Epistula Ioannis II
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg024.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΙΩΑΝΝΟΥ Β
Chapter 1
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς , οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ , καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν ,
διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν , καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα ·
ἔσται μεθ’ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός , καὶ παρὰ + κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός , ἐν ἀληθείᾳ καὶ ἀγάπῃ .
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ , καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός .
καὶ νῦν ἐρωτῶ σε , κυρία , οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι γράφων σοι καινὴν ἀλλὰ ἣν εἴχομεν ἀπ’ ἀρχῆς , ἵνα ἀγαπῶμεν ἀλλήλους .
καὶ αὕτη ἐστὶν ἡ ἀγάπη , ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ · αὕτη ἡ ἐντολή ἐστιν ἐστιν ἡ ἐντολή , καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς , ἵνα ἐν αὐτῇ περιπατῆτε .
ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰσῆλθόν εἰς τὸν κόσμον , οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί · οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος .
βλέπετε ἑαυτούς , ἵνα μὴ ἀπολέσητε ἀπολέσωμεν ἃ εἰργασάμεθα εἰργάσασθε , ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε ἀπολάβωμεν .
πᾶς ὁ προάγων παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει · ὁ μένων ἐν τῇ διδαχῇ + τοῦ Χριστοῦ , οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει .
εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει , μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε ·
ὁ λέγων γὰρ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς .
Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος , ἀλλὰ ἐλπίζω γενέσθαι ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι , ἵνα ἡ χαρὰ ὑμῶν ἡμῶν πεπληρωμένη ᾖ ᾖ πεπληρωμένη .
Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς + Ἀμήν .