Epistula Pauli ad Corinthios II
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg008.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β
Chapter 1
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ , σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ ·
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ .
Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως ,
ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν , εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ .
ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς , οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν .
εἴτε δὲ θλιβόμεθα , ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας · εἴτε παρακαλούμεθα , ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν ,
καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν + εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας · εἰδότες ὅτι ὡς ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων , οὕτως καὶ τῆς παρακλήσεως .
Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν , ἀδελφοί , ὑπὲρ περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης + ἡμῖν ἐν τῇ Ἀσίᾳ , ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν ἐβαρήθημεν ὑπὲρ δύναμιν , ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν ·
ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν , ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς ·
ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται ῥύεται , εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται ,
συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει , ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν ὑμῶν .
Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν , τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν , ὅτι ἐν ἁγιότητι ἁπλότητι καὶ εἰλικρινείᾳ τοῦ θεοῦ , οὐκ καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ , ἀνεστράφημεν ἐν τῷ κόσμῳ , περισσοτέρως δὲ πρὸς ὑμᾶς ·
οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε , ἐλπίζω δὲ ὅτι + καὶ ἕως τέλους ἐπιγνώσεσθε ,
καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους , ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ .
Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον , ἵνα δευτέραν χάριν χαρὰν σχῆτε ἔχῆτε ,
καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν , καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν .
τοῦτο οὖν βουλόμενος βουλευόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην ; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι , ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ ;
πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν ἐγένετο Ναὶ καὶ Οὔ .
ὁ τοῦ θεοῦ γὰρ γὰρ τοῦ θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς Χριστὸς Ἰησοῦς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς , δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου , οὐκ ἐγένετο Ναὶ καὶ Οὒ , ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν ·
ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ , ἐν αὐτῷ τὸ Ναί · διὸ καὶ δι’ αὐτοῦ ἐν αὐτῷ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν .
ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός ,
ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν .
Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν , ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον .
οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως , ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν , τῇ γὰρ πίστει ἑστήκατε .
Chapter 2
ἔκρινα γὰρ δὲ ἐμαυτῷ τοῦτο , τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν ·
εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς , καὶ τίς + ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ ;
καὶ ἔγραψα + ὑμῖν τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἔχω ἀφ’ ὧν ἔδει με χαίρειν , πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν .
ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων , οὐχ ἵνα λυπηθῆτε , ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς .
Εἰ δέ τις λελύπηκεν , οὐκ ἐμὲ λελύπηκεν , ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς .
ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων ,
ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι , μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος .
διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην ·
εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν , εἰ εἰς πάντα ὑπήκοοί ἐστε .
ᾧ δέ τι χαρίζεσθε , κἀγώ · καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι , εἴ τι εἴ τι κεχάρισμαι ᾧ κεχάρισμαι , δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ ,
ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ , οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν .
Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ ,
οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου , ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν .
Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ ·
ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις ,
οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον , οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν . καὶ πρὸς ταῦτα τίς ἱκανός ;
οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ λοιποί καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ , ἀλλ’ ὡς ἐξ εἰλικρινείας , ἀλλ’ ὡς ἐκ θεοῦ κατέναντι κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν .
Chapter 3
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν συνιστᾶν . ἢ Εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν + συστατικῶν .
ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε , ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν , γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων ·
φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν , ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος , οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις .
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν .
οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ αὑτῶν ἑαυτῶν , ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ ,
ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης , οὐ γράμματος ἀλλὰ πνεύματος , τὸ γὰρ γράμμα ἀποκτέννει , τὸ δὲ πνεῦμα ζῳοποιεῖ .
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν γράμματι ἐντετυπωμένη + ἐν λίθοις ἐγενήθη ἐν δόξῃ , ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην ,
πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ ;
εἰ γὰρ τῇ διακονίᾳ ἡ διακονία τῆς κατακρίσεως δόξα , πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης + ἐν δόξῃ .
καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης ·
εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης , πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ .
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα ,
καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ ἑαυτοῦ , πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου .
ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν . ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον , ὅτι ὅ τι ἐν Χριστῷ καταργεῖται ,
ἀλλ’ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται ἀναγινώσκεται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται ·
ἡνίκα δὲ ἐὰν δ[ὲ] ἂν ἐπιστρέψῃ πρὸς κύριον , περιαιρεῖται τὸ κάλυμμα .
ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν · οὗ δὲ τὸ πνεῦμα κυρίου + ἐκεῖ , ἐλευθερία .
ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν , καθάπερ ἀπὸ κυρίου πνεύματος .
Chapter 4
Διὰ τοῦτο , ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν , οὐκ ἐγκακοῦμεν ἐκκακοῦμεν ,
ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης , μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ , ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες συνιστάντες συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ .
εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν , ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον ,
ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι + αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ , ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ .
οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Χριστὸν Ἰησοῦν Ἰησοῦν Χριστὸν κύριον , ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν .
ὅτι ὁ θεὸς ὁ εἰπών · Ἐκ σκότους φῶς λάμψει λάμψαι , ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ Ἰησοῦ Χριστοῦ .
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν , ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν ·
ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι , ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι ,
διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι , καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι ,
πάντοτε τὴν νέκρωσιν τοῦ + κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες , ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ ·
ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν , ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν .
ὥστε ὁ + μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται , ἡ δὲ ζωὴ ἐν ὑμῖν .
Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως , κατὰ τὸ γεγραμμένον · Ἐπίστευσα , διὸ ἐλάλησα , καὶ ἡμεῖς πιστεύομεν , διὸ καὶ λαλοῦμεν ,
εἰδότες ὅτι ὁ ἐγείρας τὸν + κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν .
τὰ γὰρ πάντα δι’ ὑμᾶς , ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ .
Διὸ οὐκ ἐγκακοῦμεν ἐκκακοῦμεν , ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται , ἀλλ’ ὁ ἔσω ἡμῶν ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ .
τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν ,
μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα , τὰ γὰρ βλεπόμενα πρόσκαιρα , τὰ δὲ μὴ βλεπόμενα αἰώνια .
Chapter 5
Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ , οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς .
καὶ γὰρ ἐν τούτῳ στενάζομεν , τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες ,
εἴ γε εἴ περ καὶ ἐνδυσάμενοι ἐκδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα .
καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι , ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς .
ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός , ὁ + καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος .
Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου ,
διὰ πίστεως γὰρ περιπατοῦμεν , οὐ διὰ εἴδους —
θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον ·
διὸ καὶ φιλοτιμούμεθα , εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες , εὐάρεστοι αὐτῷ εἶναι .
τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ , ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν , εἴτε ἀγαθὸν εἴτε φαῦλον κακόν .
Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν , θεῷ δὲ πεφανερώμεθα · ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι .
οὐ + γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν , ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν , ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ μὴ ἐν οὐ καρδίᾳ .
εἴτε γὰρ ἐξέστημεν , θεῷ · εἴτε σωφρονοῦμεν , ὑμῖν .
ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς , κρίναντας τοῦτο ὅτι + εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν · ἄρα οἱ πάντες ἀπέθανον ·
καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι .
Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα · εἰ + δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν , ἀλλὰ νῦν οὐκέτι γινώσκομεν .
ὥστε εἴ τις ἐν Χριστῷ , καινὴ κτίσις · τὰ ἀρχαῖα παρῆλθεν , ἰδοὺ γέγονεν καινά + τὰ πάντα ·
τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ + Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς ,
ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ , μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν , καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς .
ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν · δεόμεθα ὑπὲρ Χριστοῦ , καταλλάγητε τῷ θεῷ .
τὸν + γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν , ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ .
Chapter 6
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς ·
λέγει γάρ · Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι · ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος , ἰδοὺ νῦν ἡμέρα σωτηρίας ·
μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν , ἵνα μὴ μωμηθῇ ἡ διακονία ,
ἀλλ’ ἐν παντὶ συνιστάνοντες συνιστάντες συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι · ἐν ὑπομονῇ πολλῇ , ἐν θλίψεσιν , ἐν ἀνάγκαις , ἐν στενοχωρίαις ,
ἐν πληγαῖς , ἐν φυλακαῖς , ἐν ἀκαταστασίαις , ἐν κόποις , ἐν ἀγρυπνίαις , ἐν νηστείαις ,
ἐν ἁγνότητι , ἐν γνώσει , ἐν μακροθυμίᾳ , ἐν χρηστότητι , ἐν πνεύματι ἁγίῳ , ἐν ἀγάπῃ ἀνυποκρίτῳ ,
ἐν λόγῳ ἀληθείας , ἐν δυνάμει θεοῦ · διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν ,
διὰ δόξης καὶ ἀτιμίας , διὰ δυσφημίας καὶ εὐφημίας · ὡς πλάνοι καὶ ἀληθεῖς ,
ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι , ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν , ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι ,
ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες , ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες , ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες .
Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς , Κορίνθιοι , ἡ καρδία ἡμῶν πεπλάτυνται ·
οὐ στενοχωρεῖσθε ἐν ἡμῖν , στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν ·
τὴν δὲ αὐτὴν ἀντιμισθίαν , ὡς τέκνοις λέγω , πλατύνθητε καὶ ὑμεῖς .
Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις · τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ , ἢ τίς Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος ;
τίς δὲ συμφώνησις Χριστοῦ Χριστῷ πρὸς Βελιάρ , ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου ;
τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων ; ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε ζῶντος · καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω , καὶ ἔσομαι αὐτῶν θεός , καὶ αὐτοὶ ἔσονταί μου μοι λαός .
διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν , καὶ ἀφορίσθητε , λέγει κύριος , καὶ ἀκαθάρτου μὴ ἅπτεσθε · κἀγὼ εἰσδέξομαι ὑμᾶς ·
καὶ ἔσομαι ὑμῖν εἰς πατέρα , καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας , λέγει κύριος παντοκράτωρ .
Chapter 7
ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας , ἀγαπητοί , καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος , ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ .
Χωρήσατε ἡμᾶς · οὐδένα ἠδικήσαμεν , οὐδένα ἐφθείραμεν , οὐδένα ἐπλεονεκτήσαμεν .
πρὸς κατάκρισιν οὐ Οὐ πρὸς κατάκρισιν λέγω , προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν .
πολλή μοι παρρησία πρὸς ὑμᾶς , πολλή μοι καύχησις ὑπὲρ ὑμῶν · πεπλήρωμαι τῇ παρακλήσει , ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν .
Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἔσχεν ἄνεσιν ἡ σὰρξ ἡμῶν , ἀλλ’ ἐν παντὶ θλιβόμενοι — ἔξωθεν μάχαι , ἔσωθεν φόβοι —
ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου ·
οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ , ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν , ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν , τὸν ὑμῶν ὀδυρμόν , τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ , ὥστε με μᾶλλον χαρῆναι .
ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ , οὐ μεταμέλομαι · εἰ καὶ μετεμελόμην ( βλέπω βλέπων apP βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς ) ,
νῦν χαίρω , οὐχ ὅτι ἐλυπήθητε , ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν , ἐλυπήθητε γὰρ κατὰ θεόν , ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν .
ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται κατεργάζεται · ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται .
ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι + ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν , ἀλλὰ ἀπολογίαν , ἀλλὰ ἀγανάκτησιν , ἀλλὰ φόβον , ἀλλὰ ἐπιπόθησιν , ἀλλὰ ζῆλον , ἀλλὰ ἐκδίκησιν · ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι + ἐν τῷ πράγματι .
ἄρα εἰ καὶ ἔγραψα ὑμῖν , οὐχ ἕνεκεν εἵνεκεν τοῦ ἀδικήσαντος , οὐδὲ ἀλλ’ οὐδὲ ἕνεκεν εἵνεκεν τοῦ ἀδικηθέντος , ἀλλ’ ἕνεκεν εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ .
διὰ τοῦτο παρακεκλήμεθα . Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου , ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν ·
ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι , οὐ κατῃσχύνθην , ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν , οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη .
καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν , ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν .
χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν .
Chapter 8
Γνωρίζομεν δὲ ὑμῖν , ἀδελφοί , τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας ,
ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν ·
ὅτι κατὰ δύναμιν , μαρτυρῶ , καὶ παρὰ ὑπὲρ δύναμιν , αὐθαίρετοι
μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν , τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους —
καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ ,
εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην ·
ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε , πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ὑμῶν ἐν ἡμῖν ἀγάπῃ , ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε .
Οὐ κατ’ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων ·
γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν , ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε .
καὶ γνώμην ἐν τούτῳ δίδωμι · τοῦτο γὰρ ὑμῖν συμφέρει , οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι ·
νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε , ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν .
εἰ γὰρ ἡ προθυμία πρόκειται , καθὸ ἐὰν ἔχῃ + τις εὐπρόσδεκτος , οὐ καθὸ οὐκ ἔχει .
οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις , ὑμῖν + δὲ θλῖψις · ἀλλ’ ἐξ ἰσότητος
ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα , ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα , ὅπως γένηται ἰσότης ·
καθὼς γέγραπται · Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν , καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν .
Χάρις δὲ τῷ θεῷ τῷ διδόντι δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου ,
ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο , σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς .
συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν —
οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν —
στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν ,
προνοοῦμεν γὰρ προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων .
συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα , νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς .
εἴτε ὑπὲρ Τίτου , κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός · εἴτε ἀδελφοὶ ἡμῶν , ἀπόστολοι ἐκκλησιῶν , δόξα Χριστοῦ .
τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι ἐνδείξασθε εἰς πρόσωπον τῶν ἐκκλησιῶν .
Chapter 9
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν ,
οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι , καὶ τὸ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας .
ἔπεμψα δὲ τοὺς ἀδελφούς , ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ , ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε ,
μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς , ἵνα μὴ λέγωμεν λέγω ὑμεῖς , ἐν τῇ ὑποστάσει ταύτῃ + τῆς καυχήσεως .
ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς πρὸς ὑμᾶς καὶ προκαταρτίσωσι τὴν προεπηγγελμένην προκατηγγελμένην εὐλογίαν ὑμῶν , ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν .
Τοῦτο δέ , ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει , καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει .
ἕκαστος καθὼς προῄρηται προαιρεῖται τῇ καρδίᾳ , μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης · ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός .
δυνατεῖ Δυνατὸς δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς , ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν ·
( καθὼς γέγραπται · Ἐσκόρπισεν , ἔδωκεν τοῖς πένησιν , ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα ·
ὁ δὲ ἐπιχορηγῶν σπόρον σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσει χορηγήσαι καὶ πληθυνεῖ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσει αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν · )
ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα , ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ —
ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων , ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ —
διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας ,
καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν .
χάρις + δὲ τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ .
Chapter 10
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ , ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν , ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς ·
δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας .
ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα —
τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων — λογισμοὺς καθαιροῦντες
καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ , καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ,
καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν , ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή .
Τὰ κατὰ πρόσωπον βλέπετε . εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι , τοῦτο λογιζέσθω πάλιν ἐφ’ ἀφ’ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ἡμεῖς + Χριστοῦ .
ἐάν τε γὰρ + καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν , ἧς ἔδωκεν ὁ κύριος + ἡμῖν εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν , οὐκ αἰσχυνθήσομαι ,
ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν ·
ὅτι Αἱ ἐπιστολαὶ μέν μέν ἐπιστολαὶ , φησίν , βαρεῖαι καὶ ἰσχυραί , ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος .
τοῦτο λογιζέσθω ὁ τοιοῦτος , ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες , τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ .
Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων · ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν .
ἡμεῖς δὲ οὐκ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα , ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου , ἐφικέσθαι ἄχρι καὶ ὑμῶν —
οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς , ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ —
οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις , ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν ,
εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι , οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι .
Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω ·
οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων συνιστῶν , ἐκεῖνός ἐστιν δόκιμος , ἀλλὰ ὃν ὁ κύριος συνίστησιν .
