The Greek Library Author

Pindar

Πυθιονῖκαι

Author namesPindare · Pindar · Pindaros · Pindarus · Πινδαρος

Edition reference
The Odes of Pindar · Cambridge, MA; London · Harvard University Press; William Heinemann Ltd. · 1937
CTS identifier
urn:cts:greekLit:tlg0033.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Pythian 1 ΙΕΡΩΝΙ ΑΙΤΝΑΙῼ ΑΡΜΑΤΙ xml:lang="en"

1χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων

2σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά,

3πείθονται δʼ ἀοιδοὶ σάμασιν,

4ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.

5καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις

6ἀενάου πυρός. εὕδει δʼ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγʼ ἀμφοτέρωθεν χαλάξαις,

7ἀρχὸς οἰωνῶν, κελαινῶπιν δʼ ἐπί οἱ νεφέλαν

8ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων

9ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς

10ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν

11ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν

12κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.

13ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν

14Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατʼ ἀμαιμάκετον,

15ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,

16Τυφὼς ἑκατοντακάρανος· τόν ποτε

17Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν

18ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι

19Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δʼ οὐρανία συνέχει,

20νιφόεσσʼ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα·

21τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται

22ἐκ μυχῶν παγαί· ποταμοὶ δʼ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ

23αἴθωνʼ· ἀλλʼ ἐν ὄρφναισιν πέτρας

24φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.

25κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν

26δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,

27οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς

28καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.

29εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,

30ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν

31κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν

32γείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου

33ἅρμασι. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις

34ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ

35καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος

36ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει

37λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν

38καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.

39Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,

40ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.

41ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,

42καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν. ἄνδρα δʼ ἐγὼ κεῖνον

43αἰνῆσαι μενοινῶν ἔλπομαι

44μὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,

45μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους·

46εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι.

47ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις

48τλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν,

49οἵαν οὔτις Ἑλλάνων δρέπει,

50πλούτου στεφάνωμʼ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων

51ἐστρατεύθη· σὺν δʼ ἀνάγκᾳ νιν φίλον

52καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν

53ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·

54ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς,

55ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.

56οὕτω δʼ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι

57τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.

58Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι

59πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δʼ οὐκ ἀλλότριον νικαφορία πατέρος.

60ἄγʼ ἔπειτʼ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·

61τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ

62Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσʼ. ἐθέλοντι δὲ Παμφύλου

63καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι

64ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ

65Δωριεῖς. ἔσχον δʼ Ἀμύκλας ὄλβιοι,

66Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.

67Ζεῦ τέλειʼ, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρʼ ὕδωρ

68αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων,

69σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,

70υἱῷ τʼ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν.

71λίσσομαι νεῦσον, Κρονίων, ἅμερον

72ὄφρα κατʼ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τʼ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας·

73οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,

74ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθʼ ἁλικίαν,

75Ἑλλάδʼ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι

76πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν,

77μισθόν, ἐν Σπάρτᾳ δʼ ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,

78ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,

79παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις,

80τὸν ἐδέξαντʼ ἀμφʼ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.

81καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις

82ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει

83αἰανὴς ταχείας ἐλπίδας·

84ἀστῶν δʼ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστʼ ἐσλοῖσιν ἐπʼ ἀλλοτρίοις.

85ἀλλʼ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος,

86μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.

87εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται

88πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.

89εὐανθεῖ δʼ ἐν ὀργᾷ παρμένων,

90εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·

91ἐξίει δʼ ὥσπερ κυβερνάτας ἀνὴρ

92ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας

93οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει

94καὶ λογίοις καὶ ἀοιδοῖς· οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά·

95τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον

96ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,

97οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν

98μαλθακὰν παίδων ὀάροισι δέκονται.

99τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων· εὖ δʼ ἀκούειν δευτέρα μοῖρʼ· ἀμφοτέροισι δʼ ἀνὴρ

100ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.

Pythian 2 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ

1μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου

2τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,

3ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων

4μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,

5εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων

6τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,

7ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ

8κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.

9ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ

10ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον

11ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ

12σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.

13ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ

14εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποινʼ ἀρετᾶς.

15κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις

16φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλασ᾽ Ἀπόλλων,

17ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·

18σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων

19Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων

20διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.

21θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς

22λέγειν ἐν πτερόεντι τροχῷ

23παντᾷ κυλινδόμενον·

24τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.

25ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις

26γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν

27Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον

28πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον

29ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ

30ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαι

31φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι

32ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,

33ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις

34Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.

35εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόαν

36ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο,

37ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·

38εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν

39θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν

40Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,

41ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.

42ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,

43μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·

44τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς

45ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου

46σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς

47θαυμαστός, ἀμφοτέροις

48ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.

49θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,

50θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται

51δελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν,

52ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ. ἐμὲ δὲ χρεὼν

53φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.

54εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳ

55ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν

56πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.

57τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,

58πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις

59ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει

60ἕτερόν τινʼ ἀνʼ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,

61χαύνα πραπίδι παλαιμονεῖ κενεά.

62εὐανθέα δʼ ἀναβάσομαι στόλον ἀμφʼ ἀρετᾷ

63κελαδέων. νεότατι μὲν ἀρήγει θράσος

64δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,

65τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι

66ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον

67ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν

68μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·

69τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν

70ἄθρησον χάριν ἑπτακτύπου

71φόρμιγγος ἀντόμενος.

72γένοιʼ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶ

73καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν

74ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν·

75οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.

76ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,

77ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.

78κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;

79ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν

80σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος, ἅλμας.

81ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς

82δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἀγὰν πάγχυ διαπλέκει.

83οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν·

84ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,

85ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.

86ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,

87παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,

88χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,

89ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόον

90ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι

91περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,

92πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.

93φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν

94ἀρήγει· ποτὶ κέντρον δέ τοι

95λακτιζέμεν τελέθει

96ὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.

Pythian 3 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΚΕΛΗΤΙ

1ἤθελον Χείρωνά κε Φιλλυρίδαν,

2εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,

3ζώειν τὸν ἀποιχόμενον,

4Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον,

5νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ

6τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,

7ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.

8τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ

9πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις

10τόξοισιν ὕπʼ Ἀρτέμιδος,

11εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος

12γίνεται παίδων Διός. ἁ δʼ ἀποφλαυρίξαισά νιν

13ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,

14πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,

15καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.

16οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν

17οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες

18οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ

19ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι

20ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.

21ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,

22ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,

23μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.

24ἔσχε τοιαύταν μεγάλαν ἀυάταν

25καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου

26λέκτροισιν ἀπʼ Ἀρκαδίας.

27οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς

28Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών,

29πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν

30οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.

31καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα

32ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει

33θύοισαν ἀμαιμακέτῳ

34ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτερος

35ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων

36πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς

37σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.

38ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ

39σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν

40λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι

41τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι

42οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.

43ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ

44ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·

45καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι

46πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.

47τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων

48ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι

49ἢ χερμάδι τηλεβόλῳ,

50ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων

51ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,

52τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν

53φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.

54ἀλλὰ κέρδει καὶ σοφία δέδεται.

55ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς

56ἄνδρʼ ἐκ θανάτου κομίσαι

57ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν

58ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.

59χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,

60γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.

61μή, φίλα ψυχά, βίον ἀθάνατον

62σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν.

63εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ

64φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι

65ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον

66καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων

67ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.

68καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν

69Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον,

70ὃς Συρακόσσαισι νέμει βασιλεὺς

71πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.

72τῷ μὲν διδύμας χάριτας,

73εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.

74τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,

75ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος

76ἐξικόμαν κε βαθὺν πόντον περάσαις.

77ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω

78Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ

79σεμνὰν θεὸν ἐννύχιαι.

80εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων·

81ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς

82ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,

83ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.

84τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.

85λαγέταν γάρ τοι τύραννον δέρκεται,

86εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς

87οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ

88οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν

89ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων

90μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις

91ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν,

92ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.

93καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις,

94καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε

95δέξαντο· Διὸς δὲ χάριν

96ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ

97τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις

98εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ

99ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.

100τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα

101τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν

102ὦρσεν πυρὶ καιόμενος

103ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων

104τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ

105ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται

106σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.

107σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις

108ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν

109δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.

110εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,

111ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.

112Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις,

113ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ

114ἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς

115χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.

Pythian 4 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ

1σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ

2στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,

3Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων,

4ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος,

5οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεα

6χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν

7νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον

8πόλιν ἐν ἀργενν όε ντι μαστῷ,

9καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι

10ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς

11παῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δʼ οὕτως

12ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·

13κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·

14φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν

15ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων

16Διὸς ἐν Ἄμμωνος θεμέθλοις.

17ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,

18ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.

19κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων

20ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς

21λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι

22ξείνια πρῴραθεν Εὔφαμος καταβὰς

23δέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν·

24ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυν

25ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον

26ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων

27εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.

28τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν

29ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέων

30ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται

31δεῖπνʼ ἐπαγγέλλοντι πρῶτον.

32ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ

33κώλυεν μεῖναι. φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα

34ἔμμεναι· γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούρας

35δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.

36οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼν

37χειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.

38πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος

39ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ

40ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ

41λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες·

42καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας

43εὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον

44Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,

45υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,

46τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις·

47τετράτων παίδων κʼ ἐπιγινομένων

48αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας

49ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.

50νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν

51ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν

52νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων

53δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι

54Φοῖβος ἀμνάσει θέμισσιν

55Πύθιον ναὸν καταβάντα χρόνῳ

56ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.

57ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ

58ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.

59ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ

60χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·

61ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον

62βασιλέʼ ἄμφανεν Κυράνᾳ,

63δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.

64ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ,

65παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·

66τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν

67ἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω

68καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ

69κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.

70τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;

71τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν

72ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.

73ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,

74πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος·

75τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,

76εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον

77χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,

78ξεῖνος αἴτʼ ὦν ἀστός. ὁ δʼ ἆρα χρόνῳ

79ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν,

80ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,

81ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους·

82οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί,

83ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέρας

84ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος

85ἐν ἀγορᾷ πλήθοντος ὄχλου.

86τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε·

87οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις

88Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ

89Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.

90καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν

91ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,

92ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.

93τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι

94γάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίας

95ἵκετο σπεύδων· τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον

96δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ

97δεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαι

98πατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς

99ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν

100καταμιάναις εἰπὲ γένναν.

101τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις

102ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι

103πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.

104εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον

105οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν

106οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν

107οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ

108Αἰόλῳ καὶ παισί, τιμάν.

109πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν

110ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·

111τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου

112ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν

113ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν

114κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,

115νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.

116ἀλλὰ τούτων μὲν κεφάλαια λόγων

117ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·

118Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.

119Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.

120ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.

121ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,

122ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον

123γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.

124καὶ κασίγνητοί σφισιν ἀμφότεροι

125ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,

126ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος,

127εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ

128μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,

129ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,

130ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις

131ἱερὸν εὐζοίας ἄωτον.

132ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ

133συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν

134ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον·

135ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν

136Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων

137μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον

138βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου,

139ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι

140κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως·

141ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.

142εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ

143καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς

144ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον

145λεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει

146ὁμογόνοις, αἰδῶ καλύψαι.

147οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν

148οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ

149καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις

150ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων·

151κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν·

152ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας

153ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,

154τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας

155λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.

156ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι

157τοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας

158ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν

159μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι

160Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους,

161δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθη

162ἔκ τε ματρυιᾶς ἀθέων βελέων.

163ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ,

164εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν.

165τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν

166καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς

167ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.

168σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν·

169ἀτὰρ Ἰάσων αὐτὸς ἤδη

170ὤρνυεν κάρυκας ἐόντα πλόον

171φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι

172ἦλθον Ἀλκμήνας θʼ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δʼ ὑψιχαῖται

173ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,

174ἔκ τε Πύλου καὶ ἀπʼ ἄκρας Ταινάρου· τῶν μὲν κλέος

175ἐσλὸν Εὐφάμου τʼ ἐκράνθη σόν τε, Περικλύμενʼ εὐρυβία.

176ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ

177ἔμολεν, εὐαίνητος, Ὀρφεύς.

178πέμπε δʼ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπʼ ἄτρυτον πόνον,

179τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δʼ Ἔρυτον. ταχέες

180ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν·

181καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων

182Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν

183νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.

184τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα

185ναὸς Ἀργοῦς, μή τινα λειπόμενον

186τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳ

187φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.

188ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,

189λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ

190μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς

191Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δʼ ἐμβόλου

192κρέμασαν ἀγκύρας ὕπερθεν,

193χρυσέαν χείρεσσι λαβὼν φιάλαν

194ἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους

195κυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους

196ἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν·

197ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον

198φθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι·

199ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασιν

200πιθόμενοι· κάρυξε δʼ αὐτοῖς

201ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας·

202εἰρεσία δʼ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.

