϲ Ἑλλάδοϲ
ἀποδημοῦντεϲ ἐκ τῆϲ ἑαυτῶν· οὗτοι ἐφάνηϲαν ἐν Ῥηνείᾳ
ἐκβεβλημένοι τετελευτηκότεϲ· τοῦ δὲ πράγματοϲ περι-
βοήτου ὄντοϲ, ἐπιφέρουϲι Δήλιοι τοῖϲ Ῥηνεῦϲιν αἰτίαν,
ὡϲ αὐτῶν ταῦτα πεποιηκότων, καὶ γράφονται τὴν πόλιν
αὐτῶν ἀϲεβείαϲ. οἱ δὲ Ῥηνεῖϲ ἠγανάκτηνταί τε τῷ πράγ-
ματι, καὶ προϲκαλοῦνται Δηλίουϲ τὴν αὐτὴν δίκην. οὔϲηϲ
δὲ τῆϲ διαδικαϲίαϲ, ὁπότεροί εἰϲιν οἱ τὸ ἔργον πεποιη-
κότεϲ, ἠρώτων οἱ Ῥηνεῖϲ τοὺϲ Δηλίουϲ, δι' ἣν αἰτίαν ὡϲ
αὑτοὺϲ ἀφίκοντο· οὔτε γὰρ λιμέναϲ εἶναι παρ' αὑτοῖϲ
οὔτε ἐμπόριον οὔτε ἄλλην διατριβὴν οὐδεμίαν· πάνταϲ
δὲ ἀνθρώπουϲ ἀφικνεῖϲθαι πρὸϲ τὴν Δῆλον ἔλεγον, καὶ
αὐτοὶ τὰ πολλὰ ἐν Δήλῳ διατρίβειν. τῶν δὲ Δηλίων ἀπο-
κρινομένων αὐτοῖϲ, ὅτι ἱερεῖα ἀγοράϲοντεϲ οἱ ἄνθρωποι
διέβηϲαν εἰϲ τὴν Ῥήνειαν, διὰ τί οὖν, ἔφαϲαν οἱ Ῥηνεῖϲ,
εἰ ἱερεῖα ἧκον ὠνηϲόμενοι, ὥϲ φατε, τοὺϲ παῖδαϲ τοὺϲ
ἀκολούθουϲ οὐκ ἤγαγον τοὺϲ ἄξονταϲ τὰ ἱερεῖα, ἀλλὰ
παρ' ὑμῖν ἐν Δήλῳ κατέλιπον, αὐτοὶ δὲ μόνοι διέβηϲαν;
πρὸϲ δὲ τούτοιϲ τριάκοντα ϲταδίων ὄντων ἀπὸ τῆϲ δια-
βάϲεωϲ πρὸϲ τὴν πόλιν τὴν Ῥηναέων, τραχείαϲ οὔϲηϲ
ὁδοῦ, δι' ἧϲ ἔδει αὐτοὺϲ πορευθῆναι ἐπὶ τὴν ἀγοραϲίαν,
ἄνευ ὑποδημάτων διέβηϲαν, ἐν Δήλῳ δ' ἐν τῷ ἱερῷ ὑπο-
δεδεμένοι περιεπάτουν;Sopat. ad Hermog. IV p. 445 sq.
W. narrat Hyp. scelus vetus Deliorum, ob quod olim
(Thuc. 5, 1) ab Athen. ex insula eiecti erant (B ap. S.).
huc pertinent glossae Harpocrationis: ἀγοράϲαι ἀντὶ τοῦ
ὠνήσασθαι Ὑπ. ἐν τῷ Δηλ., et Ῥήναια· Ὑπ. Δηλ.
71
ϲύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντεϲ, ἡμεῖϲ δέ
ποτε ἠξιώϲαμεν λαβεῖν. —Harp. s. v. σύνταξις.
72
ἄνετον ἀντὶ τοῦ ἱερὸν καὶ ἀνειμένον θεῷ τινι Ὑπ.
Δηλ. Harp.
73
ἀποικία. ἰδίως τὰ γράμματα καθ' ἃ ἀποικοῦσί
τινες οὕτως ὠνόμασαν· Ὑπ. Δηλ. Harp.
74
Ἀρτεμίϲιον ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· Ὑπ.
Δηλ. Harp.
75
προηροϲία· Ὑπ. Δηλ. ὄνομα θυσίας. Harp.
76-86t
{ΚΑΤΑ ΔΗΜΑΔΟΥ ΠΑΡΑΝΟΜΩΝ.}
76
ἔτι δὲ ἀναμνήσομεν διὰ ψηφίσματος εἰσφορᾶς, ὡς
ὁ Ὑπ. ψηφίσματος κατηγορῶν ὑπὸ Δημάδου γραφέντος,
πρόξενον Εὐθυκράτην εἶναι γράψαντος, αὐτὸς εἰσφέρει
ψήφισμα, δι' οὗ ποιεῖται τὴν ἀνακεφαλαίωσιν τῶν εἰρη-
μένων· Ἃ μὲν γὰρ οὗτοϲ φησίν εἰϲκεκόμικεν, οὐκ ἔχει
τὰϲ ἀληθεῖϲ αἰτίαϲ τῆϲ προξενίαϲ· ἐγὼ δέ, εἰ δεῖ πρόξε-
νον ὑμῖν αὐτὸν γενέϲθαι, δι' ἃ τούτου τεύξεται γράψαϲ
εἰϲφέρω. ἔπειτα τὸ ψήφισμα εἰσφέρει· δεδόχθαι γάρ φη-
σιν αὐτὸν εἶναι πρόξενον, ὅτι τὰ Φιλίππῳ ϲυμφέροντα καὶ
λέγει καὶ ποιεῖ, ὅτι γενόμενοϲ ἵππαρχοϲ τοὺϲ Ὀλυνθίων
ἱππέαϲ προὔδωκε Φιλίππῳ, ὅτι τοῦτο πράξαϲ αἴτιοϲ τοῦ
Χαλκιδέων ὑπῆρξεν ὀλέθρου, ὅτι ἁλούϲηϲ Ὀλύνθου τιμη-
τὴϲ ἐγένετο τῶν αἰχμαλώτων, ὅτι ἀντέπραξε τῇ πόλει
περὶ τοῦ ἱεροῦ τοῦ Δηλίων, ὅτι τῆϲ πόλεωϲ περὶ Χαιρώ-
νειαν ἡττηθείϲηϲ οὔτε ἔθαψε τῶν τεθνεώτων τινὰϲ οὔτε
τῶν ἁλόντων οὐδένα ἐλύϲατο. διὰ τούτων κεφαλαιω-
δῶς ἀναμιμνῄσκει τῶν παρ' ὅλην τὴν κατηγορίαν εἰρη-
μένων κατ' αὐτοῦ. Apsines IX p. 547 W. (p. 303 sq.
Hammer). —ἐπεὶ δὲ ἀνακεφαλαιώσεως ἐμνήσθημεν,
φέρε ἐροῦμεν καὶ περὶ ταύτης, κατὰ πόσους τρόπους γί-
νεται· πολλαὶ μὲν οὖν καὶ διάφοροι αἱ τῶν ἀνακεφαλαιώ-
σεων μέθοδοι, ἃς ῥᾴδιον καταμαθεῖν τοῖς ἐντυγχάνουσι
ῥητόρων λόγοις· ὅμως, ὧν γε οἱ τεχνικοὶ ἐπεμνήσθησαν,
πέντε εἰσί. καὶ ἔστι πρῶτον τὸ κατὰ πλάσμα γινόμενον
σχῆμα, ᾥτινι καὶ Ὑπερίδης ἐχρήσατο ἐν τῷ κατὰ Δη-
μάδου λόγῳ· βουλόμενος γὰρ τὰ λεχθέντα ἀνακεφαλαιώ-
σασθαι ἐπλάσατο ψήφισμα λέγων· εἰ τἀληθῆ Δημάδηϲ
ἐβούλετο περὶ Εὐθυκράτουϲ εἰπεῖν, τοιοῦτον αὐτὸν ἔδει
ψήφιϲμα γράψαι ... δι' ἣν Εὐθυκράτην πρόξενον ἐποίηϲεν.
ἐγὼ 〈δὴ〉 τὰ πεπραγμένα αὐτῷ, ἐπιγράψαϲ τὸ τούτου
ὄνομα, ἀναγνώϲομαι. καὶ πλάττεται τοιοῦτον ψήφισμα.
