Κατὰ Λεωκράτους
- Scientific editors
- J. O. Burtt
- Edition reference
- Minor Attic Orators · London · William Heinemann, Ltd. · 1954
- CTS identifier
urn:cts:greekLit:tlg0034.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ὑπόθεσις
μετὰ τὰ ἐν Χαιρωνείᾳ δεινὰ ψήφισμα ποιεῖ ὁ τῶν Ἀθηναίω δῆμος, ὥστε μήτε τινὰ ἔξω γενέσθαι τῆς πόλεως, μήτε μὴν ἐκθέσθαι παῖδας καὶ γυναῖκας. Λεωκράτης οὖν τις ἐξελθὼν τῆς πόλεως, καὶ ἀφικόμενος ἐν Ῥόδῳ καὶ πάλιν ἐν Μεγάροις, ἦλθεν ἐν Ἀθήναις· καὶ παρρησιαζομένου αὐτοῦ κατηγορίαν ποιεῖται ὁ Λυκοῦργος αὐτοῦ ὡς προδότου. ἡ δὲ στάσις ὅρος ἀντονομάζων· ὁμολογεῖ γὰρ καὶ ὁ Λεωκράτης ἀπολιπεῖν τὴν πόλιν οὐ μέντοι προδιδόναι. ἄλλοι στοχασμὸν ἀπὸ γνώμης, ὡς τοῦ μὲν ἐξελθεῖν ὁμολογουμένου, ἀμφιβαλλομένης δὲ τῆς προαιρέσεως, ποίᾳ γνώμῃ ἐξῆλθεν, εἴτʼ ἐπὶ προδοσίᾳ εἴτʼ ἐπὶ ἐμπορίᾳ. ἄλλοι δὲ ἀντίστασιν· λέγει γὰρ οὐκ ἐπὶ προδοσίᾳ τῆς πόλεως ἐξελθεῖν, ἀλλʼ ἐπὶ ἐμπορίᾳ. ἔοικε δὲ ἡ τοῦ λόγου ὑπόθεσις τῇ τοῦ κατὰ Αὐτολύκου.
δικαίαν, ὦ Ἀθηναῖοι, καὶ εὐσεβῆ καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τὴν ἀρχὴν τῆς κατηγορίας Λεωκράτους τοῦ κρινομένου ποιήσομαι. εὔχομαι γὰρ τῇ Ἀθηνᾷ καὶ τοῖς ἄλλοις θεοῖς καὶ τοῖς ἥρωσι τοῖς κατὰ τὴν πόλιν καὶ τὴν χώραν ἱδρυμένοις, εἰ μὲν εἰσήγγελκα Λεωκράτη δικαίως καὶ κρίνω τὸν τὸν om. Ald. προδόντʼ αὐτῶν αὐτῶν Bekker: αὐτὸν Α: αὑτὸν Ν. καὶ τοὺς νεὼς καὶ τὰ ἕδη καὶ τὰ τεμένη καὶ τὰς ἐν τοῖς νόμοις τιμὰς καὶ τιμὰς καὶ add. N. θυσίας τὰς ὑπὸ τῶν ὑμετέρων προγόνων παραδεδομένας,
ἐμὲ μὲν ἄξιον ἐν τῇ τήμερον ἡμέρᾳ τῶν Λεωκράτους ἀδικημάτων κατήγορον ποιῆσαι, ὃ καὶ τῷ δήμῳ καὶ τῇ πόλει συμφέρει, ὑμᾶς δʼ ὡς ὑπὲρ πατέρων καὶ παίδων καὶ γυναικῶν καὶ πατρίδος καὶ ἱερῶν βουλευομένους, καὶ ἔχοντας ὑπὸ τῇ ψήφῳ τὸν προδότην ἁπάντων τούτων, ἀπαραιτήτους δικαστὰςPost δικαστὰς codd. μὴ παρέχοντας συγγνώμην habent, del. Taylor. καὶ νῦν καὶ εἰς τὸν λοιπὸν χρόνον γενέσθαι τοῖς τὰ τοιαῦτα καὶ τηλικαῦτα παρανομοῦσιν· εἰ δὲ μήτε τὸν προδόντα τὴν πατρίδα μήτε τὸν ἐγκαταλιπόντα τὴν πόλιν καὶ τὰ ἱερὰ εἰς τουτονὶ τὸν ἀγῶνα καθίστημι, σωθῆναι αὐτὸν ἐκ τοῦ κινδύνου καὶ ὑπὸ τῶν θεῶν καὶ ὑφʼ ὑμῶν τῶν δικαστῶν.
ἐβουλόμην δʼ ἄν, ὦ ἄνδρες, ὥσπερ ὠφέλιμόν ἐστι τῇ πόλει εἶναι τοὺς κρίνοντας ἐν ταύτῃ τοὺς παρανομοῦντας, οὕτω καὶ φιλάνθρωπον αὐτὸ παρὰ τοῖς πολλοῖς ὑπειλῆφθαι· νῦν δὲ περιέστηκεν εἰς τοῦτο, ὥστε τὸν ἰδίᾳ κινδυνεύοντα καὶ ὑπὲρ τῶν κοινῶν ἀπεχθανόμενον οὐ οὐ Α: μὴ Ν. φιλόπολιν ἀλλὰ φιλοπράγμονα δοκεῖν εἶναι, οὐ δικαίως οὐδὲ συμφερόντως τῇ πόλει. τρία γάρ ἐστι τὰ μέγιστα ἃ διαφυλάττει καὶ διασῴζει τὴν δημοκρατίαν καὶ τὴν τῆς πόλεως εὐδαιμονίαν,
πρῶτον μὲν ἡ τῶν νόμων τάξις, δεύτερον δʼ ἡ τῶν δικαστῶν ψῆφος, τρίτον δʼ ἡ τούτοις τἀδικήματα παραδιδοῦσα παραδιδοῦσα Bekker: παραδοῦσα codd. κρίσις. ὁ μὲν γὰρ νόμος πέφυκε προλέγειν ἃ μὴ δεῖ πράττειν, ὁ δὲ κατήγορος μηνύειν τοὺς ἐνόχους τοῖς ἐκ τῶν νόμων ἐπιτιμίοις καθεστῶτας, ὁ δὲ δικαστὴς κολάζειν τοὺς ὑπʼ ὑπʼ in marg. Ald.: ἐπʼ codd. ἀμφοτέρων τούτων ἀποδειχθέντας αὐτῷ, ὥστʼ οὔθʼ ὁ νόμος οὔθʼ ἡ τῶν δικαστῶν ψῆφος ἄνευ τοῦ παραδώσοντος αὐτοῖς τοὺς ἀδικοῦντας ἰσχύει.
ἐγὼ δʼ, ὦ Ἀθηναῖοι, εἰδὼς Λεωκράτην φυγόντα μὲν τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους, ἐγκαταλιπόντα δὲ τοὺς αὑτοῦ πολίτας, προδεδωκότα δὲ πᾶσαν τὴν ὑμετέραν δύναμιν, ἅπασι δὲ τοῖς γεγραμμένοις ἔνοχον ὄντα, ταύτην τὴν εἰσαγγελίαν ἐποιησάμην, οὔτε διʼ ἔχθραν οὐδεμίαν οὔτε διὰ φιλονικίαν οὐδʼ ἡντινοῦν τοῦτον τὸν ἀγῶνα προελόμενος, ἀλλʼ αἰσχρὸν εἶναι νομίσας τοῦτον περιορᾶν εἰς τὴν ἀγορὰν ἐμβάλλοντα καὶ τῶν κοινῶν ἱερῶν μετέχοντα, τῆς τε πατρίδος ὄνειδος καὶ πάντων ὑμῶν γεγενημένον.
πολίτου γάρ ἐστι δικαίου μὴ διὰ τὰς ἰδίας ἔχθρας εἰς τὰς κοινὰς κρίσεις καθιστάναι καθιστάναι Stephanus: καθεστάναι codd. τοὺς τὴν πόλιν μηδὲν ἀδικοῦντας, ἀλλὰ τοὺς εἰς τὴν πατρίδα τι παρανομοῦντας ἰδίους ἐχθροὺς εἶναι νομίζειν, καὶ τὰ κοινὰ τῶν ἀδικημάτων κοινὰς καὶ τὰς προφάσεις ἔχειν τῆς πρὸς αὐτοὺς διαφορᾶς.
ἅπαντας μὲν οὖν χρὴ νομίζειν μεγάλους εἶναι τοὺς δημοσίους δημοσίους Taylor: δημίους codd. ἀγῶνας, μάλιστα δὲ τοῦτον ὑπὲρ οὗ νῦν μέλλετε τὴν ψῆφον φέρειν. ὅταν μὲν γὰρ τὰς τῶν παρανόμων γραφὰς δικάζητε, τοῦτο μόνον ἐπανορθοῦτε καὶ ταύτην τὴν πρᾶξιν κωλύετε, καθʼ ὅσον ἂν τὸ ψήφισμα μέλλῃ βλάπτειν τὴν πόλιν· ὁ δὲ νῦν ἐνεστηκὼς ἀγὼν οὐ μικρόν τι μέρος συνέχει τῶν τῆς πόλεως οὐδʼ ἐπʼ ὀλίγον χρόνον, ἀλλʼ ὑπὲρ ὅλης τῆς πατρίδος καὶ κατὰ παντὸς τοῦ αἰῶνος ἀείμνηστον καταλείψει τοῖς ἐπιγιγνομένοις καταλείψει τοῖς ἐπιγιγνομένοις Α: τοῖς ἐπιγιγνομένοις καταλείψειν Ν. τὴν κρίσιν.
