Epistula Pauli ad Timotheum II
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg016.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β
Chapter 1
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
Τιμοθέῳ ἀγαπητῷ τέκνῳ · χάρις , ἔλεος , εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν .
Χάριν ἔχω τῷ θεῷ , ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει , ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου , νυκτὸς καὶ ἡμέρας
ἐπιποθῶν σε ἰδεῖν , μεμνημένος σου τῶν δακρύων , ἵνα χαρᾶς πληρωθῶ
ὑπόμνησιν λαβὼν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως , ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ , πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί .
δι’ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ , ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου ·
οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας , ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ .
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ , ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ ,
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ , οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν , τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων ,
φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ Χριστοῦ Ἰησοῦ , καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου ,
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος + ἐθνῶν .
δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω , ἀλλ’ οὐκ ἐπαισχύνομαι , οἶδα γὰρ ᾧ πεπίστευκα , καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν .
ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ’ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ ·
τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν .
Οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ , ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης .
δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ , ὅτι πολλάκις με ἀνέψυξεν , καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη ·
ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως σπουδαιότερον ἐζήτησέν με καὶ εὗρεν —
δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ — καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν , βέλτιον σὺ γινώσκεις .
Chapter 2
Σὺ οὖν , τέκνον μου , ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ ,
καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων , ταῦτα παράθου πιστοῖς ἀνθρώποις , οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι .
συγκακοπάθησον Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ Ἰησοῦ χριστοῦ .
οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις , ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ ·
ἐὰν δὲ καὶ ἀθλῇ τις , οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ ·
τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν .
νόει ὃ ἃ λέγω · δώσει δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν .
Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν , ἐκ σπέρματος Δαυίδ , κατὰ τὸ εὐαγγέλιόν μου ·
ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος . ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται ·
διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς , ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου .
πιστὸς ὁ λόγος · εἰ γὰρ συναπεθάνομεν , καὶ συζήσομεν ·
εἰ ὑπομένομεν , καὶ συμβασιλεύσομεν · εἰ ἀρνησόμεθα ἀρνούμεθα , κἀκεῖνος ἀρνήσεται ἡμᾶς ·
εἰ ἀπιστοῦμεν , ἐκεῖνος πιστὸς μένει · ἀρνήσασθαι + γὰρ ἑαυτὸν οὐ δύναται .
Ταῦτα ὑπομίμνῃσκε , διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου θεοῦ , μὴ λογομαχεῖν , ἐπ’ εἰς οὐδὲν χρήσιμον , ἐπὶ καταστροφῇ τῶν ἀκουόντων .
σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ , ἐργάτην ἀνεπαίσχυντον , ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας .
τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο · ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας ,
καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει · ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος ,
οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν , λέγοντες + τὴν ἀνάστασιν ἤδη γεγονέναι , καὶ ἀνατρέπουσιν τήν τινων πίστιν .
ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν , ἔχων τὴν σφραγῖδα ταύτην · Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ , καί · Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου .
Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα , καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν ·
ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων , ἔσται σκεῦος εἰς τιμήν , ἡγιασμένον , εὔχρηστον καὶ εὔχρηστον τῷ δεσπότῃ , εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον .
τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε , δίωκε δὲ δικαιοσύνην , πίστιν , ἀγάπην , εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας .
τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ , εἰδὼς ὅτι γεννῶσι μάχας ·
δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι , ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας , διδακτικόν , ἀνεξίκακον ,
ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους , μήποτε δώῃ δῴη δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας ,
καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος , ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα .
Chapter 3
Τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί ·
ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι , φιλάργυροι , ἀλαζόνες , ὑπερήφανοι , βλάσφημοι , γονεῦσιν ἀπειθεῖς , ἀχάριστοι , ἀνόσιοι ,
ἄστοργοι , ἄσπονδοι , διάβολοι , ἀκρατεῖς , ἀνήμεροι , ἀφιλάγαθοι ,
προδόται , προπετεῖς , τετυφωμένοι , φιλήδονοι μᾶλλον ἢ φιλόθεοι ,
ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι · καὶ τούτους ἀποτρέπου .
ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες αἰχμαλωτεύοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις , ἀγόμενα ἐπιθυμίαις ποικίλαις ,
πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα .
ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ , οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ , ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν , ἀδόκιμοι περὶ τὴν πίστιν .
ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον , ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν , ὡς καὶ ἡ ἐκείνων ἐγένετο .
Σὺ δὲ παρηκολούθησάς παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ , τῇ ἀγωγῇ , τῇ προθέσει , τῇ πίστει , τῇ μακροθυμίᾳ , τῇ ἀγάπῃ , τῇ ὑπομονῇ ,
τοῖς διωγμοῖς , τοῖς παθήμασιν , οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ , ἐν Ἰκονίῳ , ἐν Λύστροις , οἵους διωγμοὺς ὑπήνεγκα · καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος .
καὶ πάντες δὲ οἱ θέλοντες ζῆν εὐσεβῶς εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται ·
πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον , πλανῶντες καὶ πλανώμενοι .
σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης , εἰδὼς παρὰ τίνων τίνος ἔμαθες ,
καὶ ὅτι ἀπὸ βρέφους ἱερὰ τὰ ἱερὰ γράμματα οἶδας , τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ ·
πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν , πρὸς ἐλεγμόν ἔλεγχον , πρὸς ἐπανόρθωσιν , πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ ,
ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος , πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος .
Chapter 4
Διαμαρτύρομαι + οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου Ἰησοῦ χριστοῦ , τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς , καὶ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ ·
κήρυξον τὸν λόγον , ἐπίστηθι εὐκαίρως ἀκαίρως , ἔλεγξον , ἐπιτίμησον , παρακάλεσον , ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ .
ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται , ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν ,
καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν , ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται .
σὺ δὲ νῆφε ἐν πᾶσιν , κακοπάθησον , ἔργον ποίησον εὐαγγελιστοῦ , τὴν διακονίαν σου πληροφόρησον .
Ἐγὼ γὰρ ἤδη σπένδομαι , καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐμῆς ἀναλύσεως ἐφέστηκεν .
τὸν καλὸν ἀγῶνα ἀγῶνα τὸν καλὸν ἠγώνισμαι , τὸν δρόμον τετέλεκα , τὴν πίστιν τετήρηκα ·
λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος , ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ , ὁ δίκαιος κριτής , οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ .
Σπούδασον ἐλθεῖν πρός με ταχέως ·
Δημᾶς γάρ με ἐγκατέλιπεν ἐγκατέλειπεν ἀγαπήσας τὸν νῦν αἰῶνα , καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην , Κρήσκης εἰς Γαλατίαν , Τίτος εἰς Δαλματίαν ·
Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ . Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ , ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν ,
Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον .
τὸν φαιλόνην , ὃν ἀπέλιπον ἀπέλειπον ἐν Τρῳάδι παρὰ Κάρπῳ , ἐρχόμενος φέρε , καὶ τὰ βιβλία , μάλιστα τὰς μεμβράνας .
Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο — ἀποδώσει ἀποδῴη αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ —
ὃν καὶ σὺ φυλάσσου , λίαν γὰρ ἀντέστη ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις .
Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο συμπαρεγένετο , ἀλλὰ πάντες με ἐγκατέλιπον ἐγκατέλειπον . μὴ αὐτοῖς λογισθείη —
ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με , ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν ἀκούσῃ πάντα τὰ ἔθνη , καὶ ἐρρύσθην ἐκ στόματος λέοντος .
ῥύσεταί Καὶ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον · ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν .
Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον .
Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ , Τρόφιμον δὲ ἀπέλιπον ἀπέλειπον ἐν Μιλήτῳ ἀσθενοῦντα .
Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν . Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες .
Ὁ κύριος + Ἰησοῦς χριστὸς μετὰ τοῦ πνεύματός σου . ἡ χάρις μεθ’ ὑμῶν + Ἀμήν .