Δημάδηϲ Δημέου Παιανιεὺϲ εἶπεν· ἐπειδὴ Εὐθυκράτηϲ
προὔδωκε τὴν ἑαυτοῦ πατρίδα Ὄλυνθον καὶ αἴτιοϲ ἐγέ-
νετο τὰϲ πόλειϲ τῶν Χαλκιδέων οὔϲαϲ τετταράκοντα ἀνα-
ϲτάτουϲ γενέϲθαι καὶ τὰ ἑξῆς. διὰ γοῦν τοῦ πεπλασμένου
ψηφίσματος ἁπάντων ἡμᾶς τῶν προειρημένων ὡς ἐν κε-
φαλαίῳ ὑπέμνησεν. Ioannes ad Hermog. περὶ μεθόδου
δεινότητος f. 481 v. (v. Rabe, Mus. Rhen. LXIII, p. 144).
77
ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδών, οὗ μνημο-
νεύει Ὑπ. ἐν τῷ κατὰ Δημ. οὕτως· Ἀλκίμαχον καὶ Ἀντί-
πατρον Ἀθηναίουϲ καὶ προξένουϲ ἐποιηϲάμεθα. —Harp.
s. v. Ἀλκίμαχος
78
μήτε πόλεωϲ μήτε πολιτείαϲ ἐπηβόλουϲ γενέϲθαι.
E. M. p. 357, 25; Porphyr. quaest. hom. c. 1; Eustath.
ad Odyss. p. 1448 R. 99 Bas.
79
περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖϲ ὀξυθυμίοιϲ
ἡ ϲτήλη ϲταθείη ἢ ἐν τοῖϲ ἡμετέροιϲ ἱεροῖϲ. Harp. s. v.
ὀξυθύμια.
80
εἶναι δὲ τοὺϲ ῥήτοραϲ ὁμοίουϲ τοῖϲ ὄφεϲι· τούϲ
τε γὰρ ὄφειϲ μιϲητοὺϲ μὲν εἶναι πάνταϲ, τῶν δὲ ὄφεων
αὐτῶν τοὺϲ μὲν ἔχειϲ τοὺϲ ἀνθρώπουϲ ἀδικεῖν, τοὺϲ δὲ
παρείαϲ αὐτοὺϲ τοὺϲ ἔχειϲ κατεϲθίειν. —Harp. s. v. πα-
ρεῖαι ὄφεις
81
Βουφόνια· Ὑπ. ἐν τῷ κατὰ Δημ.· ἑορτή τις ἐστὶ
παρ' Ἀθηναίοις. Harp.
82
θριπήδεϲτον· Ὑπ. ἐν τῷ κατὰ Δημ. θριπήδεστον
τὴν Ἑλλάδα εἶπεν ἀντὶ τοῦ διεφθαρμένην. Harp.
83
Λητή· Ὑπ. κατὰ Δημ. Λητὴ πόλις ἐστὶ τῆς Μακε-
δονίας. Harp.
84
Μηκύβερνα· Ὑπ. ἐν τῷ κατὰ Δημ. πόλις ἐστὶν ἐν
Θρᾴκῃ. —Harp.
85
παλαμναῖοϲ· Ὑπ. ἐν τῷ κατὰ Δημ. τοὺς αὐτο-
χειρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκά-
λουν. —Harp.
86
καὶ ἐν τῷ κατὰ Δημ. δὲ ὁ Ὑπ. εἴρηκε· ῥᾳδιεϲτέ-
ραν τὴν πόλιν. Ath. X p. 424 D
ad eundem locum S. refert· ὡς Ὑπ. ῥᾳ-
διώτεροϲ, Pollux V, §107.
87-90t
{ΚΑΤΑ ΔΗΜΕΟΥ ΞΕΝΙΑΣ}
{εἰ γνήσιος.}
87
ὀϲχοφόροι· Ὑπ. ἐν τῷ κατὰ Δημέου, εἰ γνήσιος.
Harp.
88
δειπνοφόροϲ· Ὑπ. ἐν τῷ κατὰ Δημέου.
89
κυρία ἐκκληϲία· Ὑπ. ἐν τῷ κατὰ Δημέου ξενίας,
εἰ γνήσιος. Harp.
90
Χαλκεῖα· Ὑπ. ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλ-
κεῖα ἑορτὴ παρ' Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένη. Harp.
92-93t
{ΠΡΟΣ ΔΗΜΕΑΝ.}
92
Λουϲιεύϲ· Ὑπ. ἐν τῷ πρὸς τὴν Δημέου γραφήν. —
Harp.
93
ϲκευοποιήματα δὲ Ὑπ. ἐν τῷ πρὸς Δημέαν Pollux
X, 15.
post93t
{ΚΑΤΑ ΔΗΜΗΤΡΙΑΣ ΑΠΟΣΤΑΣΙΟΥ.}
post93
ἀποϲταϲίου δίκη—. πολλάκις δ' ἐστὶ παρὰ τοῖς ῥή-
τορσιν, παρὰ τῷ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστόδημον καὶ
Ὑπ. ἐν τῷ κατὰ Δημ. ἀπ. —Harp.
94t
{ΥΠΕΡ ΔΗΜΟΠΟΙΗΤΟΥ}
{εἰ γνήσιος.}
94
ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας, οἷς εἴη Ζεὺς
ἕρκειος, δεδήλωκε καὶ Ὑπ. ἐν τῷ ὑπὲρ δημοπ., εἰ γνή-
σιος. —Harp. s. v. ἕρκειος Ζεύς.
post94t
{ΚΑΤΑ ΔΙΟΠΕΙΘΟΥΣ. (?)}
95-96t
{ΠΡΟΣ ΔΙΩΝΔΑΝ.}
95
μηνύω καὐτὸς Ὑπερείδην τὸν καλόν, πολλὰ παρὰ
Δημοσθένους κεκλοφότα, ἔν τε τῷ πρὸς Διώνδαν λόγῳ
κἀν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. καὶ ὅτι μὲν ὁ ἕτε-
ρος παρὰ τοῦ ἑτέρου μετέθηκε, πρόδηλον· συγχρονούν-
των δ' αὐτῶν, ἡμῶν μὲν ἂν εἴη ἔργον, φησίν, ὦ Ἀπολ-
λώνιε, ἐκ τῶν χρόνων ἀνιχνεῦσαι τὸν κλέπτην. ἐγὼ δὲ
ὑποπτεύω μὲν τὸν ὑφῃρημένον εἶναι τὸν Ὑ., ἀδήλου δὲ
ὄντος ὁπότερος, ἄγαμαι μὲν Δημοσθένην, εἰ λαβὼν παρὰ
Ὑπερείδου πρὸς δέον διώρθωσε, μέμφομαι δὲ τὸν Ὑ.,
εἰ λαβὼν παρὰ Δημοσθένους πρὸς τὸ χεῖρον διέστρεψεν.
Euseb. praepar. evang. X, 3 p. 465 ed. Viger. (536 sq.
Dind.) ex Porphyrio.
96
schol. ad Dem. adv. Lept. §52 (ὅθ' ἡ μεγάλη
μάχη πρὸς Λακεδαιμονίους ἐγένετο ἡ ἐν Κορίνθῳ)· περὶ
ταύτης τῆς μάχης Ὑπ. εἴρηκεν ἐν τῷ πρὸς Διώνδαν.
97-100t
{ΚΑΤΑ ΔΩΡΟΘΕΟΥ}
{εἰ γνήσιος.}
97
ἀκούω γὰρ Αὐτοκλέα τὸν ῥήτορα πρὸϲ Ἱππόνικον
τὸν Καλλίου περὶ χωρίου τινὸϲ ἀμφιϲβητήϲαντα, καὶ λοι-
δορίαϲ αὐτοῖϲ γενομένηϲ ῥαπίζειν τὸν Ἱππόνικον ἐπὶ κόρ-
ρηϲ. Etymol. laurent. ab E. Millero editum p. 121
—Ὑπ. γοῦν ἢ Φιλῖνος ἐν τῷ κατὰ
Δωρ., προειπὼν τὸν ῥαπίσαντα Ἱππόνικον ἐπὶ κόρρης
γραφῆναι ὕβρεως, ἐν τοῖς ἑξῆς ὥσπερ ἐξηγεῖται τοὔνομα
λέγων· ἔπειτα Ἱππόνικοϲ ὑπ' Αὐτοκλέουϲ μόνον ἐρραπί-
ϲθη τὴν γνάθον· ἐγὼ δ' ὑπὸ τούτων τῶν τριχῶν εἱλκόμην,
κονδύλουϲ ἔλαβον. Harp. s. v. ἐπὶ κόρρης
98
Ὑπ. δὲ καὶ κονδυλίζειν ἔφη καὶ τὸ παθεῖν κονδυ-
λίζεϲθαι· ὁ δ' αὐτὸς καὶ πρὸϲ τὸ πρόϲωπον προϲπτύειν.