οὕτω γάρ ἐστι δεινὸν τὸ γεγενημένον ἀδίκημα καὶ τηλικοῦτον ἔχει τὸ μέγεθος, ὥστε μήτε κατηγορίαν μήτε τιμωρίαν μήτε τιμωρίαν secl. Sauppe. ἐνδέχεσθαι εὑρεῖν ἀξίαν μήτʼ ἐν τοῖς νόμοις ὡρίσθαι τιμωρίαν ἀξίαν ἀξίαν secl. Blass. τῶν ἁμαρτημάτων. τί γὰρ χρὴ παθεῖν τὸν ἐκλιπόντα μὲν τὴν πατρίδα, μὴ βοηθήσαντα δὲ τοῖς πατρῴοις ἱεροῖς, ἐγκαταλιπόντα δὲ τὰς τῶν προγόνων θήκας, ἅπασαν δὲ τὴν χώραν χώραν Ν: πόλιν Α. ὑποχείριον τοῖς πολεμίοις παραδόντα; τὸ μὲν γὰρ μέγιστον καὶ ἔσχατον τῶν τιμημάτων, θάνατος, ἀναγκαῖον μὲν ἐκ τῶν νόμων ἐπιτίμιον, ἔλαττον δὲ τῶν Λεωκράτους ἀδικημάτων καθέστηκε.
παρεῖσθαι δὲ τὴν ὑπὲρ τῶν τοιούτων τιμωρίαν συμβέβηκεν, ὦ ἄνδρες, οὐ διὰ ῥᾳθυμίαν τῶν τότε νομοθετούντων, ἀλλὰ διὰ τὸ μήτʼ μήτʼ Bekker: μὴ codd. ἐν τοῖς πρότερον χρόνοις γεγενῆσθαι τοιοῦτον μηδὲν μήτʼ ἐν τοῖς μέλλουσιν ἐπίδοξον εἶναι γενήσεσθαι. γενήσεσθαι Valckenaer: γεγενῆσθαι codd., qui addunt ὥστε (ὡς Α) μήτε κατηγορίαν μήτε τιμωρίαν ἐνδέχεσθαι ἀξίαν, quae verba del. Taylor, coll. 8. διὸ καὶ μάλιστʼ, ὦ ἄνδρες, δεῖ ὑμᾶς γενέσθαι μὴ μόνον τοῦ νῦν ἀδικήματος δικαστάς, ἀλλὰ καὶ νομοθέτας. ὅσα μὲν γὰρ τῶν ἀδικημάτων νόμος τις διώρικε, ῥᾴδιον τούτῳ κανόνι χρωμένους κολάζειν τοὺς παρανομοῦντας· ὅσα δὲ μὴ σφόδρα περιείληφεν, ἑνὶ ὀνόματι ἑνὶ ὀνόματι ἓν ὁ νόμος τι Blass. προσαγορεύσας, μείζω δὲ τούτων τις ἠδίκηκεν, ἅπασι δʼ ὁμοίως ἔνοχός ἐστιν, ἀναγκαῖον τὴν ὑμετέραν κρίσιν καταλείπεσθαι παράδειγμα τοῖς ἐπιγιγνομένοις.
εὖ δʼ ἴστε, ὦ ἄνδρες, ὅτι οὐ μόνον τοῦτον νῦν κολάσετε κατεψηφισμένοι, ἀλλὰ καὶ τοὺς νεωτέρους ἅπαντας ἐπʼ ἀρετὴν προτρέψετε. προτρέψετε Stephanus: προτρέψητε codd. δύο γάρ ἐστι τὰ παιδεύοντα τοὺς νέους, ἥ τε τῶν ἀδικούντων τιμωρία, καὶ ἡ τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς διδομένη δωρεά· πρὸς ἑκάτερον δὲ τούτων ἀποβλέποντες τὴν μὲν διὰ τὸν φόβον φεύγουσι, τῆς δὲ διὰ τὴν δόξαν ἐπιθυμοῦσι. διὸ δεῖ, ὦ ἄνδρες, προσέχειν τούτῳ τῷ ἀγῶνι καὶ μηδὲν περὶ πλείονος ποιήσασθαι τοῦ δικαίου.
ποιήσομαι δὲ κἀγὼ τὴν κατηγορίαν δικαίαν, οὔτε ψευδόμενος οὐδέν, οὔτʼ ἔξω τοῦ πράγματος λέγων. οἱ μὲν γὰρ πλεῖστοι τῶν εἰς ὑμᾶς εἰσιόντων πάντων ἀτοπώτατον ποιοῦσιν· ἢ γὰρ συμβουλεύουσιν ἐνταῦθα περὶ τῶν κοινῶν πραγμάτων ἢ κατηγοροῦσι καὶ διαβάλλουσι πάντα μᾶλλον ἢ περὶ οὗ μέλλετε τὴν ψῆφον φέρειν. ἔστι δʼ οὐδέτερον τούτων χαλεπόν, οὔθʼ ὑπὲρ ὧν μὴ βουλεύεσθε βουλεύεσθε in marg. Ald.: βούλεσθε codd. γνώμην ἀποφήνασθαι, οὔθʼ ὑπὲρ ὧν μηδεὶς ἀπολογήσεται κατηγορίαν εὑρεῖν.
ἀλλʼ οὐ δίκαιον ὑμᾶς μὲν ἀξιοῦν δικαίαν τὴν ψῆφον φέρειν, αὐτοὺς δὲ μὴ δικαίαν τὴν κατηγορίαν ποιεῖσθαι. τούτων δʼ αἴτιοι ὑμεῖς ἐστε, ὦ ἄνδρες· τὴν γὰρ ἐξουσίαν ταύτην δεδώκατε τοῖς ἐνθάδʼ εἰσιοῦσι, καὶ ταῦτα κάλλιστον ἔχοντες τῶν Ἑλλήνων παράδειγμα τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, ὃ τοσοῦτον διαφέρει τῶν ἄλλων δικαστηρίων ὥστε καὶ παρʼ αὐτοῖς ὁμολογεῖσθαι τοῖς ἁλισκομένοις δικαίαν ποιεῖσθαι τὴν κρίσιν.
πρὸς ὃ δεῖ καὶ ὑμᾶς ἀποβλέποντας μὴ ἐπιτρέπειν τοῖς ἔξω τοῦ πράγματος λέγουσιν· οὕτω γὰρ ἔσται τοῖς τε κρινομένοις ἄνευ διαβολῆς ὁ ἀγών, καὶ τοῖς διώκουσιν ἥκιστα συκοφαντεῖν, καὶ ὑμῖν εὐορκοτάτην τὴν τὴν add. Bekker. ψῆφον ἐνεγκεῖν. ἀδύνατον γάρ ἐστι ἄνευ τοῦ λόγου τοὺς τοὺς addidi (ἄνευ τοῦ λόγου ut gloss. secluso) monente L. A. Post: post τοῦ add. τοιούτου Nicolai: alii alia. μὴ δικαίως δεδιδαγμένους δικαίαν θέσθαι τὴν ψῆφον.
δεῖ δʼ, ὦ ἄνδρες, μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ὅτι οὐχ ὅμοιός ἐστιν ὁ ἀγὼν περὶ τούτου καὶ τῶν ἄλλων ἰδιωτῶν. περὶ μὲν γὰρ ἀγνῶτος ἀνθρώπου τοῖς Ἕλλησιν ἐν ὑμῖν αὐτοῖς ἐδοκεῖτʼ ἂν ἢ καλῶς ἢ καὶ φαύλως ἐψηφίσθαι· περὶ δὲ τούτου ὅ τι ἂν βουλεύσησθε, παρὰ πᾶσι τοῖς Ἕλλησιν ἔσται λόγος, οἳ ἴσασιVerba οἳ ἴσασι ὄντα, quae codd. post ἠκηκόεσαν habent, huc transtulit Franke. τὰ τῶν προγόνων τῶν ὑμετέρων ἔργα ἐναντιώτατα τοῖς τούτῳ διαπεπραγμένοις ὄντα. ἐπιφανὴς γάρ γάρ Bekker: τε γάρ codd. ἐστι διὰ τὸν ἔκπλουν τὸν εἰς Ῥόδον καὶ τὴν ἀπαγγελίαν ἀπαγγελίαν Taylor: ἐπαγγελίαν codd. ἣν ἐποιήσατο καθʼ ὑμῶν πρός τε τὴν πόλιν τὴν τῶν Ῥοδίων, καὶ τῶν ἐμπόρων τοῖς ἐπιδημοῦσιν ἐκεῖ,
οἳ πᾶσαν τὴν οἰκουμένην περιπλέοντες διʼ ἐργασίαν ἀπήγγελλον ἅμα περὶ τῆς πόλεως ἃ Λεωκράτους ἠκηκόεσαν. ἠκηκόεσαν Es: ἀκηκόεσαν N A corr.: ἀκηκόασιν A pr. ὥστε περὶ πολλοῦ ποιητέον ἐστὶν ὀρθῶς βουλεύσασθαι περὶ αὐτοῦ. εὖ γὰρ ἴστε, ὦ Ἀθηναῖοι, ὅτι ᾧ πλεῖστον διαφέρετε τῶν ἄλλων ἀνθρώπων, τῷ πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς γονέας ὁσίως καὶ πρὸς τὴν πατρίδα φιλοτίμως ἔχειν, τούτου τούτου Reiske: τούτῳ codd. πλεῖστον ἀμελεῖν δόξαιτʼ δόξαιτʼ N corr.: δόξοιτʼ N pr. A. ἂν εἰ τὴν παρʼ ὑμῶν οὗτος διαφύγοι τιμωρίαν.
