Epistula Pauli ad Colossenses
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg012.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
Chapter 1
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
τοῖς ἐν Κολοσσαῖς Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ · χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν + καὶ κυρίου Ἰησοῦ Χριστοῦ .
Εὐχαριστοῦμεν τῷ θεῷ + καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑπὲρ ὑμῶν προσευχόμενοι ,
ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε τὴν εἰς πάντας τοὺς ἁγίους
διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς , ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
τοῦ παρόντος εἰς ὑμᾶς , καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ + καὶ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν , ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ ·
καθὼς + καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν , ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν ὑμῶν διάκονος τοῦ Χριστοῦ ,
ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι .
Διὰ τοῦτο καὶ ἡμεῖς , ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν , οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ ,
περιπατῆσαι + ὑμᾶς ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει εἰς τὴν ἐπίγνωσιν τοῦ θεοῦ ,
ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς ,
εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ὑμᾶς ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί ,
ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ ,
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν , τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ·
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου , πρωτότοκος πάσης κτίσεως ,
ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα + τὰ ἐν τοῖς οὐρανοῖς καὶ + τὰ ἐπὶ τῆς γῆς , τὰ ὁρατὰ καὶ τὰ ἀόρατα , εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι · τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται ·
καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν ,
καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας · ὅς ἐστιν + ἡ ἀρχή , πρωτότοκος ἐκ τῶν νεκρῶν , ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων ,
ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι
καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν , εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ , [ δι’ αὐτοῦ ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν ἐπὶ τοῖς οὐρανοῖς ·
καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς —
νυνὶ δὲ ἀποκατηλλάγητε ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου — παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ ,
εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε , τοῦ κηρυχθέντος ἐν πάσῃ + τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν , οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος .
Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν , καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ , ὅ ἐστιν ἡ ἐκκλησία ,
ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ ,
τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν , — νῦν νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ ,
οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν , ὅ ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν , ἡ ἐλπὶς τῆς δόξης ·
ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ , ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ + Ἰησοῦ ·
εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει .
Chapter 2
Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί ,
ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν , συμβιβασθέντες συμβιβασθέντων ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος πᾶν τὸ πλοῦτος πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως , εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ + καὶ πατρὸς καὶ τοῦ , Χριστοῦ ,
ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ + τῆς γνώσεως ἀπόκρυφοι .
τοῦτο + δὲ λέγω ἵνα μηδεὶς μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ .
εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι , ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι , χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν .
Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον , ἐν αὐτῷ περιπατεῖτε ,
ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι + ἐν τῇ πίστει καθὼς ἐδιδάχθητε , περισσεύοντες + ἐν αὐτῇ ἐν εὐχαριστίᾳ .
Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων , κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν ·
ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς ,
καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι , ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας ,
ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος + τῶν ἁμαρτιῶν τῆς σαρκός , ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ ,
συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ βαπτίσματι , ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ + τῶν νεκρῶν ·
καὶ ὑμᾶς νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν , συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ · χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα ,
ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν , καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ ·
ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ , θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ .
Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων ,
ἅ ἐστιν σκιὰ τῶν μελλόντων , τὸ δὲ σῶμα τοῦ Χριστοῦ .
μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων , ἃ + μὴ ἑόρακεν ἐμβατεύων , εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ ,
καὶ οὐ κρατῶν τὴν κεφαλήν , ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ .
Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου , τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε ·
Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς ,
ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει , κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων ;
ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος , οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός .
Chapter 3
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ , τὰ ἄνω ζητεῖτε , οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος ·
τὰ ἄνω φρονεῖτε , μὴ τὰ ἐπὶ τῆς γῆς ,
ἀπεθάνετε γάρ , καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ ·
ὅταν ὁ Χριστὸς φανερωθῇ , ἡ ζωὴ ὑμῶν ἡμῶν , τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ .
Νεκρώσατε οὖν τὰ μέλη + ὑμῶν τὰ ἐπὶ τῆς γῆς , πορνείαν , ἀκαθαρσίαν , πάθος , ἐπιθυμίαν κακήν , καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία ,
δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας ·
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις αὐτοῖς ·
νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα , ὀργήν , θυμόν , κακίαν , βλασφημίαν , αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν ·
μὴ ψεύδεσθε εἰς ἀλλήλους · ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ ,
καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν ,
ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος , περιτομὴ καὶ ἀκροβυστία , βάρβαρος , Σκύθης , δοῦλος , ἐλεύθερος , ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός .
Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ , ἅγιοι καὶ ἠγαπημένοι , σπλάγχνα οἰκτιρμοῦ , χρηστότητα , ταπεινοφροσύνην , πραΰτητα , μακροθυμίαν ,
ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν · καθὼς καὶ ὁ κύριος Χριστὸς ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς ·
ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην , ὅ ἥτις ἐστιν σύνδεσμος τῆς τελειότητος .
καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν , εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι · καὶ εὐχάριστοι γίνεσθε .
ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ · διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς + καὶ , ὕμνοις + καὶ , ᾠδαῖς πνευματικαῖς ἐν + τῇ χάριτι , ᾄδοντες ἐν ταῖς καρδίαις τῇ καρδίᾳ ὑμῶν τῷ θεῷ κυρίῳ ·
καὶ πᾶν ὅ τι ὅτι ἐὰν ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ , πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ , εὐχαριστοῦντες τῷ θεῷ + καὶ πατρὶ δι’ αὐτοῦ .
Αἱ γυναῖκες , ὑποτάσσεσθε τοῖς + ἰδίοις ἀνδράσιν , ὡς ἀνῆκεν ἐν κυρίῳ .
οἱ ἄνδρες , ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς .
Τὰ τέκνα , ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα , τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐστιν εὐάρεστον ἐν κυρίῳ .
οἱ πατέρες , μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν , ἵνα μὴ ἀθυμῶσιν .
οἱ δοῦλοι , ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις , μὴ ἐν ὀφθαλμοδουλίαις ὀφθαλμοδουλίᾳ , ὡς ἀνθρωπάρεσκοι , ἀλλ’ ἐν ἁπλότητι καρδίας , φοβούμενοι τὸν κύριον θεόν .
ὃ καὶ πᾶν ὃ τι ἐὰν ποιῆτε , ἐκ ψυχῆς ἐργάζεσθε , ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις ,
εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας · τῷ + γὰρ κυρίῳ Χριστῷ δουλεύετε ·
ὁ γὰρ δὲ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν , καὶ οὐκ ἔστιν προσωπολημψία .
Chapter 4
οἱ κύριοι , τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε , εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ οὐρανοῖς .
Τῇ προσευχῇ προσκαρτερεῖτε , γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ ,
προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν , ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου , λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ , δι’ ὃ καὶ δέδεμαι ,
ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι .
Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω , τὸν καιρὸν ἐξαγοραζόμενοι .
ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι , ἅλατι ἠρτυμένος , εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι .
Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ ,
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε γνῷ τὰ περὶ ἡμῶν ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν ,
σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ , ὅς ἐστιν ἐξ ὑμῶν · πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε .
Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου , καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ ( περὶ οὗ ἐλάβετε ἐντολάς , ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν ) ,
καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος , οἱ ὄντες ἐκ περιτομῆς , οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ , οἵτινες ἐγενήθησάν μοι παρηγορία .
ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν , δοῦλος Χριστοῦ + Ἰησοῦ , πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς , ἵνα σταθῆτε στῆτε τέλειοι καὶ πεπληροφορημένοι πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ .
μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει .
ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς .
ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς Νυμφᾶν καὶ … οἶκον αὐτῶν Νυμφᾶν καὶ … οἶκον αὐτοῦ ἐκκλησίαν .
καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή , ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ , καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε .
καὶ εἴπατε Ἀρχίππῳ · Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ , ἵνα αὐτὴν πληροῖς .
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου . μνημονεύετέ μου τῶν δεσμῶν . ἡ χάρις μεθ’ ὑμῶν + Ἀμήν .