Poll. VIII, 76.
99
ἐν δὲ τῷ κατὰ Δωρ. λόγῳ Ὑπ. φησίν· ἐν αὐτῷ
ὥϲπερ τὸ ἀτιμότατον θεράπιον. Pollux III, 74.
100
κακηγορίαϲ δίκη· ἐάν τις κακῶς εἴπῃ τινὰ τῶν
κατοιχομένων, κἂν ὑπὸ τῶν ἐκείνου παίδων ἀκούσῃ κα-
κῶς, πεντακοσίας καταδικασθεὶς ὦφλε τῷ δημοσίῳ, τριά-
κοντα δὲ τῷ ἰδιώτῃ. Ὑπ. δὲ ἐν τῷ κατὰ Δωρ. χιλίας
μὲν ζημιοῦσθαι, ἐὰν τοὺς κατοιχομένους, φησί, πεντα-
κοσίας δ' ἐὰν τοὺς ζῶντας. Frg. lex. cantabr. p. 671, 7.
101-103t
{ΠΡΟΣ ΕΠΙΚΛΕΑ ΠΕΡΙ ΟΙΚΙΑΣ.}
101
Γρύλλοϲ· Ὑπ. ἐν τῷ πρὸς Ἐπ. π. οἰκ. Ξενοφῶν-
τος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος. Harp.
102
διάγραμμα· Ὑπ. ἐν τῷ πρὸς Ἐπ. τὸ ταττόμενον
ἐν ταῖς συμμορίαις ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ.
Harp.
103
Ὑπερῷα ἐπαίρειν, καὶ ϲτέφειν τὰ οἰκήματα εἰϲ
τὴν ὁδόν, καὶ τὰϲ πλίνθουϲ ἀναβάλλειν πρὸϲ ἀριθμόν.
Ὑπ. γὰρ ἐν τῷ πρὸς Ἐπ. ταῦτ' εἴρηκεν Poll. VII, 119. —
ἔργον δὲ τοῦ οἰκοδόμου καὶ τὸ ὑπερῷα ἐγεῖραι, ὡς Ὑπ.
ἔφη. 125.
104-106t
{ΠΕΡΙ ΤΩΝ ΕΥΒΟΥΛΟΥ ΔΩΡΕΩΝ.}
104
v. frg. 95.
105
Ἑρμαῖ· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ
Ὑπ. ἐν τῷ περὶ τῶν Εὐβ. δωρεῶν. Μενεκλῆς ἢ Καλλι-
κράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί· „ἀπὸ γὰρ τῆς
Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ
καλούμενοι.“ Harp.
106
πεντηκοϲτὴ καὶ πεντηκοϲτεύεϲθαι καὶ πεντηκοϲτο-
λόγοι ... ταῦτα δ' ἔστιν εὑρεῖν ἔν τε τῷ κατὰ Μειδίου
καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους,
καὶ Ὑπ. ἐν τῷ περὶ τῶν Εὐβ. δωρεῶν. —Harp.
107t
{ΠΡΟΣ ΘΑΣΙΟΥΣ.}
107
εὐθὺϲ δὲ καρπεύειν ἀγαθὴν καὶ πλείϲτην χώραν.
Pollux VII, 149.
108-110t
{ΠΕΡΙ ΤΟΥ ΙΠΠΕΩΣ ΚΛΗΡΟΥ}
{λόγοι βʹ.}
108
παρακαταβολὴ καὶ παρακαταβάλλειν. οἱ ἀμφισ-
βητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πό-
λιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας ἀντι-
δικοῦντες ἀργύριόν τι κατετίθεσαν ... περὶ δὲ τῶν κλη-
ρικῶν ἄλλοι τε πάλιν εἰρήκασι ῥήτορες καὶ Ὑπ. ἐν τῷ
περὶ 〈τοῦ〉 Ἱππέως κλ. δευτέρῳ. —Harp.
109
Κυδαθηναιεύϲ· Ὑπ. ἐν τῷ ὑπὲρ τοῦ Ἱππέως κλ.
Harp.
110
Τριακάϲ· τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ
ἡμέρα ἀπὸ θανάτου, καὶ ἐλέγετο τριακάς, ὡς Ὑπ. ἐν τῷ
π. τοῦ Ἱ. κλ. δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα
καὶ τριακάδαϲ τὴν ἡμέραν καλῶν. Harp.
111-112t
{ΥΠΕΡ ΚΑΛΛΙΠΠΟΥ ΠΡΟΣ ΗΛΕΙΟΥΣ.}
111
Ἑλλανοδίκαι· Ὑπ. ἐν τῷ ὑπὲρ Καλλίππου πρὸς
Ἠλείους. Harp.
112
Ἐλευϲίνια· Ὑπ. ἐν τῷ ὑπὲρ Καλλ. τοῖς νικῶσι
τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. Harp.
113-114t
{ΚΑΤΑ ΚΟΝΩΝΟΣ.}
113
ἄνδηρα· Ὑπ. ἐν τῷ κατὰ Κόνωνος. τὰ χείλη τῶν
ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ
εἶναι. οἱ δὲ τὰ χώματα διὰ τὸ ἄνω καὶ καθύπερθε τῶν
διερῶν εἶναι· 〈ὧν καὶ〉 Ὑπερείδης. Harp. —ἄνδηρα·
μέρος τι τοῦ κήπου, ὥσπερ ἡ πρασιὰ καὶ ὁ ὀχετός· Δί-
δυμός φησιν. ὅπωϲ τὸ ἀνώμαλον τοῦ χωρίου τῇ τῶν
ἀνδήρων καὶ ὀχετῶν ἀφαιροῖτο καταϲκευῇ. Suid. 1, 1
p. 383, 13
114
ἐν Διομείοιϲ Ἡράκλειον· Ὑπ. κατὰ Κόνωνος. τῆς
ἐν Διομείοις ἀγομένης ἑορτῆς τῷ Ἡρακλεῖ μνημονεύουσι
καὶ οἱ κωμικοί. Harp.
115-116t
{ΥΠΕΡ ΚΡΑΤΙΝΟΥ.}
115
καὶ Ὑπερείδης· Ἀπόκριναί μοι, Ἑρμεία, ὥϲπερ
κάθῃ. Zonaras lex. p. 1168. —κάθῃ ἀντὶ τοῦ κάθησαι.
Ὑπ. ὑπὲρ Κρ. Antiattic. in Bekk. Anecd. p. 100, 32.
116
ἀκμήν· ἀντὶ τοῦ ἔτι. Ὑπ. ὑπὲρ Κρ. Antiatic. in
Bekk. Anecd. 77, 27
117t
{ΚΥΘΝΙΑΚΟΣ.}
117
οἱ μὲν θραϲεῖϲ ἄνευ λογιϲμοῦ πάντα πράττουϲιν·
οἱ δὲ θαρραλέοι μετὰ λογιϲμοῦ τοὺϲ προϲπεϲόνταϲ κινδύ-
νουϲ ἀνέκπληκτοι ὑπομένουϲιν. —Suid. 1, 2 p. 1109, 15.
118t
{ΥΠΕΡ ΤΩΝ ΛΥΚΟΥΡΓΟΥ ΠΑΙΔΩΝ.}
118
τίνα φήϲουϲιν οἱ παριόντεϲ αὐτοῦ τὸν τάφον;
οὗτοϲ ἐβίω μὲν ϲωφρόνωϲ, ταχθεὶϲ δὲ ἐπὶ τῇ διοικήϲει
τῶν χρημάτων εὗρε πόρουϲ, ᾠκοδόμηϲε τὸ θέατρον, τὸ
ᾠδεῖον, τὰ νεώρια, τριήρειϲ ἐποιήϲατο, λιμέναϲ· τοῦτον
ἡ πόλιϲ ἡμῶν ἠτίμωϲε καὶ τοὺϲ παῖδαϲ ἔδηϲεν αὐτοῦ.
Apsines τήχν. ῥητ. IX p. 545 sq. W. (I, 301 Hammer)
et Greg. Cor. VII, 1226 W.