δέομαι δʼ ὑμῶν, ὦ Ἀθηναῖοι, ἀκοῦσαί μου τῆς κατηγορίας διὰ τέλους καὶ μὴ ἄχθεσθαι ἐὰν ἄρξωμαι ἀπὸ τῶν τῇ πόλει τότε συμβάντων, ἀλλὰ τοῖς αἰτίοις ὀργίζεσθαι ὀργίζεσθαι A N pr.: ὀργίζεσθε N corr. διʼ δι’ οὓς Coraes: καὶ δι’ οὓς codd. οὓς ἀναγκάζομαι νῦν μεμνῆσθαι περὶ αὐτῶν. γεγενημένης γὰρ τῆς ἐν Χαιρωνείᾳ μάχης, καὶ συνδραμόντων ἁπάντων ὑμῶν εἰς τὴν ἐκκλησίαν, ἐψηφίσατο ὁ δῆμος παῖδας μὲν καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν εἰς τὰ τείχη κατακομίζειν, τοὺς δὲ στρατηγοὺς τάττειν εἰς τὰς φυλακὰς τῶν Ἀθηναίων καὶ τῶν ἄλλων τῶν οἰκούντων Ἀθήνησι, καθʼ ὅ τι ἂν αὐτοῖς δοκῇ. Λεωκράτης δὲ τούτων οὐδενὸς φροντίσας,
συσκευασάμενος ἃ εἶχε χρήματα, μετὰ τῶν οἰκετῶν ἐπὶ τὸν λέμβον κατεκόμισε, τῆς νεὼς ἤδη περὶ τὴν ἀκτὴν ἐξορμούσης, ἐξορμούσης Taylor: ἐξορμώσης codd. καὶ περὶ δείλην ὀψίαν αὐτὸς μετὰ τῆς ἑταίρας Εἰρηνίδος κατὰ μέσην τὴν ἀκτὴν διὰ τῆς πυλίδος ἐξελθὼν πρὸς τὴν ναῦν προσέπλευσε καὶ ᾤχετο φεύγων, οὔτε τοὺς λιμένας τῆς πόλεως ἐλεῶν ἐξ ὧν ἀνήγετο, οὔτε τὰ τείχη τῆς πατρίδος αἰσχυνόμενος ὧν τὴν φυλακὴν ἔρημον τὸ καθʼ αὑτὸν μέρος κατέλιπεν· οὐδὲ οὐδὲ Heinrich: οὔτε codd. τὴν ἀκρόπολιν καὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ σωτῆρος καὶ τῆς Ἀθηνᾶς τῆς σωτείρας ἀφορῶν καὶ προδιδοὺς ἐφοβήθη, οὓς αὐτίκα σώσοντας σώσοντας Ν: σώσαντας Α. ἑαυτὸν ἐκ τῶν κινδύνων ἐπικαλεῖται.
καταχθεὶς δὲ καὶ ἀφικόμενος εἰς Ῥόδον, ὥσπερ τῇ πατρίδι μεγάλας εὐτυχίας εὐαγγελιζόμενος, ἀπήγγειλεν ἀπήγγειλεν Ν: ἀπήγγελλεν Α. ὡς τὸ μὲν ἄστυ τῆς πόλεως ἑαλωκὸς καταλίποι, τὸν δὲ Πειραιέα πολιορκούμενον, αὐτὸς δὲ μόνος διασωθεὶς ἥκοι· καὶ οὐκ ᾐσχύνθη τὴν τῆς πατρίδος ἀτυχίαν αὑτοῦ σωτηρίαν προσαγορεύσας. οὕτω δὲ σφόδρα ταῦτʼ ἐπίστευσαν οἱ Ῥόδιοι ὥστε τριήρεις πληρώσαντες τὰ πλοῖα κατῆγον, καὶ τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων οἱ παρεσκευασμένοι δεῦρο πλεῖν αὐτοῦ τὸν σῖτον ἐξείλοντο καὶ τἆλλα χρήματα διὰ τοῦτον.
καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας ἁπάντων, πρῶτον μὲν τὰς τῶν γειτόνων καὶ τῶν ἐν τῷ τόπῳ τούτῳ κατοικούντων, οἳ τοῦτον ἴσασιν ἐν τῷ πολέμῳ φυγόντα φυγόντα F. A. Wolf: φεύγοντα codd. καὶ ἐκπλεύσαντα Ἀθήνηθεν, ἔπειτα τῶν παραγενομένων εἰς Ῥόδον ὅτε Λεωκράτης ταῦτʼ ἀπήγγελλε, μετὰ δὲ ταῦτα τὴν Φυρκίνου μαρτυρίαν, ὃν καὶ ὑμῶν ἴσασιν ἴσασιν hic add. Ald., idem post τούτου N corr. (2). οἱ πολλοὶ κατηγοροῦντα ἐν τῷ δήμῳ τούτου, ὡς καὶ μεγάλα καταβεβλαφὼς καταβεβλαφὼς Jenicke: καὶ βλάβους codd.: βεβλαφὼς Sauppe. εἴη τὴν πεντηκοστήν, μετέχων αὐτῆς. αὐτῆς Ν: αὐτοῖς Α.
πρὸ δὲ τοῦ ἀναβαίνειν τοὺς μάρτυρας βραχέα βούλομαι διαλεχθῆναι ὑμῖν. οὐ γὰρ ἀγνοεῖτε, ὦ ἄνδρες, οὔτε τὰς παρασκευὰς τῶν κρινομένων οὔτε τὰς δεήσεις τῶν ἐξαιτουμένων, ἀλλʼ ἀκριβῶς ἐπίστασθε ὅτι χρημάτων ἕνεκα καὶ χάριτος πολλοὶ ἐπείσθησαν τῶν μαρτύρων ἢ ἀμνημονεῖν ἢ μὴ ἐλθεῖν ἢ ἑτέραν πρόφασιν εὑρεῖν. ἀξιοῦτε οὖν τοὺς μάρτυρας ἀναβαίνειν καὶ μὴ καὶ μὴ Blass: μηδὲ codd. ὀκνεῖν, μηδὲ περὶ πλείονος ποιεῖσθαι τὰς χάριτας ὑμῶν καὶ τῆς πόλεως, ἀλλʼ ἀποδιδόναι τῇ πατρίδι τἀληθῆ καὶ τὰ δίκαια, καὶ μὴ λείπειν τὴν τάξιν ταύτην μηδὲ μηδὲ Ν: καὶ μὴ A corr.: καὶ A pr. μιμεῖσθαι Λεωκράτην, ἢ λαβόντας τὰ ἱερὰ κατὰ τὸν νόμον ἐξομόσασθαι. ἐὰν δὲ μηδέτερον τούτων ποιῶσιν, ὑπὲρ ὑμῶν καὶ τῶν νόμων καὶ τῆς δημοκρατίας κλητεύσομεν κλητεύσομεν Ν: κλητεύσωμεν Α. αὐτούς. λέγε τὰς μαρτυρίας.
Μαρτυρίαι
μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες, ἐπειδὴ χρόνος ἐγένετο, καὶ ἀφικνεῖτο Ἀθήνηθεν πλοῖα εἰς τὴν Ῥόδον, καὶ φανερὸν ἦν ὅτι οὐδὲν δεινὸν ἐγεγόνει περὶ τὴν πόλιν, φοβηθεὶς ἐκπλεῖ πάλιν ἐκ τῆς Ῥόδου καὶ ἀφικνεῖται εἰς Μέγαρα· καὶ ᾤκει ἐν Μεγάροις πλείω ἢ πέντε ἔτη προστάτην ἔχων Μεγαρέα, οὐδὲ τὰ ὅρια τῆς χώρας αἰσχυνόμενος, ἀλλʼ ἐν ἐν N corr. (2): ἐκ N pr. A. γειτόνων τῆς ἐκθρεψάσης αὐτὸν πατρίδος μετοικῶν.
καὶ οὕτως αὑτοῦ κατεγνώκει ἀίδιον φυγὴν ὥστε μεταπεμψάμενος ἐντεῦθεν Ἀμύνταν τὸν τὴν ἀδελφὴν ἔχοντα αὐτοῦ τὴν πρεσβυτέραν καὶ τῶν φίλων Ἀντιγένην Ξυπεταιόνα, Ξυπεταιόνα Rehdantz: Ξυπετεόνα N pr.: Ξυπετεῶνα Ν corr. (2) *a. καὶ δεηθεὶς τοῦ κηδεστοῦ πρίασθαι παρʼ αὑτοῦ τἀνδράποδα καὶ τὴν οἰκίαν, ἀποδόσθαι ταλάντου, κἀπὸ τούτου προσέταξε τοῖς τε χρήσταις ἀποδοῦναι τὰ ὀφειλόμενα καὶ τοὺς ἐράνους διενεγκεῖν, τὸ δὲ λοιπὸν αὑτῷ ἀποδοῦναι.