203σὺν Νότου δʼ αὔραις ἐπʼ Ἀξείνου στόμα πεμπόμενοι

204ἤλυθον· ἔνθʼ ἁγνὸν Ποσειδάωνος ἕσσαντʼ εἰναλίου τέμενος,

205φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν

206καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.

207ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν,

208συνδρόμων κινηθμὸν ἀμαιμάκετον

209ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι

210ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖς

211ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δʼ ἔπειτεν

212ἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν

213μῖξαν Αἰήτᾳ παρʼ αὐτῷ. πότνια δʼ ὀξυτάτων βελέων

214ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν

215ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ

216μαινάδʼ ὄρνιν Κυπρογένεια φέρεν

217πρῶτον ἀνθρώποισι, λιτάς τʼ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν·

218ὄφρα Μηδείας τοκέων ἀφέλοιτʼ αἰδῶ, ποθεινὰ δʼ Ἑλλὰς αὐτὰν

219ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.

220καὶ τάχα πείρατʼ ἀέθλων δείκνυεν πατρωΐων·

221σὺν δʼ ἐλαίῳ φαρμακώσαισʼ ἀντίτομα στερεᾶν ὀδυνᾶν

222δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον

223γλυκὺν ἐν ἀλλάλοισι μῖξαι.

224ἀλλʼ ὅτʼ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο

225καὶ βόας, οἳ φλόγʼ ἀπὸ ξανθᾶν γεν ύω ν πν έο ν καιομένοιο πυρός,

226χαλκέαις δʼ ὁπλαῖς ἀράσσεσκον χθόνʼ ἀμειβόμενοι,

227τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δʼ αὔλακας ἐντανύσαις

228ἤλαυνʼ, ἀνὰ βωλακίας δʼ ὀρόγυιαν σχίζε νῶτον

229γᾶς. ἔειπεν δʼ ὧδε· τοῦτʼ ἔργον βασιλεύς,

230ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,

231κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.

232ὣς ἄρʼ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος

233εἴχετʼ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.

234σπασσάμενος δʼ ἄροτρον, βοέους δήσαις ἀνάγκας

235ἔντεσιν αὐχένας ἐμβάλλων τʼ ἐριπλεύρῳ φυᾷ

236κέντρον αἰανὲς βιατὰς ἐξεπόνησʼ ἐπιτακτὸν ἀνὴρ

237μέτρον. ἴϋξεν δʼ ἀφωνήτῳ περ ἔμπας ἄχει

238δύνασιν Αἰήτας ἀγασθείς.

239πρὸς δʼ ἑταῖροι καρτερὸν ἄνδρα φίλας

240ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις

241ἀγαπάζοντʼ. αὐτίκα δʼ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν

242ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι·

243ἤλπετο δʼ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.

244κεῖτο γὰρ λόχμᾳ, δράκοντος δʼ εἴχετο λαβροτατᾶν γενύων,

245ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει,

246τέλεσαν ἃν πλαγαὶ σιδάρου.

247μακρά μοι νεῖσθαι κατʼ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τινα

248οἶμον ἴσαμι βραχύν· πολλοῖσι δʼ ἅγημαι σοφίας ἑτέροις.

249κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,

250ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον·

251ἔν τʼ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τʼ ἐρυθρῷ

252Λαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων·

253ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,

254καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς

255σπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον

256ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ

257τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν

258ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ

259νᾶσον· ἔνθεν δʼ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον

260σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου

261διανέμειν θεῖον Κυράνας

262ὀρθόβουλον μῆτιν ἐφευρομένοις.

263γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει

264ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος·

265καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς,

266εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον·

267ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα

268μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,

269ἑὸν ἐρημώσαισα χῶρον.

270ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος·

271χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.

272ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις·

273ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας

274εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.

275τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.

276τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.

277τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος

278ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν·

279αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα

280καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν

281Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,

282ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,

283ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,

284ἔμαθε δʼ ὑβρίζοντα μισεῖν,

285οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς,

286οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.

287εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δʼ ἔμμεν

288τοῦτʼ ἀνιαρότατον, καλὰ γιγνώσκοντʼ ἀνάγκᾳ

289ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ

290προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων·

291λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ

292μεταβολαὶ λήξαντος οὔρου

293ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ

294οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων

295θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς

296δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,

297μήτʼ ὦν τινι πῆμα πορών, ἀπαθὴς δʼ αὐτὸς πρὸς ἀστῶν.

298καί κε μυθήσαιθʼ ὁποίαν, Ἀρκεσίλα,

299εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.

Pythian 5 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ

1ὁ πλοῦτος εὐρυσθενής,

2ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ

3βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ

4πολύφιλον ἑπέταν.

5ὦ θεόμορʼ Ἀρκεσίλα,

6σύ τοί νιν κλυτᾶς

7αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο

8σὺν εὐδοξίᾳ μετανίσεαι

9ἕκατι χρυσαρμάτου Κάστορος·

10εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν

11καταιθύσσει μάκαιραν ἑστίαν.

12σοφοὶ δέ τοι κάλλιον

13φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.

14σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·

15τὸ μέν, ὅτι βασιλεὺς

16ἐσσὶ μεγαλᾶν πολίων,

17ἔχει συγγενὴς

18ὀφθαλμὸς αἰδοιότατον γέρας

19τεᾷ τοῦτο μιγνύμενον φρενί·

20μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι

21εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν

22δέδεξαι τόνδε κῶμον ἀνέρων,

23Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω

24Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,

25παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν·

26φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·

27ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων

28ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν

29ἀφίκετο δόμους θεμισκρεόντων·

30ἀλλʼ ἀρισθάρματον

31ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,

32ἀκηράτοις ἁνίαις

33ποδαρκέων δωδεκάδρομον τέμενος.

34κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται,

35ὁπόσα χεριαρᾶν

36τεκτόνων δαίδαλʼ ἄγων

37Κρισαῖον λόφον

38ἄμειψεν ἐν κοιλόπεδον νάπος

39θεοῦ· τό σφʼ ἔχει κυπαρίσσινον

40μέλαθρον ἀμφʼ ἀνδριάντι σχεδόν,

41Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ

42καθέσσαντο μονόδροπον φυτόν.

43ἑκόντι τοίνυν πρέπει

44νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.

45Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες.

46μακάριος, ὃς ἔχεις

47καὶ πεδὰ μέγαν κάματον

48λόγων φερτάτων

49μναμήϊʼ· ἐν τεσσαράκοντα γὰρ

50πετόντεσσιν ἁνιόχοις ὅλον

51δίφρον κομίξαις ἀταρβεῖ φρενί,

52ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν

53ἀέθλων καὶ πατρωΐαν πόλιν.

54πόνων δʼ οὔ τις ἀπόκλαρός ἐστιν οὔτʼ ἔσεται·

55ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,

56πύργος ἄστεος ὄμμα τε φαεννότατον

57ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι

58λέοντες περὶ δείματι φύγον,

59γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·

60ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλων

61θῆρας αἰνῷ φόβῳ,

62ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.

63ὃ καὶ βαρειᾶν νόσων

64ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει,

65πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,

66ἀπόλεμον ἀγαγὼν

67ἐς πραπίδας εὐνομίαν,

68μυχόν τʼ ἀμφέπει

69μαντήϊον· τῷ καὶ Λακεδαίμονι

70ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ

71ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος

72ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δʼ ἐμὸν γαρύειν

73ἀπὸ Σπάρτας ἐπήρατον κλέος·

74ὅθεν γεγενναμένοι

75ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,

76ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν·

77πολύθυτον ἔρανον

78ἔνθεν ἀναδεξάμενοι,

79Ἄπολλον, τεᾷ,

80Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν

81Κυράνας ἀγακτιμέναν πόλιν·

82ἔχοντι τὰν χαλκοχάρμαι ξένοι

83Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,

84καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον

85ἐν Ἄρει. τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέως

86δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,

87τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς

88ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.

89κτίσεν δʼ ἄλσεα μείζονα θεῶν,

90εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις

91ἀλεξιμβρότοις πεδιάδα πομπαῖς

92ἔμμεν ἱππόκροτον

93σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.

94μάκαρ μὲν ἀνδρῶν μέτα

95ἔναιεν, ἥρως δʼ ἔπειτα λαοσεβής.

96ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν

97βασιλέες ἱεροὶ

98ἐντί, μεγάλαν δʼ ἀρετὰν

99δρόσῳ μαλθακᾷ

100ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,

101ἀκούοντί που χθονίᾳ φρενί,

102σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν

103ἔνδικόν τʼ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων

104πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν,

105ἔχοντα Πυθωνόθεν

106τὸ καλλίνικον λυτήριον δαπανᾶν

107μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.