119t
{ΠΡΟΣ ΛΥΣΙΔΗΜΟΝ.}
119
αὐτὸ δὲ τὸ καρποῦσθαι καὶ καρπίϲαϲθαι Ὑπ. ἐν
τῷ πρὸς Λυσίδ. Poll. VII, 149.
120-124t
{ΚΑΤΑ ΜΑΝΤΙΘΕΟΥ ΑΙΚΕΙΑΣ.}
120
ἔθεϲαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ
ἐάν τιϲ εἰϲ δούλου ϲῶμα ὑβρίϲῃ, γραφὰϲ εἶναι κατὰ τοῦ
ὑβρίϲαντοϲ. Ath. VI p. 267 A.
121
ἄγων Γλυκέραν τε τὴν Θαλαϲϲίδοϲ, ζεῦγοϲ ἔχων.
Ath. XIII, p. 586 B.
122
ἀκμάζειϲ ἀντὶ τοῦ τὰ τῶν νέων πράττεις Ὑπ. ἐν
τῷ κατὰ Μαντ. Harp.
123
Ποϲιδεών· Ὑπ. ἐν τῷ κατὰ Μαντ. Harp.
124
ϲκευοποιοῦντα τὸ πρᾶγμα Ὑπ. ἐν τῷ κατὰ Μαντ.
ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλατ-
τόμενον. Harp.
post124t
{ΚΑΤΑ ΜΕΙΔΙΟΥ ΠΑΡΑΝΟΜΩΝ.}
125t
{ΥΠΕΡ ΜΙΚΑΣ.}
125
Ὑπ. δὲ ἐν τῷ ὑπὲρ Μίκας ἔφη· ἐμιϲθώϲατο τυ-
λυφάνταϲ. Poll. VII, 191 et X, 39.
126t
{ΥΠΕΡ ΞΕΝΙΠΠΟΥ.}
126
Μεταγειτνιών· Ὑπ. ἐν τῷ ὑπὲρ Ξενίππου. Harp.;
fortasse, ut A. Schaeferus coniecit, Ξενοφίλου.
127-130t
{ΥΠΕΡ ΞΕΝΟΦΙΛΟΥ}
{λόγοι βʹ.}
127
Κεραμεῖϲ (pagus)· Ὑπ. ἐν τῷ ὑπὲρ Ξενοφίλου αʹ.
Harp.
128
Μουνυχιών. Ὑπ. ἐν τῷ ὑπὲρ Ξενοφίλου. Harp.
129
Τυρμεῖδαι (pagus)· Ὑπ. ἐν τῷ ὑπὲρ Ξενοφίλου.
Harp.
130
Ὑϲιαί· Ὑπ. ἐν τῷ ὑπὲρ Ξενοφίλου. Harp.
131t
{ΠΕΡΙ ΤΩΝ ΟΡΙΩΝ.}
131
ἁψιμαχεῖν Ὑπ. ἐν τῷ περὶ τῶν ὁρίων. Antiattic.
in Bekk. Anecd. 79, 12.
132t
{ΠΕΡΙ ΟΧΕΤΟΥ.}
132
ὀχετόκρανα δ' ἂν εἴποις τὰς τῶν ὀχετῶν ἀρχάς,
ὡς Ὑπ. ἐν τῷ περὶ ὀχετοῦ. Poll. X, 30.
133t
{ΠΡΟΣ ΠΑΓΚΑΛΟΝ.}
133
μαϲτῆρεϲ· Ὑπ. ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν
ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τὸ ζητεῖν τὰ κοινὰ
τοῦ δήμου. Harp.
134-136t
{ΚΑΤΑ ΠΑΣΙΚΛΕΟΥΣ.}
134
ἕωϲ μὲν οἱ πλουϲιώτατοι παρακρουόμενοι τὴν πό-
λιν ϲὺν πέντε καὶ ἓξ τριηραρχοῦντεϲ μέτρια ἀνήλιϲκον,
ἡϲυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοϲθένηϲ
νόμον ἔθηκε τοὺϲ τʹ τριηραρχεῖν καὶ βαρεῖαι γεγόναϲιν
αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει. Harp.
Suid. Phot. s. v. συμμορία; Schol. Dem. 14, 17; E. M.
734, 32.
135
ἄξιοι μιϲεῖϲθαι τῇ πόλει Hyperides ἐν τῷ κατὰ
Πασικλέους. Prisc. XVIII c. 24 §191 p. 299 H.
136
ἔκδεια. Ὑπ. ἐν τῷ κατὰ Πασ.· ἐὰν δέ τιϲ ἔκδεια
γένηται, ἤγουν ἐὰν δέ τις ἐνδεήσῃ τοῦ προϋπάρχοντος
ἀργυρίου. Harp.
137t
{ΠΕΡΙ ΑΝΤΙΔΟΣΕΩΣ ΠΡΟΣ ΠΑΣΙΚΛΕΑ.}
137
τὴν οἰκίαν τὴν μεγάλην τὴν Χαβρίου καλουμένην
καὶ τὸ ἄμφοδον. Poll. IX, 36.
138-145t
{ΚΑΤΑ ΠΑΤΡΟΚΛΕΟΥΣ [ΠΡΟΑΓΩΓΕΙΑΣ]}
{εἰ γνήσιος.}
138
Ὑπ. δ' ἐν τῷ κατὰ Πατρ., εἰ γνήσιος ὁ λόγος,
τοὺς Ἀρεοπαγίτας φησὶν ἀριστήσαντά τινα ἐν καπηλείῳ
κωλῦσαι ἀνιέναι εἰς Ἄρειον πάγον. Ath. XIII p. 566 F.
139
οἱ δὲ ἐννέα ἄρχοντεϲ εἱϲτιῶντο ἐν τῇ ϲτοᾷ, περι-
φραξάμενοί τι μέροϲ αὐτῆϲ αὐλαίᾳ. Poll. IV, 122 et Cos-
mas Indicopl. topogr. christ. p. 197 E
139a
ἀδούλευτος οἰκέτης· ὁ ἑνὶ δεδουλευκὼς καὶ μὴ
παλίμπρατος. Ὑπ. ἐν τῷ κατὰ Πατρ.· ἀδούλευτον ἢ βάρ-
βαρον πριάϲθω. Phot. ed. Reitz. p. 33, 1 sq.
140
τοῦτον δὲ (sc. vitricum) Ὑπ. ἐπὶ προαγωγείᾳ κα-
τηγορῶν Πατροκλέους μητρυιὸν κέκληκε. Poll. III, 27.
141
Νάννιον· Ὑπ. ἐν τῷ κατὰ Πατρ., εἰ γνήσιος.
Harp.
142
Νεμεάϲ· Νεμεάδος αὐλητρίδος μνημονεύει Ὑπ. ἐν
τῷ κατὰ Πατρ., εἰ γνήσιος. Harp. —καὶ Νεμεάδος δὲ
τῆς αὐλητρίδος Ὑπ. μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους.
Ath. XIII p. 587 C.
143
πάνδημοϲ Ἀφροδίτη· Ὑπ. ἐν τῷ κατὰ Πατρ., εἰ
γνήσιος. Harp.
144
ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ
κλίνη παράβυϲτοϲ, ἧς μέμνηται Ὑπ. ἐν τῷ κατὰ Πατρ.
Harp. Phot. Suid. s. v. παράβυστ. —καὶ δὴ καὶ κλίνη
τις ὠνομάζετο γαμική, καὶ ἑτέρα παράβυϲτοϲ, ἣ καὶ αὐτὴ
στρώννυται ἐν τῷ δωματίῳ ὑπὲρ τοῦ τὴν παῖδα μὴ ἀθυ-
μῆϲαι, ὡς Ὑπ. ἔφη. Poll. III, 43.
145
Φορβαντεῖον (Athenis). Ὑπ. ἐν τῷ κατὰ Πατροκλ.
Harp.
post145t
{ΠΛΑΤΑΙΚΟΣ.}
post145
ἆρ' οὖν ἄξιον προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν
τῆς Ἀριστείδου Πλαταιᾶσι νίκης; Plut. moral. p. 350 B.
146-154t
{ΚΑΤΑ ΠΟΛΥΕΥΚΤΟΥ ΠΕΡΙ ΤΟΥ
ΔΙΑΓΡΑΜΜΑΤΟΣ.}
146
ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς
συμμορίας, δεδήλωκεν ὁ Ὑπ. ἐν τῷ κατὰ Πολ. πολλάκις.
ϲυμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς μετέχοντες συμμορίας,
ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπ. δείκνυσι. Harp. E. M. s. v.
