The Greek Library Author

Novum Testamentum

Epistula Pauli ad Philemonem

Scientific editors
The Greek New Testament: SBL Edition
Edition reference
Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
CTS identifier
urn:cts:greekLit:tlg0031.tlg018.local001
Corpus release
2.2.0 · 2026-08-29

Preface 1

Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.

ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ

Chapter 1

Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν

καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ ἀγαπητῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ ·

χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ .

Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου ,

ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς εἰς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους ,

ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν + Ἰησοῦν ·

χαρὰν Χάριν γὰρ πολλὴν ἔσχον ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου , ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ , ἀδελφέ .

Διό , πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον ,

διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ , τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ Ἰησοῦ Χριστοῦ —

παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου , ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς + μου Ὀνήσιμον ,

τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ + καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον ,

ὃν ἀνέπεμψά σοι αὐτόν , τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ ·

ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν , ἵνα ὑπὲρ σοῦ μοι διακονῇ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου ,

χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι , ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον ·

τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς ,

οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον , ἀδελφὸν ἀγαπητόν , μάλιστα ἐμοί , πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ .

Εἰ οὖν με ἔχεις κοινωνόν , προσλαβοῦ αὐτὸν ὡς ἐμέ .

εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει , τοῦτο ἐμοὶ ἐλλόγα ἐλλόγει ·

ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί , ἐγὼ ἀποτίσω · ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις .

ναί , ἀδελφέ , ἐγώ σου ὀναίμην ἐν κυρίῳ · ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ κυρίῳ .

πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι , εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ ὃ λέγω ποιήσεις .

ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν , ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν .

Ἀσπάζεταί Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ ,

Μᾶρκος , Ἀρίσταρχος , Δημᾶς , Λουκᾶς , οἱ συνεργοί μου .

Ἡ χάρις τοῦ κυρίου + ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν + Ἀμήν .