Epistula Pauli ad Thessalonicenses I
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg013.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α
Chapter 1
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ · χάρις ὑμῖν καὶ εἰρήνη + ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ .
Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν + ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν , ἀδιαλείπτως
μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ,
εἰδότες , ἀδελφοὶ ἠγαπημένοι ὑπὸ θεοῦ τοῦ θεοῦ , τὴν ἐκλογὴν ὑμῶν ,
ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ + ἐν πληροφορίᾳ πολλῇ , καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς ·
καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου , δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου ,
ὥστε γενέσθαι ὑμᾶς τύπον τύπους πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ .
ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ + ἐν τῇ Ἀχαΐᾳ , ἀλλ’ ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν , ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς ἡμᾶς ἔχειν λαλεῖν τι ·
αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς , καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ ,
καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν , ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν , Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης .
Chapter 2
Αὐτοὶ γὰρ οἴδατε , ἀδελφοί , τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν ,
ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι .
ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ οὔτε ἐν δόλῳ ,
ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν , οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν .
οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν , καθὼς οἴδατε , οὔτε ἐν προφάσει πλεονεξίας , θεὸς μάρτυς ,
οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν , οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων ,
δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι · ἀλλὰ ἐγενήθημεν ἤπιοι νήπιοι ἐν μέσῳ ὑμῶν , ὡς ἐὰν ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα ·
οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς , διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε γεγένησθε .
Μνημονεύετε γάρ , ἀδελφοί , τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον · νυκτὸς + γάρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ .
ὑμεῖς μάρτυρες καὶ ὁ θεός , ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν ,
καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ
παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι , εἰς τὸ περιπατεῖν περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν .
Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως , ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν ἐστιν ἀληθῶς λόγον θεοῦ , ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν .
ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε , ἀδελφοί , τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ , ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων
τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς + ἰδίους προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων , καὶ θεῷ μὴ ἀρεσκόντων , καὶ πᾶσιν ἀνθρώποις ἐναντίων ,
κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν , εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε . ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ + τοῦ θεοῦ εἰς τέλος .
Ἡμεῖς δέ , ἀδελφοί , ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας , προσώπῳ οὐ καρδίᾳ , περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ .
διότι διό ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς , ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς , καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς .
τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως — ἢ οὐχὶ καὶ ὑμεῖς — ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ ;
ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά .
Chapter 3
Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι ,
καὶ ἐπέμψαμεν Τιμόθεον , τὸν ἀδελφὸν ἡμῶν καὶ συνεργὸν διάκονον τοῦ θεοῦ + καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ , εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν
τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις . αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα ·
καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν , προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι , καθὼς καὶ ἐγένετο καὶ οἴδατε .
διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν , μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν .
Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν , καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς ,
διὰ τοῦτο παρεκλήθημεν , ἀδελφοί , ἐφ’ ὑμῖν ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως ,
ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ .
τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν ,
νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν ;
Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς + Χριστός κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς ·
ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας , καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς ,
εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ + Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ + ἀμήν .
Chapter 4
Λοιπὸν οὖν , ἀδελφοί , ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ , ἵνα καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ , καθὼς καὶ περιπατεῖτε , ἵνα περισσεύητε μᾶλλον .
οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ .
τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ , ὁ ἁγιασμὸς ὑμῶν , ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας ,
εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ ,
μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν ,
τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ , διότι ἔκδικος κύριος ὁ κύριος περὶ πάντων τούτων , καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα .
οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ’ ἐν ἁγιασμῷ .
τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν καὶ διδόντα δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς .
Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν , αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους ·
καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ . παρακαλοῦμεν δὲ ὑμᾶς , ἀδελφοί , περισσεύειν μᾶλλον ,
καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς + ἰδίαις χερσὶν ὑμῶν , καθὼς ὑμῖν παρηγγείλαμεν ,
ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε .
Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν , ἀδελφοί , περὶ τῶν κοιμωμένων κεκοιμημένων , ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα .
εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη , οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ .
τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου , ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας ·
ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι , ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ , καταβήσεται ἀπ’ οὐρανοῦ , καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον ,
ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα · καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα .
ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις .
Chapter 5
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν , ἀδελφοί , οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι ,
αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι + ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται .
ὅταν + γὰρ λέγωσιν · Εἰρήνη καὶ ἀσφάλεια , τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ , καὶ οὐ μὴ ἐκφύγωσιν .
ὑμεῖς δέ , ἀδελφοί , οὐκ ἐστὲ ἐν σκότει , ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης κλέπτας καταλάβῃ ,
πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας . οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους ·
ἄρα οὖν μὴ καθεύδωμεν ὡς + καὶ οἱ λοιποί , ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν .
οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν , καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν ·
ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν , ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας ·
ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ,
τοῦ ἀποθανόντος περὶ ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν .
διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα , καθὼς καὶ ποιεῖτε .
Ἐρωτῶμεν δὲ ὑμᾶς , ἀδελφοί , εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς ,
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ὑπερεκπερισσῶς ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν . εἰρηνεύετε ἐν ἑαυτοῖς αὐτοῖς .
παρακαλοῦμεν δὲ ὑμᾶς , ἀδελφοί , νουθετεῖτε τοὺς ἀτάκτους , παραμυθεῖσθε τοὺς ὀλιγοψύχους , ἀντέχεσθε τῶν ἀσθενῶν , μακροθυμεῖτε πρὸς πάντας .
ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ , ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε + καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας .
πάντοτε χαίρετε ,
ἀδιαλείπτως προσεύχεσθε ,
ἐν παντὶ εὐχαριστεῖτε · τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς .
τὸ πνεῦμα μὴ σβέννυτε ,
προφητείας μὴ ἐξουθενεῖτε ·
πάντα δὲ δοκιμάζετε , τὸ καλὸν κατέχετε ,
ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε .
Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς , καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη .
πιστὸς ὁ καλῶν ὑμᾶς , ὃς καὶ ποιήσει .
Ἀδελφοί , προσεύχεσθε + καὶ περὶ ἡμῶν .
ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ .
ἐνορκίζω Ὁρκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς + ἁγίοις ἀδελφοῖς .
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν + Ἀμήν .