συμμορία; schol. Dem. 14, 17.
147
ἡγεμὼν ϲυμμορίαϲ· —ἡγ. ἐκαλεῖτο συμμορίας ὁ
προέχων τῷ πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμο-
νεύειν ἐπειλημμένος, ὡς ὑποφαίνει Ὑπ. ἐν τῷ κατὰ Πολ.
Harp.
148
τοὺς δὲ ἄρχοντας τῶν συμμοριτῶν καὶ ϲυμμο-
ριάρχαϲ Ὑπ. εἴρηκεν. Poll. III, 53.
149
καὶ συμμορία καὶ τὸ παρ' Ὑπ. μετοικικῆϲ ϲυμμο-
ρίαϲ ταμίαϲ. Poll. VIII, 144.
150
ἀγοράϲ. Ὑπ. ἐν τῷ κατὰ Πολ. π. τ. διαγρ. οὗτοι
πολλάκιϲ ἀγορὰϲ ποιοῦνται. μήποτε ἀντὶ τοῦ συνόδους
νῦν. Harp.
151
ἀναϲυντάξαϲ ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπ. κατὰ
Πολ. Harp.
152
διάγραμμα. —τὸ ταττόμενον ἐν ταῖς συμμορίαις,
ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ
αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τίμησιν τῆς οὐσίας. περὶ δὲ
τούτων σαφέστατα δεδήλωκεν Ὑπ. ἐν τῷ κατὰ Πολ. περὶ
διαγράμματος. διαγραφεὺϲ μέντοι ἐστὶν ὁ καθήμενος ἐν
ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι πόσον ἕκαστος ἀνὴρ
εἰσενεγκεῖν ὀφείλει, ὡς ὁ αὐτὸς πάλιν φανερὸν ποιεῖ ἐν
τῷ κατὰ Πολ. Harp.
153
Θαργήλια· Ὑπ. ἐν τῷ κατὰ Πολ. Harp.
154
ὀβολοϲτάταϲ δ' ἔλεγον τοὺς δανειστάς, ὡς παρά
τε Ὑπ. ἐν τῷ κατὰ Πολ. καὶ πολλάκις ἐν τῇ κωμῳδίᾳ.
Harp. s. v. ὀβολοστατεῖ.
155-157t
{ΠΕΡΙ ΤΟΥ ΠΟΛΥΕΥΚΤΟΝ ΣΤΡΑΤΗΓΕΙΝ.}
155
Ἄκτια· Ὑπ. ἐν τῷ περὶ τοῦ Πολ. στρατ. Ἄκτια
ἀγὼν παλαιὸς ἦν. Harp.
156
ἀλιμενία· Ὑπ. ἐν τῷ π. τ. Πολ. στρατ. Antiattic.
Bekk. Anecd. 78, 18. —Ὑπ. δὲ καὶ ὄνομα ἐποίησε· τῶν
τόπων τὴν ἀλιμενίαν. Poll. I, 101.
157
ῥόθιον· Ὑπ. ἐν τῷ περὶ τοῦ Πολ. στρατ. Harp. —
Ὑπ. τῷ ῥοθίῳ ἐπ' εἰρεσίας κέχρηται συντονωτάτης. φησὶ
γοῦν· τὸ μὲν οὖν τῶν ἐλαυνόντων πλῆθοϲ καὶ τὸν τοῦ
ῥοθίου ψόφον καὶ τὸ μέγεθοϲ τοῦ ϲκάφουϲ ἐκπεπληγμέ-
νοι δεινῶϲ ἦϲαν. Suid. 2, 2 p. 622.
158-159t
{ΠΡΟΣ ΠΟΛΥΕΥΚΤΟΝ.}
158
Κυδαντίδηϲ· Ὑπ. ἐν τῷ πρὸς Πολ.· δῆμός ἐστι
τῆς Αἰγηΐδος Κυδαντίδαι. Harp.
159
Ὑπ. δ' ἐν τῷ πρὸς Πολ. φησιν· εἰϲὶ γὰρ ἐν τῇ
ϲυμμορίᾳ ἑκάϲτῃ ιεʹ ἄνδρεϲ. Harp. s. v. συμμορία
160t
{ΠΕΡΙ ΤΟΥ ΠΥΡΡΑΝΔΡΟΥ ΚΛΗΡΟΥ. (?)}
160
κακώϲεωϲ· δίκης ὄνομά ἐστιν——· Δημοσθένης
κατὰ Τιμοκράτους καὶ Λυσίας ἔν τε τῷ περὶ τοῦ Ἡγη-
σάνδρου κλήρου καὶ ἐν τῷ ὑπὲρ 〈 ... καὶ Ὑπ. περὶ〉 τοῦ
Πυρρ. κλήρου. ὅτι δὲ ἐξῆν καὶ παντὶ τῷ βουλομένῳ γρά-
φεσθαι κακώσεως γονέων καὶ ταῖς ἐπικλήροις βοηθεῖν,
δηλοῦται ἔν τε τῷ προειρημένῳ λόγῳ Ὑπερείδου καὶ ἐν
τῷ Λυσίου κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος. Harp.
161t
{ΡΟΔΙΑΚΟΣ.}
161
προπεϲεῖν· προπετῶς τι ποιῆσαι. Ὑπ. Ῥοδ. An-
tiattic. in Bekk. Anecd. 112, 10. —προέπεϲον· προπε-
τῶς ἐποίησαν. Ὑπ. Phot. s. v.
162t
{ΥΠΕΡ ΣΙΜΜΙΟΥ ΠΡΟΣ ΠΥΘΕΑΝ ΚΑΙ
ΛΥΚΟΥΡΓΟΝ.}
162
ἐπιχειροτονία ἡ τῶν χειροτονητῶν κατάστασις·
Ὑπ. ἐν τῷ κτλ. Harp.
post162t
{ΠΕΡΙ ΤΩΝ ΣΤΡΑΤΗΓΩΝ. (?)}
163t
{ΣΥΝΗΓΟΡΙΚΟΣ.}
163
πλὴν Ἰσαῖος καὶ Ὑπ. τὸν πράτην εἶπον. Poll.
VII, 8. —Ὑπ. δὲ καὶ πράτην εἴρηκεν ἐν τῷ συνηγο-
ρικῷ. id. III, 125.
164-165t
{ΠΡΟΣ ΤΙΜΑΝΔΡΑΝ.}
164
παιδάριον. οὐ μόνον ἐπὶ τῶν ἀρρένων κέχρην-
ται τῷ ὀνόματι οἱ ῥήτορες, ἀλλὰ καὶ ἐπὶ παρθένων. Ὑπ.
ἐν τῷ πρὸς Τ.· Καταλειφθέντων γὰρ τούτων, δυοῖν ἀδελ-
φαῖν, ὀρφανῶν καὶ πρὸϲ πατρὸϲ καὶ πρὸϲ μητρὸϲ καὶ παι-
δαρίων. Suid. 2, 2 p. 157.
165
καθάπερ ὁ τῆς Τιμάνδρας κατηγορῶν ὡς πεπορ-
νευκυίας τὴν λεκανίδα καὶ τοὺς ὀλίσβους καὶ τὴν ψία-
θον καὶ πολλήν τινα τοιαύτην δυσφημίαν ἑταιρῶν κατή-
ρασε τοῦ δικαστηρίου. Dem. π. ἑρμ. §302.
post165t
{ΠΕΡΙ ΤΩΝ ΤΡΙΗΡΩΝ. (?)}
166-167t
{ΠΕΡΙ ΤΗΣ ΦΥΛΑΚΗΣ ΤΩΝ ΤΥΡΡΗΝΩΝ.}
166
κομιϲτικὰ πλοῖα· Ὑπ. ἐν τῷ περὶ τῆς φυλ. τ. Τ.
ἔοικε καλεῖσθαι κομιστικὰ πλοῖα ἐν οἷς ἐκόμιζον οἱ Τυρ-
ρηνοὶ τὰ ληφθέντα λάφυρα, ὡς αὐτὸς ὁ ῥήτωρ ὑποση-
μαίνει ἐν τῷ λόγῳ. Harp.
167
προβόλιον εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέ-
ται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπ. ἐν τῷ π. τ. φυλ. τ.
Τ. τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι. Harp.
168-169t
{ΠΡΟΣ ΥΓΙΑΙΝΟΝΤΑ.}
168
ἕνη καὶ νέα· Ὑπ. ἐν τῷ πρὸς Ὑγ. —Harp.
