The Greek Library Author

Pindar

Ἰσθμιονῖκαι

Author namesPindare · Pindar · Pindaros · Pindarus · Πινδαρος

Edition reference
The Odes of Pindar · Cambridge, MA; London · Harvard University Press; William Heinemann Ltd. · 1937
CTS identifier
urn:cts:greekLit:tlg0033.tlg004.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ιστημιαν 1 ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ

1μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,

2πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον

3θήσομαι. μή μοι κραναὰ νεμεσάσαι

4Δᾶλος, ἐν ᾇ κέχυμαι.

5τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;

6εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,

7καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων

8ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις

9ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ

10δειράδʼ· ἐπεὶ στεφάνους

11ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,

12καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν

13παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.

14ἀλλʼ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,

15ἁνία τʼ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντʼ ἐθέλω

16ἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.

17κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι·

18ἔν τʼ ἀέθλοισι θίγον πλείστων ἀγώνων,

19καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον

20καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,

21γευόμενοι στεφάνων

22νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ

23ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τʼ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,

24οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,

25καὶ λιθίνοις ὁπότʼ ἐν δίσκοις ἵεν.

26οὐ γὰρ ἦν πεντάθλιον, ἀλλʼ ἐφʼ ἑκάστῳ

27ἔργματι κεῖτο τέλος.

28τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις

29ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας,

30Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,

31Τυνδαρίδας δʼ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκ έω ν ἕδος.

32χαίρετʼ. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ

33Ὀγχηστίαισίν τʼ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν

34γαρύσομαι τοῦδʼ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν

35Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν,

36ἅ νιν ἐρειδόμενον ναυαγίαις

37ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ

38δέξατο συντυχίᾳ·

39νῦν δʼ αὖτις ἀρχαίας ἐπέβασε πότμος

40συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·

41εἰ δʼ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,

42ἀμφότερον δαπάναις τε καὶ πόνοις,

43χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον

44μὴ φθονεραῖσι φέρειν

45γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ

46ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντʼ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.

47μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφʼ ἔργμασιν ἀνθρώποις γλυκύς,

48μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·

49γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·

50ὃς δʼ ἀμφʼ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,

51εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.

52ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸν

53γείτονʼ ἀμειβομένοις εὐεργέταν

54ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,

55καὶ σέθεν, Ἀμφιτρύων,

56παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν

57καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·

58Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶν

59ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.

60πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος Ἑρμᾶς

61Ἡροδότῳ ἔπορεν

62ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων

63ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.

64εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντʼ ἀγλααῖς

65Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τʼ ἐξαιρέτοις

66Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις

67Θήβαισι τεύχοντʼ. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,

68ἄλλοισι δʼ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.

ιστημιαν 2 ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ

1οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων

2ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,

3ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,

4ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας

5εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.

6ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις·

7οὐδʼ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας

8ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.

9νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαι

10ῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,

11χρήματα, χρήματʼ ἀνήρ, ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων.

12ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδω

13Ἰσθμίαν ἵπποισι νίκαν,

14τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,

15Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ

16πέμπεν ἀναδεῖσθαι σελίνων,

17εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.

18ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐαν

19καὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς

20ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη

21ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,

22τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις·

23ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα

24Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·

25ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ

26χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας

27γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς

28ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου

29παῖδες ἐν τιμαῖς ἔμιχθεν.

30καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι

31οὔτε κώμων, ὦ Θρασύβουλʼ, ἐρατῶν,

32οὔτε μελικόμπων ἀοιδᾶν.

33οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,

34εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.

35μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰν

36Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν

37ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,

38ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·

39καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν

40οὖρος ἐμπνεύσαις ὑπέστειλʼ ἱστίον ἀμφὶ τράπεζαν·

41ἀλλʼ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,

42ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.

43μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,

44μήτʼ ἀρετάν ποτε σιγάτω πατρῴαν,

45μηδὲ τούσδʼ ὕμνους· ἐπεί τοι

46οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.

47ταῦτα, Νικάσιππʼ, ἀπόνειμον, ὅταν

48ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.