108λεγόμενον ἐρέω·

109κρέσσονα μὲν ἁλικίας

110νόον φέρβεται

111γλῶσσάν τε· θάρσος δὲ τανύπτερος

112ἐν ὄρνιξιν αἰετὸς ἔπλετο·

113ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος·

114ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,

115πέφανταί θʼ ἁρματηλάτας σοφός·

116ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,

117τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,

118καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες,

119διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς

120ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων

121χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.

122Διός τοι νόος μέγας κυβερνᾷ

123δαίμονʼ ἀνδρῶν φίλων.

124εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο

125δόμεν γέρας ἔπι Βάττου γένει.

Pythian 6 ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ

1ἀκούσατʼ· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας

2ἄρουραν ἢ Χαρίτων

3ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου

4χθονὸς ἐς νάϊον προσοιχόμενοι·

5Πυθιόνικος ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαις

6ποταμίᾳ τʼ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει

7ἑτοῖμος ὕμνων

8θησαυρὸς ἐν πολυχρύσῳ

9Ἀπολλωνίᾳ τετείχισται νάπᾳ·

10τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών,

11ἐριβρόμου νεφέλας

12στρατὸς ἀμείλιχος, οὔτʼ ἄνεμος ἐς μυχοὺς

13ἁλὸς ἄξοισι παμφόρῳ χεράδει

14τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ

15πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ

16λόγοισι θνατῶν

17εὔδοξον ἅρματι νίκαν

18Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.

19σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν

20ἄγεις ἐφημοσύναν,

21τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ

22Φιλύρας υἱὸν ὀρφανιζομένῲ

23Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν,

24βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν,

25θεῶν σέβεσθαι·

26ταύτας δὲ μή ποτε τιμᾶς

27ἀμείρειν γονέων βίον πεπρωμένον.

28ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς

29νόημα τοῦτο φέρων,

30ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον

31ἀναμείναις στράταρχον Αἰθιόπων

32Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμʼ ἐπέδα

33Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δʼ ἔφεπεν

34κραταιὸν ἔγχος·

35Μεσσανίου δὲ γέροντος

36δονηθεῖσα φρὴν βόασε παῖδα ὅν·

37χαμαιπετὲς δʼ ἄρʼ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ

38μένων δʼ ὁ θεῖος ἀνὴρ

39πρίατο μὲν θανάτοιο κομιδὰν πατρός,

40ἐδόκησέν τε τῶν πάλαι γενεᾷ

41ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις,

42ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.

43τὰ μὲν παρίκει·

44τῶν νῦν δὲ καὶ Θρασύβουλος

45πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,

46πάτρῳ τʼ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.

47νόῳ δὲ πλοῦτον ἄγει,

48ἄδικον οὔθʼ ὑπέροπλον ἥβαν δρέπων,

49σοφίαν δʼ ἐν μυχοῖσι Πιερίδων·

50τίν τʼ, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.

Pythian 7 ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙῼ ΤΕΘΡΙΠΠῼ

1κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι

2προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ

3κρηπῖδʼ ἀοιδᾶν

4ἵπποισι βαλέσθαι.

5ἐπεὶ τίνα πάτραν, τίνα οἶκον

6ναίων ὀνυμάξεαι

7ἐπιφανέστερον

8Ἑλλάδι πυθέσθαι;

9πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ

10Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον

11Πυθῶνι δίᾳ

12θαητὸν ἔτευξαν.

13ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ

14νῖκαι, μία δʼ ἐκπρεπὴς

15Διὸς Ὀλυμπιάς,

16δύο δʼ ἀπὸ Κίρρας,

17ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων.

18νέα δʼ εὐπραγίᾳ χαίρω τι· τὸ δʼ ἄχνυμαι,

19φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα.

20φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν

21θάλλοισαν εὐδαιμονίαν

22τὰ καὶ τὰ φέρεσθαι.

Pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΛΑΙΣΤΗι

1φιλόφρον Ἡσυχία, Δίκας

2ὦ μεγιστόπολι θύγατερ,

3βουλᾶν τε καὶ πολέμων

4ἔχοισα κλαῗδας ὑπερτάτας,

5Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.

6τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς

7ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ·

8τὺ δʼ, ὁπόταν τις ἀμείλιχον

9καρδίᾳ κότον ἐνελάσῃ,

10τραχεῖα δυσμενέων

11ὑπαντιάξαισα κράτει τιθεῖς

12Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων…

13παρ…

The complete text is available when the reading interface loads.