169
θέϲθαι ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπ. ἐν
τῷ πρὸς Ὑγ. Harp.
post169t
{ΚΑΤΑ ΦΙΛΟΚΡΑΤΟΥΣ ΕΙΣΑΓΓΕΛΙΑ. (?)}
170t
{ΥΠΕΡ ΦΟΡΜΙΣΙΟΥ.}
170
Πανδιονίϲ· —μία τῶν ιʹ φυλῶν ... κληθεῖσα
ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου, ὡς ἄλλοι τε πολλοὶ λέ-
γουσι καὶ Ὑπ. ἐν τῷ ὑπ. Φορμ. Harp.
171-180t
{ΥΠΕΡ ΦΡΥΝΗΣ.}
171
ὡμιληκὼς δὲ καὶ Φρύνῃ τῇ ἑταίρᾳ ἀσεβεῖν κρι-
νομένῃ συνεξητάσθη· αὐτὸς γὰρ τοῦτο ἐν ἀρχῇ τοῦ λό-
γου δηλοῖ. Vit. X or. p. 849 E. —ἐν τῷ ὑπὲρ Φρύνης
λόγῳ Ὑπ. ὁμολογῶν ἐρᾶν τῆς γυναικός κτλ. Ath. XIII
p. 590D. —διελέχθην αὐτῇ καὶ διειλεγμένοϲ εἰμὶ (de
concubitu) ὡς Ὑπερ. Poll. V, 93. —Ὑπ. δὲ διειλεγμένοϲ
ἐπὶ ἀφροδισίων. id. II, 124. —διαλέγεϲθαι καὶ τὸ πλη-
σιάζειν ταῖς γυναιξίν, ὡς Ὑπ. Moeris p. 195, 8 Bk.
172
Ὑπ. δὲ πάλιν ἐν τῷ ὑπὲρ Φρύνης, ἐξισάζοντος,
ὅτι αὐτός τε καὶ Εὐθίας ὡμιληκότες ἦσαν τῇ Φρύνῃ ...
εὑρών τινα διαφορὰν ἔφυγε τὸ ἐξισάζον φήσας· οὐ γὰρ
ὅμοιόν ἐϲτι τὸν μὲν ὅπωϲ ϲωθήϲεται ἐκ παντὸϲ τρόπου
ζητεῖν, τὸν δὲ ὅπωϲ ἀπολέϲει. Syrian. ad Herm. IV
p. 120 W. (II, 31 Rabe).
173
τί γάρ ἐϲτιν αἰτία αὕτη, εἰ Ταντάλῳ ὑπὲρ τῆϲ
κεφαλῆϲ λίθοϲ κρέμαται; Alex. de schem. VIII p. 458 W.,
ut διασυρμοῦ exemplum.
174
ἀνεπόπτευτοϲ· Ὑπ. ἐν τῷ ὑπ. Φρύνης. ὁ μὴ ἐποπ-
τεύσας. Harp.; ἀνεπόπτευτον·
τὸ μὴ ὑποπτεῦον· οὕτως Ὑπ. Phot. ed. Reitzenstein
p. 133, 14; Poll. II, 58.
175
ἐπωπτευκότων· Ὑπ. ἐν τῷ ὑπὲρ Φρ. Harp.
176
Εὐθίαϲ· Ὑπ. ὑπὲρ Φρ. τῶν ἐπὶ συκοφαντίᾳ δια-
βεβλημένων ἦν ὁ Εὐθίας. Harp.
177
Ἰϲοδαίτηϲ· Ὑπ. ἐν τῷ ὑπὲρ Φρ. ξενικός τις δαί-
μων, ᾧ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέ-
λει. Harp.
178
ὁ δὲ Ὑπ. συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε
λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι,
παραγαγὼν αὐτὴν εἰς τοὐμφανὲς καὶ περιρρήξας τοὺς
χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογι-
κοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπερρητόρευσεν δεισι-
δαιμονῆσαί τε ἐποίησεν τοὺς δικαστὰς 〈καὶ〉 τὴν ὑποφῆ-
τιν καὶ ζάκορον Ἀφροδίτης ἐλέῳ χαρισαμένους μὴ ἀπο-
κτεῖναι Ath. XIII p. 590 E
179
Alciphr. I, 32· αἴτησόν τι παρ' αὐτοῦ (Euthia),
καὶ ὄψει σεαυτὴν ἢ τὰ νεώρια ἐμπεπρηκυῖαν ἢ τοὺς
νόμους καταλύουσαν. in his inesse quae ex Hyperidis
oratione derivata sint monuit Babingto.
181-191t
{ΥΠΕΡ ΧΑΙΡΕΦΙΛΟΥ ΠΕΡΙ ΤΟΥ
ΤΑΡΙΧΟΥΣ}
{λόγοι βʹ.}
181
ἀφεὶϲ τὴν ὑπέραν τὸν πόδα διώκει· Ὑπ. ἐν τῷ
περὶ τοῦ ταρ. αʹ. παροιμία ἐπὶ τῶν παριέντων τὰ σπου-
δαιότερα καὶ περὶ τὰ φαῦλα διατριβόντων. Harp.; Suid.
s. vv. ἀφέντες et ἀφείς
182
Πνυκί. Ὑπ. ἐν τῷ ὑπὲρ Χαιρ. αʹ φησί· καὶ τῆϲ
Πνυκὸϲ τοϲοῦτον εὑριϲκούϲηϲ. Harp.
183
τοσαύτην δ' Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ
τὸ τάριχος, ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου
τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ—·
μνημονεύει αὐτῶν καὶ Ὑπ. ὁ ῥήτωρ. Ath. III p. 120 A.
184
Ὑπ. ἐν τῷ περὶ τοῦ ταρίχους· μετὰ ταῦτα ὕϲτε-
ρον ἦλθον ἀναθηϲόμενοι τὸ τάριχοϲ. Prisc. XVII § 169
p. 195 H.
185
Ἀκτὴ ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς. Ὑπ.
ἐν τῷ π. τ. ταρ. Harp.
186
τὰ δὲ περὶ τοὺς λιμένας μέρη δεῖγμα, χῶμα, ἐμ-
πόριον, καὶ ὡς Ὑπ. φησίν, ἐξαίρεϲιϲ, ὅπου τὰ φορτία
ἐξαιρεῖται, ὥσπερ καὶ τὸ δεῖγμα τοὔνομα ἀπὸ τοῦ δείγ-
ματα τῶν ἀγωγίμων τοῖς ὠνητιῶσι δίδοσθαι, παρ' Ὑπ.
ἐν τοῖς ὑπὲρ τοῦ ταρίχους. Poll. IX, 34.
187
καταχειροτονία. ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρ-
χόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ
τίθεσθαι· εἰ δέ τινος καταχειροτονηθείη, οὗτος εἰσήγετο
εἰς τὸ δικαστήριον. ἔστι δὲ πολλάκις τοὔνομα παρά τε
Δημοσθένει ἐν τῷ κατὰ Μειδίου καὶ Ὑπ. ἐν τῷ ὑπ. Χ.
π. τ. τ. Harp.
188
κεϲτρῖνοι· Ὑπ. ἐν τῷ περὶ τοῦ ταρ.. κεστρῖνος
ἰχθύς. Harp.
189
ναύκληροϲ. v. fr. 37.
190
Παλληνεύϲ· Ὑπ. ἐν τῇ ὑπὲρ Χ. ἀπολογίᾳ. Harp.
191
προμετρητάϲ· Ὑπ. ἐν τῷ π. τοῦ ταρ. Harp.
192-193t
{ΠΡΟΣ ΧΑΡΗΤΑ ΕΠΙΤΡΟΠΙΚΟΣ.}
192
ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμοϲ ἀπέδωκε τὴν
κομιδὴν τῶν καταλειφθέντων τῇ μητρί, ὃϲ κελεύει κυ-
ρίουϲ εἶναι τῆϲ ἐπικλήρου καὶ τῆϲ οὐϲίαϲ ἁπάϲηϲ τοὺϲ
παῖδαϲ, ἐπειδὰν ἐπιδιετὲϲ ἡβήϲωϲιν. Harp. s. v. ἐπιδιετὲς
ἡβῆσαι.