ιστημιαν 3 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΙΠΠΟΙΣ

1εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις

2ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,

3ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.

4Ζεῦ, μεγάλαι δʼ ἀρεταὶ θνατοῖς ἕπονται

5ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν

6οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.

7εὐκλέων δʼ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,

8χρὴ δὲ κωμάζοντʼ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.

9ἔστι δὲ καὶ διδύμων ἀέ θλων Μελίσσῳ

10μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν

11ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος

12ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν

13ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δʼ ἀρετὰν

14σύμφυτον οὐ κατελέγχει.

15ἴστε μὰν Κλεωνύμου

16δόξαν παλαιὰν ἅρμασιν·

17καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.

18αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλʼ ἄλλοτʼ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.

ιστημιαν 4 ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ

1ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·

2ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις

3ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·

4αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ

5σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος

6πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.

7τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται

8πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ

9ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται

10μαρτύρια φθιμένων ζωῶν τε φωτῶν

11ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν

12οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·

13καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.

14ἱπποτρόφοι τʼ ἐγένοντο,

15χαλκέῳ τʼ Ἄρει ἅδον.

16ἀλλʼ ἁμέρᾳ γὰρ ἐν μιᾷ

17τραχεῖα νιφὰς πολέμοιο τεσσάρων

17bἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·

18νῦν δʼ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον

18bχθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις

19δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων

20καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,

21τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον

22ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν

23εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλʼ ἀνεγειρομένα χρῶτα λάμπει,

24Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·

25ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν

26ἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν

27τοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν.

28οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον

29καμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.

30τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,

31ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων,

32πρὶν τέλος ἄκρον ἱκέσθαι·

33τῶν τε γὰρ καὶ τῶν διδοῖ·

34καὶ κρέσσονʼ ἀνδρῶν χειρόνων

35ἔσφαλε τέχνα καταμάρψαισʼ. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ

36ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.

37ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦ

38πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν

39θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.

40τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,

41εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν

42ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.

43προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων

44καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον,

45ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς

46θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων

47ἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ ἅ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει.

48χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.

49οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·

50ἀλλʼ ὀνοτὸς μὲν ἰδέσθαι,

51συμπεσεῖν δʼ ἀκμᾷ βαρύς.

52καίτοι πότʼ Ἀνταίου δόμους

53Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρ

54τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,

55υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσας

56καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,

57ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.

58νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον

59ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τʼ ὀπυίει,

60χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.

61τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ

62καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν

63ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,

64τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς·

65τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει

66αἰθέρα κνις άε ντι λακτίζοισα καπνῷ,

67καὶ δεύτερον ἆμαρ ἐτείων τέρμʼ ἀέθλων

68γίνεται, ἰσχύος ἔργον.

69ἔνθα λευκωθεὶς κάρα

70μύρτοις ὅδʼ ἀνὴρ διπλόαν

71νίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου

72γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.

ιστημιαν 5 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ

1μᾶτερ Ἁλίου πολυώνυμε Θεία,

2σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν

3χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·

4καὶ γὰρ ἐριζόμεναι

5νᾶες ἐν πόντῳ καὶ ὑφʼ ἅρμασιν ἵπποι

6διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·

7ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν

8κλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοι

9χερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειραν

10ἢ ταχυτᾶτι ποδῶν.

11κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.

12δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,

13εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.

14μὴ μάτευε Ζεὺς γενέσθαι· πάντʼ ἔχεις,

15εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.

16θνατὰ θνατοῖσι πρέπει.

17τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά,

18Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,

19Πυθέᾳ τε παγκρατίου. τὸ δʼ ἐμὸν

20οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·

21σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖς

22τάνδʼ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται

23θεοδότων ἔργων κέλευθον ἂν καθαράν,

24μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ

25κιρνάμεν ἀντὶ πόνων.

26καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ

27λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς

28μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς

29Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·

30ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς

31Οἰνεΐδαι κρατεροί,

32ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος

33γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.

34ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ

35Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις

36δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι

37Ἡρακλῆϊ πρότερον,

38καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·

39λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,

40καὶ στράταρχον Αἰθιόπων ἄφοβον

41Μέμνονα χαλκοάραν· τίς ἄρʼ ἐσλὸν Τήλεφον

42τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;

43τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν

44διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι

45πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.

46πολλὰ μὲν ἀρτιεπὴς

47γλῶσσά μοι τοξεύματʼ ἔχει περὶ κείνων

48κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις

49ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ

50ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.

51ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ·

52Ζεὺς τά τε καὶ τὰ νέμει,

53Ζεὺς ὁ πάντων κύριος. ἐν δʼ ἐρατεινῷ

54μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων

55ἀμφʼ ἀέθλοισιν γενεὰν Κλεονίκου

56ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς

57μόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναι

58ἐλπίδων ἔκνισʼ ὄπιν.

59αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις

60Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι

61χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.

62λάμβανέ οἱ στέφανον, φέρε δʼ εὔμαλλον μίτραν,

63καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.

ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ

1θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου

2δεύτερον κρητῆρα Μοισαίων μελέων

3κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,

4τίν γʼ ἄωτον δεξάμενοι στεφάνων,

5νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ

6Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου

7Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον

8σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα

9σπένδειν μελιφθόγγοις ἀοιδαῖς.

10εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς

11καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,

12σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου

13βάλλετʼ ἄγκυραν θεότιμος ἐών.

14τοίαισιν ὀργαῖς εὔχεται

15ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν

16ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον

17Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς

18ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.

19ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,

20τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν

21τάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.

22μυρίαι δʼ ἔργων καλῶν τέτμηνθʼ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,

23καὶ πέραν Νείλοιο παγᾶν καὶ διʼ Ὑπερβορέους·

24οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,

25ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,

26οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα

27καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον

28ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,

29Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν

30ἐν ναυσὶν Ἀλκμήνας τέκος.

31εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων

32ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον

33Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο

34χερσὶν βαρυφθόγγοιο νευρᾶς

35Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων

36ἐς πλόον κεῖνον κύρησε δαινυμένων.

37τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι

38καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,

39ἄνδωκε δʼ αὐτῷ φέρτατος

40οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,

41ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους

42αὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ,

43θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,

44νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις

45λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας

46ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,

47τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται

48θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·

49θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς

50ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις,

51εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·

52ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·

53καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν

54ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.

55ὣς ἆρα εἰπὼν αὐτίκα

56ἕζετʼ. ἐμοὶ δὲ μακρὸν πάσας ἀν αγήσασθʼ ἀρετάς·

57Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας

58Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον

59εἰρήσεταί που κἀν βραχίστοις.

60ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου

61τρεῖς ἀπʼ Ἰσθμοῦ, τὰς δʼ ἀπʼ εὐφύλλου Νεμέας,

62ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δʼ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·

63τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων

64ἄρδοντι καλλίστᾳ δρόσῳ,

65τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν

66θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν

67ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος,

68υἱοῖσί τε φράζων παραινεῖ,

69ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,

70καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,

71μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·

72γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν

73Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντʼ ἀκόναν.

74πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι

75χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρʼ εὐτειχέσιν Κάδμου πύλαις.

ιστημιαν 7 ΣΤΡΕΨΙΑΔΗι ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ

1τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,

2καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν

3εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον

4Δαμάτερος ἁνίκʼ εὐρυχαίταν

5ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,

6ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις

7σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;

8ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;

9ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;

10ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν

11μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;

12ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ

13ἔστασας ἐπὶ σφυρῷ

14Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας

15Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;

16ἀλλὰ παλαιὰ γὰρ

17εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,

18ὅ τι μὴ σοφίας ἄωτον ἄκρον

19κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.

20κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ

21καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ

22νίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.

23φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,

24μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,

25χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,

26τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται.

27ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,

28λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,

29ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων

30ζώων τʼ ἀπὸ καὶ θανών.

31τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν

32αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα

33Ἀμφιάρηόν τε,

34εὐανθέʼ ἀπέπνευσας ἁλικίαν

35προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι

36ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.

37ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι

38Γαιάοχος εὐδίαν ὄπασσεν

39ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος,

40ὅ τι τερπνὸν ἐφάμερον διώκων

41ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον

42αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·

43δαίμων δʼ ἄϊσος· τὰ μακρὰ δʼ εἴ τις

44παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος

45δεσπόταν ἐθέλοντʼ ἐς οὐρανοῦ σταθμοὺς

46ἐλθεῖν μεθʼ ὁμάγυριν Βελλεροφόνταν

47Ζηνός· τὸ δὲ πὰρ δίκαν

48γλυκὺ πικροτάτα μένει τελευτά.

49ἄμμι δʼ, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,

50τεαῖσιν ἁμίλλαισιν

51εὐανθέα καὶ Πυθόϊ στέφανον.

ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ

1Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον

2εὔδοξον, ὦ νέοι, καμάτων

3πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω

4κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ

5ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ έω ν λυθέντες

6μήτʼ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,

7μήτε κάδεα θεράπευε· παυσάμενοι δʼ ἀπρήκτων κακῶν

8γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·

9ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς

10τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,

11ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά

12μοι δεῖμα μὲν παροιχόμενον

13καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν

14χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπʼ ἀνδράσι κρέμαται,

15ἑλίσσων βίου πόρον· ἰατὰ δʼ ἔστι βροτοῖς σύν γʼ ἐλευθερίᾳ καὶ τά. χρὴ δʼ ἀγαθὰν ἐλπίδʼ ἀνδρὶ μέλειν· χρὴ δʼ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα

16Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,

17πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων

18ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.

19ὃ τὰν μὲν παρὰ καλλιρόῳ

20Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·

21σὲ δʼ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν

22κοιμᾶτο, δῖον ἔνθα τέκες

23Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· ὃ καὶ

24δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι

25ἀρίστευον υἱέες υἱέων τʼ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντʼ ἀμφέπειν ὅμαδον· σώφρονές τʼ ἐγένοντο πινυτοί τε θυμόν.

26ταῦτα καὶ μακάρων ἐμέμναντʼ ἀγοραί,

27Ζεὺς ὅτʼ ἀμφὶ Θέτιος ἀγλαός τʼ ἔρισαν Ποσειδᾶν γάμῳ,

28ἄλοχον εὐειδέʼ ἐθέλων ἑκάτερος

29ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.

30ἀλλʼ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,

31ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δʼ

32εὔβουλος ἐν μέσοισι Θέμις,

33οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν

34ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος

35διώξει χερὶ τριόδοντός τʼ ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρʼ ἀδελφεοῖσιν.— ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα

36υἱὸν εἰσιδέτω θανόντʼ ἐν πολέμῳ,

37χεῖρας Ἄρεΐ τʼ ἐναλίγκιον στεροπαῖσί τʼ ἀκμὰν ποδῶν.

38τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον

39ὀπάσσαι γέρας Αἰακίδᾳ,

40ὅντʼ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον·

41ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺς

42Χείρωνος αὐτίκʼ ἀγγελίαι·

43μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω

44ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν

45λύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς

46οὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγειν

47καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν

48στόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·

49ὃ καὶ Μύσιον ἀμπελόεν

50αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,

51γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον,

52Ἑλέναν τʼ ἐλύσατο, Τρωΐας

53ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου

54ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν

55ὑπέρθυμον Ἕκτορά τʼ ἄλλους τʼ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.

56τὸν μὲν οὐδὲ θανόντʼ ἀοιδαὶ ἔλιπον,

57ἀλλά οἱ παρά τε πυρὰν τάφον θʼ Ἑλικώνιαι παρθένοι

58στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.

59ἔδοξʼ ἆρα τόδʼ ἀθανάτοις,

60ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.

61τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε

62Μοισαῖον ἅρμα Νικοκλέος

63μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος

64Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας

65ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν

66ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω

67μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τʼ ἀγὼν σὺν τύχᾳ

68ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·

69τὸν αἰνεῖν ἀγαθῷ παρέχει·

70ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.