διοικήσας δὲ ταῦτα πάντα ὁ Ἀμύντας αὐτὸς πάλιν ἀποδίδοται τἀνδράποδα πέντε καὶ τριάκοντα μνῶν Τιμοχάρει Ἀχαρνεῖ τῷ τὴν νεωτέραν ἔχοντι τούτου ἀδελφήν· ἀργύριον δὲ οὐκ ἔχων δοῦναι ὁ Τιμοχάρης, συνθήκας ποιησάμενος καὶ θέμενος παρὰ Λυσικλεῖ μίαν μνᾶν μίαν μνᾶν ci. ἡμιμναῖον Maetzner, δραχμὴν τῆς μνᾶς Es, μίαν τῆς μνᾶς Blass. τόκον ἔφερε τῷ Ἀμύντα. ἵνα δὲ μὴ λόγον οἴησθε οἴησθε Ald.: οἴεσθε codd. εἶναι ἀλλʼ εἰδῆτε τὴν ἀλήθειαν, ἀναγνώσεται καὶ τούτων ὑμῖν τὰς μαρτυρίας. εἰ μὲν οὖν ζῶν ἐτύγχανεν ὁ Ἀμύντας, ἐκεῖνον ἂν ἂν add. Bekker. αὐτὸν παρειχόμην· νυνὶ δʼ ὑμῖν καλῶ τοὺς συνειδότας. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν, ὡς ἐπρίατο παρὰ Λεωκράτους ἐν Μεγάροις τὰ ἀνδράποδα Ἀμύντας καὶ τὴν οἰκίαν.
Μαρτυρία
ἀκούσατε δὲ καὶ ὡς ἀπέλαβε τετταράκοντα μνᾶς παρʼ Ἀμύντου Φιλόμηλος Χολαργεὺς καὶ Μενέλαος ὁ πρεσβεύσας ὡς ὡς Blass: εἰς Ν: πρὸς Α. βασιλέα.
Μαρτυρία Μαρτυρία Bekker: Μαρτυρίαι ΝΑ.
λαβὲ δέ μοι καὶ τὴν Τιμοχάρους τοῦ πριαμένου τἀνδράποδα παρʼ Ἀμύντου πέντε καὶ τριάκοντα μνῶν, καὶ τὰς συνθήκας.
Μαρτυρία. Συνθῆκαι
τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες· ἄξιον δʼ ἐστὶν ἐφʼ οἷς μέλλω λέγειν ἀγανακτῆσαι καὶ μισῆσαι τουτονὶ Λεωκράτην. οὐ γὰρ ἐξήρκεσε τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὰ χρήματα μόνον ὑπεκθέσθαι, ἀλλὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα, ἃ τοῖς ὑμετέροις νομίμοις καὶ πατρίοις πατρίοις Dobree: πατρῴοις codd. ἔθεσιν οἱ πρόγονοι παρέδοσαν αὐτῷ ἱδρυσάμενοι, ταῦτα μετεπέμψατο εἰς Μέγαρα καὶ ἐξήγαγεν ἐκ τῆς χώρας, οὐδὲ τὴν ἐπωνυμίαν τῶν πατρῴων ἱερῶν φοβηθείς, ὅτι ἐκ τῆς πατρίδος αὐτὰ κινήσας συμφεύγειν αὑτῷ ἐκλείποντα ἐκλείποντα ἐκλιπόντα Coraes. τοὺς νεὼς καὶ τὴν χώραν ἣν κατεῖχεν, κατεῖχεν Blass: κατεῖχον codd. ἠξίωσε, καὶ ἱδρῦσθαι ἱδρῦσθαι Bekker: ἱδρύσασθαι codd. ἐπὶ ξένης καὶ ἀλλοτρίας, καὶ εἶναι ὀθνεῖα τῇ χώρᾳ καὶ τοῖς νομίμοις τοῖς κατὰ τὴν Μεγαρέων πόλιν εἰθισμένοις.
καὶ οἱ μὲν πατέρες ὑμῶν †τὴν Ἀθηνᾶν ὡς τὴν χώραν εἰληχυῖα†Verba τὴν εἰληχυῖαν obelis inclusi: ὁμώνυμον αὐτῇ secl. Heinrich: verba τὴν Ἀθηνᾶν usque ad αὐτῇ delenda ci. Bekker: τιμῶντες ante τὴν Ἀθηνᾶν add. Taylor: τῇ Ἀθηνᾷ εἰληχυίᾳ Coraes: ὡς τὴν χώραν τῆς Αθηνᾶς εἰληχυίας Blass. ὁμώνυμον αὐτῇ τὴν πατρίδα προσηγόρευον Ἀθήνας, ἵνʼ οἱ τιμῶντες τὴν θεὸν τὴν ὁμώνυμον αὐτῇ αὐτῇ secl. Schoene: αὐτὴν Rehdantz. πόλιν μὴ ἐγκαταλίπωσι· Λεωκράτης δʼ οὔτε νομίμων οὔτε πατρίδος πατρίδος Frohberger: πατρῴων codd. οὔθʼ ἱερῶν φροντίσας τὸ καθʼ ἑαυτὸν ἐξαγώγιμον ὑμῖν καὶ τὴν παρὰ τῶν θεῶν βοήθειαν ἐποίησε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ τοσαῦτα καὶ τηλικαῦτα τὴν πόλιν ἀδικῆσαι, ἀλλʼ οἰκῶν ἐν Μεγάροις, οἷς παρʼ ὑμῶν ἐξεκομίσατο χρήμασιν ἀφορμῇ χρώμενος, ἐκ τῆς Ἠπείρου παρὰ Κλεοπάτρας εἰς Λευκάδα ἐσιτήγει καὶ ἐκεῖθεν εἰς Κόρινθον.
καίτοι, ὦ ἄνδρες, καὶ περὶ τούτων οἱ ὑμέτεροι νόμοι τὰς ἐσχάτας τιμωρίας ὁρίζουσιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ ὡς ὑμᾶς. ἔπειτα τὸν προδόντα μὲν ἐν τῷ πολέμῳ, σιτηγήσαντα δὲ παρὰ τοὺς νόμους, μὴ φροντίσαντα δὲ μήτε ἱερῶν μήτε πατρίδος μήτε νόμων, τοῦτον ἔχοντες ἐπὶ ἐπὶ Ν: ἐν Α: ὑπὸ Herwerden (coll. 2, 115). τῇ ὑμετέρᾳ ψήφῳ οὐκ ἀποκτενεῖτε καὶ παράδειγμα τοῖς ἄλλοις τοῖς ἄλλοις Ν: τοῖς ἄλλοις ἀνθρώποις Α. ποιήσετε; πάντων ἄρʼ ἀνθρώπων ῥᾳθυμότατοι ἔσεσθε, καὶ ἥκιστα ἐπὶ τοῖς δεινοῖς ὀργιζόμενοι.
καὶ ταῦτα δʼ, ὦ ἄνδρες, ἐμοῦ θεωρήσατε ὡς δικαίαν τὴν ἐξέτασιν ποιουμένου περὶ τούτων. οὐ γὰρ οἶμαι δεῖν ὑμᾶς ὑπὲρ τηλικούτων ἀδικημάτων εἰκάζοντας ἀλλὰ τὴν ἀλήθειαν εἰδότας ψηφίζεσθαι, καὶ τοὺς μάρτυρας μὴ δώσοντας ἔλεγχον μαρτυρεῖν ἀλλὰ δεδωκότας. προὐκαλεσάμην προὐκαλεσάμην Taylor: παρεκαλεσάμην codd. γὰρ αὐτοὺς πρόκλησιν ὑπὲρ τούτων ἁπάντων γράψας καὶ ἀξιῶν βασανίζειν τοὺς τούτου οἰκέτας, ᾗ ᾗ προκλήσεις προκαλεῖσθαι ἄξιόν ἐστιν Jernstedt: η προκλήσεις προκλησοι ἄξιόν ἐστι N : om. A dimidio versu post οἰκέτας vacuo relicto: ἧς ἀκοῦσαι ἄξιόν ἐστιν Blass. προκλήσεις προκαλεῖσθαι ἄξιόν ἐστιν. καὶ μοι λέγε ταύτην.
Πρόκλησις
ἀκούετε, ὦ ἄνδρες, τῆς προκλήσεως. ἅμα τοίνυν ταύτην Λεωκράτης Λεωκράτης Ald.: ἃ σωκράτης codd. οὐκ ἐδέχετο καὶ κατεμαρτύρει αὑτοῦ ὅτι προδότης τῆς πατρίδος ἐστίν· ὁ γὰρ τὸν παρὰ τῶν τὸν παρὰ τῶν Schoemann: τὸν πάντων Α: τῶν πάντων Ν. συνειδότων ἔλεγχον φυγὼν ὡμολόγηκεν ἀληθῆ εἶναι τὰ εἰσηγγελμένα. τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι περὶ τῶν ἀμφισβητουμένων πολὺ δοκεῖ δικαιότατον καὶ δημοτικώτατον δημοτικώτατον Ernesti: δημοτικὸν codd. εἶναι, ὅταν οἰκέται ἢ θεράπαιναι συνειδῶσιν ἃ δεῖ, τούτους ἐλέγχειν καὶ βασανίζειν, καὶ τοῖς ἔργοις μᾶλλον ἢ τοῖς λόγοις πιστεύειν, ἄλλως τε καὶ περὶ πραγμάτων κοινῶν καὶ μεγάλων καὶ συμφερόντων τῇ πόλει;
ἐγὼ τοίνυν τοσοῦτον ἀφέστηκα τοῦ ἀδίκως τὴν εἰσαγγελίαν κατὰ Λεωκράτους ποιήσασθαι, ὅσον ἐγὼ μὲν ἐβουλόμην τοῖς ἰδίοις κινδύνοις τοῖς ἰδίοις κινδύνοις Reiske: τοὺς ἰδίους κινδύνους codd. ἐν τοῖς Λεωκράτους οἰκέταις καὶ θεραπαίναις βασανισθεῖσι τὸν ἔλεγχον γενέσθαι, οὑτοσὶ δὲ διὰ τὸ συνειδέναι ἑαυτῷ ἑαυτῷ Ν: ἑαυτὸν Α. οὐχ ὑπέμεινεν ἀλλʼ ἔφυγε. καίτοι, ὦ ἄνδρες, πολὺ θᾶττον οἱ Λεωκράτους οἰκέται καὶ θεράπαιναι τῶν γενομένων γενομένων Bekker: λεγομένων codd. ἄν τι ἠρνήθησαν ἢ τὰ μὴ ὄντα τοῦ αὑτῶν δεσπότου κατεψεύσαντο.
