Epistula Iacobi
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg020.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΙΑΚΩΒΟΥ
Chapter 1
Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν .
Πᾶσαν χαρὰν ἡγήσασθε , ἀδελφοί μου , ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις ,
γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν ·
ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω , ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι , ἐν μηδενὶ λειπόμενοι .
Εἰ δέ τις ὑμῶν λείπεται σοφίας , αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ οὐκ ὀνειδίζοντος , καὶ δοθήσεται αὐτῷ ·
αἰτείτω δὲ ἐν πίστει , μηδὲν διακρινόμενος , ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ ·
μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου
ἀνὴρ δίψυχος , ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ .
Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ ,
ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ , ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται .
ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον , καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο · οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται .
Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν , ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς , ὃν ἐπηγγείλατο + ὁ κύριος τοῖς ἀγαπῶσιν αὐτόν .
μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι · ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν , πειράζει δὲ αὐτὸς οὐδένα .
ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος ·
εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν , ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον .
μὴ πλανᾶσθε , ἀδελφοί μου ἀγαπητοί .
Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν , καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων , παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα .
βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας , εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων .
Ἴστε Ὥστε , ἀδελφοί μου ἀγαπητοί . ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι , βραδὺς εἰς τὸ λαλῆσαι , βραδὺς εἰς ὀργήν ,
ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται οὐ κατεργάζεται .
διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν .
Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ ἀκροαταὶ μόνον μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς .
ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής , οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ ,
κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν .
ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας , οὐκ οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου , οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται .
Εἴ τις δοκεῖ θρησκὸς εἶναι + ἐν ὑμῖν μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἑαυτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ ἑαυτοῦ , τούτου μάταιος ἡ θρησκεία .
θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν , ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν , ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου .
Chapter 2
Ἀδελφοί μου , μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης ;
ἐὰν γὰρ εἰσέλθῃ εἰς + τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ , εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι ,
ἐπιβλέψητε δὲ καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε + αὐτῷ · Σὺ κάθου ὧδε καλῶς , καὶ τῷ πτωχῷ εἴπητε · Σὺ στῆθι ἢ κάθου ἐκεῖ ἐκεῖ ἢ κάθου ἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου ,
οὐ καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν ;
ἀκούσατε , ἀδελφοί μου ἀγαπητοί . οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν ;
ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν . οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν , καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια ;
οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς ;
Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν , καλῶς ποιεῖτε ·
εἰ δὲ προσωπολημπτεῖτε , ἁμαρτίαν ἐργάζεσθε , ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται .
ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ , πταίσῃ τηρήσει πταίσει δὲ ἐν ἑνί , γέγονεν πάντων ἔνοχος .
ὁ γὰρ εἰπών Μὴ μοιχεύσῃς μοιχεύσεις εἶπεν καί Μὴ φονεύσῃς φονεύσεις · εἰ δὲ οὐ μοιχεύεις φονεύεις μοιχεύσεις φονεύσεις δέ , γέγονας παραβάτης νόμου .
οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι .
ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος · κατακαυχᾶται ἔλεος ἔλεον κρίσεως .
Τί + τὸ ὄφελος , ἀδελφοί μου , ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν ;
ἐὰν + δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι + ὦσιν τῆς ἐφημέρου τροφῆς ,
εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν · Ὑπάγετε ἐν εἰρήνῃ , θερμαίνεσθε καὶ χορτάζεσθε , μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος , τί + τὸ ὄφελος ;
οὕτως καὶ ἡ πίστις , ἐὰν μὴ ἔχῃ ἔργα ἔργα ἔχῃ , νεκρά ἐστιν καθ’ ἑαυτήν .
Ἀλλ’ ἐρεῖ τις · Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω . δεῖξόν μοι τὴν πίστιν σου χωρὶς ἐκ τῶν ἔργων + σου , κἀγώ σοι δείξω δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν + μου .
σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός εἷς θεός ἐστιν ὁ θεὸς εἷς ἐστιν ; καλῶς ποιεῖς · καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν .
θέλεις δὲ γνῶναι , ὦ ἄνθρωπε κενέ , ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή νεκρά ἐστιν ;
Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη , ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ;
βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη ,
καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα · Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ , καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην , καὶ φίλος θεοῦ ἐκλήθη .
ὁρᾶτε + τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον .
ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη , ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα ;
ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν , οὕτως καὶ ἡ πίστις χωρὶς + τῶν ἔργων νεκρά ἐστιν .
Chapter 3
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε , ἀδελφοί μου , εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα ·
πολλὰ γὰρ πταίομεν ἅπαντες . εἴ τις ἐν λόγῳ οὐ πταίει , οὗτος τέλειος ἀνήρ , δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα .
εἰ δὲ Ἴδε τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν , καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν .
ἰδοὺ καὶ τὰ πλοῖα , τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν σκληρῶν ἀνέμων ἐλαυνόμενα , μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται ἂν ἡ … βούληται ·
οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ μεγαλαυχεῖ . Ἰδοὺ ἡλίκον ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει ·
καὶ ἡ γλῶσσα πῦρ , ὁ κόσμος τῆς ἀδικίας + οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν , ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης .
πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ ·
τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων δύναται ἀνθρώπων δαμάσαι · ἀκατάστατον ἀκατάσχετον κακόν , μεστὴ ἰοῦ θανατηφόρου .
ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον θεὸν καὶ πατέρα , καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν θεοῦ γεγονότας ·
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα . οὐ χρή , ἀδελφοί μου , ταῦτα οὕτως γίνεσθαι .
μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν ;
μὴ δύναται , ἀδελφοί μου , συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα ; οὔτε ἁλυκὸν Οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ .
Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν ; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας .
εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν , μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας .
οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη , ἀλλὰ ἐπίγειος , ψυχική , δαιμονιώδης ·
ὅπου γὰρ ζῆλος καὶ ἐριθεία , ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα .
ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν , ἔπειτα εἰρηνική , ἐπιεικής , εὐπειθής , μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν , ἀδιάκριτος + καὶ , ἀνυπόκριτος ·
καρπὸς δὲ + τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην .
Chapter 4
Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν ; οὐκ ἐντεῦθεν , ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν ;
ἐπιθυμεῖτε , καὶ οὐκ ἔχετε · φονεύετε καὶ ζηλοῦτε , καὶ οὐ δύνασθε ἐπιτυχεῖν · μάχεσθε καὶ πολεμεῖτε . οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς ·
αἰτεῖτε καὶ οὐ λαμβάνετε , διότι κακῶς αἰτεῖσθε , ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε .
μοιχαλίδες Μοιχοὶ καὶ μοιχαλίδες , οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν ; ὃς ἐὰν ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου , ἐχθρὸς τοῦ θεοῦ καθίσταται .
ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει · Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν κατῴκησεν ἐν ἡμῖν ;
μείζονα δὲ δίδωσιν χάριν · διὸ λέγει · Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν .
ὑποτάγητε οὖν τῷ θεῷ · ἀντίστητε δὲ τῷ διαβόλῳ , καὶ φεύξεται ἀφ’ ὑμῶν ·
ἐγγίσατε τῷ θεῷ , καὶ ἐγγιεῖ ἐγγίσει ὑμῖν . καθαρίσατε χεῖρας , ἁμαρτωλοί , καὶ ἁγνίσατε καρδίας , δίψυχοι .
ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε · ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν ·
ταπεινώθητε ἐνώπιον κυρίου τοῦ κυρίου , καὶ ὑψώσει ὑμᾶς .
Μὴ καταλαλεῖτε ἀλλήλων , ἀδελφοί · ὁ καταλαλῶν ἀδελφοῦ ἢ καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον · εἰ δὲ νόμον κρίνεις , οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής .
εἷς ἐστιν + ὁ νομοθέτης καὶ κριτής , ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι · σὺ δὲ τίς εἶ , ὁ κρίνων ὃς κρίνεις τὸν πλησίον ἕτερον .
Ἄγε νῦν οἱ λέγοντες · Σήμερον ἢ καὶ αὔριον πορευσόμεθα πορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν + ἕνα καὶ ἐμπορευσόμεθα ἐμπορευσώμεθα καὶ κερδήσομεν κερδήσωμεν ·
οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία + γὰρ ἡ ζωὴ ὑμῶν · ἀτμὶς γάρ ἐστε ἔσται ἡ πρὸς ὀλίγον φαινομένη , ἔπειτα + δὲ καὶ ἀφανιζομένη ·
ἀντὶ τοῦ λέγειν ὑμᾶς · Ἐὰν ὁ κύριος θελήσῃ θέλῃ , καὶ ζήσομεν ζήσωμεν καὶ ποιήσομεν ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο .
νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν · πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν .
εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι , ἁμαρτία αὐτῷ ἐστιν .
Chapter 5
Ἄγε νῦν οἱ πλούσιοι , κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις .
ὁ πλοῦτος ὑμῶν σέσηπεν , καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν ,
ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται , καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν · ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις .
ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος ἀπεστερημένος ἀφ’ ὑμῶν κράζει , καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν εἰσελήλυθαν ·
ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε , ἐθρέψατε τὰς καρδίας ὑμῶν + ὡς ἐν ἡμέρᾳ σφαγῆς .
κατεδικάσατε , ἐφονεύσατε τὸν δίκαιον . οὐκ ἀντιτάσσεται ὑμῖν ;
Μακροθυμήσατε οὖν , ἀδελφοί , ἕως τῆς παρουσίας τοῦ κυρίου . ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς , μακροθυμῶν ἐπ’ αὐτῷ αὐτόν ἕως λάβῃ + ὑετὸν πρόϊμον καὶ ὄψιμον .
μακροθυμήσατε καὶ ὑμεῖς , στηρίξατε τὰς καρδίας ὑμῶν , ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν .
μὴ στενάζετε , ἀδελφοί , κατ’ ἀλλήλων κατ’ ἀλλήλων ἀδελφοί , ἵνα μὴ κριθῆτε · ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν .
ὑπόδειγμα λάβετε , ἀδελφοί + μου , τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας , οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου .
ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας ὑπομένοντας · τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε , καὶ τὸ τέλος κυρίου εἴδετε ἴδετε , ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων .
Πρὸ πάντων δέ , ἀδελφοί μου , μὴ ὀμνύετε , μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον · ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ , ἵνα μὴ ὑπὸ κρίσιν εἴς ὑπὸκρίσιν πέσητε .
Κακοπαθεῖ τις ἐν ὑμῖν ; προσευχέσθω · εὐθυμεῖ τις ; ψαλλέτω .
ἀσθενεῖ τις ἐν ὑμῖν ; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας , καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου ·
καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα , καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος · κἂν ἁμαρτίας ᾖ πεποιηκώς , ἀφεθήσεται αὐτῷ .
ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας τὰ παραπτώματα καὶ εὔχεσθε προσεύχεσθε ὑπὲρ ἀλλήλων , ὅπως ἰαθῆτε . πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη .
Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν , καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι , καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ ·
καὶ πάλιν προσηύξατο , καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν ἔδωκεν ὑετὸν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς .
Ἀδελφοί μου , ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν ,
γινωσκέτω γινώσκετε ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν .