The Greek Library Author

Pindar

Ὀλυμπιονῖκαι

Author namesPindare · Pindar · Pindaros · Pindarus · Πινδαρος

Edition reference
The Odes of Pindar · Cambridge, MA; London · Harvard University Press; William Heinemann Ltd. · 1937
CTS identifier
urn:cts:greekLit:tlg0033.tlg001.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Olympian 1 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙῼ ΚΕΛΗΤΙ

1ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ

2ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου·

3εἰ δʼ ἄεθλα γαρύεν

4ἔλδεαι, φίλον ἦτορ,

5μηκέθʼ ἁλίου σκόπει

6ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας διʼ αἰθέρος,

7μηδʼ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν·

8ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται

9σοφῶν μητίεσσι, κελαδεῖν

10Κρόνου παῖδʼ ἐς ἀφνεὰν ἱκομένους

11μάκαιραν Ἱέρωνος ἑστίαν,

12θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ

13Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,

14ἀγλαΐζεται δὲ καὶ

15μουσικᾶς ἐν ἀώτῳ,

16οἷα παίζομεν φίλαν

17ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου

18λάμβανʼ, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις

19νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,

20ὅτε παρʼ Ἀλφεῷ σύτο, δέμας

21ἀκέντητον ἐν δρόμοισι παρέχων,

22κράτει δὲ προσέμιξε δεσπόταν,

23Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέος

24ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·

25τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος

26Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ

27ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.

28ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον

29δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι

30Χάρις δʼ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,

31ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν

32ἔμμεναι τὸ πολλάκις·

33ἁμέραι δʼ ἐπίλοιποι

34μάρτυρες σοφώτατοι.

35ἔστι δʼ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά· μείων γὰρ αἰτία.

36υἱὲ Ταντάλου, σὲ δʼ, ἀντία προτέρων, φθέγξομαι,

37ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον

38ἐς ἔρανον φίλαν τε Σίπυλον,

39ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,

40τότʼ Ἀγλαοτρίαιναν ἁρπάσαι

41δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τʼ ἀνʼ ἵπποις

42ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,

43ἔνθα δευτέρῳ χρόνῳ

44ἦλθε καὶ Γανυμήδης

45Ζηνὶ τωὔτʼ ἐπὶ χρέος.

46ὡς δʼ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,

47ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,

48ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν

49μαχαίρᾳ τάμον κάτα μέλη,

50τραπέζαισί τʼ, ἀμφὶ δεύτατα, κρεῶν

51σέθεν διεδάσαντο καὶ φάγον.

52ἐμοὶ δʼ ἄπορα γαστρίμαργον μακάρων τινʼ εἰπεῖν. ἀφίσταμαι.

53ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.

54εἰ δὲ δή τινʼ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ

55ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαι

56μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δʼ ἕλεν

57ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον,

58τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.

59ἔχει δʼ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,

60μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις

61ἁλίκεσσι συμπόταις

62νέκταρ ἀμβροσίαν τε

63δῶκεν, οἷσιν ἄφθιτον

64θῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.

65τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν

66μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.

67πρὸς εὐάνθεμον δʼ ὅτε φυὰν

68λάχναι νιν μέλαν γένειον ἔρεφον.

69ἑτοῖμον ἀνεφρόντισεν γάμον

70Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν

71σχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ

72ἄπυεν βαρύκτυπον

73Εὐτρίαιναν· ὁ δʼ αὐτῷ

74πὰρ ποδὶ σχεδὸν φάνη.

75τῷ μὲν εἶπε· φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριν

76τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,

77ἐμὲ δʼ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων

78ἐς Ἆλιν, κράτει δὲ πέλασον.

79ἐπεὶ τρεῖς τε καὶ δέκʼ ἄνδρας ὀλέσαις

80ἐρῶντας ἀναβάλλεται γάμον

81θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.

82θανεῖν δʼ οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμον

83γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,

84ἁπάντων καλῶν ἄμμορος; ἀλλʼ ἐμοὶ μὲν οὗτος ἄεθλος

85ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.

86ὣς ἔννεπεν· οὐδʼ ἀκράντοις ἐφάψατʼ ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς

87ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τʼ ἀκάμαντας ἵππους.

88ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε σύνευνον·

89τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.

90νῦν δʼ ἐν αἱμακουρίαις

91ἀγλααῖσι μέμικται,

92Ἀλφεοῦ πόρῳ κλιθείς,

93τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέος

94τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις

95Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται

96ἀκμαί τʼ ἰσχύος θρασύπονοι·

97ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον

98ἔχει μελιτόεσσαν εὐδίαν

99ἀέθλων γʼ ἕνεκεν. τὸ δʼ αἰεὶ παράμερον ἐσλὸν

100ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι

101κεῖνον ἱππίῳ νόμῳ

102Αἰοληΐδι μολπᾷ

103χρή· πέποιθα δὲ ξένον

104μή τινʼ, ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον,

105τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.

106θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται

107ἔχων τοῦτο κᾶδος, Ἱέρων,

108μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι,

109ἔτι γλυκυτέραν κεν ἔλπομαι

110σὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων

111παρʼ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν

112Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει·

113ἐπʼ ἄλλοισι δʼ ἄλλοι μεγάλοι. τὸ δʼ ἔσχατον

114κορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.

115εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροις

116ὁμιλεῖν, πρόφαντον σοφίᾳ καθʼ Ἕλλανας ἐόντα παντᾷ.

Olympian 2 ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ

1ἀναξιφόρμιγγες ὕμνοι,

2τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν;

3ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης

4ἀκρόθινα πολέμου·

5Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου

6γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμʼ Ἀκράγαντος,

7εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·

8καμόντες οἳ πολλὰ θυμῷ

9ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν

10ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων

11γνησίαις ἐπʼ ἀρεταῖς.

12ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων

13ἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς

14εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον

15λοιπῷ γένει. τῶν δὲ πεπραγμένων

16ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδʼ ἂν

17χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·

18λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.

19ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει

20παλίγκοτον δαμασθέν,

21ὅταν θεοῦ Μοῖρα πέμπῃ

22ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις

23Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δʼ ἐπίτνει βαρὺ

24κρεσσόνων πρὸς ἀγαθῶν.

25ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ

26κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί,

27καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·

28λέγοντι δʼ ἐν καὶ θαλάσσᾳ

29μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον

30Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται

31πεῖρας οὔ τι θανάτου,

32οὐδʼ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδʼ ἁλίου,

33ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν· ῥοαὶ δʼ ἄλλοτʼ ἄλλαι

34εὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.

35οὕτω δὲ Μοῖρʼ, ἅ τε πατρώιον

36τῶνδʼ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ

37ἐπί τι καὶ πῆμʼ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ·

38ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς

39συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν

40παλαίφατον τέλεσσεν.

41ἰδοῖσα δʼ ὀξεῖʼ Ἐριννὺς

42ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον·

43λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις

44ἐν μάχαις τε πολέμου

45τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·

46ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου

47ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.

48Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς

49γέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεὸν

50Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων

51ἄγαγον. τὸ δὲ τυχεῖν

52πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.

53ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν

54καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,

55ἀστὴρ ἀρίζηλος, ἐτήτυμον

56ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,

57ὅτι θανόντων μὲν ἐνθάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένες

58ποινὰς ἔτισαν, τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷ

59ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ

60λόγον φράσαις ἀνάγκᾳ·

61ἴσαις δὲ νύκτεσσιν αἰεί,

62ἴσαις δʼ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον

63ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ

64οὐδὲ πόντιον ὕδωρ

65κεινὰν παρὰ δίαιταν· ἀλλὰ παρὰ μὲν τιμίοις

66θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται

67αἰῶνα· τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνον

68ὅσοι δʼ ἐτόλμασαν ἐστρὶς

69ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν

70ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρων

71νᾶσος ὠκεανίδες

72αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,

73τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει,

74ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις

75βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,

76ὃν πατὴρ ἔχει μέ γας ἑτοῖμον αὐτῷ πάρεδρον,

77πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.

78Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·

79Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορ

80λιταῖς ἔπεισε, μάτηρ·

81ὃς Ἕκτορʼ ἔσφαλε, Τροίας

82ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,

83Ἀοῦς τε παῖδʼ Αἰθίοπα. πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη

84ἔνδον ἐντι φαρέτρας

85φωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέων

86χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι

87παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον

88Διὸς πρὸς ὄρνιχα θεῖον.

89ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν

90ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι

91Ἀκράγαντι τανύσαις

92αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ

93τεκεῖν μή τινʼ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον

94εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα

95Θήρωνος. ἀλλʼ αἶνον ἔβα κόρος

96οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπʼ ἀνδρῶν,

97τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖς

98ἔργοις· ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,

99καὶ κεῖνος ὅσα χάρματʼ ἄλλοις ἔθηκεν

100τίς ἂν φράσαι δύναιτο;

Olympian 3 ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ

1Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θʼ Ἑλένᾳ

2κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,

3Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων

4ἵππων ἄωτον. Μοῖσα δʼ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον

5Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ

6ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι

7πράσσοντί με τοῦτο θεόδματον χρέος,

8φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν

9Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν· τᾶς ἄπο

10θεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί,

11ᾧ τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας,

12ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν

13ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας· τάν ποτε

14Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,

15μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων

16δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.

17πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ

18ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τʼ ἀρετᾶν.

19ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος

20ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,

21καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδʼ ἁμᾶ

22θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ·

23ἀλλʼ οὐ καλὰ δένδρεʼ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.

24τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.

25δὴ τότʼ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα

26Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ

27δέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,

28εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθεν

29χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέτα

30ἀντιθεῖσʼ Ὀρθωσίᾳ ἔγραψεν ἱράν.

31τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα

32ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς.

33τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου

34ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται

35σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.

36τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν

37ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου

38διφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις

39Θήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν

40ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,

41εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.

42εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,

43νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται

44οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δʼ ἔστι σοφοῖς ἄβατον

45κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.

Olympian 4 ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΡΜΑΤΙ

1ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ ὧραι

2ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μʼ ἔπεμψαν

3ὑψηλοτάτων μάρτυρʼ ἀέθλων.

4ξείνων δʼ εὖ πρασσόντων ἔσαναν αὐτίκʼ ἀγγελίαν

5ποτὶ γλυκεῖαν ἐσλοί.

6ἀλλʼ, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,

7ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,

8Οὐλυμπιονίκαν δέκευ

9Χαρίτων ἕκατι τόνδε κῶμον,

10χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει

11ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι

12σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων

13εἴη λοιπαῖς εὐχαῖς· ἐπεί νιν αἰνέω μάλα μὲν

14τροφαῖς ἑτοῖμον ἵππων,

15χαίροντά τε ξενίαις πανδόκοις

16καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.

17οὐ ψεύδεϊ τέγξω λόγον·

18διάπειρά τοι βροτῶν ἔλεγχος·

19ἅπερ Κλυμένοιο παῖδα

20Λαμνιάδων γυναικῶν

21ἔλυσεν ἐξ ἀτιμίας.

22χαλκέοισι δʼ ἐν ἔντεσι νικῶν δρόμον

23ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών·

24οὗτος ἐγὼ ταχυτᾶτι·

25χεῖρες δὲ καὶ ἦτορ ἴσον.

26φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν

27πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας

28ἐοικότα χρόνον.

Olympian 5 ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΠΗΝΗ

1ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν

2τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ

3ἀκαμαντόποδός τʼ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·

4ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον

5βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις

6ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,

7ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν

8νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρʼ Ἄκρωνʼ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.

9ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτων

10σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν

11τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν,

12καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,

13κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,

14ἀπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·

15αἰεὶ δʼ ἀμφʼ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον

16κινδύνῳ κεκαλυμμένον· ἠῢ δʼ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.

17Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον

18τιμῶν τʼ Ἀλφεὸν εὐρὺ ῥέοντʼ Ἰδαῖόν τε σεμνὸν ἄντρον,

19ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,

20αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς

21δαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις

22ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,

23υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει,

24ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.

Olympian 6 ΑΓΗΣΙΑι ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝΗι

1χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου

2κίονας, ὡς ὅτε θαητὸν μέγαρον

3πάξομεν· ἀρχομένου δʼ ἔργου πρόσωπον

4χρὴ θέμεν τηλαυγές. εἰ δʼ εἴη μὲν Ὀλυμπιονίκας,

5βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,

6συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν· τίνα κεν φύγοι ὕμνον

7κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;

8ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδʼ ἔχων

9Σωστράτου υἱός. ἀκίνδυνοι δʼ ἀρεταὶ

10οὔτε παρʼ ἀνδράσιν οὔτʼ ἐν ναυσὶ κοίλαις

11τίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.

12Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ

13ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτʼ ἐς Ἀμφιάρηον

14φθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.

15ἑπτὰ δʼ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας

16εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,

17ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. τὸ καὶ

18ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.

19οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν,

20καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως

21μαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι.

22ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,

23ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ

24βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν

25καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι

26ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ

27ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς·

28πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ·

29ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται

30παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.

31κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·

32κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν

33ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,

34ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν·

35ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.

36οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.

37ἀλλʼ ὁ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,

38ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας.

39ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα

40κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας

41τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας

42πραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·

43ἦλθεν δʼ ὑπὸ σπλάγχνων ὑπʼ ὠδῖνός τʼ ἐρατᾶς Ἴαμος

44ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα

45λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν

46δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ

47ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶ

48πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ

49εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν

50πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις

51ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.

52ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι

53οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλʼ ἐν

54κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ,

55ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν

56σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ

57τοῦτʼ ὄνυμʼ ἀθάνατον. τερπνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβεν

58καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν,

59ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,

60αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ,

61νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δʼ ἀρτιεπὴς

62πατρία ὄσσα, μετάλλασέν τέ νιν· ὄρσο, τέκος,

63δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.

64ἵκοντο δʼ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου·

65ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον

66μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν

67ψευδέων ἄγνωστον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθὼν

68Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ

69ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,

70Ζηνὸς ἐπʼ ἀκροτάτῳ βωμῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.

71ἐξ οὗ πολύκλειτον καθʼ Ἕλλανας γένος Ἰαμιδᾶν.

72ὄλβος ἅμʼ ἕσπετο· τιμῶντες δʼ ἀρετὰς

73ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει

74χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων

75τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον

76ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.

77εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες

78ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις

79πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων

80Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,

81σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.

82δόξαν ἔχω τινʼ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,

83ἅ μʼ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς·

84ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,

85πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ

86πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων

87ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,

88Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,

89γνῶναί τʼ ἔπειτʼ, ἀρχαῖον ὄνειδος ἀλαθέσιν

90λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,

91ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·

92εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας·

93τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,

94ἄρτια μηδόμενος, φοινικόπεζαν

95ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν,

96καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν

97λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.

98σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον

99οἴκοθεν οἴκαδʼ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,

100ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳ

101νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύʼ ἄγκυραι. θεὸς

102τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.

103δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων

104ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις

105Ἀμφιτρίτας, ἐμῶν δʼ ὕμνων ἄεξʼ εὐτερπὲς ἄνθος.

Olympian 7 ΔΙΑΓΟΡΑι ΡΟΔΙῼ ΠΥΚΤΗι

1φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν

2ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ

3δωρήσεται

4νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,

5συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων

6παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·

7καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις

8ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,

9ἱλάσκομαι,

10Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχοντʼ ἀγαθαί.

11ἄλλοτε δʼ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ

12θαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.

13καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν

14ὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,

15εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενον

16αἰνέσω πυγμᾶς ἄποινα

17καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,

18Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας

19ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.

20ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου

21ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,

22Ἡρακλέος

23εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαι

24ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαι

25ἀναρίθμητοι κρέμανται· τοῦτο δʼ ἀμάχανον εὑρεῖν,

26ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.

27καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον

28σκάπτῳ θένων

29σκληρᾶς ἐλαίας ἔκτανʼ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντʼ ἐκ θαλάμων Μιδέας

30τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶ

31παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δʼ ἐς θεὸν ἐλθών.

32τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον

33εἶπε Λερναίας ἀπʼ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,

34ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,

35ἁνίχʼ Ἁφαίστου τέχναισιν

36χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατʼ ἄκραν

37ἀνορούσαισʼ ἀλάλαξεν ὑπερμάκει βοᾷ·

38Οὐρανὸς δʼ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.

39τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας

40μέλλον ἔντειλεν φυλάξασθαι χρέος

41παισὶν φίλοις,

42ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι

43πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τʼ ἐγχειβρόμῳ. ἐν δʼ ἀρετὰν

44ἔβαλεν καὶ χάρματʼ ἀνθρώποισι Προμαθέος Αἰδώς·

45ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος,

46καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν

47ἔξω φρενῶν.

48καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμʼ ἀνέβαν φλογὸς οὔ· τεῦξαν δʼ ἀπύροις ἱεροῖς

49ἄλσος ἐν ἀκροπόλει· κείνοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλαν

50πολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν

51πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.

52ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θʼ ὁμοῖα κέλευθοι φέρον·

53ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.

54φαντὶ δʼ ἀνθρώπων παλαιαὶ

55ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,

56φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,

57ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.

58ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου·

59καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,

60ἁγνὸν θεόν.

61μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς

62εἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν

63πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.

64ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν

65χεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγαν

66μὴ παρφάμεν,

67ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ

68ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ

69ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς

70νᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,

71πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν

72ἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους

73παῖδας, ὧν εἷς μὲν Κάμειρον

74πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τʼ· ἀπάτερθε δʼ ἔχον,

75διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,

76ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.

77τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ

78ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,

79ὥσπερ θεῷ,

80μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας

81ἐστεφανώσατο δίς, κλεινᾷ τʼ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,

82Νεμέᾳ τʼ ἄλλαν ἐπʼ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.

83ὅ τʼ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τʼ ἐν Ἀρκαδίᾳ

84ἔργα καὶ Θήβαις, ἀγῶνές τʼ ἔννομοι

85Βοιωτίων,

86Πέλλανά τʼ Αἴγινά τε νικῶνθʼ ἑξάκις. ἐν Μεγάροισίν τʼ οὐχ ἕτερον λιθίνα

87ψᾶφος ἔχει λόγον. ἀλλʼ, ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου

88μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,

89ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν

90καὶ ποτʼ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν

91εὐθυπορεῖ, σάφα δαεὶς ἅ τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν

92ἔχρεον. μὴ κρύπτε κοινὸν

93σπέρμʼ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει

94θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου

95ἄλλοτʼ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.

Olympian 8 ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι

1μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,

2δέσποινʼ ἀλαθείας· ἵνα μάντιες ἄνδρες

3ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,

4εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέρι

5μαιομένων μεγάλαν

6ἀρετὰν θυμῷ λαβεῖν,

7τῶν δὲ μόχθων ἀμπνοάν·

8ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.

9ἀλλʼ ὦ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος,

10τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,

11ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν·

12ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν

13ἀγαθῶν, πολλαὶ δʼ ὁδοὶ

14σὺν θεοῖς εὐπραγίας.

15Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμος

16Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,

17Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ

18θῆκεν Ὀλυμπιονίκαν.

19ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων

20ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·

21ἔνθα σώτειρα Διὸς ξενίου

22πάρεδρος ἀσκεῖται Θέμις

23ἔξοχʼ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,

24ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,

25δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώραν

26παντοδαποῖσιν ὑπέστασε ξένοις

27κίονα δαιμονίαν

28ὁ δʼ ἐπαντέλλων χρόνος

29τοῦτο πράσσων μὴ κάμοι

30Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·

31τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν,

32Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν

33τείχεος, ἦν ὅτι νιν πεπρωμένον

34ὀρνυμένων πολέμων

35πτολιπόρθοις ἐν μάχαις

36λάβρον ἀμπνεῦσαι καπνόν.

37γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,

38πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,

39αὖθι δʼ ἀτυζομένω ψυχὰς βάλον·

40εἷς δʼ ἀνόρουσε βοάσαις.

41ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων·

42Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται·

43ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα

44πεμφθὲν βαρυγδούπου Διός·

45οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ῥάζεται

46καὶ τερτάτοις. ὣς ἆρα θεὸς σάφα εἴπαις

47Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.

48Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳ

49ἅρμα θοὸν τανύεν,

50ἀποπέμπων Αἰακὸν

51δεῦρʼ ἀνʼ ἵπποις χρυσέαις,

52καὶ Κορίνθου δειράδʼ ἐποψόμενος δαιτικλυτάν.

53τερπνὸν δʼ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.

54εἰ δʼ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,

55μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·

56καὶ Νεμέᾳ γὰρ ὁμῶς

57ἐρέω ταύταν χάριν,

58τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχαν

59ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι

60εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν·

61κουφότεραι γὰρ ἀπειράτων φρένες.

62κεῖνα δὲ κεῖνος ἂν εἴποι

63ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει

64ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.

65νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων

66νίκαν τριακοστὰν ἑλών·

67ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼν

68ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις

69νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,

70πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος

71γήραος ἀντίπαλον.

72Ἀΐδα τοι λάθεται

73ἄρμενα πράξαις ἀνήρ.

74ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι

75χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,

76ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.

77ἔστι δὲ καί τι θανόντεσσιν μέρος

78κὰν νόμον ἐρδομένων·

79κατακρύπτει δʼ οὐ κόνις

80συγγόνων κεδνὰν χάριν.

81Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων

82Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν

83κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει

84ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς

85ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.

86εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν·

87ἀλλʼ ἀπήμαντον ἄγων βίοτον

88αὐτούς τʼ ἀέξοι καὶ πόλιν.

Olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤΗι

1τὸ μὲν Ἀρχιλόχου μέλος

2φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,

3ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαι

4κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·

5ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων

6Δία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαι

7ἀκρωτήριον Ἄλιδος

8τοιοῖσδε βέλεσσιν,

9τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ

10ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας·

11πτερόεντα δʼ ἵει γλυκὺν

12Πυθώναδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι

13ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων

14κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,

15ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν

16μεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσιν

17σόν τε, Κασταλία, πάρα

18Ἀλφεοῦ τε ῥέεθρον·

19ὅθεν στεφάνων ἄωτοι κλυτὰν

20Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον.

21ἐγὼ δέ τοι φίλαν πόλιν

22μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,

23καὶ ἀγάνορος ἵππου

24θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ

25ἀγγελίαν πέμψω ταύταν,

26εἰ σύν τινι μοιριδίῳ παλάμᾳ

27ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·

28κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρες

29ἐγένοντʼ· ἐπεὶ ἀντία

30πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,

31ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν

32ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων

33Φοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,

34βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν

35θνᾳσκόντων; ἀπό μοι λόγον

36τοῦτον, στόμα, ῥῖψον·

37ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς

38ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν

39μανίαισιν ὑποκρέκει.

40μὴ νῦν λαλάγει τὰ τοιαῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν

41χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας

42ἄστει γλῶσσαν, ἵνʼ αἰολοβρόντα Διὸς αἴσᾳ

43Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε

44δόμον ἔθεντο πρῶτον, ἄτερ δʼ εὐνᾶς ὁμόδαμον

45κτισσάσθαν λίθινον γόνον·

46λαοὶ δʼ ὀνύμασθεν.

47ἔγειρʼ ἐπέων σφιν οἶμον λιγύν,

48αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δʼ ὕμνων

49νεωτέρων. λέγοντι μὰν

50χθόνα μὲν κατακλύσαι μέλαιναν

51ὕδατος σθένος, ἀλλὰ

52Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας

53ἄντλον ἑλεῖν. κείνων ἔσαν

54χαλκάσπιδες ὑμέτεροι πρόγονοι

55ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας

56κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,

57πρὶν Ὀλύμπιος ἁγεμὼν

58θύγατρʼ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος

59μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν

60Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις

61ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον

62ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,

63μάτρωος δʼ ἐκάλεσσέ νιν

64ἰσώνυμον ἔμμεν,

65ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ

66ἔργοισι. πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν.

67ἀφίκοντο δέ οἱ ξένοι,

68ἔκ τʼ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δʼ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται·

69υἱὸν δʼ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων

70Αἰγίνας τε Μενοίτιον· τοῦ παῖς ἅμʼ Ἀτρείδαις

71Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ

72μόνος, ὅτʼ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν

73πρύμναις Τήλεφος ἔμβαλεν·

74ὥστʼ ἔμφρονι δεῖξαι

75μαθεῖν Πατρόκλου βιατὰν νόον.

76ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει

77παραγορεῖτο μή ποτε

78σφετέρας ἄτερθε ταξιοῦσθαι

79δαμασιμβρότου αἰχμᾶς.

80εἴην εὑρησιεπὴς ἀναγεῖσθαι

81πρόσφορος ἐν Μοισᾶν δίφρῳ·

82τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις

83ἕσποιτο. προξενίᾳ δʼ ἀρετᾷ τʼ ἦλθον

84τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτʼ ἀμφότεροι κράτησαν

85μίαν ἔργον ἀνʼ ἁμέραν.

86ἄλλαι δὲ δύʼ ἐν Κορίνθου πύλαις ἐγένοντʼ ἔπειτα χάρμαι,

87ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον·

88Ἄργει τʼ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δʼ ἐν Ἀθάναις,

89οἷον δʼ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων

90μένεν ἀγῶνα πρεσβυτέρων ἀμφʼ ἀργυρίδεσσιν·

91φῶτας δʼ ὀξυρεπεῖ δόλῳ

92ἀπτῶτι δαμάσσαις

93διήρχετο κύκλον ὅσσᾳ βοᾷ,

94ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.

95τὰ δὲ Παρρασίῳ στρατῷ

96θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,

97καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶν

98Πελλάνᾳ φέρε· σύνδικος δʼ αὐτῷ Ἰολάου

99τύμβος εἰναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν.

100τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς

101ἀνθρώπων ἀρεταῖς κλέος

102ὤρουσαν ἀρέσθαι.

103ἄνευ δὲ θεοῦ σεσιγαμένον

104οὐ σκαιότερον χρῆμʼ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι

105ὁδῶν ὁδοὶ περαίτεραι,

106μία δʼ οὐχ ἅπαντας ἄμμε θρέψει

107μελέτα· σοφίαι μὲν

108αἰπειναί· τοῦτο δὲ προσφέρων ἆθλον,

109ὄρθιον ὤρυσαι θαρσέων,

110τόνδʼ ἀνέρα δαιμονίᾳ γεγάμεν

111εὔχειρα, δεξιόγυιον, ὁρῶντʼ ἀλκάν,

112Αἰάντειόν τʼ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.

Olympian 10 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι

1τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι

2Ἀρχεστράτου παῖδα, πόθι φρενὸς

3ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθʼ· ὦ Μοῖσʼ, ἀλλὰ σὺ καὶ θυγάτηρ

4Ἀλάθεια Διός, ὀρθᾷ χερὶ

5ἐρύκετον ψευδέων

6ἐνιπὰν ἀλιτόξενον.

7ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος

8ἐμὸν καταίσχυνε βαθὺ χρέος.

9ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτʼ ὦν νῦν ψᾶφον ἑλισσομέναν

10ὅπα κῦμα κατακλύσσει ῥέον,

11ὅπα τε κοινὸν λόγον

12φίλαν τίσομεν ἐς χάριν.

13νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,

14μέλει τέ σφισι Καλλιόπα

15καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον

16Ἡρακλέα. πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶν

17Ἴλᾳ φερέτω χάριν

18Ἁγησίδαμος ὡς

19Ἀχιλεῖ Πάτροκλος.

20θήξαις δέ κε φύντʼ ἀρετᾷ ποτὶ

21πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ·

22ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες,

23ἔργων πρὸ πάντων βιότῳ φάος.

24ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος

25βωμῶν ἑξάριθμον ἐκτίσσατο,

26ἐπεὶ Ποσειδάνιον

27πέφνε Κτέατον ἀμύμονα,

28πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριον

29ἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιον

30πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ,

31ὅτι πρόσθε ποτὲ Τιρύνθιον

32ἔπερσαν αὐτῷ στρατὸν

33μυχοῖς ἥμενον Ἄλιδος

34Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας

35Ἐπειῶν βασιλεὺς ὄπιθεν

36οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ

37πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας

38ἵζοισαν ἑὰν πόλιν.

39νεῖκος δὲ κρεσσόνων

40ἀποθέσθʼ ἄπορον.

41καὶ κεῖνος ἀβουλίᾳ ὕστατος

42ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.

43ὁ δʼ ἄρʼ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν

44λαίαν τε πᾶσαν Διὸς ἄλκιμος

45υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ· περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγʼ ἐν καθαρῷ

46διέκρινε, τὸ δὲ κύκλῳ πέδον

47ἔθηκε δόρπου λύσιν,

48τιμάσαις πόρον Ἀλφεοῦ

49μετὰ δώδεκʼ ἀνάκτων θεῶν. καὶ πάγον

50Κρόνου προσεφθέγξατο· πρόσθε γὰρ

51νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δʼ ἐν πρωτογόνῳ τελετᾷ

52παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν

53ὅ τʼ ἐξελέγχων μόνος

54ἀλάθειαν ἐτήτυμον

55χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,

56ὅπα τὰν πολέμοιο δόσιν

57ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδʼ ὅπως ἄρα

58ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ

59νικαφορίαισί τε.

60τίς δὴ ποταίνιον

61ἔλαχε στέφανον

62χείρεσσι ποσίν τε καὶ ἅρματι,

63ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;

64σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον

65ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου

66Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν·

67Δόρυκλος δʼ ἔφερε πυγμᾶς τέλος,

68Τίρυνθα ναίων πόλιν·

69ἀνʼ ἵπποισι δὲ τέτρασιν

70ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου·

71ἄκοντι Φράστωρ ἔλασε σκοπόν·

72μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον

73παραίθυξε μέγαν· ἐν δʼ ἕσπερον

74ἔφλεξεν εὐώπιδος

75σελάνας ἐρατὸν φάος.

76ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις

77τὸν ἐγκώμιον ἀμφὶ τρόπον.

78ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν

79νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν

80καὶ πυρπάλαμον βέλος

81ὀρσικτύπου Διός,

82ἐν ἅπαντι κράτει

83αἴθωνα κεραυνὸν ἀραρότα.

84χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,

85τὰ παρʼ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν·

86ἀλλʼ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ

87ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον·

88ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα

89ἐπακτὸν ἀλλότριον,

90θνᾴσκοντι στυγερώτατος·

91καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,

92Ἁγησίδαμʼ, εἰς Ἀΐδα σταθμὸν

93ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δʼ ἁδυεπής τε λύρα

94γλυκύς τʼ αὐλὸς ἀναπάσσει χάριν·

95τρέφοντι δʼ εὐρὺ κλέος

96κόραι Πιερίδες Διός.

97ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος

98Λοκρῶν ἀμφέπεσον μέλιτι

99εὐάνορα πόλιν καταβρέχων· παῖδʼ ἐρατὸν δʼ Ἀρχεστράτου

100αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ

101βωμὸν παρʼ Ὀλύμπιον,

102κεῖνον κατὰ χρόνον

103ἰδέᾳ τε καλὸν

104ὥρᾳ τε κεκραμένον, ἅ ποτε

105ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.

Olympian 11 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΨΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι

1ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα

2χρῆσις, ἔστιν δʼ οὐρανίων ὑδάτων,

3ὀμβρίων παίδων νεφέλας.

4εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι

5ὑστέρων ἀρχὰ λόγων

6τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.

7ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαις

8οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα

9γλῶσσα ποιμαίνειν ἐθέλει·

10ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.

11ἴσθι νῦν, Ἀρχεστράτου

12παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν

13κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας

14ἁδυμελῆ κελαδήσω,

15Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.

16ἔνθα συγκωμάξατʼ· ἐγγυάσομαι

17ὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸν

18μηδʼ ἀπείρατον καλῶν,

19ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ

20ἐμφυὲς οὔτʼ αἴθων ἀλώπηξ

21οὔτʼ ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος.

Olympian 12 ΕΡΓΟΤΕΛΕΙ ΙΜΕΡΑΙῼ ΔΟΛΙΧΟΔΡΟΜῼ

1λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,

2Ἱμέραν εὐρυσθενέʼ ἀμφιπόλει, σώτειρα Τύχα.

3τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ

4νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι

5κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν

6πόλλʼ ἄνω, τὰ δʼ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντʼ ἐλπίδες·

7σύμβολον δʼ οὔ πώ τις ἐπιχθονίων

8πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν·

9τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.

10πολλὰ δʼ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,

11ἔμπαλιν μὲν τέρψιος, οἱ δʼ ἀνιαραῖς

12ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.

13υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,

14ἐνδομάχας ἅτʼ ἀλέκτωρ, συγγόνῳ παρʼ ἑστίᾳ

15ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν,

16εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.

17νῦν δʼ Ὀλυμπία στεφανωσάμενος

18καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τʼ, Ἐργότελες,

19θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρʼ οἰκείαις ἀρούραις.

Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ

1τρισολυμπιονίκαν

2ἐπαινέων οἶκον ἅμερον ἀστοῖς,

3ξένοισι δὲ θεράποντα, γνώσομαι

4τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου

5πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.

6ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,

7Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,

8χρύσεαι παῖδες εὐβούλου Θέμιτος·

9ἐθέλοντι δʼ ἀλέξειν

10Ὕβριν, Κόρου ματέρα θρασύμυθον.

11ἔχω καλά τε φράσαι, τόλμα τέ μοι

12εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.

13ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.

14ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν

15ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,

16πολλὰ δʼ ἐν καρδίαις ἀνδρῶν ἔβαλον

17ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθʼ. ἅπαν δʼ εὑρόντος ἔργον.

18ταὶ Διωνύσου πόθεν ἐξέφανεν

19σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ·

20τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,

21ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον

22ἐπέθηκʼ; ἐν δὲ Μοῖσʼ ἁδύπνοος,

23ἐν δʼ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.

24ὕπατʼ εὐρὺ ἀνάσσων

25Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν

26γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,

27καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων

28Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον·

29δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,

30πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν

31τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.

32δύο δʼ αὐτὸν ἔρεψαν

33πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν

34φανέντα· Νέμεά τʼ οὐκ…

35π…

The complete text is available when the reading interface loads.