193
Ὑπ. δὲ ἐν τῷ πρὸς Χάρητα ἔφη ἀποδόμενοϲ ἀντὶ
τοῦ ὑποθείς. Poll. VIII, 142.
post193t
{ΥΠΕΡ ΧΑΡΗΤΟΣ ΠΕΡΙ ΤΟΥ ΕΠΙ
ΤΑΙΝΑΡΩΙ ΞΕΝΙΚΟΥ. (?)}
194t
{ΧΙΑΚΟΣ. (?)}
194
ηὔχοντο γὰρ Ἀθηναῖοι κοινῇ ἐπὶ τῶν θυσιῶν
ἑαυτοῖς τε καὶ Χίοις. ——ὁ δὲ Ὑπ. ἐν τῷ Χιακῷ καὶ
ὅτι Χῖοι ηὔχοντο Ἀθηναίοις δεδήλωκεν. schol. Ar. Av.
880, ubi libri ἐν τῷ χαλκῷ habent; Χιακῷ Boeckhius
restituit.
195-276t
{ΑΠΑΡΑΣΗΜΑ.}
195
ἃ δ' ἐϲτὶν ἀφανῆ, ἀνάγκη τοὺϲ διδάϲκονταϲ τεκ-
μηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν. Clem. Alex. Strom. VI,
625 A Sylb. II, 18, 3 Stählin. Theodoret. therap. VI p. 102.
196
χαρακτὴρ οὐδεὶϲ ἔπεϲτιν ἐπὶ τοῦ προϲώπου τῆϲ
διανοίαϲ τοῖϲ ἀνθρώποιϲ. Clem. Alex. Strom. VI p. 625 C
Sylb. II, 18, 8 Stählin.
197
τῷ μὲν τοίνυν Διὶ ὦ ἄνδρεϲ δικαϲταὶ ἡ ἐπωνυ-
μία γέγονε τοῦ ἐλευθέριον προϲαγορεύεϲθαι διὰ τὸ τοὺϲ
ἐξελευθέρουϲ τὴν ϲτοὰν οἰκοδομῆϲαι τὴν πληϲίον αὐτοῦ.
Harp. s. v. Ἐλευθέριος Ζεύς
198
ἐγὼ δὲ οὔτε δᾳδούχου θυγατέρα ἔχω οὔτε ἱερο-
φάντου. Harp. s. v. ἱεροφάντης.
199
ἀλλὰ καὶ κόρη νόμισμα παρ' Ἀθηναίοις ἦν, ὡς
Ὑπ. φησίν, τῷ παιδίῳ τῆς ἐν Βραυρῶνι ἱερείας τῶν
ἀναθημάτων τι λαβόντι παραβληθῆναι λέγων ἐπὶ πείρᾳ
συνέσεως κόρην καὶ τετράδραχμον, κἀπειδὴ τὸ τετρά-
δραχμον εἵλετο, δόξαι διακρίνειν ἤδη τὸ κέρδος δύνα-
σθαι. Poll. IX, 74.
200
κρεμάϲαϲ ἐκ τοῦ κίονοϲ ἐξέδειρεν, ὅθεν καὶ μω-
λώπων ἔτι νῦν τὸ δέρμα μεϲτὸν ἔχει. καίτοι ἐπὶ τούτοιϲ
οὐκ ἄν τιϲ εἴποι τὸ δεῖραι. Poll. III, 79.
201
καὶ τῷ ϲκέλει με ἠρέμα ἔκρουϲεν. Antiatt. in
Bekk. Anecd. 101, 23.
202
καὶ ἐμοὶ μὲν ϲυμβάϲηϲ ἀρρωϲτίαϲ καὶ ὑπομοϲθείϲηϲ
ταύτηϲ τῆϲ γραφῆϲ ἀνεβλήθη ὁ ἀγών. schol. Ar. Plut. v. 725.
203
Ὑπερείδου. Ὑπ. ὁ ῥήτωρ ἔφησε τὴν ἀγωνίαν
τοῦ λέγειν πέδην εἶναι. Stob. Flor. 8, 16.
204
ἀρχομένων δεῖ τῶν ἀδικημάτων ἐμφράττειν τὰϲ
ὁδούϲ· ὅταν δ' ἅπαξ ῥιζωθῇ κακία καὶ παλαιὰ γένηται
καθάπερ ϲύντροφοϲ ἀρρωϲτία, χαλεπὸν αὐτὴν καταϲβέϲαι.
Stob. Flor. 46, 63.
205
δεῖ τὴν ἐκ τῆϲ οἰκίαϲ ἐκπορευομένην ἐν τοιαύτῃ
καταϲτάϲει εἶναι τῆϲ ἡλικίαϲ, ὥϲτε τοὺϲ ἀπαντῶνταϲ πυν-
θάνεϲθαι, μὴ τίνοϲ ἐϲτὶ γυνή, ἀλλὰ τίνοϲ μήτηρ. Stob.
Flor. 74, 33.
206
τοὺϲ μὲν πρὸϲ τὸν ἄνδρα τὸν ἑαυτῆϲ γυναικὶ
καλλωπιϲμοὺϲ ὅπωϲ βούλοιτο χρὴ γίγνεϲθαι· τοὺϲ μέντοι
περὶ τὰϲ ἐξόδουϲ οὐκέτι πρὸϲ τὸν ἄνδρα ἀλλὰ πρὸϲ τοὺϲ
ἑτέρουϲ 〈γιγνομένουϲ〉 φοβητέον. ibid. 34.
207
Ὑπ. ὁ ῥήτωρ ἔφη μὴ δύνασθαι καλῶς ζῆν, μὴ
μαθὼν τὰ καλὰ τὰ ἐν τῷ βίῳ. Stob. Append. florent.
p. 41 Gaisford. =St. II, 31, 78 p. 215, 6 W
208
δεῖ τὸν ἀγαθὸν ἐπιδείκνυϲθαι ἐν μὲν τοῖϲ λόγοιϲ
ἃ φρονεῖ, ἐν δὲ τοῖϲ ἔργοιϲ ἃ ποιεῖ. Max. Conf. Loci
comm., col. 729 Migne et Beynen Sententiae sel. (Lugd.
Bat. 1837) nr. 242 (Wachsmuth Wien. Apophth. —Samm-
lung 121).
209
ὁ αὐτὸς (Hyper.) ἔλεγε κακῶν ἀνθρώπων φεύ-
γειν 〈δεῖν〉 φιλίαν καὶ ἀγαθῶν ἔχθραν. Beynen Sent.
sel. nr. 243 (Wachsmuth l. c. 122).
210
διὰ δύο προφάϲειϲ τῶν ἀδικημάτων ἅνθρωποι
ἀπέχονται, ἢ διὰ φόβον ἢ διὰ αἰϲχύνην. Max. Conf. Loci
comm., col. 753 Migne.
211
ὁ Γλαυκίππου δὲ πάντων ἀπαιδευτότατον ἔφη
τὸ λοιδορεῖν. Dionys. Antioch. epist. 79 (in Epistologr.
gr. Hercheri p. 273).
212
Ὑπ. ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον
εἰ πικρός ἐστιν, ἀλλ' εἰ προῖκα πικρός. Plut. Mor. p. 67 B.
219
δοκεῖϲ γὰρ αὐτὸν εἰπεῖν; Herod. π. σχημ. VIII, 598 w.
219a
παραπέμπει γὰρ ἡμᾶϲ ἡ ἐλπίϲ· αὕτη δὲ ἀτυ-
χούντων ἐϲτὶν ἐφόδιον. Herodian. π. σχημ. VIII, 601 W.
219b
ἀγαθέϲτατε· Ὑπ. εἶπεν. Phot. ed. Reitz. p. 8, 24.
220
ἄγειν ἀντὶ τοῦ ἔχειν Ὑπ. Bekk. Anecd. 335, 24.
Bachm. anecd. p. 20, 18. Phot. ed. Reitz. p. 14, 8. —
fr. 121 confert Bab., fr. 134 Fuhr.
221
Ὑπερ. δὲ τὸν ἀγήρατον χρόνον. Poll. II. 14.
222
Αἰγιλιεύϲ. Ὑπ. —Harp.
223
καὶ ὡς Ὑπ. αἰϲχροκερδεῖν. Poll. III 113.
224
ἀλφιτεῖϲ· οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπ. Bekk.
Anecd. 381, 7; Suidas; Phot. ed. Reitzenstein p. 84, 11.
225
ἀλφιτεία ὡς Ὑπ. Pollux VI, 37.
226
οὐ πάνυ ἐπαινῶ—οὐδὲ τὸ παρ' Ὑπ. ἀναιϲχύν-
τημα. Poll. VI, 183.
227
ἀνδραπόδια παρ' Ὑπ. Poll. III, 77.
