The Greek Library Author

Pindar

Νεμεονῖκαι

Author namesPindare · Pindar · Pindaros · Pindarus · Πινδαρος

Edition reference
The Odes of Pindar · Cambridge, MA; London · Harvard University Press; William Heinemann Ltd. · 1937
CTS identifier
urn:cts:greekLit:tlg0033.tlg003.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Nemean 1 ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΙΠΠΟΙΣ

1ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,

2κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,

3δέμνιον Ἀρτέμιδος,

4Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς

5ὕμνος ὁρμᾶται θέμεν

6αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·

7ἅρμα δʼ ὀτρύνει Χρομίου Νεμέα θʼ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.

8ἀρχαὶ δὲ βέβληνται θεῶν

9κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.

10ἔστι δʼ ἐν εὐτυχίᾳ

11πανδοξίας ἄκρον· μεγάλων δʼ ἀέθλων

12Μοῖσα μεμνᾶσθαι φιλεῖ.

13σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας

14Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς

15Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.

16ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος

17λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις

18μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.

19ἔσταν δʼ ἐπʼ αὐλείαις θύραις

20ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,

21ἔνθα μοι ἁρμόδιον

22δεῖπνον κεκόσμηται, θαμὰ δʼ ἀλλοδαπῶν

23οὐκ ἀπείρατοι δόμοι

24ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν

25ἀντίον. τέχναι δʼ ἑτέρων ἕτεραι· χρὴ δʼ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.

26πράσσει γὰρ ἔργῳ μὲν σθένος,

27βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν

28συγγενὲς οἷς ἕπεται.

29Ἁγησιδάμου παῖ, σέο δʼ ἀμφὶ τρόπῳ

30τῶν τε καὶ τῶν χρήσιες.

31οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,

32ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδες

33πολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως,

34ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,

35ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς

36ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,

37ὡς οὐ λαθὼν χρυσόθρονον

38Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα·

39ἀλλὰ θεῶν βασιλ έα

40σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.

41τοὶ μὲν οἰχθεισᾶν πυλᾶν

42ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους

43ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,

44δισσαῖσι δοιοὺς αὐχένων

45μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·

46ἀγχομένοις δὲ χρόνος

47ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.

48ἐκ δʼ ἄρʼ ἄτλατον δέος

49πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·

50καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.

51ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον·

52ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον

53ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς·

54εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον.

55ἔστα δὲ θάμβει δυσφόρῳ

56τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον

57λῆμά τε καὶ δύναμιν

58υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι

59ἀγγέλων ῥῆσιν θέσαν.

60γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,

61ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,

62ὅσσους μὲν ἐν χέρσῳ κτανών,

63ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·

64καί τινα σὺν πλαγίῳ

65ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον

66φᾶσέ νιν δώσειν μόρῳ.

67καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν

68ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν

69ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ

70ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντʼ ἐξαίρετον

71ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον

72δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.

Nemean 2 ΤΙΜΟΔΗΜῼ ΑΧΑΡΝΕΙ ΠΑΓΚΡΑΤΙΑΣΤΗι

1ὅθεν περ καὶ Ὁμηρίδαι

2ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοὶ

3ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδʼ ἀνὴρ

4καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου

5ἐν πολυυμνήτῳ Διὸς ἄλσει.

6ὀφείλει δʼ ἔτι, πατρίαν

7εἴπερ καθʼ ὁδόν νιν εὐθυπομπὸς

8αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,

9θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν

10Τιμονόου παῖδʼ· ἔστι δʼ ἐοικὸς

11ὀρειᾶν γε Πελειάδων

12μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.

13καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν

14δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δʼ ἀλκὰ

15παγκρατίου τλάθυμος ἀέξει.

16Ἀχάρναι δὲ παλαίφατοι

17εὐάνορες· ὅσσα δʼ ἀμφʼ ἀέθλοις,

18Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.

19παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·

20ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν

21ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς

22ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·

23ἑπτὰ δʼ ἐν Νεμέᾳ τὰ δʼ οἴκοι μάσσονʼ ἀριθμοῦ

24Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·

25ἁδυμελεῖ δʼ ἐξάρχετε φωνᾷ.

Nemean 3 ΑΡΙΣΤΟΚΛΕΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΑΣΤΗι

1ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,

2τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι

3ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ

4μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες

5κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.

6διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·

7ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,

8στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·

9τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·

10ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,

11δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις

12λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον

13χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι

14ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν

15οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν

16ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς

17παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν

18ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.

19εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ

20ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω

21ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,

22ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας

23μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν

24ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων

25ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,

26καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν

27ἄκραν ἐμὸν πλόον παραμείβ εαι ;

28Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,

29ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·

30οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·

31οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες

32type="unspecified" γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖς

33γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·

34ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,

35καὶ ποντίαν Θέτιν κατέμαρψεν

36ἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴς

37Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·

38καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν

39ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.

40συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει·

41ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖ

42κατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.

43ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις

44παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ

45βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοις

46μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,

47κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν

48Κένταυρον ἀσθμαίνοντα κόμιζεν,

49ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·

50τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα,

51κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων·

52ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων

53ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ

54Ἰάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,

55τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·

56νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον

57Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον

58ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·

59ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς

60ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν

61Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις

62Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω

63πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.

64τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·

65Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν

66ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.

67βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,

68ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ

69καὶ σεμνὸν ἀγλααῖσι μερίμναις

70Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος

71διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,

72ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον

73ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν

74βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς

75ὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.

76τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι

77πέμπω μεμιγμένον μέλι λευκῷ

78σὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει,

79πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,

80ὀψέ περ. ἔστι δʼ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,

81ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν·

82κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.

83τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν

84Νεμέας Ἐπιδαυρόθεν τʼ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.

Nemean 4 ΤΙΜΑΣΑΡΧῼ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι

1ἄριστος εὐφροσύνα πόνων κεκριμένων

2ἰατρός· αἱ δὲ σοφαὶ

3Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.

4οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει

5γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.

6ῥῆμα δʼ ἑργμάτων χρονιώτερον βιοτεύει,

7ὅ τι κε σὺν Χαρίτων τύχᾳ

8γλῶσσα φρενὸς ἐξέλοι βαθείας.

9τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ

10Τιμασάρχου τε πάλᾳ

11ὕμνου προκώμιον εἴη· δέξαιτο δʼ Αἰακιδᾶν

12ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν

13φέγγος. εἰ δʼ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ

14σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων

15θαμά κε, τῷδε μέλει κλιθείς,

16υἱὸν κελάδησε καλλίνικον

17Κλεωναίου τʼ ἀπʼ ἀγῶνος ὅρμον στεφάνων

18πέμψαντα καὶ λιπαρᾶν

19εὐωνύμων ἀπʼ Ἀθανᾶν, Θήβαις τʼ ἐν ἑπταπύλοις,

20οὕνεκʼ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον

21Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,

22Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν

23ξένιον ἄστυ κατέδρακεν

24Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.

25σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν

26πόρθησε καὶ Μέροπας

27καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,

28οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ

29ἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν

30δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη

31λόγον ὁ μὴ συνιείς· ἐπεὶ

32ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.

33τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸς

34ὧραί τʼ ἐπειγόμεναι·

35ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.

36ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα

37μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομεν

38δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·

39φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων

40γνώμαν κενεὰν σκότῳ κυλίνδει

41χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν

42ἔδωκε πότμος ἄναξ,

43εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.

44ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ,

45Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον

46Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει

47ὁ Τελαμωνιάδας· ἀτὰρ

48Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·

49ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς

50νᾶσον· Θέτις δὲ κρατεῖ

51Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ,

52βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται

53Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.

54Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν

55πολεμίᾳ χερὶ προστραπὼν

56Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν

57δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις

58τέχναισι χρησάμενος·

59τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον

60ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,

61καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·

62πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων

63ὄνυχας ὀξυτάτους ἀκμὰν

64τε δεινοτάτων σχάσαις ὀδόντων

65ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,

66εἶδεν δʼ εὔκυκλον ἕδραν,

67τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι

68δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.

69Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε

70αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·

71ἄπορα γὰρ λόγον Αἰακοῦ

72παίδων τὸν ἅπαντά μοι διελθεῖν.

73Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων

74κάρυξ ἑτοῖμος ἔβαν

75Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,

76ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων

77οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,

78Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς

79πρόπολον ἔμμεναι. εἰ δέ τοι

80μάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις

81στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·

82ὁ χρυσὸς ἑψόμενος

83αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν

84ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει

85φῶτα· κεῖνος ἀμφʼ Ἀχέροντι ναιετάων ἐμὰν

86γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα

87ἵνʼ ἐν ἀγῶνι βαρυκτύπου

88θάλησε Κορινθίοις σελίνοις·

89τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ

90σὸς ἄεισέν ποτε, παῖ.

91ἄλλοισι δʼ ἅλικες ἄλλοι· τὰ δʼ αὐτὸς ἄν τις ἴδῃ,

92ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.

93οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,

94ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,

95μαλακὰ μὲν φρονέων ἐσλοῖς,

96τραχὺς δὲ παλιγκότοις ἔφεδρος.

Nemean 5 ΠΥΘΕΑι ΑΙΓΙΝΗΤΗι ΑΓΕΝΕΙῼ ΠΑΓΚΡΑΤΙΑΣΤΗι

1οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς βαθμίδος

2ἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά,

3στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτι

4Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς

5νίκη Νεμείοις παγκρατίου στέφανον,

6οὔπω γένυσι φαίνων τέρειναν ματέρʼ οἰνάνθας ὀπώραν,

7ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων

8Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·

9τάν ποτʼ εὔανδρόν τε καὶ ναυσικλυτὰν

10θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου

11στάντες, πίτναν τʼ εἰς αἰθέρα χεῖρας ἁμᾷ

12Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,

13ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτʼ ἐπὶ ῥηγμῖνι πόντου.

14αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,

15πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους

16δαίμων ἀπʼ Οἰνώνας ἔλασεν. στάσομαι· οὔ τοι ἅπασα κερδίων

17φαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκής·

18καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.

19εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι

20αὐτόθεν ἅλμαθʼ ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν·

21καὶ πέραν πόντοιο πάλλοντʼ αἰετοί.

22πρόφρων δὲ καὶ κείνοις ἄειδʼ ἐν Παλίῳ

23Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις

24φόρμιγγʼ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων

25ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν

26Πηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι

27ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν

28πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν,

29ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,

30ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου

31εὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ

32παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·

33εὐθὺς δʼ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον

34δείσαις· ὁ δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ

35Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει

36ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,

37γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν·

38ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,

39καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.

40πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ

41πάντων. τὺ δʼ Αἰγίναθε δίς, Εὐθύμενες,

42Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.

43ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.

44ἁ Νεμέα μὲν ἄραρεν μείς τʼ ἐπιχώριος, ὃν φίλησʼ Ἀπόλλων·

45ἅλικας δʼ ἐλθόντας οἴκοι τʼ ἐκράτεις

46Νίσου τʼ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δʼ, ὅτι

47ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.

48ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν

49ἐπαύρεο· χρὴ δʼ ἀπʼ Ἀθανᾶν τέκτονʼ ἀθληταῖσιν ἔμμεν.

50εἰ δὲ Θεμίστιον ἵκεις, ὥστʼ ἀείδειν, μηκέτι ῥίγει· δίδοι

51φωνάν, ἀνὰ δʼ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,

52πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν

53νικῶντʼ ἀρετάν, προθύροισιν δʼ Αἰακοῦ

54ἀνθέων ποι άε ντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.

