Ἔρως δραπέτης
- Scientific editors
- J. M. Edmonds
- Edition reference
- The Greek Bucolic Poets · London · William Heinemann, Ltd. · 1916
- CTS identifier
urn:cts:greekLit:tlg0035.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΕΡΩΣ ΔΡΑΠΕΤΗΣ
1Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·
2‘ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
3δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ·
4μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃ νιν,
5οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’ ὦ ξένε καὶ πλέον ἑξεῖς.
6ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι παισὶ μάθοις νιν.
7χρῶτα μὲν οὐ λεύκος, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτῷ
8δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·
9οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά,
10ὡς δὲ χολὰ νόος ἐστὶν· ἀνάμερος, ἠπεροπευτάς,
11οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.
12εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ μέτωπον.
13μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει,
14βάλλει κεἰς Ἀχέροντα καὶ εἰς Ἀΐδα βασίλεια.
15γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται.
16καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ,
17ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.
18τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον,
19τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται.
20καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ’ ἐντὶ
21τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.
22πάντα μὲν ἄγρια ταῦτα· πολὺ πλέον ἁ δαῒς αὐτῷ·
23βαιὰ λαμπὰς ἐοῖσα τὸν ἅλιον αὐτὸν ἀναίθει.
24ἤν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς.
25κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανάσῃ.
26κἢν γελάῃ, τύ νιν ἕλκε. καὶ ἢν ἐθέλῃ σε φιλῆσαι,
27φεῦγε· κακὸν τὸ φίλημα, τὰ χείλεα φάρμακον ἐντί.
28ἢν δὲ λέγῃ λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,
29μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.’