The Greek Library Author

Moschus

Ἐπιτάφιος Βίωνος

Scientific editors
J. M. Edmonds
Edition reference
The Greek Bucolic Poets · London · William Heinemann, Ltd. · 1916
CTS identifier
urn:cts:greekLit:tlg0035.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΕΠΙΤΑΦΙΟΣ ΒΙΩΝΟΣ

1Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,

2καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.

3νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε,

4ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις,

5νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι,

6νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ

7βάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς.

8ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

9ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις,

10νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας,

11ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ

12καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.

13ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

14Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι,

15καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν,

16οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει,

17εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις

18Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς.

19ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

20κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει,

21οὐκέτ’ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾅδει,

22ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει.

23ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις

24πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.

25ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

26σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων,

27καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι·

28καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ’ ὕλαν

29Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο.

30Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ

31κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ’ ἐπ’ ὀλέθρῳ

32δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη.

33μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων,

34κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ

35τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.

36ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

37οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν,

38οὐδὲ τόσον ποκ’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών,

39οὐδὲ τόσον θρήνησεν ἀν’ ὤρεα μακρὰ Χελιδών,

40Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆϋξ,

42οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν,

41οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς

43ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,

44ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.

45ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

46ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν,

47ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις

48ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν

49ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς.

50ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

51τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε;

52τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;

53εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,

54ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς.

55Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι

56τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.

57ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

58κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπες

59ἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας.

60οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν

61ἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας.

62καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν

63ἕζετ’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει.

64ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

65πάντα τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν,

66παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,

67καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.

68χἀ Κύπρις ποθέει σε πολὺ πλέον ἢ τὸ φίλημα,

69τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.

70τοῦτό τοι ὦ ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος,

71τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,

72τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι

73μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,

74πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον

75υἱέα δακρύεις, καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ.

76ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε

77Παγασίδος κράνας, ὃ δ’ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.

78χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα

79καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον·

80τῆνος δ’ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ’ ἔμελπε,

81καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,

82καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,

83καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα

84ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.

85ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

86πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.

87Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·

88Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·

89οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά·

90οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ·

91σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶς

92εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλάνα.

93εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι

94Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς

95βουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητὰς

96κλαρονόμος Μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων

97ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ’ ἀπέλειπες ἀοιδάν.

98ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

99αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,

100ἠδὲ τὰ χλωρὰ σέλινα τό τ’ εὐθαλὲς οὖλον ἄνηθον,

101ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι·

102ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,

103ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ

104εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.

105καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,

106ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν.

107ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει.

108ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

109φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες—

110τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;

111τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι

112ἢ δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.

113ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

114ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε

115δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,

116ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς,

117ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦνθον

118Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,

119ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ’ ἄγε Κώρᾳ

120Σικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ.

121καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν

122ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστος

123ἐσσεῖθ’ ἁ μολπά. χὠς Ὀρφέϊ πρόσθεν ἔδωκεν

124ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,

125καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγὼν

126συρίσδων δυνάμαν, παρὰ Πλουτέϊ κ’ αὐτὸς ἄειδον.