Chapter 11
Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης τῇ ἀφροσύνῃ · ἀλλὰ καὶ ἀνέχεσθέ μου .
ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ , ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ ·
φοβοῦμαι δὲ μή πως , ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν Εὕαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ , φθαρῇ οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν .
εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν , ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε , ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε , καλῶς ἀνέχεσθε ἠνείχεσθε ἀνείχεσθε .
λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων ·
εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ , ἀλλ’ οὐ τῇ γνώσει , ἀλλ’ ἐν παντὶ φανερώσαντες φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς .
Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε , ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν ;
ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν ,
καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός · τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας · καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω .
ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας .
διὰ τί ; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς ; ὁ θεὸς οἶδεν .
Ὃ δὲ ποιῶ καὶ ποιήσω , ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν , ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς .
οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι , ἐργάται δόλιοι , μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ ·
καὶ οὐ θαῦμα θαυμαστόν , αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός ·
οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης , ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν .
Πάλιν λέγω , μή τίς με δόξῃ ἄφρονα εἶναι — εἰ δὲ μή γε , κἂν ὡς ἄφρονα δέξασθέ με , ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι ·
ὃ λαλῶ οὐ κατὰ κύριον λαλῶ λαλῶ κατὰ κύριον , ἀλλ’ ὡς ἐν ἀφροσύνῃ , ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως .
ἐπεὶ πολλοὶ καυχῶνται κατὰ + τὴν σάρκα , κἀγὼ καυχήσομαι .
ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες ·
ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ , εἴ τις κατεσθίει , εἴ τις λαμβάνει , εἴ τις ἐπαίρεται , εἴ τις εἰς πρόσωπον ὑμᾶς ὑμᾶς εἰς πρόσωπον δέρει .
κατὰ ἀτιμίαν λέγω , ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν ἠσθενήσαμεν · ἐν ᾧ δ’ ἄν τις τολμᾷ , ἐν ἀφροσύνῃ λέγω , τολμῶ κἀγώ .
Ἑβραῖοί εἰσιν ; κἀγώ . Ἰσραηλῖταί εἰσιν ; κἀγώ . σπέρμα Ἀβραάμ εἰσιν ; κἀγώ .
διάκονοι Χριστοῦ εἰσιν ; παραφρονῶν λαλῶ , ὑπὲρ ἐγώ · ἐν κόποις περισσοτέρως , ἐν φυλακαῖς περισσοτέρως , ἐν πληγαῖς ὑπερβαλλόντως πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως , ἐν θανάτοις πολλάκις ·
ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον ,
τρὶς ἐραβδίσθην , ἅπαξ ἐλιθάσθην , τρὶς ἐναυάγησα , νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα ·
ὁδοιπορίαις πολλάκις , κινδύνοις ποταμῶν , κινδύνοις λῃστῶν , κινδύνοις ἐκ γένους , κινδύνοις ἐξ ἐθνῶν , κινδύνοις ἐν πόλει , κινδύνοις ἐν ἐρημίᾳ , κινδύνοις ἐν θαλάσσῃ , κινδύνοις ἐν ψευδαδέλφοις ,
κόπῳ ἐν κόπῳ καὶ μόχθῳ , ἐν ἀγρυπνίαις πολλάκις , ἐν λιμῷ καὶ δίψει , ἐν νηστείαις πολλάκις , ἐν ψύχει καὶ γυμνότητι ·
χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς ἐπισύστασίς μοι μου ἡ καθ’ ἡμέραν , ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν .
τίς ἀσθενεῖ , καὶ οὐκ ἀσθενῶ ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι ;
Εἰ καυχᾶσθαι δεῖ , τὰ τῆς ἀσθενείας μου καυχήσομαι .
ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ + Χριστοῦ οἶδεν , ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας , ὅτι οὐ ψεύδομαι .
ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν Δαμασκηνῶν πόλιν πιάσαι με + θέλων ,
καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ .
Chapter 12
Καυχᾶσθαι δεῖ δὴ · οὐ συμφέρον μέν συμφέρει μοι , ἐλεύσομαι δὲ γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου .
οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων — εἴτε ἐν σώματι οὐκ οἶδα , εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα , ὁ θεὸς οἶδεν — ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ .
καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον — εἴτε ἐν σώματι εἴτε χωρὶς ἐκτὸς τοῦ σώματος οὐκ οἶδα , ὁ θεὸς οἶδεν —
ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι .
ὑπὲρ τοῦ τοιούτου καυχήσομαι , ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις + μου .
ἐὰν γὰρ θελήσω καυχήσασθαι , οὐκ ἔσομαι ἄφρων , ἀλήθειαν γὰρ ἐρῶ · φείδομαι δέ , μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ ,
καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων . διὸ ἵνα μὴ ὑπεραίρωμαι , ἐδόθη μοι σκόλοψ τῇ σαρκί , ἄγγελος Σατανᾶ Σατᾶν , ἵνα με κολαφίζῃ , ἵνα μὴ ὑπεραίρωμαι .
ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ ·
καὶ εἴρηκέν μοι · Ἀρκεῖ σοι ἡ χάρις μου · ἡ γὰρ δύναμις + μου ἐν ἀσθενείᾳ τελεῖται τελειοῦται . ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου , ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ .
διὸ εὐδοκῶ ἐν ἀσθενείαις , ἐν ὕβρεσιν , ἐν ἀνάγκαις , ἐν διωγμοῖς καὶ ἐν στενοχωρίαις , ὑπὲρ Χριστοῦ · ὅταν γὰρ ἀσθενῶ , τότε δυνατός εἰμι .
Γέγονα ἄφρων + καυχώμενος · ὑμεῖς με ἠναγκάσατε · ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι . οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων , εἰ καὶ οὐδέν εἰμι ·
τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ + ἐν , σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν .
τί γάρ ἐστιν ὃ ἡσσώθητε ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας , εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν ; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην .
Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς , καὶ οὐ καταναρκήσω + ὑμῶν · οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς , οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν , ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις .
ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν . εἰ + καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἀγαπῶ , ἧσσον ἀγαπῶμαι ;
ἔστω δέ , ἐγὼ οὐ κατεβάρησα ὑμᾶς · ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον .
μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς , δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς ;
παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν · μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος ; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν ; οὐ τοῖς αὐτοῖς ἴχνεσιν ;
Πάλαι Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα ; κατέναντι Κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν . τὰ δὲ πάντα , ἀγαπητοί , ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς ,
φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς , κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε , μή πως ἔρις ἔρεις , ζῆλος ζῆλοι , θυμοί , ἐριθεῖαι , καταλαλιαί , ψιθυρισμοί , φυσιώσεις , ἀκαταστασίαι ·
μὴ πάλιν ἐλθόντος μου ἐλθόντα με ταπεινώσῃ ταπεινώσει με ὁ θεός μου πρὸς ὑμᾶς , καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν .
Chapter 13
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς · ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα .
προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν + γράφω , τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν , ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι ,
ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ · ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν ,
καὶ γὰρ + εἰ ἐσταυρώθη ἐξ ἀσθενείας , ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ . καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ , ἀλλὰ ζήσομεν ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς .
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει , ἑαυτοὺς δοκιμάζετε · ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς Χριστὸς Ἰησοῦς ἐν ὑμῖν + ἐστίν . εἰ μήτι ἀδόκιμοί ἐστε .
ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι .
εὐχόμεθα Εὐχόμαι δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν , οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν , ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε , ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν .
οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας , ἀλλὰ ὑπὲρ τῆς ἀληθείας .
χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν , ὑμεῖς δὲ δυνατοὶ ἦτε · τοῦτο + δὲ καὶ εὐχόμεθα , τὴν ὑμῶν κατάρτισιν .
διὰ τοῦτο ταῦτα ἀπὼν γράφω , ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι ἔδωκέν μοι ὁ κύριος , εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν .
Λοιπόν , ἀδελφοί , χαίρετε , καταρτίζεσθε , παρακαλεῖσθε , τὸ αὐτὸ φρονεῖτε , εἰρηνεύετε , καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν .
ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι . ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες .
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν + Ἀμήν .