χωρὶς τοίνυν τούτων Λεωκράτης ἀναβοήσεται αὐτίκα ὡς ἰδιώτης ὤν, καὶ ὑπὸ τῆς τοῦ ῥήτορος καὶ συκοφάντου δεινότητος ἀναρπαζόμενος· ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι τῶν μὲν δεινῶν καὶ συκοφαντεῖν ἐπιχειρούντων ἔργον ἐστὶν ἅμα τοῦτο προαιρεῖσθαι καὶ ζητεῖν τὰ χωρία ταῦτα, ἐν οἷς τοὺς παραλογισμοὺς κατὰ τῶν ἀγωνιζομένων ποιήσονται, τῶν δὲ δικαίως τὰς κρίσεις ἐνισταμένων καὶ τοὺς ἐνόχους ταῖς ἀραῖς ἀκριβῶς ἀποδεικνύντων τἀναντία φαίνεσθαι τούτοις ποιοῦντας,
ὥσπερ ἡμεῖς. ἡμεῖς Ν: ὑμεῖς Α. οὑτωσὶ δὲ διαλογίζεσθε περὶ τούτων παρʼ ὑμῖν αὐτοῖς. τίνας ἀδύνατον ἦν τῇ δεινότητι καὶ ταῖς παρασκευαῖς ταῖς τοῦ λόγου παραγαγεῖν; κατὰ φύσιν τοίνυν βασανιζόμενοι πᾶσαν τὴν ἀλήθειαν περὶ πάντων τῶν ἀδικημάτων ἔμελλον φράσειν οἱ οἰκέται καὶ αἱ θεράπαιναι. ἀλλὰ τούτους Λεωκράτης Λεωκράτης Thalheim: ὁ Λεωκράτης codd. παραδοῦναι ἔφυγε, καὶ ταῦτα οὐκ ἀλλοτρίους ἀλλʼ αὑτοῦ ὄντας.
τίνας δὲ δυνατὸν εἶναι δοκεῖ τοῖς λόγοις ψυχαγωγῆσαι, καὶ τὴν ὑγρότητα αὐτῶν τοῦ ἤθους τοῖς δακρύοις εἰς ἔλεον προαγαγέσθαι; τοὺς δικαστάς. ἐνταῦθα Λεωκράτης ὁ προδότης τῆς πατρίδος ἐλήλυθεν, οὐδὲν ἕτερον ἢ φοβούμενος μὴ ἐκ τῆς αὐτῆς οἰκίας οἵ τʼ ἐξελέγχοντες τῷ ἔργῳ καὶ ὁ ἐξελεγχόμενος γένηται. τί γὰρ ἔδει προφάσεων ἢ λόγων ἢ σκήψεως; σκήψεως Α: σκέψεως Ν. ἁπλοῦν τὸ δίκαιον,
ῥᾴδιον τὸ ἀληθές, βραχὺς ὁ ἔλεγχος. εἰ μὲν ὁμολογεῖ τὰ ἐν τῇ εἰσαγγελίᾳ ἀληθῆ καὶ ὅσια εἶναι, τί οὐ τῆς ἐκ τῶν νόμων τιμωρίας τυγχάνει; εἰ δὲ μή φησι ταῦτα ἀληθῆ εἶναι, τί οὐ παραδέδωκε τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας; προσήκει προσήκει προσῆκεν Blass. γὰρ τὸν ὑπὲρ προδοσίαςPost προδοσίας usque ad 98 mancus N. κινδυνεύοντα καὶ παραδιδόναιPost παραδιδόναι codd. καὶ habent, secl. Taylor. βασανίζειν καὶ μηδένα τῶν ἀκριβεστάτων ἐλέγχων φεύγειν.
ἀλλʼ οὐδὲν τούτων ἔπραξεν. ἀλλὰ καταμεμαρτυρηκὼς ἑαυτοῦ ὅτι προδότης ἐστὶ τῆς πατρίδος καὶ τῶν ἱερῶν καὶ τῶν νόμων, ἀξιώσει ὑμᾶς ἐναντία ταῖς αὑτοῦ ὁμολογίαις καὶ μαρτυρίαις ψηφίσασθαι. καὶ πῶς δίκαιόν ἐστι τὸν τὴν ἐξουσίαν τῆς ἀπολογίας αὑτοῦ ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ μὴ δέξασθαι τὰ δίκαια περιῃρημένον, τοῦτον ἐᾶσαι ὑμᾶς αὐτοὺς ὑπὲρ τῶν ὁμολογουμένων ἀδικημάτων ἐξαπατῆσαι;
περὶ μὲν οὖν τῆς προκλήσεως καὶ τοῦ ἀδικήματος, ὅτι ὁμολογούμενόν ἐστιν, ἱκανῶς ὑμᾶς ἡγοῦμαι, ὦ ἄνδρες, μεμαθηκέναι· ἐν οἷς δὲ καιροῖς καὶ ἡλίκοις κινδύνοις τὴν πόλιν οὖσαν Λεωκράτης προδέδωκεν ἀναμνῆσαι ὑμᾶς βούλομαι. καί μοι λαβὲ τὸ ψήφισμα, γραμματεῦ, τὸ Ὑπερείδου καὶ ἀναγίγνωσκε.
Ψήφισμα
ἀκούετε τοῦ ψηφίσματος, ὦ ἄνδρες, ὅτι τὴν βουλὴν τοὺς πεντακοσίους καταβαίνειν εἰς Πειραιᾶ χρηματιοῦσαν περὶ φυλακῆς τοῦ Πειραιέως ἐν τοῖς ὅπλοις ἔδοξε, καὶ πράττειν διεσκευασμένην ὅ τι ἂν δοκῇ τῷ δήμῳ συμφέρον εἶναι. καίτοι, ὦ ἄνδρες, εἰ οἱ ἀφειμένοι ἀφειμένοι A. G. Becker (coll. 40): ἀφιέμενοι codd. τοῦ στρατεύεσθαι ἕνεκα τοῦ βουλεύεσθαι ὑπὲρ τῆς πόλεως ἐν τῇ τῶν στρατιωτῶν τάξει διέτριβον, ἆρʼ ὑμῖν δοκοῦσι μικροὶ καὶ οἱ τυχόντες φόβοι τότε τὴν πόλιν κατασχεῖν;
ἐν οἷς Λεωκράτης οὑτοσὶ καὶ αὐτὸς ἐκ τῆς πόλεως ἀποδρὰς ᾤχετο, καὶ τὰ χρήματα τὰ ὑπάρχοντα ἐξεκόμισε, καὶ τὰ τὰ add. Halm. ἱερὰ τὰ πατρῷα μετεπέμψατο, καὶ εἰς τοσοῦτον προδοσίας ἦλθεν ὥστε κατὰ τὴν τούτου τούτου Thalheim: αὐτοῦ codd. προαίρεσιν ἔρημοι μὲν ἦσαν οἱ νεῴ, νεῴ Blass (coll. sects. 1, 25, etc.): ναοί codd. qui τῶν ἱερέων add.: secl. Heinrich. ἔρημοι δʼ αἱ φυλακαὶ τῶν τειχῶν, ἐξελέλειπτο δʼ ἡ πόλις καὶ ἡ χώρα.