228
καὶ ἀνδριζόμενοι Ὑπ. Poll. II, 20.
229
ἀντέχει· —Ὑπ. ἀντὶ τοῦ ἀντιλαμβάνει. Bekk.
Anecd. 408. 1; Suid.; Phot. ed. Reitzenstein p. 146, 10.
229a
ἀντικόπτειν· Ὑπ. ἐπὶ τοῦ ἐνίστασθαι Phot. ed.
Reitzenstein p. 148, 26.
230
καὶ ἀποκεκαρμένοϲ ὡς Ὑπ. Poll. II, 33.
231
ἀπροβούλευτα καὶ ἀπρόγραφα. Poll. VI, 144.
232
ὑπερώρισεν· Δημοσθένης δὲ καὶ ἐξώρισεν εἶπε
καὶ Ὑπ. ἀφώριϲεν. Poll. IX, 157.
233
Ὑπ. δὲ καὶ γηροβοϲκὸν εἴρηκε. Poll. II, 14.
234
δικογράφοϲ ὡς Ὑπ. Poll. VIII, 24.
235
ἡ δὲ δουλὶϲ Ὑπερείδῃ εἰρημένον φαῦλόν ἐστιν.
Poll. III, 74.
236
Δρακοντίδηϲ εἷς τῶν λʹ. Ὑπ. Harp.
237
Ἑκατομβαιὼν ὄνομα μηνός. Ὑπ. Harp.
238
φυγαδευθῆναι, διωχθῆναι· Ὑπ. δέ που καὶ ἐξε-
διώχθη λέγει. Poll. VIII, 70.
239
ἴδιον δὲ Ὑπερείδου τὸ καὶ ταῖς λέξεσιν ἀφειδέ-
στερόν πως καὶ ἀμελέστερον χρῆσθαι· ὥσπερ ὅταν μο-
νώτατοϲ λέγῃ καὶ γαλεάγρα καὶ ἐκκοκκύζειν καὶ ἐϲτηλο-
κόπηται καὶ ἐπήβολοϲ καὶ ὅσα τοιαῦτα Hermogen. III
p. 382 W. p. 397 R. —Ὑπ.
δὲ καὶ Δημοσθένης ἐπ' ἀλεκτρυόνων τὸ κοκκύζειν εἶπον.
Poll. V, 89. —ἐστηλιτευμένος κατεστηλιτευμένος ἐϲτη-
λοκοπημένοϲ· οὕτω γὰρ Ὑπ. Poll. VIII, 73.
240
ἔμμηνοι δίκαι αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί· Δη-
μοσθένης καὶ Ὑπ. Harp.
241
καὶ κατηγόρηϲεν ἐνδόϲιμα (de praevaricatore) ὡς
Ὑπ. Poll. VIII, 143.
242
καὶ ἐπιβαϲίαν τῇ δίκῃ Ὑπ. Poll. II, 200.
243
Ὑπ. δὲ ἐπιϲυκοφαντεῖν ἔφη. Poll. VIII, 31.
244
εὐημερήϲαντοϲ Ὑπ. Phot. Suid. s. v. εὐημερία.
245
ζυγομαχεῖ· στασιάζει, ὡς οἱ βόες ἐζευγμένοι. —
κέχρηται Ὑπ. Phot. Suid. E. M.
246
κακηγορῆϲαι ὡς Ὑπ. Poll. VIII, 80.
247
κακολογία ὡς Ὑπ. Poll. II, 119.
248
κακοπράγμων ὡς Ὑπ. ἔφη. Poll. IV, 36 et VI, 169.
249
καὶ Ὑπ. τὰ ὄντα καταβέβρωκέν φησιν ἀντὶ τοῦ
κατεδήδοκεν. Poll. VI, 39.
250
καττύεϲθαι Ὑπ. τὸ ὑποδεδέσθαι. Phot. lex.
p. 150, 19.
251
ἐπὶ κεφαλὴν ϲπεύδειν, ὡς Ὑπ. Poll. II, 42.
251a
κνίζειν Ὑπ. Schol. Gregor. Naz. Migne Patr. Gr.
XXXVI, 913.
252
Κρόνοϲ μωρός· Ὑπ. Antiattic. in Bekk. Anecd.
p. 104, 7.
253
κώδεια· τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦ-
σιν· Ὑπ. καὶ Ἀριστοφάνης Γεωργοῖς ‘ἀγαθήν γε κώ-
δειαν’. Harp.
254
μεϲεγγυήματα δὲ Ὑπ. Poll. VIII, 28.
255
μικρολόγον δὲ Ὑπ. μὲν τὸν εἰς ἀργύριον ἀνε-
λεύθερον, Ἰσοκράτης δὲ τὸν μεμψίμοιρον. Poll. II, 123.
256
καὶ ξενοτροφία παρ' Ὑπ. Poll. III, 59.
257
ὀρθὴν δ' ἐντυγχάνει ἀντὶ τοῦ εὐθύς· Ὑπ. Suid.
Phot. lex. 346, 12; Bachmann. anecd. p. 320, 17.
258
καὶ ἐποφθαλμιᾶν τὸ ἐπιθυμεῖν τινός, καὶ ὠφθαλ-
μίαϲε τὸ ἐπεθύμησεν Ὑπ. Poll. II, 62.
259
ὀψαρτυτὴϲ ὡς Ὑπ. Poll. VI, 37.
260
παρεχείμαϲεν Ὑπ. Phot. lex. p. 392, 19.
261
Ὑπ. δὲ καὶ τοῦ παροδίου τοίχου εἴρηκεν. Poll.
VII, 121.
262
πελαγίζειν τὸ διὰ πελάγους πορεύεσθαι. Anti-
attic. in Bekk. Anecd. III, 28.
263
καὶ περιλωπίσαι, ὅπερ Ὑπ. περιδῦϲαι εἴρηκεν.
Poll. VII, 44.
264
λείαν περιεϲύραντο ὡς Ὑπ. Poll. I, 162.
265
πίθος ἢ πιθάκνη· Ὑπ. δὲ καὶ πιθάκνιον εἴρηκεν.
Poll. VI, 14.
266
πολυπληθία ὡς Δημοσθένης καὶ Ὑπ. Poll. IV, 163.
267
καὶ πολυφίλοιϲ Ὑπ. Poll. III, 63.
268
τὴν πομπείαν αὐτὸς ὁ τεχνικὸς (Hermog.) ἡρμή-
νευσε—· εἴληπται δὲ αὐτῷ τὸ τοιόνδε ὄνομα ἀπὸ τῶν λό-
γων Λυσίου καὶ Ὑπ. καὶ Δεινάρχου· πολὺ γὰρ παρ' αὐ-
τοῖς τὸ ὄνομα. Greg. Corinth. ad Hermog. VII p. 1118 W.
269
προϲμετροῦνταϲ Ὑπ. Poll. IV, 166.
270
πωλητήριον τὸ πρατήριον· οὕτως Ὑπ. Phot. Suid.
s. v.
271
καὶ ϲηκώματα ὡς Ὑπ. Poll. IV, 172 (de sacomatis).
271a
ϲιτομέτραι ὡς Ὑπ. Poll. VII, 18.
272
καὶ τὸ ϲυγκαταδουλώϲαϲθαι παρ' Ὑπ. —σύνδου-
λοι δὲ λέγει Λυσίας καὶ Εὐριπίδης, Ὑπ. δὲ καὶ Εὐκλείδης
ὁμόδουλον λέγουσιν. Poll. III, 81 sq.
272a
ϲυγκοπῆναι ἐπὶ τοῦ πληγὰς πολλὰς λαβεῖν.
οὕτω Λυσίας (3, 34) καὶ Ὑπ. Lex. apud Reitzenstein,
Progr. schol. Rostoch. 1892/93 p. 7.
273
τοκίζεται αὐτῷ ἀργύριον παρ' Ὑπ. Poll. III, 85.
274
φιλοτηϲία· Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου. ἡ
κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία
ἐκαλεῖτο, ὡς Ὑπ. φησὶ καὶ Ἄλεξις. Harp.
275
φρονηματιϲθῆναι. οὕτως Ὑπ. ἀντὶ τοῦ φρονήμα-
τος καὶ οἰήσεως πληρωθῆναι. ”οἱ δὲ φρονηματισθέντες
ὑπὸ τῶν δεδηλωμένων ἕτοιμοι ἦσαν.” Suid. s. v.
276
λόγου χάριν φησὶν Ὑπ. —Phot. p. 229, 22.