The Greek Library Author

Moschus

Εὐρώπη

Scientific editors
J. M. Edmonds
Edition reference
The Greek Bucolic Poets · London · William Heinemann, Ltd. · 1916
CTS identifier
urn:cts:greekLit:tlg0035.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΕΥΡΩΠΗ

1Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,

2νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ’ ἠώς,

3ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων

4λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,

5εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων·

6τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι

7Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια

8ὠίσατ’ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,

9ἄσσιον ἀντιπέρην τε· φυὴν δ’ ἔχον οἷα γυναῖκες.

10τῶν δ’ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ’ ἄρ’ ἐῴκει

11ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,

12φάσκεν δ’ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.

13ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν

14εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο

15ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.

16ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,

17παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.

18ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲ

19εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.

20ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένον αὐδήν·

21τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν;

22ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν

23ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,

24τίς δ’ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;

25ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ

26ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.

27ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.

28ὣς εἰποῦσ’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίρας

29ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,

30τῇσιν ἀεὶ συνάθυρεν, ὅτ’ ἐς χορὸν ἐντύνοιτο,

31ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,

32ἢ ὁπότ’ ἐκ λειμῶνος ἐΰπνοα λείρἰ ἀμέργοι.

33αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ’ ἐν χερσὶν ἑκάστη

34ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον

35ἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο

36τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.

37αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,

38θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,

39ὃν Λιβύῃ πόρε δῶρον, ὅτ’ ἐς λέχος Ἐννοσιγαίου

40ἤϊεν· ἣ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ,

41ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ’ Εὐρωπείῃ

42μήτηρ Τηλεφάσσα περικλυτὸν ὤπασε δῶρον.

43ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.

44ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,

45εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην.

46φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα,

47νηχομένῃ ἰκέλη· κυανῆ δ’ ἐτέτυκτο θάλασσα.

48δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύος αἰγιαλοῖο

49φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.

50ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ

51πόρτιος Ἰναχίης, τὴν δ’ ἑπταπόρῳ παρὰ Νείλῳ

52ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.

53ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτις

54χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.

55ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο

56Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο

57Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.

58τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλεν

59ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ,

60ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς·

61χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.

62τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.

63αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,

64ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.

65τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον,

66ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε

67λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.

68αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν

69δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα

70ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,

71οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.

72οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,

73οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.

74ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο

75θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι

76Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.

77δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης

78παρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι

79κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,

80οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος

81ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,

82οὐδ’ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος

83ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.

84τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,

85κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,

86ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.

87ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου

88ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.

89ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς

90παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι

91ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ δ’ ἄμβροτος ὀδμὴ

92τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.

93στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,

94καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.

95ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν

96πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.

97αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ

98Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.

99ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαν

100αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.

101ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·

102δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε

103ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας

104νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴς

105πρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις

106ἄλλοισι προσέοικε· νόος δέ οἱ ἠΰτε φωτὸς

107αἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆς.

108ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,

109αἱ δ’ ἄλλαι μέλλεσκον. ἄφαρ δ’ ἀνεπήλατο ταῦρος,

110ἣν θέλεν ἁρπάξας· ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν.

111ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας

112χεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν.

113ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν ἠΰτε δελφὶς

114χηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.

115ἣ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα,

116κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,

117γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς·

118Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ’ ἄρα πᾶσαι

119κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.

120καὶ δ’ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος

121κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου

122αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο

123Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,

124κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.

125ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις

126τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ

127εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν

128δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.

129κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,

130ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.

131ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,

132φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,

133ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,

134ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·

135πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα

136ἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν

137δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα

138ὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.

139ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;

140ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις.

141οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι

142ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον

143ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.

144ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶς

145εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.

146ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα

147πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδε

148ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.

149ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε

150ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι

151τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.

152οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.

153ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς·

154θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.

155αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι

156ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.

157σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαι

158ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,

159ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο

160ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας,

161οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται.

162ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴ

163Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,

164λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.

165ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη,

166καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.