καίτοι κατʼ ἐκείνους τοὺς χρόνους, ὦ ἄνδρες, τίς οὐκ ἂν τὴν πόλιν ἠλέησεν, οὐ μόνον πολίτης ἀλλὰ καὶ ξένος ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιδεδημηκώς; τίς δʼ ἦν οὕτως ἢ μισόδημος τότʼ ἢ μισαθήναιος, ὅστις ἐδυνήθη ἂν ἄτακτον αὑτὸν αὑτὸν Baiter et Sauppe: ἑαυτὸν Ald.: τὸν αὐτὸν codd. ὑπομεῖναι ἰδεῖν; ἡνίκα ἡ μὲν ἧττα καὶ τὸ γεγονὸς πάθος τῷ δήμῳ δήμῳ add. Ald.; προσήγγελτο Es: τῷ προσηγγέλλετο codd.: pro τῷ, ἀρτίως Blass: στρατοπέδῳ add. Meier, στρατῷ Petrie. προσήγγελτο, ὀρθὴ δʼ ἦν ἡ πόλις ἐπὶ ἐπὶ Bekker: ἐν codd. τοῖς συμβεβηκόσιν, αἱ δʼ ἐλπίδες τῆς σωτηρίας τῷ δήμῳ ἐν τοῖς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονόσι καθειστήκεσαν,
ὁρᾶν δʼ ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχυίας καὶ πυνθανομένας εἰ ζῶσι, τὰς μὲν ὑπὲρ ἀνδρός, τὰς δʼ ὑπὲρ πατρός, τὰς δʼ ὑπὲρ ἀδελφῶν, ἀναξίως αὑτῶν καὶ τῆς πόλεως ὁρωμένας, τῶν δʼ ἀνδρῶνVerba τῶν δ’ ἀνδρῶν usque ad ἐμπεπορπημένους cit. Suidas (s. v. πεπορπημένος). τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις ταῖς ἡλικίαις Suidas: τὰς ἡλικίας codd. πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους ἀφειμένους Suidas: ἀφεμένους codd. ἰδεῖν ἦν καθʼ ὅλην τὴν τὴν et τότʼ Suidas: om. codd. πόλιν τότʼ ἐπὶ γήρως ὀδῷ περιφθειρομένους, ὀδῷ περιφθειρομένους Suidas: οὐδῷ διαφθειρομένους codd. διπλᾶ τὰ ἱμάτια τὰ ἱμάτια om. Suidas: θαἰμάτια Blass. ἐμπεπορπημένους;
πολλῶν δὲ καὶ δεινῶν κατὰ τὴν πόλιν γιγνομένων, καὶ πάντων τῶν πολιτῶν τὰ μέγιστα ἠτυχηκότων, μάλιστʼ ἄν τις ἤλγησε καὶ ἐδάκρυσεν ἐπὶ ταῖς τῆς πόλεως συμφοραῖς, ἡνίχʼ ὁρᾶν ἦν τὸν δῆμον ψηφισάμενον τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δὲ ξένους Ἀθηναίους, τοὺς δʼ ἀτίμους ἐπιτίμους ἐπιτίμους Dobree: ἐντίμους codd.· ὃς πρότερον πρότερον Osann: πρῶτον codd.: πρὸ τοῦ Reiske. ἐπὶ τῷ αὐτόχθων εἶναι καὶ ἐλεύθερος ἐσεμνύνετο.
τοσαύτῃ δʼ ἡ πόλις ἐκέχρητο μεταβολῇ ὥστε πρότερον μὲν ὑπὲρ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι, ἐν δὲ τοῖς τότε χρόνοις ἀγαπᾶν, ἐὰν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἀσφαλῶς δύνηται διακινδυνεῦσαι, διακινδυνεῦσαι Μ: κινδυνεῦσαι Α. καὶ πρότερον μὲν πολλῆς χώρας τῶν βαρβάρων ἐπάρχειν, τότε δὲ πρὸς Μακεδόνας ὑπὲρ τῆς ἰδίας κινδυνεύειν· καὶ τὸν δῆμον ὃν πρότερον Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι καὶ οἱ τὴν Ἀσίαν κατοικοῦντες Ἕλληνες βοηθὸν ἐπεκαλοῦντο, οὗτος ἐδεῖτο τῶν ἐξ Ἄνδρου καὶ Κέω καὶ Τροζῆνος Τροζῆνος Blass: Τροιζῆνος codd. καὶ Ἐπιδαύρου ἐπικουρίαν αὑτῷ μεταπέμψασθαι. ὥστε,
ὦ ἄνδρες, τὸν ἐν τοῖς τοιούτοις φόβοις καὶ τηλικούτοις κινδύνοις καὶ τοσαύτῃ αἰσχύνῃ ἐγκαταλιπόντα ἐγκαταλιπόντα Ald.: ἐγκαταλείποντα codd. τὴν πόλιν, καὶ μήτε τὰ τὰ add. Es. ὅπλα θέμενον ὑπὲρ τῆς πατρίδος μήτε τὸ σῶμα παρασχόντα τάξαι τοῖς στρατηγοῖς, ἀλλὰ φυγόντα καὶ προδόντα τὴν τοῦ δήμου σωτηρίαν, τίς ἂν ἢ δικαστὴς φιλόπολις καὶ εὐσεβεῖν βουλόμενος ψήφῳ ἀπολύσειεν, ἢ ῥήτωρ κληθεὶς τῷ προδότῃ τῆς πόλεως βοηθήσειε, τὸν οὐδὲ συμπενθῆσαι τὰς τῆς πατρίδος συμφορὰς τολμήσαντα, οὐδὲ συμβεβλημένον οὐδὲν εἰς τὴν τῆς πόλεως καὶ τοῦ δήμου σωτηρίαν;
καίτοι κατʼ ἐκείνους τοὺς χρόνους οὐκ ἔστιν ἥτις ἡλικία οὐ παρέσχεν παρέσχεν Blass (coll. 43, 57, etc.): παρέσχετο codd. ἑαυτὴν εἰς τὴν τῆς πόλεως σωτηρίαν, ὅθʼ ἡ μὲν χώρα τὰ δένδρα συνεβάλλετο, οἱ δὲ τετελευτηκότες τὰς θήκας, οἱ δὲ νεῲ νεῲ Melanchthon: νέοι codd. τὰ ὅπλα. ἐπεμελοῦντο γὰρ οἱ μὲν τῆς τῶν τειχῶν κατασκευῆς, οἱ δὲ τῆς τῶν τάφρων, οἱ δὲ τῆς χαρακώσεως· οὐδεὶς δʼ ἦν ἀργὸς τῶν ἐν τῇ πόλει. ἐφʼ ὧν οὐδενὸς τὸ σῶμα τὸ ἑαυτοῦ παρέσχε παρέσχε Bekker: παρέσχετο codd. τάξαι Λεωκράτης.
ὧν εἰκὸς ὑμᾶς ἀναμνησθέντας τὸν μηδὲ συνενεγκεῖν συνενεγκεῖν Ζ: ξυνεγκεῖν Α: συνεξενεγκεῖν Dobree. μηδʼ ἐπʼ ἐκφορὰν ἐλθεῖν ἀξιώσαντα τῶν ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ δήμου σωτηρίας ἐν Χαιρωνεία τελευτησάντων θανάτῳ ζημιῶσαι ὡς τὸ ἐπὶ τούτῳ μέρος ἀτάφων ἐκείνων τῶν ἀνδρῶν γεγενημένων· ὧν οὗτος οὐδὲ τὰς θήκας παριὼν ᾐσχύνθη, ὀγδόῳ ἔτει τὴν πατρίδα αὐτῶν προσαγορεύων.
περὶ ὧν, ὦ ἄνδρες, μικρῷ πλείω βούλομαι διελθεῖν, καὶ ὑμῶν ἀκοῦσαι δέομαι καὶ μὴ νομίζειν ἀλλοτρίους εἶναι τοὺς τοιούτους λόγους λόγους add. Reiske. τῶν δημοσίων ἀγώνων ἀγώνων Reiske: ἀγῶνας codd.· αἱ γὰρ τῶν ἀγαθῶν ἀνδρῶν εὐλογίαι τὸν ἔλεγχον σαφῆ κατὰ τῶν τἀναντία ἐπιτηδευόντων ποιοῦσιν. ἔτι δὲ καὶ δίκαιον τὸν ἔπαινον, ὃς μόνος ἆθλον τῶν κινδύνων τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστί, τοῦτον, ἐπειδὴ καὶ ἐκεῖνοι εἰς τὴν κοινὴν σωτηρίαν τῆς πόλεως τὰς ψυχὰς τὰς τὰς add. Baiter et Sauppe. αὑτῶν ἀνήλωσαν, ἀνήλωσαν Muretus: ἀνάλωσαν codd. ἐν τοῖς δημοσίοις καὶ κοινοῖς ἀγῶσι τῆς πόλεως μὴ παραλείπειν. παραλείπειν Es: παραλιπεῖν codd.
ἐκεῖνοι γὰρ τοῖς πολεμίοις ἀπήντησαν ἐπὶ τοῖς ὁρίοις τῆς Βοιωτίας ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας μαχούμενοι, οὐκ ἐν ἐν Es: ἐπὶ codd. τοῖς τείχεσι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχοντες, οὐδὲ τὴν χώραν κακῶς ποιεῖν προέμενοι τοῖς ἐχθροῖς, ἀλλὰ τὴν μὲν αὑτῶν ἀνδρείαν ἀσφαλεστέραν φυλακὴν εἶναι νομίζοντες τῶν λιθίνων περιβόλων, τὴν δὲ θρέψασαν αὑτοὺς αἰσχυνόμενοι περιορᾶν πορθουμένην,
εἰκότως· ὥσπερ γὰρ πρὸς τοὺς φύσει γεννήσαντας καὶ τοὺς ποιητοὺς τῶν πατέρων οὐχ ὁμοίως ἔχουσιν ἅπαντες ταῖς εὐνοίαις, οὕτω καὶ πρὸς τὰς χώρας τὰς μὴ φύσει προσηκούσας, ἀλλʼ ὕστερον ἐπικτήτους γενομένας καταδεέστερον διάκεινται. τοιαύταις δὲ γνώμαις χρησάμενοι καὶ τοῖς ἀρίστοις ἀνδράσιν ἐξ ἴσου τῶν κινδύνων μετασχόντες, οὐχ ὁμοίως τῆς τύχης ἐκοινώνησαν· τῆς γὰρ ἀρετῆς οὐ ζῶντες ἀπολαύουσιν, ἀλλὰ τελευτήσαντες τὴν δόξαν καταλελοίπασιν, καταλελοίπασιν Bekker: ἐγκαταλελοίπασιν codd. οὐχ ἡττηθέντες, ἀλλʼ ἀποθανόντες ἔνθαπερ ἐτάχθησαν ἔνθαπερ ἐτάχθησαν Markland: ἔνθα παρετάχθησαν codd. ὑπὲρ τῆς ἐλευθερίας ἀμύνοντες.
