Epistula Iuda
- Scientific editors
- The Greek New Testament: SBL Edition
- Edition reference
- Novum Testamentum Graecum: Editio Critica Maior The Institute for New Testament Textual Research 4: Catholic Letters Barbara Aland Kurt Aland Gerd Mink Holger Strutwolf Klaus Wachtel Stuttgart Deutsche Bibelgesellschaft 1997–2005
- CTS identifier
urn:cts:greekLit:tlg0031.tlg026.local001- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Cf. the Introduction to the SBL Greek New Testament by Michael Holmes.
ΙΟΥΔΑ
Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος , ἀδελφὸς δὲ Ἰακώβου , τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις ἠγίασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς ·
ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη .
Ἀγαπητοί , πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει .
παρεισέδυσαν γάρ τινες ἄνθρωποι , οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα , ἀσεβεῖς , τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην + θεόν καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι .
Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι , εἰδότας ὑμᾶς ἅπαξ ἅπαξ ὑμᾶς ἅπαξ ὑμᾶς πάντα τοῦτο , ὅτι Ἰησοῦς κύριος ὁ κύριος ὁ κύριος ἅπαξ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν ,
ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν ·
ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις , τὸν ὅμοιον τρόπον τούτοις τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας , πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι .
Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν , κυριότητα δὲ ἀθετοῦσιν , δόξας δὲ βλασφημοῦσιν .
ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος , ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος , οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας , ἀλλὰ εἶπεν · Ἐπιτιμήσαι σοι κύριος .
οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν , ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται , ἐν τούτοις φθείρονται .
οὐαὶ αὐτοῖς , ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν , καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν , καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο .
οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι , ἀφόβως ἑαυτοὺς ποιμαίνοντες , νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι , δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα ,
κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας , ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται .
Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων · Ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ ,
ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς + αὐτῶν πᾶσαν ψυχὴν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς .
οὗτοί εἰσιν γογγυσταί , μεμψίμοιροι , κατὰ τὰς ἐπιθυμίας αὐτῶν ἑαυτῶν πορευόμενοι , καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα , θαυμάζοντες πρόσωπα ὠφελείας χάριν .
Ὑμεῖς δέ , ἀγαπητοί , μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ·
ὅτι ἔλεγον ὑμῖν + ὅτι · Ἐπ’ ἐσχάτου χρόνου Ἐπ’ ἐσχάτου τοῦ χρόνου ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν .
οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες , ψυχικοί , πνεῦμα μὴ ἔχοντες .
ὑμεῖς δέ , ἀγαπητοί , ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς , ἐν πνεύματι ἁγίῳ προσευχόμενοι ,
ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον .
καὶ οὓς μὲν ἐλεᾶτε ἐλεεῖτε ἐλέγχετε διακρινομένους , διακρινομένους διακρινομένοι
οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες , οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ οὓς δὲ ἐν φόβῳ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες , μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα .
Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς αὐτούς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει
μόνῳ + σοφῷ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα + καὶ μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας · ἀμήν .