Epistula Pauli ad Philippenses
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg011.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
Chapter 1
Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις ·
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ .
Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν , μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος ,
ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν ,
πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ ·
καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν , διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς , ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας ·
μάρτυς γάρ μου + ἐστιν ὁ θεός , ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ .
καὶ τοῦτο προσεύχομαι ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει ,
εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα , ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ ,
πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ .
Γινώσκειν δὲ ὑμᾶς βούλομαι , ἀδελφοί , ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν ,
ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν ,
καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον + τοῦ θεοῦ λαλεῖν .
Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν , τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν ·
οἱ μὲν ἐξ ἀγάπης , εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου ,
οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν , οὐχ ἁγνῶς , οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι .
τί γάρ ; πλὴν ὅτι παντὶ τρόπῳ , εἴτε προφάσει εἴτε ἀληθείᾳ , Χριστὸς καταγγέλλεται , καὶ ἐν τούτῳ χαίρω · ἀλλὰ καὶ χαρήσομαι ,
οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ ,
κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι , ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου , εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου .
ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος .
εἰ δὲ τὸ ζῆν ἐν σαρκί , τοῦτό μοι καρπὸς ἔργου — καὶ τί αἱρήσομαι οὐ γνωρίζω ·
συνέχομαι δὲ ἐκ τῶν δύο , τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι , πολλῷ γὰρ μᾶλλον κρεῖσσον ,
τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς .
καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως ,
ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς .
Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε , ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω ἀκούσω τὰ περὶ ὑμῶν , ὅτι στήκετε ἐν ἑνὶ πνεύματι , μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου ,
καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων ( ἥτις ἐστὶν αὐτοῖς αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας , ὑμῶν ὑμῖν δὲ σωτηρίας , καὶ τοῦτο ἀπὸ θεοῦ ,
ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ , οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν ) ,
τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί .
Chapter 2
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ , εἴ τι παραμύθιον ἀγάπης , εἴ τις κοινωνία πνεύματος , εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί ,
πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε , τὴν αὐτὴν ἀγάπην ἔχοντες , σύμψυχοι , τὸ ἓν φρονοῦντες ,
μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ ἢ κενοδοξίαν , ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν ,
μὴ τὰ ἑαυτῶν ἕκαστοι ἕκαστος σκοποῦντες σκοπεῖτε , ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι ἕκαστος .
τοῦτο φρονεῖτε γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ ,
ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ ,
ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών , ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος · καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου , θανάτου δὲ σταυροῦ ·
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν , καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ,
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων ,
καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός .
Ὥστε , ἀγαπητοί μου , καθὼς πάντοτε ὑπηκούσατε , μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου , μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε ,
θεὸς ὁ θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας .
Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν ,
ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι , τέκνα θεοῦ ἄμωμα μέσον ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης , ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ
λόγον ζωῆς ἐπέχοντες , εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ , ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα .
ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν , χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν ·
τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι .
Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν , ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν .
οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει ,
οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν , οὐ τὰ Ἰησοῦ Χριστοῦ Χριστοῦ Ἰησοῦ .
τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε , ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον .
τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς ·
πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι .
Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου , ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου , πέμψαι πρὸς ὑμᾶς ,
ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς + ἰδεῖν , καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν .
καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ θανάτου · ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν αὐτόν ἠλέησεν , οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ , ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ .
σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ .
προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς , καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε ,
ὅτι διὰ τὸ ἔργον Χριστοῦ Κυρίου τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισεν , παραβολευσάμενος παραβουλευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας .
Chapter 3
Τὸ λοιπόν , ἀδελφοί μου , χαίρετε ἐν κυρίῳ . τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν , ὑμῖν δὲ ἀσφαλές .
Βλέπετε τοὺς κύνας , βλέπετε τοὺς κακοὺς ἐργάτας , βλέπετε τὴν κατατομήν .
ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή , οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες ,
καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί . Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί , ἐγὼ μᾶλλον ·
περιτομῇ ὀκταήμερος , ἐκ γένους Ἰσραήλ , φυλῆς Βενιαμίν , Ἑβραῖος ἐξ Ἑβραίων , κατὰ νόμον Φαρισαῖος ,
κατὰ ζῆλος ζῆλον διώκων τὴν ἐκκλησίαν , κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος .
Ἀλλὰ ἅτινα ἦν μοι κέρδη , ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν .
ἀλλὰ μενοῦνγε μέν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην , καὶ ἡγοῦμαι σκύβαλα + εἶναι ἵνα Χριστὸν κερδήσω
καὶ εὑρεθῶ ἐν αὐτῷ , μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ , τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει ,
τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ κοινωνίαν τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ , συμμορφιζόμενος συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ ,
εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ τῶν νεκρῶν .
Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι , διώκω δὲ εἰ καὶ καταλάβω , ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ Χριστοῦ Ἰησοῦ τοῦ Χριστοῦ Ἰησοῦ .
ἀδελφοί , ἐγὼ ἐμαυτὸν οὐ οὔπω λογίζομαι κατειληφέναι · ἓν δέ , τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος ,
κατὰ σκοπὸν διώκω εἰς ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ .
ὅσοι οὖν τέλειοι , τοῦτο φρονῶμεν · καὶ εἴ τι ἑτέρως φρονεῖτε , καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει ·
πλὴν εἰς ὃ ἐφθάσαμεν , τῷ αὐτῷ στοιχεῖν + κανόνι τὸ αὐτὸ φρονεῖν .
Συμμιμηταί μου γίνεσθε , ἀδελφοί , καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς ·
πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν , νῦν δὲ καὶ κλαίων λέγω , τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ ,
ὧν τὸ τέλος ἀπώλεια , ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν , οἱ τὰ ἐπίγεια φρονοῦντες .
ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει , ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν ,
ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν + εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ αὐτῷ ἑαυτῷ τὰ πάντα .
Chapter 4
ὥστε , ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι , χαρὰ καὶ στέφανός μου , οὕτως στήκετε ἐν κυρίῳ , ἀγαπητοί .
Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ .
ναὶ ἐρωτῶ καὶ σέ , γνήσιε σύζυγε σύζυγε γνήσιε , συλλαμβάνου αὐταῖς , αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου , ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς .
Χαίρετε ἐν κυρίῳ πάντοτε · πάλιν ἐρῶ , χαίρετε .
τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις . ὁ κύριος ἐγγύς ·
μηδὲν μεριμνᾶτε , ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετ’ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν ·
καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ .
Τὸ λοιπόν , ἀδελφοί , ὅσα ἐστὶν ἀληθῆ , ὅσα σεμνά , ὅσα δίκαια , ὅσα ἁγνά , ὅσα προσφιλῆ , ὅσα εὔφημα , εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος , ταῦτα λογίζεσθε ·
ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί , ταῦτα πράσσετε · καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν .
Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν , ἐφ’ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ .
οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω , ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι ·
οἶδα καὶ ταπεινοῦσθαι , οἶδα καὶ περισσεύειν · ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι , καὶ χορτάζεσθαι καὶ πεινᾶν , καὶ περισσεύειν καὶ ὑστερεῖσθαι ·
πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με + Χριστῷ .
πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει .
Οἴδατε δὲ καὶ ὑμεῖς , Φιλιππήσιοι , ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου , ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας , οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι ,
ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε .
οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα , ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν .
ἀπέχω δὲ πάντα καὶ περισσεύω · πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν , ὀσμὴν εὐωδίας , θυσίαν δεκτήν , εὐάρεστον τῷ θεῷ .
ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ .
τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων · ἀμήν .
Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ . ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί .
ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι , μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας .
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος πάντων ὑμῶν + Ἀμήν .