εἰ δὲ δεῖ καὶ παραδοξότατον μὲν εἰπεῖν, ἀληθὲς δέ, ἐκεῖνοι νικῶντες ἀπέθανον. ἃ ἃ ταῦτ’ ἀμφότερα Coraes: τὰ ταῦτα γὰρ ἀμφότερα codd.: τὰ γὰρ ταῦτ’ ἄρα Rehdantz. γὰρ ἆθλα τοῦ πολέμου τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστίν. ἐλευθερία καὶ ἀρετή, ταῦτʼ ἀμφότερα τοῖς τελευτήσασιν ὑπάρχει. ἔπειτα δʼ οὐδʼ οἷόν τʼ ἐστὶν εἰπεῖν ἡττῆσθαι τοὺς ἡττῆσθαι τοὺς Taylor: ἥττης αἰτίους τοὺς codd. ταῖς διανοίαις μὴ πτήξαντας τὸν τῶν ἐπιόντων φόβον. μόνους γὰρ τοὺς ἐν τοῖς πολέμοις καλῶς ἀποθνῄσκοντας οὐδʼ ἂν εἷς ἡττῆσθαι δικαίως φήσειε· τὴν γὰρ δουλείαν φεύγοντες εὐκλεᾶ θάνατον αἱροῦνται. ἐδήλωσε δʼ ἡ
τούτων τῶν ἀνδρῶν ἀρετή· μόνοι γὰρ τῶν ἁπάντων τὴν τῆς Ἑλλάδος ἐλευθερίαν ἐν τοῖς ἑαυτῶν σώμασιν εἶχον. ἅμα γὰρ οὗτοί τε τὸν βίον μετήλλαξαν καὶ τὰ τῆς Ἑλλάδος εἰς δουλείαν μετέπεσεν· συνετάφη γὰρ τοῖς τούτων σώμασιν ἡ τῶν ἄλλων Ἑλλήνων ἐλευθερία. ὅθεν καὶ φανερὸν πᾶσιν ἐποίησαν οὐκ ἰδίᾳ πολεμοῦντες ἀλλʼ ὑπὲρ κοινῆς ἐλευθερίας προκινδυνεύοντες. ὥστε, ὦ ἄνδρες, οὐκ ἂν ἂν add. Bekker. αἰσχυνθείην εἰπὼν στέφανον τῆς πατρίδος εἶναι τὰς ἐκείνων ψυχάς.
καὶ διʼ ἃ οὐκ ἀλόγωςPost ἀλόγως add. ἀνδρείαν Blass. ἐπετήδευον ἐπίστασθε, ὦ Ἀθηναῖοι, μόνοι τῶν Ἑλλήνων τοὺς ἀγαθοὺς ἄνδρας τιμᾶν· εὑρήσετε δὲ παρὰ μὲν τοῖς ἄλλοις ἐν ταῖς ἀγοραῖς ἀθλητὰς ἀνακειμένους, παρʼ ὑμῖν δὲ στρατηγοὺς ἀγαθοὺς καὶ τοὺς τὸν τύραννον ἀποκτείναντας. καὶ τοιούτους μὲν ἄνδρας οὐδʼ ἐξ ἁπάσης τῆς Ἑλλάδος ὀλίγους εὑρεῖν ῥᾴδιον, τοὺς δὲ τοὺς στεφανίτας ἀγῶνας νενικηκότας εὐπετῶς πολλαχόθεν ἔστι γεγονότας ἰδεῖν. ὥσπερ τοίνυν τοῖς εὐεργέταις μεγίστας τιμὰς ἀπονέμετε, οὕτω δίκαιον δίκαιον δίκαιοι Blass, qui καὶ secl. καὶ τοὺς τὴν πατρίδα καταισχύνοντας καὶ προδιδόντας ταῖς ἐσχάταις τιμωρίαις κολάζειν.
σκέψασθε δʼ, ὦ ἄνδρες, ὅτι οὐδʼ ἐν οὐδ’ ἐν Taylor: οὐδὲν codd.: οὐδ’ ἐφʼ Bekker. ὑμῖν ἐστιν ἀποψηφίσασθαι Λεωκράτους τουτουί, τὰ δίκαια ποιοῦσι. τὸ γὰρ ἀδίκημα τοῦτο κεκριμένον ἐστὶ καὶ κατεγνωσμένον. ἡ μὲν γὰρ ἐν ἐν Bekker: ἐπʼ codd. Ἀρείῳ πάγῳ βουλή (καὶ μηδείς μοι θορυβήσῃ· ταύτην γὰρ ὑπολαμβάνω μεγίστην τότε γενέσθαι τῇ πόλει σωτηρίαν) τοὺς φυγόντας φυγόντας A. G. Becker: φεύγοντας codd. τὴν πατρίδα καὶ ἐγκαταλιπόντας τότε τοῖς πολεμίοις τοῖς πολεμίοις Bekker: τοὺς πολεμίους codd.: ὡς πολεμίους Ald. λαβοῦσα ἀπέκτεινε. καίτοι, ὦ ἄνδρες, μὴ νομίζετε τοὺς τὰ τῶν ἄλλων φονικὰ ἀδικήματα ὁσιώτατα δικάζοντας αὐτοὺς ἂν εἴς τινα τῶν πολιτῶν τοιοῦτόν τι παρανομῆσαι. ἀλλὰ μὴν Αὐτολύκου μὲν μὲν γε Gebauer. ὑμεῖς κατεψηφίσασθε,
μείναντος μὲν αὐτοῦ ἐν τοῖς κινδύνοις, ἔχοντος δʼ αἰτίαν τοὺς υἱεῖς καὶ τὴν γυναῖκα ὑπεκθέσθαι, καὶ ἐτιμωρήσασθε. κα ἐτιμωρήσασθε del. Dobree. καίτοι εἰ τὸν τοὺς ἀχρήστους εἰς τὸν πόλεμον ὑπεκθέσθαι αἰτίαν ἔχοντα ἐτιμωρήσασθε, τί δεῖ πάσχειν ὅστις ἀνὴρ ὢν οὐκ ἀπέδωκε τὰ τροφεῖα τῇ πατρίδι; ἔτι δὲ ὁ δῆμος δεινὸν ἡγησάμενος εἶναι τὸ γιγνόμενον ἐψηφίσατο ἐνόχους εἶναι τῇ προδοσίᾳ τοὺς φεύγοντας τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ἀξίους εἶναι νομίζων τῆς ἐσχάτης τιμωρίας.
ἃ δὴ κατέγνωσται μὲν παρὰ τῷ δικαιοτάτῳ συνεδρίῳ, κατεψήφισται δʼ ὑφʼ ὑμῶν τῶν δικάζειν λαχόντων, ὁμολογεῖται δὲ παρὰ τῷ δήμῳ τῆς μεγίστης ἄξια εἶναι τιμωρίας, τούτοις ὑμεῖς ἐναντία ψηφιεῖσθε; πάντων ἄρʼ ἄρʼ Heinrich (coll. 27, 78): γὰρ codd. ἀνθρώπων ἔσεσθε ἀγνωμονέστατοι καὶ ἐλαχίστους ἕξετε τοὺς ὑπὲρ αὐτῶν κινδυνεύοντας.
ὡς μὲν οὖν ἔνοχός ἐστι τοῖς εἰσηγγελμένοις ἅπασιν, ὦ ἄνδρες, Λεωκράτης φανερόν ἐστι· πυνθάνομαι δʼ αὐτὸν ἐπιχειρήσειν ὑμᾶς ἐξαπατᾶν λέγοντα, ὡς ἔμπορος ἐξέπλευσε καὶ κατὰ ταύτην τὴν ἐργασίαν ἀπεδήμησεν εἰς Ῥόδον. ἐὰν οὖν ταῦτα λέγῃ, ἐνθυμεῖσθʼ ᾧ ᾧ ὡς Baiter. ῥᾳδίως λήψεσθʼ αὐτὸν ψευδόμενον. πρῶτον μὲν γὰρ οὐκ ἐκ τῆς ἀκτῆς κατὰ τὴν πυλίδα ἐμβαίνουσιν οἱ κατʼ ἐμπορίαν πλέοντες ἀλλʼ εἴσω εἴσω Sauppe: εἰσὶ codd.: ἐκ Ald. τοῦ λιμένος, ὑπὸ πάντων τῶν φίλων ὁρώμενοι καὶ ἀποστελλόμενοι· ἔπειτα οὐ μετὰ τῆς ἑταίρας καὶ τῶν θεραπαινῶν ἀλλὰ μόνοι μόνοι Ald.: μόνος codd. μετὰ παιδὸς τοῦ διακονοῦντος.
