The Greek Library Author

Novum Testamentum

Epistula Pauli ad Timotheum I

Scientific editors
The Greek New Testament: SBL Edition
Edition reference
Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
CTS identifier
urn:cts:greekLit:tlg0031.tlg015.local001
Corpus release
2.2.0 · 2026-08-29

Preface 1

Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α

Chapter 1

Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ κυριόυ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν

Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει · χάρις , ἔλεος , εἰρήνη ἀπὸ θεοῦ πατρὸς + ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν .

Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ , πορευόμενος εἰς Μακεδονίαν , ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν

μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις , αἵτινες ἐκζητήσεις ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει —

τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου ,

ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν ,

θέλοντες εἶναι νομοδιδάσκαλοι , μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται .

Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται ,

εἰδὼς τοῦτο , ὅτι δικαίῳ νόμος οὐ κεῖται , ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις , ἀσεβέσι καὶ ἁμαρτωλοῖς , ἀνοσίοις καὶ βεβήλοις , πατρολῴαις καὶ μητρολῴαις , ἀνδροφόνοις ,

πόρνοις , ἀρσενοκοίταις , ἀνδραποδισταῖς , ψεύσταις , ἐπιόρκοις , καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται ,

κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ , ὃ ἐπιστεύθην ἐγώ .

Χάριν Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν , ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν ,

τὸ τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν · ἀλλὰ ἠλεήθην , ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ ,

ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ .

πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος , ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι · ὧν πρῶτός εἰμι ἐγώ ,

ἀλλὰ διὰ τοῦτο ἠλεήθην , ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς Ἰησοῦς Χριστὸς τὴν ἅπασαν πᾶσαν μακροθυμίαν , πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον .

τῷ δὲ βασιλεῖ τῶν αἰώνων , ἀφθάρτῳ , ἀοράτῳ , μόνῳ + σοφῶ θεῷ , τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων · ἀμήν .

Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι , τέκνον Τιμόθεε , κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας , ἵνα στρατεύῃ στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν ,

ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν , ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν ·

ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος , οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν .

Chapter 2

Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις , προσευχάς , ἐντεύξεις , εὐχαριστίας , ὑπὲρ πάντων ἀνθρώπων ,

ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων , ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι .

τοῦτο + γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ ,

ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν .

εἷς γὰρ θεός , εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς ,

ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων , τὸ μαρτύριον καιροῖς ἰδίοις ·

εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος — ἀλήθειαν λέγω + ἐν Χριστῷ , οὐ ψεύδομαι — διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ .

Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ , ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ διαλογισμῶν .

ὡσαύτως καὶ + τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς , μὴ ἐν πλέγμασιν καὶ ἢ χρυσίῳ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ ,

ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν , δι’ ἔργων ἀγαθῶν .

γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ ·

διδάσκειν δὲ γυναικὶ Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω , οὐδὲ αὐθεντεῖν ἀνδρός , ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ .

Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη , εἶτα Εὕα ·

καὶ Ἀδὰμ οὐκ ἠπατήθη , ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν .

σωθήσεται δὲ διὰ τῆς τεκνογονίας , ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης .

Chapter 3

Πιστὸς ὁ λόγος · εἴ τις ἐπισκοπῆς ὀρέγεται , καλοῦ ἔργου ἐπιθυμεῖ .

δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι , μιᾶς γυναικὸς ἄνδρα , νηφάλιον , σώφρονα , κόσμιον , φιλόξενον , διδακτικόν ,

μὴ πάροινον , μὴ πλήκτην + μὴ αἰσχροκερδῆ , ἀλλὰ ἐπιεικῆ , ἄμαχον , ἀφιλάργυρον ,

τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον , τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος ·

( εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν , πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται ; )

μὴ νεόφυτον , ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου .

δεῖ δὲ + αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν , ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου .

Διακόνους ὡσαύτως σεμνούς , μὴ διλόγους , μὴ οἴνῳ πολλῷ προσέχοντας , μὴ αἰσχροκερδεῖς ,

ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει .

καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον , εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες .

γυναῖκας ὡσαύτως σεμνάς , μὴ διαβόλους , νηφαλίους , πιστὰς ἐν πᾶσιν .

διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες , τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων ·

οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ .

Ταῦτά σοι γράφω , ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει τάχιον ,

ἐὰν δὲ βραδύνω , ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι , ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος , στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας ·

καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον · Ὃς θεὸς ἐφανερώθη ἐν σαρκί , ἐδικαιώθη ἐν πνεύματι , ὤφθη ἀγγέλοις , ἐκηρύχθη ἐν ἔθνεσιν , ἐπιστεύθη ἐν κόσμῳ , ἀνελήμφθη ἐν δόξῃ .

Chapter 4

Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως , προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων

ἐν ὑποκρίσει ψευδολόγων , κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν ,

κωλυόντων γαμεῖν , ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν .

ὅτι πᾶν κτίσμα θεοῦ καλόν , καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον ,

ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως .

Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ , ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας ,

τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ . γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν ·

ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος , ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν , ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης .

πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ,

εἰς τοῦτο γὰρ + καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα ἀγωνιζόμεθα , ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι , ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων , μάλιστα πιστῶν .

Παράγγελλε ταῦτα καὶ δίδασκε .

μηδείς σου τῆς νεότητος καταφρονείτω , ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ , ἐν ἀναστροφῇ , ἐν ἀγάπῃ + ἐν πνεύματι , ἐν πίστει , ἐν ἁγνείᾳ .

ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει , τῇ παρακλήσει , τῇ διδασκαλίᾳ .

μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος , ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου .

ταῦτα μελέτα , ἐν τούτοις ἴσθι , ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ + ἐν πᾶσιν ·

ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ · ἐπίμενε αὐτοῖς · τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου .

Chapter 5

Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς , ἀλλὰ παρακάλει ὡς πατέρα , νεωτέρους ὡς ἀδελφούς ,

πρεσβυτέρας ὡς μητέρας , νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ .

Χήρας τίμα τὰς ὄντως χήρας .

εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει , μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις , τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ .

ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεὸν τὸν θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας ·

ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν .

καὶ ταῦτα παράγγελλε , ἵνα ἀνεπίλημπτοι ὦσιν ·

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα + τῶν οἰκείων οὐ προνοεῖ προνοεῖται , τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων .

Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα , ἑνὸς ἀνδρὸς γυνή ,

ἐν ἔργοις καλοῖς μαρτυρουμένη , εἰ ἐτεκνοτρόφησεν , εἰ ἐξενοδόχησεν , εἰ ἁγίων πόδας ἔνιψεν , εἰ θλιβομένοις ἐπήρκεσεν , εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν .

νεωτέρας δὲ χήρας παραιτοῦ · ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ , γαμεῖν θέλουσιν ,

ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν ·

ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν , περιερχόμεναι τὰς οἰκίας , οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι , λαλοῦσαι τὰ μὴ δέοντα .

βούλομαι οὖν νεωτέρας γαμεῖν , τεκνογονεῖν , οἰκοδεσποτεῖν , μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν ·

ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ .

εἴ τις + πιστὸς ἢ πιστὴ ἔχει χήρας , ἐπαρκείτω ἐπαρκείσθω αὐταῖς , καὶ μὴ βαρείσθω ἡ ἐκκλησία , ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ .

Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν , μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ ·

λέγει γὰρ ἡ γραφή · Βοῦν ἀλοῶντα οὐ φιμώσεις , καί · Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ .

κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου , ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων ·

τοὺς + δὲ ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε , ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν .

διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων , ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος , μηδὲν ποιῶν κατὰ πρόσκλισιν .

χεῖρας ταχέως μηδενὶ ἐπιτίθει , μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις · σεαυτὸν ἁγνὸν τήρει .

Μηκέτι ὑδροπότει , ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον + σου καὶ τὰς πυκνάς σου ἀσθενείας .

Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν , προάγουσαι εἰς κρίσιν , τισὶν δὲ καὶ ἐπακολουθοῦσιν ·

ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ καλὰ ἔργα πρόδηλα + ἐστίν , καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται .

Chapter 6

Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι , τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν , ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται .

οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν , ὅτι ἀδελφοί εἰσιν · ἀλλὰ μᾶλλον δουλευέτωσαν , ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι . Ταῦτα δίδασκε καὶ παρακάλει .

εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις , τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ ,

τετύφωται , μηδὲν ἐπιστάμενος , ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας , ἐξ ὧν γίνεται φθόνος , ἔρις , βλασφημίαι , ὑπόνοιαι πονηραί ,

διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας , νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν + Ἀφίστασο ἀπὸ τῶν τοιούτων .

ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας ·

οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον , ὅτι δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα ·

ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα , τούτοις ἀρκεσθησόμεθα .

οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς , αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν ·

ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία , ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς .

Σὺ δέ , ὦ ἄνθρωπε θεοῦ τοῦ θεοῦ , ταῦτα φεῦγε · δίωκε δὲ δικαιοσύνην , εὐσέβειαν , πίστιν , ἀγάπην , ὑπομονήν , πραϋπαθίαν πρᾳότητα .

ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως , ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς , εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων .

παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν ,

τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ,

ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης , ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων ,

ὁ μόνος ἔχων ἀθανασίαν , φῶς οἰκῶν ἀπρόσιτον , ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται · ᾧ τιμὴ καὶ κράτος αἰώνιον · ἀμήν .

Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι , ἀλλ’ ἐπὶ ἐν τῷ θεῷ + τῷ ζῶντι τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν ,

ἀγαθοεργεῖν , πλουτεῖν ἐν ἔργοις καλοῖς , εὐμεταδότους εἶναι , κοινωνικούς ,

ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον , ἵνα ἐπιλάβωνται τῆς ὄντως αἰωνιόυ ζωῆς .

Ὦ Τιμόθεε , τὴν παραθήκην φύλαξον , ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως ,

ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν . Ἡ χάρις μεθ’ ὑμῶν μετὰ σοῦ Ἀμήν .