Nemean 6 ΑΛΚΙΜΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι

1ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν

2ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα

3δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος

4μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν

5νόον ἤτοι φύσιν ἀθανάτοις,

6καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος

7οἵαν τινʼ ἔγραψε δραμεῖν ποτὶ στάθμαν.

8τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν

9ἄγχι καρποφόροις ἀρούραισιν, αἵτʼ ἀμειβόμεναι

10τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,

11τόκα δʼ αὖτʼ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι

12Νεμέας ἐξ ἐρατῶν ἀέθλων

13παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται

14οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,

15ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων

16πατροπάτορος ὁμαιμίου.

17κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις

18ἔρνεα πρῶτος ἔνεικεν ἀπʼ Ἀλφεοῦ,

19καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,

20νεμέᾳ δὲ τρίς,

21ἔπαυσε λάθαν

22Σωκλείδα, ὃς ὑπέρτατος

23Ἁγησιμάχῳ υἱέων γένετο.

24ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς

25ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ

26ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων

27ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι

28μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν

29ὥτʼ ἀπὸ τόξου ἱείς· εὔθυνʼ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων

30εὐκλέα. παροιχομένων γὰρ ἀνέρων

31ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργʼ ἐκόμισαν,

32Βασσίδαισιν ἅ τʼ οὐ σπανίζει· παλαίφατος γενεά,

33ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις

34δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων

35ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ

36χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας

37χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν

38ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων

39ἑσπέριος ὁμάδῳ φλέγεν·

40πόντου τε γέφυρʼ ἀκάμαντος ἐν ἀμφικτιόνων

41ταυροφόνῳ τριετηρίδι Κρ εο ντίδαν

42τίμασε Ποσειδάνιον ἂν τέμενος·

43βοτάνα τέ νιν

44πόθʼ ἁ λέοντος

45νικάσαντʼ ἤρεφε δασκίοις

46Φλιοῦντος ὑπʼ ὠγυγίοις ὄρεσιν.

47πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι

48νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι

49ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας·

50πέταται δʼ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν

51ὄνυμʼ αὐτῶν· καὶ ἐς Αἰθίοπας

52Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς

53ἔμπεσε χαμαὶ καταβὰς ἀφʼ ἁρμάτων,

54φαεννᾶς υἱὸν εὖτʼ ἐνάριξεν Ἀόος ἀκμᾷ

55ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι

56ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·

57τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων

58λέγεται παντὶ μάλιστα δονεῖν

59θυμόν. ἑκόντι δʼ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,

60πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων

61εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,

62Ἀλκιμίδα, τέ γʼ ἐπαρκέσαι

63κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει,

64παῖ, σέ τʼ ἐνόσφισε καὶ Πουλυτιμίδαν

65κλᾶρος προπετὴς ἄνθεʼ Ὀλυμπιάδος.

66δελφῖνί κεν

67τάχος διʼ ἅλμας

68ἴσον εἴποιμι Μελησίαν,

69χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.

Nemean 7 ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗι ΠΑΙΔΙ ΠΕΝΤΑΘΛῼ

1Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,

2παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθεν

3οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν

4τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.

5ἀναπνέομεν δʼ οὐχ ἅπαντες ἐπὶ ἴσα·

6εἴργει δὲ πότμῳ ζυγένθʼ ἕτερον ἕτερα. σὺν δὲ τὶν

7καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς

8εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.

9πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων

10Αἰακιδᾶν· μάλα δʼ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.

11εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρονʼ αἰτίαν

12ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ

13σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·

14ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,

15εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος

16εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.

17σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον

18ἔμαθον, οὐδʼ ὑπὸ κέρδει βλάβεν·

19ἀφνεὸς πενιχρός τε θανάτου πέρας

20ἅμα νέονται. ἐγὼ δὲ πλέονʼ ἔλπομαι

21λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθʼ Ὅμηρον·

22ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ

23σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δʼ ἔχει

24ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν

25ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς

26ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν

27λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ

28ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς

29ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ

30πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται

31κῦμʼ Ἀΐδα, πέσε δʼ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται

32ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων

33βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου

34μόλον χθονός· ἐν Πυθίοισι δὲ δαπέδοις

35κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,

36τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δʼ ἀποπλέων

37Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δʼ εἰς Ἐφύραν ἵκοντο·

38Μολοσσίᾳ δʼ ἐμβασίλευεν ὀλίγον

39χρόνον· ἀτὰρ γένος αἰεὶ φέρεν

40τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,

41κτέανʼ ἄγων Τρωΐαθεν ἀκροθινίων·

42ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντʼ ἀνὴρ μαχαίρᾳ.

43βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.

44ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳ

45Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι

46θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς

47θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.

48εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·

49οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,

50Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖν

51φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων

52οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχει

53καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια.

54φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,

55ὁ μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατον

56εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω

57εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον

58ὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου

59δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ

60σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.

61ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,

62ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων

63κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος.

64ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ

65Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις

66ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,

67βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων

68ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,

69εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.

70Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω

71μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι

72θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων

73αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.

74εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.

75ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς

76ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.

77εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι

78κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ

79καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.

80Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ

81πολύφατον θρόον ὕμνων δόνει

82ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει

83δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ

84ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,

85ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,

86Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεται

87ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι

88νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντων

89ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι,

90ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς

91ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων

92θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·

93ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖς

94ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,

95τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν

96κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν

97ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.

98εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις

99ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις

100εὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ

101γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.

102τὸ δʼ ἐμὸν οὔ ποτε φάσει κέαρ

103ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι

104ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν

105ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς Κόρινθος.

Nemean 8 ΔΕΙΝΙΑι ΑΙΓΙΝΗΤΗι ΔΙΑΥΛΟΔΡΟΜῼ

1ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,

2ἅτε παρθενηΐοις παίδων τʼ ἐφίζοισα γλεφάροις,

3τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δʼ ἑτέραις.

4ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον

5τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.

6οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν

7Κυπρίας δώρων· ἔβλαστεν δʼ υἱὸς Οἰνώνας βασιλεὺς

8χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.

9ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων

10ἤθελον κείνου γε πείθεσθʼ ἀναξίαις ἑκόντες,

11οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,

12οἵ τʼ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.

13ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θʼ ὑπὲρ φίλας

14ἀστῶν θʼ ὑπὲρ τῶνδʼ ἅπτομαι φέρων

15Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,

16Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.

17σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος·

18ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.

19ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.

20πολλὰ γὰρ πολλᾷ λέλεκται· ν εα ρὰ δʼ ἐξευρόντα δόμεν βασάνῳ

21ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν·

22ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει.

23κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.

24ἦ τινʼ ἄγλωσσον μέν, ἦτορ δʼ ἄλκιμον, λάθα κατέχει

25ἐν λυγρῷ νείκει· μέγιστον δʼ αἰόλῳ ψεύδει γέρας ἀντέταται.

26κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν·

27χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.

28ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ

29ἕλκεα ῥῆξαν πελεμιζόμενοι

30ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ,

31ἄλλων τε μόχθων ἐν πολυφθόροις

32ἁμέραις. ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι,

33αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος·

34ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν.

35εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις

36ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος

37μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροι

38ἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ,

39αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς.

40αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,

41ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσʼ ἐν δικαίοις τε πρὸς ὑγρὸν

42αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις

43ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι

44πιστόν. ὦ Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαι

45οὔ μοι δυνατόν· κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος·

46σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ Ἐλαφρὸν

47ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων

48δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον

49ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δʼ ἀνὴρ

50νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος

51δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.

Nemean 9 ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΑΡΜΑΤΙ

1κωμάσομεν παρʼ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι,

2τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθʼ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,

3ὄλβιον ἐς Χρομίου δῶμʼ. ἀλλʼ ἐπέων γλυκὺν ὕμνον πράσσετε.

4τὸ κρατήσιππον γὰρ ἐς ἃρμʼ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει

5Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.

6ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν

7μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δʼ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.

8ἀλλʼ ἀνὰ μὲν βρομίαν φόρμιγγʼ, ἀνὰ δʼ αὐλὸν ἐπʼ αὐτὰν ὄρσομεν

9ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπʼ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγὼ

10μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς,

11ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θʼ ἑορταῖς

12ἰσχύος τʼ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.

13φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν

14πατρῴων οἴκων ἀπό τʼ Ἄργεος· ἀρχοὶ δʼ οὐκ ἔτʼ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.

15κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.

16ἀνδροδάμαντʼ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,

17δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε

18ἐς λὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν

19οὐ κατʼ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους

20στείχειν ἐπώτρυνʼ, ἀλλὰ φείσασθαι κελεύθου.

21φαινομέναν δʼ ἄρʼ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι

22χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσμηνοῦ δʼ ἐπʼ ὄχθαισι γλυκὺν

23νόστον ἐρεισάμενοι λευκανθέα σώματʼ ἐπίαναν καπνόν·

24ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δʼ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ

25Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δʼ ἅμʼ ἵπποις,

26δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν

27θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.

28εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων

29ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δʼ εὔνομον

30αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,

31Ζεῦ πάτερ, ἀγλαΐαισιν δʼ ἀστυνόμοις ἐπιμῖξαι

32λαόν. ἐντί τοι φίλιπποί τʼ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας

33ἄνδρες. ἄπιστον ἔειπʼ· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,

34ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τʼ ἐν μάχαις

35ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς,

36οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ

37θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου

38παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας

39χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν

40ἀγχοῦ, βαθυκρήμνοισι δʼ ἀμφʼ ἀκταῖς Ἑλώρου,

41ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν

42παιδὶ τοῦθʼ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ· τὰ δʼ ἄλλαις ἁμέραις

43πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.

44ἐκ πόνων δʼ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα.

45ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.

46εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται

47κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.

48ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δʼ αὔξεται

49μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται.

50ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,

51ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν

52ἀμπέλου παῖδʼ, ἅς ποθʼ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ

53Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,

54εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις

55νίκαν, ἀκοντίζων σκοποῖʼ ἄγχιστα Μοισᾶν.

Nemean 10 ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤΗι

1Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,

2Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δʼ ἀρεταῖς

3μυρίαις ἔργων θρασέων ἕνεκεν.

4μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος·

5πολλὰ δʼ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις·

6οὐδʼ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.

7Διομήδεα δʼ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·

8γαῖα δʼ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν

9μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·

10καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·

11Ζεὺς ἐπʼ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον·

12πατρὶ δʼ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·

13θρέψε δʼ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δʼ ὄλβῳ φέρτατος

14ἵκετʼ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις

15Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος

16ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν

17σπέρμʼ ἀδείμαντον φέρων Ἡρακλέος· οὗ κατʼ Ὄλυμπον

18ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισʼ ἔστι, καλλίστα θεῶν.

19βραχύ μοι στόμα πάντʼ ἀναγήσασθʼ, ὅσων Ἀργεῖον ἔχει τέμενος

20μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·

21ἀλλʼ ὅμως εὔχορδον ἔγειρε λύραν,

22καὶ παλαισμάτων λάβε φροντίδʼ· ἀγών τοι χάλκεος

23δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·

24Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.

25ἐκράτησε δὲ καί ποθʼ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν

26καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τʼ ἔδωκʼ ἀρόσαι,

27τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,

28τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.

29Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλος

30ἐν τὶν ἔργων· οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν·

31γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ

32ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δʼ ἔσχεν Πίσα

33Ἡρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδαν

34ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ

35κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας

36ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.

37ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων

38εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.

39ἀξιωθείην κεν, ἐὼν Θρασύκλου

40Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος

41ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδʼ ἱπποτρόφον

42ἄστυ θάλησεν Κορίνθου τʼ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις·

43Σικυωνόθε δʼ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν,

44ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·

45ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν

46ἐξελέγχειν· μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς·

47ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες

48καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.