πρὸς δὲ τούτοις τί προσῆκεν ἐν Μεγάροις τὸν Ἀθηναῖον ὡς ὡς del. Bekker. ἔμπορον πέντε ἔτη κατοικεῖν καὶ τὰ ἱερὰ τὰ πατρῷα πατρῶα Schoemann: πάτρια codd. μετακομίζεσθαι καὶ τὴν οἰκίαν τὴν ἐνθάδε πωλεῖν, εἰ μὴ κατεγνώκει τε αὑτοῦ προδεδωκέναι τὴν πατρίδα καὶ μεγάλα πάντας ἠδικηκέναι; ὃ καὶ πάντων γένοιτʼ ἂν ἀτοπώτατον, εἰ περὶ ὧν αὐτὸς προσεδόκα τεύξεσθαι τιμωρίας, ταῦθʼ ὑμεῖς ἀπολύσαιτε ἀπολύσαιτε Dobree: ἀπολύσετε codd. κύριοι γενόμενοι τῆς ψήφου. χωρὶς δὲ τούτων οὐχ ἡγοῦμαι δεῖν ἀποδέχεσθαι ταύτην τὴν ἀπολογίαν.
πῶς γὰρ οὐ δεινὸν τοὺς μὲν ἐπʼ ἐμπορίαν ἐπ’ ἐμπορίαν edd.: ἐπὶ ἐμπορίαν codd.: ἐπὶ ἐμπορίᾳ Stephanus: κατ’ ἐμπορίαν Es. ἀποδημοῦντας σπεύδειν ἐπὶ τὴν τῆς πόλεως βοήθειαν, τοῦτον δὲ μόνον ἐν τοῖς τότε καιροῖς καὶ κατʼ ἐργασίαν ἐκπλεῖν, ἡνίκα οὐδʼ ἂν εἷς προσκτήσασθαι οὐδὲν ἂν ἐζήτησεν, ἀλλὰ τὰ ὑπάρχοντα μόνον διαφυλάξαι; ἡδέως δʼ ἂν αὐτοῦ πυθοίμην τίνʼ ἐμπορίαν εἰσάγων χρησιμώτερος ἐγένετο ἂν τῇ πόλει τοῦ παρασχεῖν τὸ σῶμα τάξαι τοῖς στρατηγοῖς καὶ τοὺς ἐπιόντας ἀμύνασθαι μεθʼ ὑμῶν μαχόμενος. ἐγὼ μὲν οὐδεμίαν ὁρῶ τηλικαύτην οὖσαν βοήθειαν.
ἄξιον δʼ ἐστὶν οὐ μόνον αὐτῷ διὰ τὴν πρᾶξιν ὀργίζεσθαι ταύτην, ἀλλὰ καὶ διὰ τὸν λόγον τοῦτον· φανερῶς γὰρ ψεύδεσθαι τετόλμηκεν. οὔτε γὰρ πρότερον οὐδεπώποτε ἐγένετο ἐπὶ ταύτης τῆς ἐργασίας, ἀλλʼ ἐκέκτητο χαλκοτύπους, οὔτε τότʼ ἐκπλεύσας οὐδὲν εἰσήγαγεν ἐκ Μεγάρων, ἓξ ἔτη συνεχῶς ἀποδημήσας. ἔτι δὲ καὶ τῆς τῆς add. Heinrich. πεντηκοστῆς μετέχων ἐτύγχανεν, ἣν οὐκ ἂν καταλιπὼν κατʼ ἐμπορίαν ἀπεδήμει. ἀπεδήμει, ut vid., A corr.: ἐπεδήμει cett. ὥστʼ ἂν μέν τι περὶ τούτων λέγῃ, οὐδʼ ὑμᾶς ἐπιτρέψειν αὐτῷ νομίζω.
ἥξει δʼ ἴσως ἐπʼ ἐκεῖνον τὸν λόγον φερόμενος, ὃν αὐτῷ συμβεβουλεύκασί τινες τῶν συνηγόρων, ὡς οὐκ ἔνοχός ἐστι τῇ προδοσίᾳ· οὔτε γὰρ νεωρίων κύριος οὔτε πυλῶν οὔτε στρατοπέδων οὔθʼ ὅλως τῶν τῆς πόλεως οὐδενός. ἐγὼ δʼ ἡγοῦμαι τοὺς μὲν τούτων κυρίους μέρος ἄν τι προδοῦναι τῆς ὑμετέρας δυνάμεως, τουτονὶ δʼ ὅλην ἔκδοτον ποιῆσαι τὴν πόλιν. ἔτι δʼ οἱ μὲν τοὺς ζῶντας μόνον ἀδικοῦσι προδιδόντες, οὗτος δὲ καὶ τοὺς τετελευτηκότας καὶ τὰ ἐν τῇ χώρᾳ ἱερά, καὶ ἱερά del. Herwerden. τῶν πατρῴων νομίμων ἀποστερῶν.
καὶ ὑπὸ μὲν ἐκείνων προδοθεῖσαν οἰκεῖσθαι ἂν συνέβαινε δούλην οὖσαν τὴν πόλιν, ὃν δὲ δὲ, quod supra post δούλην habent codd., huc transtulit Reiske. τρόπον οὗτος ἐξέλιπεν, ἀοίκητον ἂν γενέσθαι. ἔτι δʼ ἐκ μὲν τοῦ κακῶς πράττειν τὰς πόλεις μεταβολῆς τυχεῖν ἐπὶ τὸ βέλτιον εἰκός ἐστιν, ἐκ δὲ τοῦ παντάπασι γενέσθαι ἀναστάτους ἀναστάτους Reiske: ἀνάστατον codd. καὶ τῶν κοινῶν ἐλπίδων στερηθῆναι. ὥσπερ γὰρ ἀνθρώπῳ ζῶντι μὲν ἐλπὶς ἐκ τοῦ κακῶς πρᾶξαι μεταπεσεῖν, τελευτήσαντι δὲ συναναιρεῖται συναναιρεῖται συνανῄρηται Blass. πάντα διʼ ὧν ἄν τις εὐδαιμονήσειεν, οὕτω καὶ περὶ τὰς πόλεις συμβαίνει πέρας ἔχειν τὴν ἀτυχίαν, ὅταν ἀνάστατοι γένωνται.
εἰ γὰρ δεῖ τὴν ἀλήθειαν εἰπεῖν, πόλεώς ἐστι θάνατος ἀνάστατον γενέσθαι. τεκμήριον δὲ μέγιστον· ἡμῶν γὰρ ἡ πόλις τὸ μὲν παλαιὸν ὑπὸ τῶν τυράννων κατεδουλώθη, τὸ δʼ ὕστερον ὑπὸ τῶν τριάκοντα, καὶ ὑπὸ Λακεδαιμονίων τὰ τείχη καθῃρέθη· καὶ ἐκ τούτων ὅμως ἀμφοτέρων ἠλευθερώθημεν καὶ τῆς τῶν Ἑλλήνων εὐδαιμονίας ἠξιώθημεν προστάται γενέσθαι.
ἀλλʼ οὐχ ὅσαι πώποτʼ ἀνάστατοι γεγόνασι. τοῦτο μὲν γάρ, εἰ καὶ παλαιότερον εἰπεῖν ἐστι, τὴν Τροίαν τίς οὐκ ἀκήκοεν ὅτι μεγίστη γεγενημένη τῶν τότε πόλεων καὶ πάσης ἐπάρξασα τῆς Ἀσίας, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφη, τὸν αἰῶνα ἀοίκητός ἐστι; τοῦτο δὲ Μεσσήνην Μεσσήνην Melanchthon: Μεσήνην codd. πεντακοσίοις ἔτεσιν ὕστερον ἐκ τῶν τυχόντων ἀνθρώπων συνοικισθεῖσαν;
ἴσως οὖν τῶν συνηγόρων αὐτῷ τολμήσει τις εἰπεῖν, μικρὸν τὸ πρᾶγμα ποιῶν, ὡς οὐδὲν ἂν παρʼ ἕνα ἄνθρωπον ἐγένετο τούτων· καὶ οὐκ αἰσχύνονται αἰσχύνονται αἰσχυνοῦνται Es. τοιαύτην ἀπολογίαν ποιούμενοι πρὸς ὑμᾶς, ἐφʼ ᾗ δικαίως ἂν ἀποθάνοιεν. εἰ μὲν γὰρ ὁμολογοῦσι τὴν πατρίδα αὐτὸν ἐκλιπεῖν, τοῦτο συγχωρήσαντες ὑμᾶς ἐώντων ἐώντων Es: ἐάτωσαν codd. διαγνῶναι περὶ τοῦ μεγέθους· εἰ δʼ ὅλως μηδὲν τούτων πεποίηκεν, οὐ μανία δή που τοῦτο λέγειν, ὡς οὐδὲν ἂν γένοιτο ἂν γένοιτο Halm: ἂν γένηται codd.: ἂν γίγνοιτο Blass: γεγένηται aut ἂν ἐγένετο Bekker. παρὰ τοῦτον; τοῦτον Ald.: τοῦτο codd.
ἡγοῦμαι δʼ ἔγωγε, ὦ ἄνδρες, τοὐναντίον τούτοις, παρὰ τοῦτον εἶναι τῇ πόλει τὴν σωτηρίαν. ἡ γὰρ πόλις οἰκεῖται κατὰ τὴν ἰδίαν ἑκάστου μοῖραν φυλαττομένη· ὅταν οὖν ταύτην ἐφʼ ἑνός τις παρίδῃ, παρίδῃ Ald.: παρίδοι codd. λέληθεν ἑαυτὸν ἐφʼ ἁπάντων τοῦτο πεποιηκώς. καίτοι ῥᾴδιόν ἐστιν, ὦ ἄνδρες, πρὸς τὰς τῶν…
ἐκεῖνοι…
The complete text is available when the reading interface loads.