Epistula Ioannis I
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg023.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΙΩΑΝΝΟΥ Α
Chapter 1
Ὃ ἦν ἀπ’ ἀρχῆς , ὃ ἀκηκόαμεν , ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν , ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν , περὶ τοῦ λόγου τῆς ζωῆς —
καὶ ἡ ζωὴ ἐφανερώθη , καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν —
ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν καὶ ὑμῖν , ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν · καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ ·
καὶ ταῦτα γράφομεν ἡμεῖς ὑμῖν ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη .
Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν , ὅτι ὁ θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία .
ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν , ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν ·
ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ φωτί , κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων καὶ τὸ αἷμα Ἰησοῦ + Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας .
ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν , ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν ἐν ἡμῖν οὐκ ἔστιν .
ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν , πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας .
ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν , ψεύστην ποιοῦμεν αὐτὸν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν .
Chapter 2
Τεκνία μου , ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε . καὶ ἐάν τις ἁμάρτῃ , παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον ,
καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν , οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου .
Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν , ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν .
ὁ λέγων ὅτι Ἔγνωκα αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν , καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν ·
ὃς δ’ ἂν τηρῇ αὐτοῦ τὸν λόγον , ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται . ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν ·
ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ αὐτὸς + οὕτως περιπατεῖν .
Ἀγαπητοί Ἀδελφοί , οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν , ἀλλ’ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ’ ἀρχῆς · ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε + ἀπ’ ἀρχῆς .
πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν , ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν , ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει .
ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι .
ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει , καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν ·
ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ , καὶ οὐκ οἶδεν ποῦ ὑπάγει , ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ .
Γράφω ὑμῖν , τεκνία , ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ ·
γράφω ὑμῖν , πατέρες , ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς · γράφω ὑμῖν , νεανίσκοι , ὅτι νενικήκατε τὸν πονηρόν .
ἔγραψα Γράφω ὑμῖν , παιδία , ὅτι ἐγνώκατε τὸν πατέρα · ἔγραψα ὑμῖν , πατέρες , ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς · ἔγραψα ὑμῖν , νεανίσκοι , ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν .
Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ . ἐάν τις ἀγαπᾷ τὸν κόσμον , οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ ·
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ , ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου , οὐκ ἔστιν ἐκ τοῦ πατρός , ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν ·
καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ , ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα .
Παιδία , ἐσχάτη ὥρα ἐστίν , καὶ καθὼς ἠκούσατε ὅτι + ὁ ἀντίχριστος ἔρχεται , καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν · ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν .
ἐξ ἡμῶν ἐξῆλθαν , ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν · εἰ γὰρ ἐξ ἡμῶν ἦσαν ἦσαν ἐξ ἡμῶν , μεμενήκεισαν ἂν μεθ’ ἡμῶν · ἀλλ’ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν .
καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου καὶ οἴδατε πάντες πάντα ·
οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν , ἀλλ’ ὅτι οἴδατε αὐτήν , καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν .
τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός ; οὗτός ἐστιν ὁ ἀντίχριστος , ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν .
πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει · ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει .
ὑμεῖς + οὐν ὃ ἠκούσατε ἀπ’ ἀρχῆς , ἐν ὑμῖν μενέτω · ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε , καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε .
καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν , τὴν ζωὴν τὴν αἰώνιον .
Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς .
καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν ἐν ὑμῖν μένει , καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς · ἀλλ’ ὡς τὸ αὐτοῦ αὐτὸ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων , καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος , καὶ καθὼς ἐδίδαξεν ὑμᾶς , μένετε μενεῖτε ἐν αὐτῷ .
Καὶ νῦν , τεκνία , μένετε ἐν αὐτῷ , ἵνα ἐὰν ὅταν φανερωθῇ σχῶμεν ἔχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ .
ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν , γινώσκετε ὅτι + καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται .
Chapter 3
ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν , καὶ ἐσμέν . διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς ὑμᾶς ὅτι οὐκ ἔγνω αὐτόν .
ἀγαπητοί , νῦν τέκνα θεοῦ ἐσμεν , καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα . οἴδαμεν + δὲ ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα , ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν .
καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν .
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ , καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία .
καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας + ἡμῶν ἄρῃ , καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν .
πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει · πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν .
τεκνία , μηδεὶς πλανάτω ὑμᾶς · ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν , καθὼς ἐκεῖνος δίκαιός ἐστιν ·
ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν , ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει . εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου .
πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ , ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει , καὶ οὐ δύναται ἁμαρτάνειν , ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται .
ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου · πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ , καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ .
Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ’ ἀρχῆς , ἵνα ἀγαπῶμεν ἀλλήλους ·
οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ · καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν , τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια .
μὴ καὶ μὴ θαυμάζετε , ἀδελφοί + μου , εἰ μισεῖ ὑμᾶς ὁ κόσμος .
ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν , ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς · ὁ μὴ ἀγαπῶν + τὸν ἀδελφόν μένει ἐν τῷ θανάτῳ .
πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν , καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ ἑαυτῷ μένουσαν .
ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην , ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν · καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι τιθέναι .
ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ , πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ ;
Τεκνία + μου , μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ .
ἐν καὶ ἐν τούτῳ γνωσόμεθα γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν , καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν τὰς καρδίας ἡμῶν
ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία , ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα .
ἀγαπητοί , ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν , παρρησίαν ἔχομεν πρὸς τὸν θεόν ,
καὶ ὃ ἐὰν ἂν αἰτῶμεν λαμβάνομεν ἀπ’ παρ’ αὐτοῦ , ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν .
καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ , ἵνα πιστεύσωμεν πιστεύωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους , καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν .
καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ · καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν , ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν .
Chapter 4
Ἀγαπητοί , μὴ παντὶ πνεύματι πιστεύετε , ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν , ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον .
ἐν τούτῳ γινώσκετε γινώσκεται τὸ πνεῦμα τοῦ θεοῦ · πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν ,
καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν + Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ οὐκ ἔστιν · καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου , ὃ ἀκηκόατε ὅτι ἔρχεται , καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη .
ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε , τεκνία , καὶ νενικήκατε αὐτούς , ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ ·
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν · διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει .
ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν · ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν , ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν . ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης .
Ἀγαπητοί , ἀγαπῶμεν ἀλλήλους , ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν , καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν .
ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν , ὅτι ὁ θεὸς ἀγάπη ἐστίν .
ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν , ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι’ αὐτοῦ .
ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη , οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν ἠγαπήσαμεν τὸν θεόν , ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν .
ἀγαπητοί , εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς , καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν .
θεὸν οὐδεὶς πώποτε τεθέαται · ἐὰν ἀγαπῶμεν ἀλλήλους , ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν τετελειωμένη ἐν ἡμῖν ἐστίν τετελειωμένη ἐστιν ἐν ἡμῖν .
Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν , ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν .
καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου .
ὃς ἐὰν ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς + Χριστός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ , ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ .
καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν . Ὁ θεὸς ἀγάπη ἐστίν , καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ μένει .
ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν , ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως , ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ .
φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ , ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον , ὅτι ὁ φόβος κόλασιν ἔχει , ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ .
ἡμεῖς ἀγαπῶμεν + αὐτόν , ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς .
ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν , καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ , ψεύστης ἐστίν · ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν , τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ πῶς δύναται ἀγαπᾶν .
καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ , ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ .
Chapter 5
Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται , καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ .
ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ , ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν τηρῶμεν ·
αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν , καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν ,
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον . καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον , ἡ πίστις ἡμῶν ·
τίς δέ ἐστιν ἐστιν δὲ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ;
Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος , Ἰησοῦς Χριστός · οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ’ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι · καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν , ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια .
ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ,
τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα , καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν .
εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν , ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν , ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ὅτι ἥν μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ .
ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ αὐτῷ ἑαυτῷ · ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν , ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ .
καὶ αὕτη ἐστὶν ἡ μαρτυρία , ὅτι ζωὴν αἰώνιον ἔδωκεν ὁ θεὸς ἡμῖν ἡμῖν ὁ θεὸς , καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν .
ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν · ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει .
Ταῦτα ἔγραψα ὑμῖν + τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον αἰώνιον ἔχετε , τοῖς πιστεύουσιν καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ .
καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν , ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν .
καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν ἂν αἰτώμεθα , οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ’ παρ’ αὐτοῦ .
ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον , αἰτήσει , καὶ δώσει αὐτῷ ζωήν , τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον . ἔστιν ἁμαρτία πρὸς θάνατον · οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ .
πᾶσα ἀδικία ἁμαρτία ἐστίν , καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον .
Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει , ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν ἑαυτόν , καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ .
οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν , καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται .
οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει , καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν γινώσκομεν τὸν ἀληθινόν · καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ , ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ . οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος .
Τεκνία , φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων + Ἀμήν .