49Κάστορος δʼ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη

50καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν

51ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν· ἐπεὶ

52εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων

53μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,

54μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος.

55μεταμειβόμενοι δʼ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ

56Δὶ νέμονται, τὰν δʼ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,

57πότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεὶ

58τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τʼ οὐρανῷ,

59εἵλετʼ αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.

60τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.

61ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει

62ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετʼ ὀξύτατον

63ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ

64ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντʼ ὠκέως,

65καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ

66ἦλθε Λήδας παῖς διώκων· τοὶ δʼ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·

67ἔνθεν ἁρπάξαντες ἄγαλμʼ Ἀΐδα, ξεστὸν πέτρον,

68ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλʼ οὔ νιν φλάσαν,

69οὐδʼ ἀνέχασσαν· ἐφορμαθεὶς δʼ ἄρʼ ἄκοντι θοῷ

70ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.

71Ζεὺς δʼ ἐπʼ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·

72ἅμα δʼ ἐκαίοντʼ ἔρημοι. χαλεπὰ δʼ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.

73ταχέως δʼ ἐπʼ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,

74καί νιν οὔπω τεθναότʼ, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.

75θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς

76ὄρθιον φώνασε· πάτερ Κρονίων, τίς δὴ λύσις

77ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδʼ ἐπίτειλον, ἄναξ.

78οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δʼ ἐν πόνῳ πιστοὶ βροτῶν

79καμάτου μεταλαμβάνειν. ὣς ἔννεπε· Ζεὺς δʼ ἀντίος ἤλυθέ οἱ

80καὶ τόδʼ ἐξαύδασʼ ἔπος· ἐσσί μοι υἱός· τόνδε δʼ ἔπειτα πόσις

81σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις

82στάξεν ἥρως. ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν

83παρδίδωμʼ· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον

84αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει,

85ἔστι τοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι

86μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,

87ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,

88ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.

89ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.

90ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.

Nemean 11 ΑΡΙΣΤΑΓΟΡΑι ΤΕΝΕΔΙῼ ΠΡΥΤΑΝΕΙ

1παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας,Ἑστία,

2Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,

3εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,

4.εὖ δʼ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας,

5οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,

6πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,

7πολλὰ δὲ κνίσσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά·

8καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις

9ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος

10δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,

11ἄνδρα δʼ ἐγὼ μακαρίζω μὲν πατέρʼ Ἁγησίλαν,

12καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.

13εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,

14ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,

15θνατὰ μεμνάσθω περιστέλλων μέλη,

16καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·

17ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,

18καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.

19ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόραν

20ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον

21ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.

22ἐλπίδες δʼ ὀκνηρότεραι γονέων παιδὸς βίαν

23ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.

24ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ

25καὶ παρʼ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου

26κάλλιον ἂν δηριώντων ἐνόστησʼ ἀντιπάλων,

27πενταετηρίδʼ ἑορτὰν Ἡρακλέος τέθμιον

28κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις

29ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι

30ἐξ ἀγαθῶν ἔβαλον· τὸν δʼ αὖ καταμεμφθέντʼ ἄγαν

31ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν

32χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.

33συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι

34αἷμʼ ἀπὸ Σπάρτας· Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,

35Αἰολέων στρατιὰν χαλκεντέα δεῦρʼ ἀνάγων·

36καὶ παρʼ Ἰσμηνοῦ ῥοὰν κεκραμένον

37ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δʼ ἀρεταὶ

38ἀμφέροντʼ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·

39ἐν σχερῷ δʼ οὔτʼ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,

40δένδρεά τʼ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις

41ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,

42ἀλλʼ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει

43μοῖρα. τὸ δʼ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται

44τέκμαρ· ἀλλʼ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,

45ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ

46ἐλπίδι γυῖα· προμαθείας δʼ ἀπόκεινται ῥοαί.

47κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·

48ἀπροσίκτων δʼ ἐρώτων ὀξύτεραι μανίαι.