The Greek Library Author

Novum Testamentum

Epistula Petri II

Scientific editors
The Greek New Testament: SBL Edition
Edition reference
Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
CTS identifier
urn:cts:greekLit:tlg0031.tlg022.local001
Corpus release
2.2.0 · 2026-08-29

Preface 1

Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.

ΠΕΤΡΟΥ Β

Chapter 1

Συμεὼν Σιμων Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ ·

χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν .

Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ διὰ δόξης καὶ ἀρετῆς ,

δι’ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν μέγιστα καὶ τίμια ἡμῖν τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται , ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως , ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς .

καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν , ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν ,

ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν , ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν , ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν ,

ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν , ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην ·

ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν ·

ᾧ γὰρ μὴ πάρεστιν ταῦτα , τυφλός ἐστιν μυωπάζων , λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων ἁμαρτιῶν .

διὸ μᾶλλον , ἀδελφοί , σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι · ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε ·

οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ .

Διὸ μελλήσω οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων , καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ .

δίκαιον δὲ ἡγοῦμαι , ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι , διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει ,

εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου , καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι ·

σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι .

Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν , ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος .

λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης · Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός , εἰς ὃν ἐγὼ εὐδόκησα —

καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει ὄρει τῷ ἁγίῳ .

καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον , ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ , ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν ·

τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται ,

οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ ποτὲ προφητεία , ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ ἅγιοι θεοῦ ἄνθρωποι .

Chapter 2

Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ , ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι , οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας , καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι , ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν ·

καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις , δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται ·

καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται · οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ , καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει νυστάξει .

Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο , ἀλλὰ σειραῖς σιροις ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους ,

καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο , ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν , κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας ,

καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν , ὑπόδειγμα μελλόντων ἀσεβέσιν ἀσεβεῖν τεθεικώς ,

καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο —

βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν —

οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι , ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν ,

μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας . Τολμηταὶ , αὐθάδεις , δόξας οὐ τρέμουσιν , βλασφημοῦντες ,

ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ αὐτῶν + παρὰ κυρίῳ + παρὰ κυρίου βλάσφημον κρίσιν .

οὗτοι δέ , ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν , ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες , ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται καταφθαρήσονται ,

ἀδικούμενοι κομιούμενοι μισθὸν ἀδικίας · ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν , σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις ἀγάπαις αὐτῶν συνευωχούμενοι ὑμῖν ,

ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἀκαταπάστους ἁμαρτίας , δελεάζοντες ψυχὰς ἀστηρίκτους , καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες , κατάρας τέκνα ,

καταλιπόντες καταλείποντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν , ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσὸρ Βεὼρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν

ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας · ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν .

Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι , οἷς ὁ ζόφος τοῦ σκότους + εἰς αἰῶνα τετήρηται .

ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως ὄντως ἀποφεύγοντας ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους ,

ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι , αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς · ᾧ γάρ τις ἥττηται , τούτῳ καὶ δεδούλωται .

εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου + ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται , γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων .

κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς ·

συμβέβηκεν + δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας · Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα , καί · Ὗς λουσαμένη εἰς κυλισμὸν κύλισμα βορβόρου .

Chapter 3

Ταύτην ἤδη , ἀγαπητοί , δευτέραν ὑμῖν γράφω ἐπιστολήν , ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν ,

μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος ,

τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτων ἐσχάτου τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι

καὶ λέγοντες · Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν , πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως .

λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ ,

δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο ·

οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων .

Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς , ἀγαπητοί , ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία .

οὐ βραδύνει κύριος ὁ κύριος τῆς ἐπαγγελίας , ὥς τινες βραδύτητα ἡγοῦνται , ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς ἡμᾶς , μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι .

ἥξει δὲ ἡμέρα ἡ ἡμέρα κυρίου ὡς κλέπτης + ἐν νυκτί , ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται , στοιχεῖα δὲ καυσούμενα λυθήσεται λυθήσονται , καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται κατακαήσεται οὐχ εὑρεθήσεται .

Τούτων οὕτως οὖν πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις ,

προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας , δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται ·

καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν , ἐν οἷς δικαιοσύνη κατοικεῖ .

Διό , ἀγαπητοί , ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ ,

καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε , καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν ,

ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων , ἐν αἷς οἷς ἐστιν δυσνόητά τινα , ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν .

ὑμεῖς οὖν , ἀγαπητοί , προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ ,

αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ . αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος . ἀμήν .